ΦΕΒΡΟΥΑΡΙΟΣ Γ΄!!
ΤΑΡΣΙΖΙΟΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γαλανοπούλου Γεωργίου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος!
Μάρτυς, Ἀθλητὰ Ταρσίζιε, θείαν στολὴν ἀληθῶς, σεαυτὸν προσενήνοχας, εὐσεβείας βίωμα, τὴν ἀγάπην κτησάμενος, διακονίαν λαμπρὰν καὶ κήρυγμα, ἵνα φωτίσης, δῆμον κατείδωλον, πᾶσαν συμπάθειαν, τοῖς πιστοῖς δεικνύμενος καὶ προσευχήν, ὑπὲρ πάντων ἔνδοξε, πέμπων πρὸς Κύριον.
Ῥώμης, παλαιᾶς ἐκβλάστημα, ῥίζης γονέων πιστῶν, παιδιόθεν ἤστραψας, ἀρεταῖς Ταρσίζιε, ὡς Κυρίου διάκονος, καὶ Χριστωνύμοις, τὰ δῶρα ἔφερες, διωκομένοις, ὑπὸ τοῦ ἄνακτος· ὅθεν ὑπήνεγκας, ὡς ἀδάμας ἄτμητος καὶ σταθερός, λίθων τὰ κτυπήματα, μείνας ἀήττητος.
Πάντα, ἀλγεινὰ ὑπέφερες, διὰ Χριστὸν τὸν Θεόν, ἀνδρικῷ φρονήματι, Ἀθλητὰ Ταρσίζιε, δαρμοὺς σώματος βάσανα, πικρὰς κολάσεις λιθολευστούμενος, καὶ τιμωρίαις, ὢν μόλις ἔφηβος· ὅτι οὐκ ἔστερξας, δοῦναι δῶρα ἄχραντε, ἀλλ’ εὐθαρσῶς, πίστιν ὡμολόγησας, ἄχρι θανάτου σου.
Θείᾳ, ἀγάπῃ πυρούμενος, πρὸς τὸν Νυμφίον Χριστόν, Ἀθλοφόρος γέγονας, τῶν Μαρτύρων σύσκηνος, ἐναθλήσας στεῤῥότατα, τοῖς διακόνοις συναυλιζόμενος, καὶ τοῖς Ἁγίοις, συναγαλλόμενος, στέφος οὐράνιον, εἰληφὼς Ταρσίζιε νίκης λαμπρᾶς, παρὰ τοῦ παντάνακτος, καὶ ἀμαράντινον.
Δόξα. Ὁ αὐτός.
Δεῦτε φιλεόρτων χορεῖαι, τιμήσωμεν ἐν ᾄσμασι, τὴν μνήμην τοῦ Ἀθλοφόρου Μάρτυρος, ἀοιδίμου Ταρσιζίου. Οὗτος γάρ, ἐν τῇ παλαιᾷ Ῥώμῃ φυείς, τὰς ἀρετὰς παιδιόθεν ἐγεώργησε, καὶ πᾶσιν εὐσυμπάθητος γεγονώς, διάκονος κατέστη, τῆς Χριστοῦ Ἐκκλησίας, κομίζων λάθρα, τοῖς διωκομένοις Χριστιανοῖς, τὰ ἄχραντα Μυστήρια. Καὶ τῇ προδοσίᾳ γνωσθείς, οὐκ ἀπηρνήθη ταῦτα, ἀλλὰ πίστιν ὡμολογήσας, λίθοις τὸ ζῆν ἀπέλιπε. Διὸ ἐν οὐρανοῖς συνεδρεύων, τῇ Τριάδι πρεσβεύει, ὑπὲρ τῶν πίστει ἐπιτελούντων, τὸ ἱερὸν αὐτοῦ μνημόσυνον.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μνήμην τὴν ἱεράν, τιμήσωμεν ἐνθέως, πιστοὶ τοῦ Ἀθλοφόρου, μελίσμασιν ὑμνοῦντες, τὸν ἔφηβον Ταρσίζιον.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Βίον ταῖς ἀρεταῖς, Ταρσίζιε κοσμήσας, εἰς τὴν Σιὼν ἀπῆλθες, βληθεὶς νιφάδων λίθοις, τὴν ἄνω τῷ Δεσπότῃ σου.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ἤθλησας εὐκλεῶς, Χριστὸν ὁμολογήσας, ἐνώπιον τυράννων, καὶ πλεῖστα ὑπομείνας, τοῖς λίθοις ζῆν ἀπέλιπες.
Δόξα. Τριαδικόν.
Δόξα Σοι ὦ Τριάς, Πάτερ Υἱὲ καὶ Πνεῦμα, τρισσῶς ἑνιζομένη, ἡ μία Θεαρχία, Ταρσίζιον δοξάσασα.
Καὶ νῦν. Θεοτοκίον.
Πρέσβευε μητρικῶς, ἁγνὴ Θεοκυῆτορ, μετὰ τοῦ διακόνου, τῷ ἐκ Σοῦ σαρκωθέντι, σωθῆναι τοὺς ὑμνοῦντάς Σε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Σὺν ἄλλοις Μάρτυσι, Ῥώμης καυχήμασι, καὶ τὸν Ταρσίζιον, ἀνευφημήσωμεν, τὸν μεταδίδοντα πιστοῖς, τὰ Ἄχραντα Μυστήρια· ὃν ἐλιθοβόλησαν, παρανόμως μισόχριστοι, ἐπεὶ ὡμολόγησεν, ἀληθῆ τὸν παντάνακτα, Θεὸν εἶναι πρὸς τοῦτον βοῶντες· Χαῖρε Κυρίου Παιδομάρτυς.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α΄.
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἐκ ῥίζης γονέων εὐσεβῶν, ἐν τῇ Ῥώμῃ ἔφυσε, βλαστὸς καὶ ἄνθος μυρίπνοον, ὁ δοὺς πολλὴν καρπόν, ἐραστὴς σοφίας, παῖς ὁ θεοτίμητος, Μαρτύρων τὸ σεμνὸν ἐγκαλλώπισμα, Χριστοῦ διάκονος, ὁ πανεύφημος Ταρσίζιος, τῆς Τριάδος σκεῦος ἐνθεώτατον.
Ἀνέτειλε μνήμη ἡ φαιδρά, Ταρσιζίου σήμερον· διὸ πιστῶν σπεύδει ἄθροισμα, ᾠδαῖς τιμήσασθαι, εὐσεβείας παῖδα, Μάρτυρα ἀήττητον, διάκονον Κυρίου πανένδοξον, ἐχθρῶν ἀντίπαλον, ἐκβοώντων παναοίδιμε· μὴ ἐλλείπῃς πρεσβεύειν πρὸς εὔσπλαγχνον.
Ἀγῶσι διέλαμψας λαμπροῖς, ὡς Χριστοῦ διάκονος, Ἱερομάρτυς Ταρσίζιε, πιστοῖς τὰ τίμια, προσκομίζων δῶρα, κρυπτομένοις φόβῳ τε, καὶ λίθοις συλληφθεὶς ζῆν ἀπέλιπες, ἑκὼν τὸν θάνατον, προτιμήσας ἢ τὰ Ἅγια, τῶν Ἁγίων δώσεις τοῖς ἀλλόφροσιν.
Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὥσπερ φοίνιξ ἐβλάστησας, ἐν τῇ Ῥώμῃ Ταρσίζιε, ἐκ πιστῶν γονέων ἔφηβος δ’ ὥρμησας, ὡς Ἐκκλησίας διάκονος, Χριστοῦ Εὐαγγέλιον, θεηγόροις διδαχαῖς, καὶ σοφίᾳ κηρύγματος, εἰπεῖν ἅπασι, ἵνα σκότη φωτίσης ἀγνωσίας, καὶ ἐκ πλάνης ἐξαγάγης, δῆμον κατεῖδωλον ἔνδοξε.
Τὸ ἀνδρεῖόν σου φρόνημα, καὶ στεῤῥὸν τῆς ἀθλήσεως, ἐν ταῖς τιμωρίαις δεινῶς τυπτόμενος, καὶ πλεῖστα πάσχων κατέδειξας, αἰσχύνας τὰ ἔνεδρα, καὶ τυράννου ἀπειλάς, ἀριστεῦ γενναιότατε· ὅθεν εἴληφας, ταῖς νιφάσι βληθεὶς ὑπ’ ὄχλου λίθων, ἀφθαρσίας θεῖον στέφος, καὶ γέρας νίκης Ταρσίζιε.
Τὴν παγγέραστον μνήμην σου, Ἀθλητῶν ἐγκαλλώπισμα, ἐν ναοῖς Κυρίου πανηγυρίζομεν, καὶ θείαν χάριν ἰάσεων, λαμβάνομεν τάχιστα, ἐκ λειψάνων σου σοφέ, πειρασμῶν ἀπολύτρωσιν, ἐκρυόμενοι, χαλεπῶν νοσημάτων καὶ κινδύνων, οἱ τελοῦντές σου τὴν μνήμην, ἐν μελιχροῖς μελῳδήμασι.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἐπέλαμψεν ἡμῖν, ὡς ὄρθρος νοητῆς Ἀνατολῆς, ἡ πανέορτος μνήμη τοῦ ἱεροῦ διακόνου καὶ Μάρτυρος Ταρσιζίου, τὴν Ἐκκλησίαν Χριστοῦ λαμπρύνουσα. Δεῦτε οὖν φιλέορτοι, τοῦτον ἐπαξίως τιμήσωμεν ᾀσματικοῖς ἄνθεσι καὶ ἐγκωμίοις, ὡς τῷ Θεῷ δουλεύσαντα ἐκ παιδός, καὶ τὰς ἀρετὰς γεωργήσαντα λέγοντες· Χαίροις, τῆς παλαιᾶς Ῥώμης θεόφυτος βλαστὸς ἐκ ῥίζης ἀγαθῆς καὶ εὐσεβοῦς, τοῦ Εὐαγγελίου κῆρυξ, καὶ τῶν εἰδώλων ὀλετήρ· χαίροις, Ἀθλοφόρων τὸ κλέος, τῆς ὁμολογίας στῦλος ἄσειστος, καὶ τοῖς ἀθλήμασιν ἀδάμας ἄτμητος· χαίροις, ὁ τοῦ ἐχθροῦ τὰς ἀπειλὰς καταφρονήσας, ὁ λαμπρᾶς νικήσας στήσας τρόπαιον ἐν τῷ μέσῳ τῆς ὁδοῦ, ὑπ’ ὄχλου μανιακοῦ λιθοστευούμενος. Ἀλλ’ ὦ στρατιῶτα ἀήττητε, ὁ τῆς Τρισηλίου δόξης παριστάμενος τῷ Θρόνῳ, μὴ παύσῃ ἱκετεύειν τὸν Δεσπότην, ὑπὲρ τῶν τελούντων πιστῶς, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον· ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὐτοῦ Θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται, ἐν ναῷ τῷ νομικῷ καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς. Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ· οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν σου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ἀγαλλιάσθω σήμερον πνευματικῶς ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἐπὶ τῇ φωτοφόρῳ μνήμῃ τοῦ ἀριστέως Ἀθλητοῦ, διακόνου Ταρσιζίου. Οὗτος γὰρ ἔδραμε πρὸς Θεὸν ἐκ παιδός, μυηθεὶς καὶ μαθητευθεὶς εἰς εὐσέβειαν, καὶ τὰ τῆς πίστεως μυστήρια, ἃ οὐκ ἐκράτησε δι’ ἑαυτόν, ἀλλὰ τοῖς εἰδωλολάτροις, Εὐαγγελικῶς ἐδίδαξεν, ἀφαρπάσας πολλούς, ἐκ τῆς πλάνης τῶν ξοάνων. Διὸ ἐν παῤῥησίᾳ ὡμολόγησε Χριστόν, ὡς ἀληθινὸν Θεὸν καὶ Σωτῆρα, τοῖς λίθοις βληθεὶς καὶ τελειούμενος. Τούτου οὖν τὴν ἱερὰν Εἰκόνα, ἀσπασώμεθα φιλέορτοι, ἵνα λάβωμεν πλουσίως, ἃ ἐπιδαψιλεύει ὁ ἀήττητος Μάρτυς, τοῖς μετ’ εὐλαβείας τελοῦσι, τὴν ἔνδοξον αὐτοῦ ἄθλησιν, καὶ πανσεβάσμιον μνήμην, τῷ Κυρίῳ ἐκδυσωπῶν, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος β΄.
Δεῦτε θεόφρονες σήμερον, συνελθόντες ἐν οἴκοις Κυρίου, ὑμνήσωμεν μέλεσι μελιῤῥύτοις, τὸν Ἀθλοφόρον Ταρσίζιον, τῶν διακόνων τὸν ὁμόσκηνον, καὶ ἐν Ἁγίοις θαυμαστόν, τὴν τούτου ἐπιτελοῦντες φωτοφόρον μνήμην, ἐν πίστει λέγοντες· Χαίροις, θεοσεβείας ἐραστά, ὁ ταῖς σοφαῖς σου διδασκαλίαις φωτίσας πληθὺν ἀνθρώπων, καὶ ἐκ πλάνης εἰς πίστιν ἑλκύσας, τῇ δ’ ἐναρέτῳ σου βιοτῇ, καὶ τιμίᾳ ἀθλήσει, Ἀθλητῶν κοσμήσας τὸ πολίτευμα. Διὸ τοὺς ἐκ πόθου τιμῶντάς σε, ἐκλύτρωσαι τῶν δολοπλόκων σκανδάλων τοῦ ἐχθροῦ ἀνάγκης, κινδύνων καὶ βλάβης, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου.
Ἦχος γ΄.
Ἔφηβε θεηγόρε, διάκονε σεπτέ, Ἀθλητὰ γενναιότατε, Ταρσίζιε μακάριε, μὴ ἐλλείπῃς τὸν Χριστόν, ἐκδυσωπεῖν ἀπαύστως, τοῦ ἐλεῆσαι καὶ σῶσαι τὰς ψυχὰς τῶν πιστῶς τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος δ΄.
Τὸν πολυκύμαντον βίον καὶ τραχύν, ἐν ἀγωνίσμασι διαπλεύσας Μάρτυς, καὶ τὰς ἀρετὰς φιλοσόφως γεωργήσας, πρὸς ἐργασίαν τοῦ θείου θελήματος, περίδοξος γέγονας ἐν Ῥώμῃ τῇ παλαιᾷ· ὅθεν ἀγαπήσας παιδιόθεν Ἰησοῦ, καὶ τῇ θεοσεβείᾳ μᾶλλον γαλακτοτραφείς, ἔμαθες τὰ ἱερὰ γράμματα, καὶ διάκονος Χριστοῦ κατέστης· ὁμολογήσας δὲ Θεὸν τὸν ἀληθινὸν ἀνδρείως ἐνήθλησας, ἀπτόητος μείνας ἀπειλαῖς καὶ βασάνοις, ἄχρι τελειώσεως· διὸ Ὃν εὐηρέστησας, ἐν λαμπροῖς ἀγῶσι καὶ τῇ τοῦ αἵματός σου ἐκχύσει, Ἀθλοφόρε Ταρσίζιε, μὴ παύσῃ θερμῶς πρεσβεύειν, δωρηθῆναι τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε χριστοφόροι λαοὶ κατίδωμεν, πῶς ὁ Ἀθλοφόρος τοῦ Χριστοῦ, ἐν τῷ μέσῳ τῆς ὁδοῦ, τοῖς λίθοις βαλόμενος τὸν βίον ἀπέλιπεν, ὡς τῆς εὐσεβείας ὁπλίτης ἀήττητος· ὅτι ὄντως τὸ Δαυϊτικόν· πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει, ἐν αὐτῷ εὗρε τὴν ἐκπλήρωσιν· ὅθεν τῇ θερμοτάτῃ σου αἰτούμεθα εὐχῇ, εὐσυμπάθητε διάκονε, πρὸς σὲ κραυγάζοντες· τοὺς ἁμαρτωλοὺς ἀνέλκυσον, ἐκ τοῦ βυθοῦ τῆς ἀπωλείας, τῇ σαγήνῃ τῶν θείων λόγων σου, καὶ τῷ ἀγκίστρῳ τῆς χάριτός σου πρὸς μετανοίας ὁδὸν σωτήριον. Ἀεὶ δ’ ἀξίωσον ἡμᾶς, τὰ ἄνω ζητεῖν καὶ τὰ οὐράνια ποθεῖν, ἵνα μετὰ σοῦ ἀοίδιμε Ταρσίζιε, ταῖς ἀγγελικαῖς χοροστασίαις καὶ δῆμοις τῶν Ἁγίων χαρμονικῶς, ἐν τῇ ἀγήρῳ μακαριότητι, συναγαλλώμεθα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐρευνᾶτε τὰς Γραφάς, καθως εἶπεν ἐν Εὐαγγελίοις Χριστὸς ὁ Θεὸς ἡμῶν· ἐν αὐταῖς γὰρ εὑρίσκομεν αὐτόν, τικτόμενον καὶ σπαργανούμενον, τιθηνούμενον καὶ γαλακτοτροφούμενον, περιτομὴν δεχόμενον, καὶ ὑπὸ Συμεὼν βασταχθέντα, οὐ δοκήσει οὐδὲ φαντασίᾳ, ἀλλ' ἀληθείᾳ τῷ κόσμῳ φανέντα, πρὸς ὃν βοήσωμεν· ὁ πρὸ αἰώνων Θεός, δόξα σοι.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, θεοκατοίκητος νοῦς, καρδία ζέουσα Θεοῦ ἀγαπήσεως, τρωθεῖσα πόθῳ Νυμφίου, κάλλει ὡραίου Χριστοῦ, θεηγόρος γλῶττα σαγηνεύσεως, κηρύξασα ἅπασιν, ἀγνωσίας τὰ ῥήματα, Εὐαγγελίου, καὶ φωτὶ καταυγάσασα, αἰσθητήρια, τῆς ψυχῆς καὶ τοῦ σώματος· σὺ ἔφηβε ὡς ἄγγελος, ἐν γῇ πεπολίτευσαι, ὡς μαθητὴς τοῦ Δεσπότου, καὶ Ἀθλητὴς ἐννομώτατος, ὁ πάντα ἡδέα ἀρνησάμενος, καὶ βίον ὑπὲρ τῆς πίστεως.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίρει, παλαιὰ Ῥώμη ἐν σοί, ἡ ἐκβλαστήσασα ὡς ἄνθος σε εὔοσμον, τοῖς πέρασι δ’ Ἐκκλησία, ἀγαλλιᾶται λαμπρῶς, ἀριστεῦ Κυρίου γενναιότατε, σκιρτὰ ἡ ὁμήγυρις, τῶν πιστῶν καὶ γεραίρει σου, ἄθλους καὶ μνήμην, Ἀθλοφόρε Ταρσίζιε, καὶ ἀσπάζεται, τῆς μορφῆς σου ἐκτύπωμα, ἔχουσα σὲ ὡς πρόμαχον, καὶ τεῖχος ἀπόρθητον, κατὰ ἐχθρῶν ἀοράτων, καὶ ὁρατῶν Μάρτυς ἔνδοξε· διὸ τοὺς ἐν ὕμνοις, σὲ τιμῶντας ἐκ παγίδων, ῥῦσαι τοῦ ὄφεως.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Δεῦτε, τῶν φιλεόρτων πληθύς, πάσης Ἑλλάδος ἀνυμνήσωμεν χαίροντες, τὴν μνήμην τοῦ διακόνου, καὶ Ἀθλοφόρου Χριστοῦ, τοῦ πιστῶς Αὐτὸν εὐαρεστήσαντος· σπουδῇ δὲ προστρέξωμεν, ἐν ναοῖς τοῦ Δομήτορος, ὅπως εἰκόνα, τὴν αὐτοῦ ἀσπασώμεθα, καὶ ἐνθέοις ὕμνοις μεγαλύνωμεν, ἄθλησιν τὴν πανένδοξον, καὶ μνήμην πανίερον, κράζοντες· Μάρτυς δυσώπει, ἐν ὥρᾳ δίκης τὸν εὔσπλαγχνον, Κριτὴν τοῦ σωθῆναι, ἡμᾶς πάντας παῤῥησίαν, Θεῷ ὡς κέκτησαι.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν πανέορτον μνήμην, ἐν ᾄσμασιν ἱεροῖς, καὶ ᾠδαῖς θεοτερπέσι τοῦ ἀριστέως Ἀθλητοῦ, διακόνου Ταρσιζίου, καὶ ἐγκωμίων ἀγλαΐαις καταστέψωμεν, τῆς παλαιᾶς Ῥώμης τὸ ἄνθος, τῆς θεοσεβείας τὸν πυρσόν, τῆς ὁμολογίας τὸν στῦλον, καὶ τῶν οὐρανῶν οἰκήτορα. Ἀλλά γε, τῆς Ἐκκλησίας ἀείφωτον ἄστρον, πτωχῶν τὸν ἀντιλήπτορα, καὶ Χριστιανῶν τὸν ὁδηγόν, φωναῖς ᾀσματικαῖς ἐπαινέσωμεν· ὅτι ταῖς θεϊκαῖς μαρμαρυγαῖς ἐλλαμπόμενος, καὶ θεοφιλεῖ ἐργασίᾳ, ἐγεώργησεν ἐπωφελῶς, τὰς θεοειδεστάτας ἀρετάς, μαρτυρικῶς λιπὼν τὸν βίον. Καὶ νῦν χάριν ἀδάπανον παρέχει, τοῖς τιμῶσιν εὐλαβῶς, τὴν ἄθλησιν καὶ μνήμην αὐτοῦ, τῷ πνεύματι παριστάμενος Χριστῷ, ὡς πρέσβυς θερμότατος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Σὺν ἄλλοις Μάρτυσι, Ῥώμης καυχήμασι, καὶ τὸν Ταρσίζιον, ἀνευφημήσωμεν, τὸν μεταδίδοντα πιστοῖς, τὰ Ἄχραντα Μυστήρια· ὃν ἐλιθοβόλησαν, παρανόμως μισόχριστοι, ἐπεὶ ὡμολόγησεν ἀληθῆ τὸν παντάνακτα, Θεὸν εἶναι πρὸς τοῦτον βοῶντες· Χαῖρε Κυρίου Παιδομάρτυς.
Δόξα. Ὁ αὐτός. Θείας πίστεως.
Χαίροις βλάστημα, παλαιᾶς Ῥώμης, καὶ θεότιμε, ἐν διακόνοις, Παιδομάρτυς τοῦ Κυρίου Ταρσίζιε· σὺ γὰρ ἀφόβως τοὺς λίθους ὑπήνεγκας, καὶ πρὸς Χριστὸν τὸν γλυκύτατον ὥδευσας· ὅθεν δώρησαι, ψυχῆς τὰ κρείττω δεόμεθα, Αὐτὸν ἱκετεύων πάντοτε, ὑπὲρ τῶν σοῦ τελούντων τὸ μνημόσυνον.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α΄.
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ταρσίζιε πιστέ, Ἀθλοφόρε Κυρίου, τιμῶμέν σου ψαλμοῖς, τὴν πανέορτον μνήμην, Τριάδα μεγαλύνοντες, ἐπαξίως δοξάσασαν, σὲ τὸν ἔνδοξον, καὶ θεοφώτιστον παῖδα, τὸν φωτίσαντα, φωτὶ Χριστοῦ δῆμον Ῥώμης, καὶ αἵματι ῥεύσαντα.
Δόξα.
Ἐν τόποις εὐκλεοῦς, παλαιᾶς Ῥώμης ἔφυς, καὶ γάλακτι τραφείς, εὐσεβείας τοῖς λόγοις, ἐξήστραψας ὡς πάμφωτον, θεῖον ἄστρον Ταρσίζιε, καὶ μορφώματα, τῶν ἀνισχύρων εἰδώλων, ἐμυκτήρισας· διὸ τὸ ζῆν ἐν νιφάσι, τῶν λίθων ἀπέλιπες.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις Οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστὸν ἠκολούθησας θεοπρεπῶς ἐκ παιδός, τρωθεὶς θείῳ ἔρωτι καὶ ᾑρετήσω ὁδόν, ἀθλήσεως ἔνδοξε· ὅθεν ᾠδαῖς ἐνθέοις, εὐφημοῦμέν σε πάντες, χαίροις ἀναβοῶντες, ἀριστεῦ τοῦ Σωτῆρος, ὁ τρώσας τῶν τυράννων ἰσχύν, ὅπλοις τῆς πίστεως.
Δόξα.
Εἰκόνι προσπέσωμεν τοῦ διακόνου Χριστοῦ, πιστοὶ πόθῳ τρέχοντες ἐν πανιέροις ναοῖς, αὐτὴν ἀσπαζόμενοι· ὅτι βραβεύει πᾶσιν, ἀγαθῶν εὐδωρίαν, ἴασιν ἐκ τῶν νόσων, καὶ τὰς θλίψεις μακρύνει, ὡς εἰληφὼς παρὰ τοῦ Θεοῦ, χάριν σωτήριον.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Σαρκὶ νηπιάσαντα ἐξ ἀπειράνδρου Μητρός, χερσὶ γηραλέαις σου ἀγκαλισθεὶς Συμεών, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἔλαβες τῆς ἐξόδου, τὴν ἀπόφασιν δόξῃ, εἴληφας τῶν θαυμάτων, τὴν ἀέναον χάριν· διό σε ἀξιοχρέως πάντες δοξάζομεν.
Μετὰ τὸν Πολυέλεον. Ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.
Δεῦτε ἴδωμεν πιστοί, πῶς ἐν τῷ μέσῳ τῆς ὁδοῦ, Ταρσίζιος ὁ Ἀθλητής, ἵνα μὴ δώσῃ ἃ κρατεῖ, ἐν ταῖς ἀγκάλαις Δῶρα Θεοῦ ἡγιασμένα, ἔλιπε τὸν βίον, λίθων νιφάσι βληθείς, ὁ ἄνθρακας τῆς πλάνης σβεννύων ῥήμασι, κράξας τῷ φωτί σου· ἴθυνον ἐμὲ Χριστὲ πρὸς οὐράνιον δόξαν, καὶ ῥῦσαι πάντας τοὺς Σὲ αἰνοῦντας, ἐκ πειρασμῶν τοῦ ἀρχεκάκου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Νηπιάζει δι' ἐμέ, ὁ Παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου, τὴν ἐκ Παρθένου. Καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτόν, Θεὸν φανέντα σαρκί, καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων, πρεσβυτικῶς ἀνεκραύγαζεν· Ἀπόλυσόν με· σὲ γὰρ κατεῖδον, τὴν ζωὴν τῶν ἁπάντων.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Μάρτυς Κυρίου, ἐν τῇ Ἐκκλησίᾳ τῆς Ῥώμης ἐξήστραψε ὁ φθόγγος τῶν ἄθλων σου, αἱ ἀρεταὶ καὶ τὸ μαρτύριόν σου· διὸ ἐν τοῖς οὐρανοῖς εὗρες ἄξιον μισθὸν τῶν ἀθλητικῶν ἀγώνων σου· τοῦ βελίαρ ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ Τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παῤῥησίαν οὖν ἔχων εὐμενεστάτην πρὸς Χριστόν, διάκονε Ταρσίζιε, καθικέτευε Τοῦτον, οἱ τελοῦντές σου τὴν μνήμην δεόμεθα, τοῦ δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Εἶτα οἱ Κανόνες· τῆς ἑορτῆς, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον· ἐν δὲ τῇ η΄ καὶ θ΄ ᾠδῇ: Γεωργίου.
ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
ᾈσμάτων φωναῖς τερπναῖς πιστοί, πνευματικῶς εὐφραινόμενοι σήμερον, γόνον εὐκλεέστατον, ἐν τοῖς ναοῖς τοῦ Θεοῦ ἑορτάσωμεν, τῆς παλαιᾶς Ῥώμης, τὸν Ἀθλοφόρον Ταρσίζιον.
Βροτῶν γένος χαίρει ποθητῶς, καὶ Ὀρθοδόξων πληθὺς συναγάλλεται, ἐν σοὶ Μάρτυς ἔνδοξε τοῦ Ἰησοῦ, καὶ διακόνων Κυρίου συνόμιλε, ὅτι ὡς ἡλίου ἀκτίς, ἡ μνήμη σου ἔλαμψε.
Γραφὰς παιδιόθεν ἱεράς, καὶ πατρικὰς παραδόσεις ἐζήλωσας, ἃς σὺ ἐμελέτησας, ὡς εὐσεβὴς ἀναδειχθεὶς τῶν χαρίτων ἀλάβαστρον, καὶ μυροδοχεῖον, ἁγιωτάτης θεώσεως.
Θεοτοκίον.
Δοχεῖον τοῦ Πνεύματος ἁγνή, ἁμαρτιῶν καθαρθεῖσα γεγένησαι, ὅτε κατεσκήνωσεν, ἐν Σῇ γαστρί, ἀσπόρως Λόγος Θεοῦ ὁ συνάναρχος, σάρκα ἑκουσίως, λαβὼν βροτείου φυράματος.
Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Αἰνέσω Θεόν, ὑμνήσω δὲ Ταρσίζιον ἀξίως.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Αἰνέσαι τὴν δόξαν Σου, Τριὰς ὁ τάλας πειράσομαι· διὸ χείλη ἄνοιξον, καὶ φώτισόν μου τὸν νοῦν, ὅπως ᾄσμασιν, ὑμνήσω ἐπαξίως, Ῥωμαίων τὸ βλάστημα, θεῖον Ταρσίζιον.
Ἱδρῶσι καὶ δάκρυσι, ῥοαῖς αἱμάτων ἐπότισας, ἀθλήσας Ταρσίζιε, ἐν πόλει πανευκλεεῖ· καὶ αὐτῆς τῇ γῇ, ᾗ ὥδευσας τὰ μήκη, κομίζων τὰ ἄχραντα, δήμῳ μυστήρια.
Νεκρώσας τὴν σάρκα σου, ταῖς ἡδοναῖς ἐκ νεότητος, ψυχὴν ἀπεκάθηρας, ἐξ ὀλεθρίων παθῶν, καὶ διήνοιξας, τῆς διανοίας ὦτα, ἀκοῦσαι τὰ ῥήματα, ἃ εἶπε Κύριος.
Θεοτοκίον.
Ἐκύησας πάναγνε, ἐν Σῇ νηδύϊ σαρκούμενον, Πατρὸς Λόγον ἄχρονον, τὸν ἀκατάληπτον, καὶ διέμεινας, Παρθένος μετὰ Τόκον, ὡς πρὶν οὖσα πάναγνε, φρικτὸν μυστήριον.
ᾨδὴ γ'. Ὁ μόνος εἰδώς.
Ἐκ τόπου Ῥωμαίων γῆς λαμπρᾶς, ἀνέθαλες θεόσοφε, ἐξ εὐγενῶν πιστῶν γεννητόρων σου, ἀνατραφεὶς εὐσεβεία γάλακτι, καὶ τῶν ποδῶν, ἴχνεσι Χριστοῦ ἠκολούθησας, ἐρασμίου Νυμφίου Ταρσίζιε.
Ζῶν Μάρτυς ἐδόξασας Χριστόν, τῷ ἐναρέτῳ βίῳ σου, ὡς μαθητὴς καλὸς τοῦ Κυρίου σου, Οὗ Εὐαγγέλιον διετράνωσας, κῆρυξ λαοῦ, πλάνης ἠδάφισας τὰ ξόανα, καὶ εἰς γνῶσιν Θεοῦ, πλείστους ἴθυνας.
Ἡλίου τῆς δόξης ἀστραπαί, οἱ λόγοι σου κατέπληξαν, τοὺς ἀμαθεῖς λαοὺς ἰσαπόστολε, καὶ ἐβράβευσε σημείοις, πίστιν σου ὁ Δεσπότης, Ὃν παῤῥησία ὡμολόγησας, καὶ αἷμα ἐξέχεας Ταρσίζιε.
Θεοτοκίον.
Θεὸν Ὃν συνέλαβες γαστρί, ἐλεύσει τῇ τοῦ Πνεύματος, τοῦ Παναγίου ἄχραντε τέτοκας, τηρήσασα παρθενίαν ἄφθορον, ὡς ἡ Βάτος, ἄφλεκτος καιομένη ἔμεινε, δεξαμένη τὸ πῦρ τῆς Θεότητος.
Ἕτερος. Τοὺς σοὺς ὑμνολόγους.
Στρατὸν σὺ ἀπήλασας δαιμόνων, δεήσει ἀπαύστῳ πρὸς Θεόν, τὼν ἀρετῶν εὐθύτητι, καὶ αἰκισμοῖς ἀθλήσεως, ὡμολογήσας ἄριστα, πρὸ τῶν ἐχθρῶν τὸν παντάνακτα.
Ὡράθης ἰθύνων κλονουμένος, πρὸς Φῶς ἀληθείας θεϊκῆς· διὸ πιστοῖς ἐδίδαξας, Χριστῷ ἐμπολιτεύεσθαι, καὶ πρὸς ζωὴν σὺ κρείττονα, ἔσχες ἀγρύπνως τὰ ὄμματα.
Θεῷ ἠκολούθησας ὡς σώφρων, οὐσίαν λιπὼν καὶ συγγενεῖς, Σταυρὸν ἄρας ἐπ’ ὤμων σου, τῶν δ’ ἀρετῶν ἀκρώρειαν, σοφῶς ζηλώσας ἔλαβες, Μάρτυς ἀθλήσεως στέφανον.
Θεοτοκίον.
Ἐλέους πηγὴν καὶ ζωαρχίας, Σὺ ἔτεκες Λόγον τοῦ Θεοῦ, λυτρώσαντα τὸ πλάσμά Του, ἀρᾶς ἀρχαίας Δέσποινα· διὸ ἡδέσιν ᾄσμασι, Χαῖρε ἁγνὴ ἐκβοῶμέν Σοι.
Κάθισμα. Ἦχος γ'. Τὴν ὡραιότητα.
Λίθοις βαλόμενος, καὶ τελειούμενος, Χριστὸν ἐδόξασας, τὸν ὑπεράγαθον, τῇ γεωργίᾳ ἀρετῶν, καὶ αἵματος τῇ ἐκχύσει· ὅθεν ἀνελήλυθας, εἰς οὐράνια δώματα, καὶ χοροῖς ἠρίθμησαι, διακόνων Ταρσίζιε, πιστοὶ δὲ σοὶ κραυγάζουσι πόθῳ· Χαῖρε Μαρτύρων θεῖον κλέος.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Ἐκ τῆς Παρθένου σε, σωματωθέντα Χριστέ, χαίρων ἐδέξατο, ὁ ἱερὸς Συμεών· Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου Δέσποτα, Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ Προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσῆγέ σοι· Ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.
ᾨδὴ δ'. Ὄρος σε τῇ χάριτι.
Ἴδετε πιστοὶ εἰκόνα θείαν, καὶ εὐφράνθητε, τοῦ Ταρσιζίου ἐν ναοῖς, καὶ ἀνάγνωτε ταῖς γραφαῖς, τὰ τούτου ἀθλήματα, τῇ εὐχῇ, πληθὺν θαυμάτων τελέσαντος, καὶ ἐκ βυθοῦ ἀπωλείας ἑλκύσαντος.
Κήδη νῦν τρισμάκαρ, φιλεόρτων ὧδε πλήρωμα, εὐεργετεῖν μυρεστικῶς, σῇ θείᾳ χάριτι ἀεί, ὡς πιστῶν φρουρὸς θεῖος πεφηνώς· διὸ τιμῶμέν σου ᾄσμασι, τὴν ἀληθῆ ὑπὲρ πάντων ἀντίληψιν.
Λύπην ἀποθέσατε ἐνταῦθα οἱ θεόφρονες, μαθόντες ὅσα λυπηρά, ὁ Ἀθλητὴς καρτερικῶς, ἐν βίῳ ὑπήνεγκεν, ἐκ τῶν ἐχθρῶν παῤῥησίᾳ λέξας· Χριστοῦ εἰμὶ μαθητής, καὶ Σταυρῷ τοῦτον ἤσχυνε.
Θεοτοκίον.
Μήτηρ παρθενεύουσα ὡς Κόρη, ἡ πρὶν γέγονας, τεκοῦσα Λόγον τοῦ Θεοῦ, ἄνευ ὠδίνων μητρικῶν, Ἀδὰμ ἀρὰν λύσαντα προγονικήν, θανατώσαντα τε θάνατον, ξύλῳ Σταυροῦ, καὶ τὸν ᾅδην νεκρώσαντα.
Ἕτερος. Ὁ καθήμενος ἐν δόξῃ.
Οἰκιστὴς ἐπουρανίων νῦν σκηνῶν Μάρτυς γέγονας, ὁ τῶν δερματίνων, ὑποστὰς χιτώνων ἀφαίρεσιν, δαρμοὺς καὶ πλείστας βασάνους, ἄχρις αἵματος, καὶ τὸν θάνατον, βληθεὶς τοῖς λίθοις τυπτόμενος.
Νικητὴς κατὰ δαιμόνων ἀνεδείχθης ἐν σκάμματι, τοῦ σταδίου Μάρτυς, βίον ἀρεταῖς κοσμησάμενος, ὡς καθαρὸς τῇ καρδίᾳ, ἀμνησίκακος, καὶ φιλάδελφος· ὅθεν Χριστοῦ εἶδες πρόσωπον.
Ὑπηρέτης πάντων ὤφθης καὶ διάκονος ἔσχατος, ὡς διακελεύει, ἐν Εὐαγγελίοις ὁ Κύριος, ὦ ταπεινόφρον ὁπλῖτα· διὸ ἔσπευσας, θείοις ῥήμασι, δῆμον φωτῖσαι κατείδωλον.
Θεοτοκίον.
Μητροπάρθενε τὸν Λόγον τοῦ Πατρὸς ἐσωμάτωσας, Πνεύματος ἰσχύϊ, Ὃν θερμῶς δυσώπει, Σοὶ λέγομεν, δοῦναι ἡμῖν σωτηρίας, τὴν ἀπόφασιν, ὅτ’ ἐλεύσηται, κρῖναι θνητῶν ἁμαρτήματα.
ᾨδὴ ε'. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Νικητὴς κατὰ βελίαρ, ἀναδειχθεὶς τῇ προσευχῇ, πολλάκις διεφυλάχθης, ἀβλαβὴς Ταρσίζιε, πλήξας τὸν ἐχθρὸν ξύλῳ Σταυροῦ, καὶ τὰς ἀπατηλὰς μηχανουργίας, τούτου ἔθραυσας.
Ξέσεις σώματος καὶ πλεῖστα, ὑπηνεγκὼν καρτερικῶς, δαρμοὺς σώματος, σὺν ἄλλοις βλαβεροῖς διάκονε, ἔλαβες ἐν μέσῳ τῆς ὁδοῦ τὸν θάνατον, τοῖς λίθοις βληθείς, ἵνα μὴ ἐχθροῖς τὰ Δῶρα δῶς, καὶ οὗτοι κυσίν, εἰς δόξαν δ’ ἀνέδραμες.
Ὁ κηρύξας παῤῥησίᾳ τὸ θεῖον Ὄνομα Χριστοῦ, ἐν ἀθλήσεως ἀγῶσιν, ἑσπερίας καύχημα, ὑμνείσθω Ταρσίζιος ᾠδαῖς, τῶν Ῥωμαίων ὁ κῆρυξ, εὐσεβῶν τὸ περιτείχισμα.
Θεοτοκίον.
Παναγία τὰς αἰτήσεις, πλήρου αἰτουμένων πιστῶς, καὶ δυσώπει τὸν Υἱόν Σου, τοῖς πᾶσι δῷ ἔλεος, ὅταν ἔλθη κρῖναι ὡς Κριτής, ἡμῶν τὰς ἁμαρτίας, ὦ εὐσυμπάθητε.
Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Νεκρώσας σκιρτήματα, σαρκὸς ἔξω γεγένησαι, πάθη Ἀθλοφόρε ὑποτάξας, ἔρωτι θείῳ, τοῦ σοῦ Νυμφίου τρωθείς· διὸ τὸν παγκάκιστον σατᾶν, προσευχαῖς ᾔσχυνας, καὶ νηστείαις ἐτρόπωσας.
Ἡ χάρις ὡδήγησε, τὰ βήματά σου ἔνδοξε, πίστιν Ἰησοῦ ὁμολογῆσαι, πρὸ δυσσεβούντων· διὸ δεινὰς ἀπειλάς, ὑπήνεγκας Μάρτυς καρτερῶς, τύψεις τε λακτίσματα, καὶ τοῖς λίθοις τὸν θάνατον.
Συρόμενος ὄπισθεν, τοῦ ὄχλου ὡδοιπόρησας, ἄχρι τῆς ὁδοῦ τὸ μέσον Μάρτυς, ἔδαφος βάψας, τῶν σῶν αἱμάτων ῥοαῖς, συγχώρησιν δ’ ἔδωκας ἐχθροῖς, μιμητὰ τοῦ Πλάστου σου, καὶ Στεφάνου ὁμότιμε.
Θεοτοκίον.
Ὡς Βάτον πυρίφλεκτον, θεόπτης Κόρη εἶδέ Σε, ἐν Σιναίῳ ὄρει, μὴ καυθεῖσαν, Τόκον δηλοῦσαν, τὸν χωρητὸν Σῇ γαστρί, καὶ πᾶσιν ἀχώρητον Θεόν, Ὅνπερ σωματώσασα, παρθενίαν ἐφύλαξας.
ᾨδὴ ς'. Ἐκύκλωσεν ἡμᾶς.
Ῥωννύμενοι τῆς σῆς εἰκόνος χάριτι, βοῶμέν σοι Ταρσίζιε, ἀσπαζόμενοι τοῖς χείλεσιν αὐτήν· ῥῦσαι Ἀθλοφόρε, ἐκ δεινῶν λαόν, σὺ γὰρ θερμὴν τὴν παῤῥησίαν, ἔχεις πρὸς Κύριον.
Σπουδάσωμεν πιστοί, τιμῆσαι μέλεσι, τὸν πάντιμον διάκονον, ἀριστέαν Ἀθλητὴν περιφανῆ, πρέσβυν ἡμῶν πάντων τῶν Χριστιανῶν· οὗτος ἐχθροῦ τὰς μεθοδείας, καὶ πλάνας ᾔσχυνε.
Τὰ κύματα παθῶν, τὰ ἐμφωλεύοντα, ψυχῇ σου κατεπράϋνας, ὁσιακῇ καὶ ἐνθέῳ βιοτῇ, ἀθλήσας δὲ γενναίως καὶ ζῆν λιπών, πῦλας διέβης οὐρανίους, Μάρτυς ἀήττητε.
Θεοτοκίον
Ὑμνοῦμέν Σε πιστῶς, Παρθένε Δέσποινα, τὸ γένος τὸ ἀνθρώπινον, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ Σοῦ, ἣν ἐκ παραβάσεως ὠλέσαμεν· Σὺ γὰρ σαρκί, Θεοῦ τὸν Λόγον ἐκυοφόρησας.
Ἕτερος. Τὴν θείαν ταύτην.
Καλῶς, ἀγώνων τὸ στάδιον, δινήνυσας στεῤῥῶς Μάρτυς ἔνδοξε, καὶ νίκης εἴληφας, γέρα καλλίστης ἀθάνατα, ὑπὸ τοῦ στεφοδότου, τὰ ἐπουράνια.
Ἀπάτην πλάνην ἐφαύλισας, ξοάνων λατρευτῶν θεοφώτιστε, καὶ τούτων ἄνοιαν· ἀλλ’ ὁ ἐχθρὸς ὁ παγκάκιστος, καταισχυνθεὶς τὸν μόρον, λίθοις σοι ἔδωκε.
Λαμπρῶς ἐνήθλησας πάνσοφε, καὶ ἔνεδρα τυράννου ἠδάφισας, τῇ παῤῥησίᾳ σου, ὁμολογήσας τὸν Κτίσαντα· διὸ ψαλμοῖς τιμῶμεν, Μάρτυς σὴν ἄθλησιν.
Θεοτοκίον
Λαμπάς, Θεοῦ ἀναδέδειξαι, Σκηνὴ Ναὸς καὶ Πύλη Θεόνυμφε, ἐνανθρωπήσαντος, ἵνα χειρῶν Τοῦ πλαστούργημα, φθορᾶς πικροῦ θανάτου, ῥύση ὡς εὔσπλαγχνος.
Κοντάκιον. Ἦχος πλ. β΄. Τὴν ἐν πρεσβείαις.
Τῇ ἑορτίῳ σπουδάσωμεν πανηγύρει, τοῦ θεοῤῥήμονος καὶ σεμνοῦ διακόνου, ἵνα τὴν μνήμην τούτου ὑμνήσωμεν, χορὸς τῶν φιλεόρτων τὴν δὲ σεπτήν, τοῦ Μάρτυρος εἰκόνα τιμήσωμεν, ἐν ᾄσμασι.
Ὁ Οἶκος.
Τοῦ Προφητάνακτος ψαλμωδοῦ προφήσαντος· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν, πεπλήρωκας τὸ ῥηθὲν Φιλάνθρωπε, ὁ ἐν Ἁγίοις θαυμαστός, καὶ ἐδόξασας τὸν πιστόν σου θεράποντα καὶ ἔνδοξον Μάρτυρα ἔφηβον Ταρσίζιον, τὸν εὐαρεστήσαντά σε ἐν ἀρετῶν τελειότητι καὶ ἠθῶν καθαρότητι, ὁσιότητι βίου, ἄθλοις καὶ παλαίσμασιν ἱεροῖς ἐν σταδίῳ, ἄχρι τῆς ἐκχύσεως τοῦ τιμίου αἵματος καὶ τῆς ἐν τῇ παλαιᾷ Ῥώμῃ ἐκδημίας αὐτοῦ. Διὸ κἀμεῖς εὔσπλαγχνε, ἐν τοῖς ἁγίοις Σου ναοῖς σπουδάζοντες, ἀσπαζόμεθα τὴν τούτου εἰκόνα, αἰτούμενοι τὰ κρείττω, ἃ πᾶσι παρέχει, ὁ ἀκηλίδωτον πολιτείαν μετελθών, θεοειδεῖ πρᾳότητι, Ἀποστολικῷ ζήλῳ, ἀνοθεύτῳ ἀγάπῃ, ὑψοποιῷ ταπεινώσει, εἰρηναίᾳ καταστάσει, ἐπίγειος ἰσάγγελος καὶ οὐράνιος ἄνθρωπος, ὁ ὁδηγὸς τῆς εὐσεβείας, καὶ τῆς ἀληθείας φωτιστὴς τῷ κηρύγματι, ὁ φιλάδελφος τοῦ Κυρίου μιμητής, τὸ πέλαγος τῶν θαυμάτων, καὶ τὸ ῥεῖθρον τῆς συμπαθείας, ὁ πλήξας Σταυροῦ τῷ ὅπλῳ, βελίαρ τὰ ἔνεδρα, ὃν νῦν ἐπαξίως τιμῶμεν, ἐν ᾄσμασι.
Συναξάριον
Τῇ Γ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη ἐκ μεταφορᾶς, τοῦ Ἁγίου ἐφήβου Ἱερομάρτυρος Ταρσιζίου τοῦ διακόνου, ἐν τῇ Ῥώμῃ ἀθλήσαντος, ἐν ἔτει 257ῳ.
Ἤστραψε Χριστοῦ φωτὶ ὁ Ἀθλοφόρος,
ἐν τῷ σκάμματι ἐχθροῦ αἰσχύνας μεθοδείας.
Τρισσιπεντάκις Ὑψιμέδωνι ἄειρε, Ταρσίζιος, λίθοις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου, καὶ Ἄννης τῆς Προφήτιδος.
Ἤγγειλε νεκροῖς Πρέσβυς, ὡς Θεὸς Λόγος,
ἄνθρωπος ὀφθείς, μέχρι καὶ τούτων φθάσει.
Οὐ γῆς ἀπῆρεν ἡ Φανουὴλ θυγάτηρ,
ἕως ἐπ’ αὐτῆς τὸν Θεὸν εἶδε βρέφος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνδριανοῦ καὶ Εὐβούλου.
Ἀνδριανόν, χαίροντα τμηθῆναι ξίφει,
Χείρ, ἡ φόνοις χαίρουσα, τέμνει δημίου.
Ξίφει θανὼν Εὔβουλε, Κυρίου χάριν,
Βουλὴν ἐπέγνως ὡς ἀρεστὴν Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βλασίου τοῦ βουκόλου.
Βοῶν ἐπαύλεις Βλάσιον εἶχον πάλαι,
Αὐλαὶ δὲ νῦν ἔχουσιν αὐτὸν Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Προφήτης Ἀζαρίας, υἱὸς Ἀδδώ, ἐν εἰρήνῃ τελειοῦται.
Χρησμοὺς διδόντος πρὶν θανεῖν Ἀζαρίου,
Σιγᾷ προφητεύουσα λοξὰ πυθία.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Παῦλος καὶ Σίμων, ξίφει τελειοῦνται.
Καὶ Παῦλον ὧδε, καὶ Σίμωνα γραπτέον,
Μὴ καὶ λάθωσιν, ἐκκοπέντες τὰς κάρας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κλαύδιος, ἐν εἰρήνῃ τελειοῦται.
Ἔχαιρε εὑρὼν Κλαύδιος βίου τέλος,
ὡς εἴ τις εὕροι ψαλμικῶς πολλὰ σκύλα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κελερίνου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σάββα τοῦ Πνευματικού, τοῦ ἀσκήσαντος ἐν τῇ Μονῇ τοῦ Τιμίου Προδρόμου τῆς νήσου τῶν Ἰωαννίνων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Νεομαρτύρων Σταματίου καὶ Ἰωάννου τῶν αὐταδέλφων, καὶ τῶν αὐτῶν συντρόφου Νικολάου, τῶν ἐκ Σπετσῶν καὶ ἐν Χίῳ μαρτυρησάντων.
Βαβαὶ τοσαύτης ἀδελφῶν εὐθαρσίας.
Σπεύδουσιν ἄμφω ποῖος ἐκτημηθῆ πρώτον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Λαυρεντίου, ἀρχιεπισκόπου Καντουαρίας τῆς Ἀγγλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνσερίου, ἀποστόλου Δανίας καὶ Σκανδιναβίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ῥωμανοῦ, τοῦ Πρίγκηπος τοῦ Οὔγκλιχ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰακώβου, ἀρχιεπισκόπου Σερβίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Συμεών, ἐπισκόπου Τβὲρ τῆς Ῥωσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παύλου, τοῦ ἀσκήσαντος ἐν τῇ Ἱερᾷ Μονῇ Σιμονὼφ τῆς Ῥωσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νικολάου Κασάτσκιν, τοῦ ἐκ Ῥωσίας ἱεραποστόλου, ἱδρυτοῦ καὶ πρώτου ἱεράρχου τῆς τῶν Ἰαπώνων Ἐκκλησίας.
Μνήμην γεραίρω τὴν τοῦ Νικολάου,
Οὗ μνήμη κλέος Ἰαπωνίᾳ φέρει.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ ζ'. Σὲ νοητὴν Θεοτόκε.
Φῶς τοῦ Χριστοῦ, γεγονὼς Ταρσίζιε, καὶ ἀρετῶν σκεῦος στιλπνόν, βαφαῖς αἱμάτων ἐρυθραῖς, πρὸς ζωὴν ἀνέδραμες, ἄληκτον καὶ ἄῤῥευστον, εὐαρεστήσας τῷ Πλάστῃ σου· διὸ τιμῶμέν σου μνήμην, θερᾶπον Τούτου γνήσιε.
Χαῖρε στεῤῥέ, καὶ πιστέ σοι κράζομεν, ἔνδοξε Μάρτυς τοῦ Χριστοῦ, ἀλγηδόνας καρτερικῶς, ὡς ἀδάμας ἄτμητος, πάσχων ἐν τῷ σώματι, ἐπεὶ Τοῦτον ὡμολόγησας, καὶ νῦν Βασίλεια δόξης, οἰκεῖς τὰ ἐπουράνια.
Ψυχοφελής, Χριστωνύμοις δέδειξαι, ὅτι περάτων γῆς λαοί, ἕνεκεν πίστεως Χριστοῦ, τοὺς ἄθλους σου ἔγνωσαν, πάνσοφε Ταρσίζιε, ᾀσματικῶς δ’ ἐκβοῶσί σοι· δὸς κἀμῖν χάριν σου, Μάρτυς καὶ λυπηρὰ ἀπέλασον.
Θεοτοκίον
Ὢ ἀληθῆ, τῆς τρυφῆς Παράδεισε, Σὺ εἶ ἡ τέξασα ζωῆς, ἐνυποστάτου ἀρχηγόν, Μῆτερ προαιώνιον, Λόγον τὸν Ὁμοούσιον μετὰ Πατρός τε καὶ Πνεύματος, τὸν αἰνετὸν τῶν Πατέρων Θεόν· διό Σε μέλπομεν.
Ἕτερος. Οὐκ ἐλάτρευσαν.
Ἰσοστάσιος Στεφάνου Μάρτυς δέδειξαι πρὸς τὸ μαρτύριον, προθύμως σπεύδων εὐχῇ, τῷ Κτίστῃ δ’ ἀνέπεμψας, βλάβης ἀπήμονας, τηρεῖν ἅπαντας, τοὺς σὲ πιστῶς γεραίροντας, καὶ τιμῶντας θείοις ὕμνοις.
Νόμους φύσεως θεόφρον ὑπερβέβηκας ὡς καρτερώτατος, καὶ πνεύματι οὐρανῶν, ὑψώθης τοῖς δώμασι, Μάρτυς Ταρσίζιε, πρέσβυ ἔνθερμε, Χριστιανῶν τῶν εὐσεβῶν, καὶ φερόντων τοὔνομά σου.
Ἱλαρότητος φωτὶ Μάρτυς τῇ ὄψει σου κατακοσμούμενος, ὡσεὶ ἀδάμας στεῤῥός, ἀλύγιστος σίδηρος, ἐνεκαρτέρησας, τιμωρούμενος, καὶ ἀπτοήτως Κύριον, ψαλμικῶς ἐδοξολόγεις.
Θεοτοκίον
Κόρη θαύματι Σῆς μήτρας ἀειπάρθενον ἐδήλου κάμινος, οἱ τοὺς Τρεῖς Παῖδας πυρί, οὐδόλως μὴ βλάψασα· Σὺ γὰρ διέμεινας, ἀδιάφθορος, Παρθένος τέξασα σαρκί, τὸν ποιήσαντα τὴν κτίσιν.
ᾨδὴ η'. Ἐν καμίνῳ παῖδες Ἰσραήλ.
Γλυκυτάτης μέθης ἐμπλησθείς, ἐν ἀγῶσι θεόφρον, δαρμοῖς βασανιζόμενος, ἐβόας πρὸς τὸν Θεόν, καρδίᾳ καὶ χείλεσιν· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τοῦ σύμπαντος τὸν Κτίστην, καὶ ὑπερυψοῦτε, τὸν Πλάστην τῶν ἀνθρώπων.
Ἐν καμίνῳ Παῖδας Ἰσραήλ, ἀναλώτους ἔδειξε, τὸ πῦρ καὶ ὕμνουν Δεσπότην, ἐν θηρσὶ δ’ ὡς Δανιήλ· σὺ δ’ Ἅγιε ἔσπευδες, τοῦ βληθῆναι τοῖς λίθοις ἀγαλλόμενος, ἵν’ εὔοσμος θυσία, γένῃ τῷ Χριστῷ, Ἀθλοφόρε Ταρσίζιε.
ᾨδὴν θείαν ἅπαντες Χριστῷ, δῶμεν μετ’ εὐφροσύνης, ἀγαλλιώμενοι πανύ, καὶ βοήσωμεν χαρᾷ, τὸν Μάρτυρα μέλποντες· ἔνδοξε ὁπλῖτα, παράσχου τοῖς πόθῳ, τιμῶσί σου τοὺς ἄθλους, ἴασιν ἐκ νόσων, καὶ θείαν σωτηρίαν.
Θεοτοκίον
Ῥυσαμένη γένος τῶν βροτῶν, Σὲ ὑμνοῦμεν Παρθένε, καὶ Τόκον Σου προσκυνοῦμεν, Ὃν ἀσπόρως ἐν γαστρί, ἐδέξω καὶ τέτοκας, Βασιλέα ἁπάσης κτίσεως μόνον, λυτρούμενον τοὺς πίστει, ἀνυμνολογοῦντας, Θεὸν εἰς τοὺς αἰῶνας.
Ἕτερος. Παῖδας εὐαγεῖς.
Ὅπλῳ τοῦ Σταυροῦ τετειχισμένος, εἰσῆλθες ἐν τῷ σταδίῳ γενναιότατε, καὶ Χριστὸν ἐδόξασας, Ὅνπερ ὡμολόγησας, πρὸ δυσσεβῶν τυπτόμενος, λιθοβολούμενος, τὰ στίγματα, κομίζων προφρόνως, ὡς σημεῖα νίκης, Ταρσίζιε καλλίστης.
Νίκης τοὺς καρποὺς ἐδρέψω πόνων, ἀγώνων σου καὶ αἱμάτων τῆς ἀθλήσεως· σὴν ψυχὴν ἐκάλλυνας, Κτίστην δ’ ἐμεγάλυνας, μαρτυρικοῖς παλαίσμασιν, ἐναρετώτατε· διό, λαμπρὰν ἀπείληφας στέφος, καὶ Δεσπότου θέᾳ, ὁρᾷς νῦν ἐν ὑψίστοις.
Δόμοις τοῦ Κυρίου μετ’ ἀνθρώπων, εὐχόμενος πόθῳ ἔμελπες μακάριε· ὁ Ὢν ὑπερυψούμνενος, ἐστὶ καὶ ταπεινούμενος, ἐγὼ ὁ ἀθλιότατος· διό σε ὕψωσεν, εἰς ἄφθαρτα, σκηνώματα δόξης, καὶ θαυμάτων χάριν, σοὶ δέδωκεν ὁ Πλάστης.
Θεοτοκίον
Ἄσπιλε κατάσκιον καὶ πῖον, σὲ ὄρος ὁ Ἀββακοὺμ σὺν ἄλλοις προὔλεξε, Πύλη ἐπουράνιε, Βάτε ἀκατάφλεκτε, Ναὲ Σκήνη Ἁγίασμα Πόκε πανένδροσε, καὶ Κλῖμαξ, ἡ ἀμφίδρομος Θρόνε, κἀμεῖς δὲ Μητέρα, Θεοῦ ὁμολογοῦμεν.
ᾨδὴ θ'. Τῦπον τῆς ἁγνῆς λοχείας σου.
Γλῶσσα ἐξειπεῖν οὐ δύναται, τοῦ Ταρσιζίου ἆθλα, θαύματα δ’ ἄμετρα, ὑπὲρ τὴν πλήθυν, ψάμμου θαλάσσης καὶ ἄστρων γε, ὡς Μωσῆς καὶ Ἠλίας ἐν ὕδασιν· ὅθεν ψαλμοῖς τιμῶμεν, τὴν νεανικὴν αὐτοῦ ἄθλησιν.
Ἵλεως γενοῦ πολύαθλε, σὺν χορείᾳ Μαρτύρων, πρὸς τὸν οἰκτίρμονα, τοῖς παναληθῶς, ὕμνοις ἐνθέοις ὑμνοῦσί σε, καὶ ἀπώθει ἐχθροῦ τὰ τοξεύματα, ἵνα μὴ πειρασθῶσιν, οἱ ἀεὶ πιστῶς σε γεραίρουσιν.
Ὅλην πρὸς Χριστὸν διάνοιαν, ἐν μαρτυρίῳ ἔχων, Πλάστην ἐδόξασας, ἀντιδοξασθείς· διὸ ἡμῖν ἐπιβράβευσον δωρεαῖς, ἀριστεῦ θεοτίμητε, χάριτος καὶ εἰρήνης, τοῖς εὐλαβῶς σε μακαρίζουσιν.
Θεοτοκίον.
Ὕψωσον Υἱῷ τὰς χεῖράς Σου, ὑπὲρ ἡμῶν Παρθένε, Ὃν ἀπεκύησας, ὡς Μήτηρ Αὐτοῦ, τὴν σωτηρίαν δωρήσασθαι, μετανοίας τὰς τρίβους δεικνύουσα, σὺν θείου Ταρσιζίου, εὐμενεστάτοις παρακλήσεσιν.
Ἕτερος. Ἅπας γηγενής.
Ξέσεις καὶ δαρμούς, ἀνδρείως ὑπήνεγκας Μάρτυς ἀοίδιμε, τῆς φυλακῆς ἐγκλεισμόν, ὁδοῦ δ’ ἐν μέσῳ, λίθοις τὸν θάνατον· διὸ τοῖς σὲ γεραίρουσι, παράσχου ἄφεσιν, ἐγκλημάτων, πρὸς Χριστὸν πρεσβείαις σου, καὶ πυρὸς αἰωνίου ἐκλύτρωσιν.
Ἱερουσαλήμ, οὐράνιον ᾤκησε, συναυλιζόμενον, Ἁγίοις τὸ πνεῦμά σου, τὸ ἱκετεῦον, τὸν Παντοκράτορα, ὅπως ἡμῖν δωρήσηται, τοῖς ἀνυμνοῦσί σε, ἰαμάτων, χάριν τὴν ἀείῤῥοον, δαψιλῶς Ἀθλοφόρε Ταρσίζιε.
Ὤφθης ἀληθῶς, πιστοῖς δοὺς τὴν ἴασιν, ἐκ νόσων τάχιστα, καὶ τὸ ῥυπαρὸν ψυχῆς, Ἁγιασμοῦ, χάριτι ἔπλυνας, τῇ δ’ ἀρωγῇ σου πένητας, ἐξενοδόχησας, τοὺς βοῶντας· χαίροις καρτερόψυχε, τοῦ Χριστοῦ μιμητὰ ἀμνησίκακε.
Θεοτοκίον.
Σῶσον ὦ ἁγνή, πρεσβείαις πρὸς Τόκον Σου, τοὺς ἑορτάζοντας, ἐν οἴκοις τε καὶ Μοναῖς, τοῦ Ταρσιζίου μνήμην τὴν πάμφωτον, τῶν δ’ Ὀρθοδόξων πλήρωμα, ἄτρωτον φύλαττε, τοῦ βοᾲν Σοι· χαῖρε ἡ ὑψώσασα, ἀπὸ γῆς πρὸς Θεόν, γενος βρότειον.
Ἐξαποστειλάριον. Ἦχος δ΄. Γυναῖκες ἀκουτίσθητε.
Τῆς Ῥώμης θεῖον βλάστημα, καὶ Χριστωνύμων καύχημα, ὑμνήσωμεν φιλεόρτων, χορὸς ᾠδαῖς κατὰ χρέος· παρέχει γὰρ ἀείῤῥυτον, χάριν ὡς ἱερόαθλος, τὴν δ’ ἰατρείαν ἐκ νόσων, τοῦ σώματος δυσεφίκτων, καὶ ψυχικῶν μολυσμάτων.
Τῆς ἑορτῆς.
Ἀτρέπτως καθ’ ὑπόστασιν, ἐν Σοὶ Θεογεννήτρια, σαρκὶ ἑνοῦται ἀσπόρως, καὶ νηπιάζει ὁ Λόγον, Ὃν ἐν ἀγκάλαις φέρουσα, Χερουβικὸς ὡς θρόνος νῦν, Θεῷ Πατρὶ προσήγαγες, καὶ Συμεὼν ὁ πρεσβύτης, χαίρων ἐδέξατο τοῦτον.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Δεῦτε πιστοὶ συνελθόντες πανηγυρίσωμεν, Ταρσίζιον ὑμνοῦντες, τὸν ἐκλάμψαντα γαίᾳ, Ῥωμαίων ὥσπερ ἄστρον πασιφαές, Ἀθλητὴν περιβόητον, Γαληνοῦ καταισχύναντα τὴν ὀφρύν, καὶ λιπόντα βίον πρόσκαιρον.
Τῇ μυστικῇ παντευχίᾳ καθοπλισμένος στεῤῥέ, νικοποιῷ τροπαίῳ, τοῦ Χριστοῦ τῷ σημείῳ, Ταρσίζιε θεόφρον θράση ἐχθρῶν, δυσσεβῶν κατηδάφισας, καὶ τῶν εἰδώλων τὰ ξόανα καθελών, μέχρις αἴματος ἐνήθλησας.
Τίς σου τοὺς ἄθλους ἐξείπει σοφὲ Ταρσίζιε, οὓς ἐν παλαιᾷ Ῥώμῃ, προσευχῇ θεαρέστῳ, ἀγῶσιν ἀπειργάσω ἀθλητικοῖς, καὶ ἐκχύσει τοῦ αἵματος, λιθοστευούμενος ἐν τῷ μέσῳ ὁδοῦ, σβέσας πλάνης τὰ μυθεύματα.
Ὑπὲρ τῶν πίστει καὶ πόθῳ μακαριζόντων σε, Ταρσίζιε καὶ μνήμην, ἐκτελούντων ἐν ὕμνοις, τὸν Πλάστην καθικέτευε ἐκτενῶς, τοῦ δωρήσασθαι ἔλεος, καὶ ἱλασμὸν ἐπταικότων ἵν’ ἐκ πυρός, λυτρωθῶμεν αἰωνίζοντος.
Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν ἑόρτια, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι, ἐπὶ τῇ φωτοφόρῳ πανηγύρει τοῦ Ἀθλοφόρου Χριστοῦ· ἱερεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν ἐνάρετον διάκονον ἐν ὕμνοις ἀνυμνείτωσαν. Διὸ καὶ νῦν φιλέορτοι, ἐν τοῖς ναοῖς Κυρίου συνελθόντες, τὸν τῆς παλαιᾶς Ῥώμης βλαστόν, καὶ Μάρτυρα τῆς πίστεως, ᾀσμάτων ἄνθεσιν ἐγκωμιάσωμεν· ὅτι τοῦτον ὄντως κέκτηνται, οἱ πένητες πλουτιστήν, οἱ ἐν αἰχμαλωσίᾳ τοῖς πάθεσι ῥύστην, οἱ ἀδικούμενοι προστάτην, οἱ κατατρεγμένοι βοηθόν, οἱ ὁδοιπόροι συνοδίτην, οἱ πιστοὶ συμπαραστάτην, οἱ φυλακισμένοι ἐλευθερωτήν, καὶ οἱ νοσοῦντες ἰατῆρα· οἱ πάντες τὸν πανταχοῦ ταχὺ προφθάνοντα ἄριστον κυβερνήτην, δαιμόνων ὀλετῆρα, Ἅγιον θαυματουργόν, πρὸς ὃν βοήσωμεν· ὦ Ταρσίζιε μακάριε, φύλαττε καὶ σκέπε ἡμᾶς, ἐξ ἀνἀγκης καὶ βλάβης ἀτρώτους, καὶ σῷζε εὐσεβὲς Ἑλλήνων γένος, τῆς ἐνσεστώσης ἀπειλῆς, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε· Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου Κύριε.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ἑσπερίας γόνος σεπτός, Ταρσίζιε Μάρτυς, Ἀθλοφόρε πανευκλεές, ὁ ἀνύδρους τόπους, εὐκάρπους ἀναδείξας, ταῖς θείαις ἀρεταῖς σου, καὶ ῥείθροις αἵματος.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν θεηγόρον Ἀθλητὴν τοῦ Κυρίου, σοφὸν Ταρσίζιον διάκονον Ῥώμης, Χριστιανοὶ ὑμνήσωμεν ψαλμοῖς ἱεροῖς· χαίροις Μάρτυς ἀξιΰμνητε, ἐκβοῶντες χαρμονικῶς, σκέπε τοὺς θεοσεβεῖς, ἐκ φθορᾶς καὶ ἀνάγκης, κινδύνων βλάβης ἀπειλῆς ἐχθρῶν, καὶ σῷζε πάντας, τοὺς μνήμην τιμῶντάς σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἁγίου Ταρσιζίου μέλψω νίκην. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἀκρότητι ἔλαμψας ἀρετῶν, βλαστὲ τῶν Ῥωμαίων· διὸ χάριτος φωτισμόν, νῦν δός μοι καὶ κάθαρον καρδίαν, ὅπως ἐνθέοις ὑμνήσω σε ᾄσμασι.
Γαλακτοτραφεὶς ὡς παῖς ἐν Χριστῷ, προσέδραμες Τούτῳ, ἐρασμίως ἔχων Αὐτῷ· διὸ πόθον θεῖον δὸς εὐχαῖς σου, ἔνδοξε Μάρτυς κἀμῖν τοῖς σὲ μέλπουσιν.
Ἱκέτευε Μάρτυς διηνεκῶς, Χριστῷ ἀναστάντι, ἐκ τοῦ τάφου λαμπροφανώς, κινδύνων καὶ θλίψεων ῥυσθῆναι, τοὺς σὲ τιμῶντας ἐν τῷδε σεμνείῳ σου.
Θεοτοκίον.
Ὀδύνην ψυχῇ μου τῇ ῥυπαρᾷ, προὐξένησε Μῆτερ, ἡ διάνοια πρὸς ῥοπήν, ὠθοῦσα τὴν φύσιν ἁμαρτάνειν, ἀλλ’ εἰς χαρὰν ταύτην ἄλγος μετάτρεψον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑψηλόφρονος γνώμης παρ’ ὃ δεῖ ἀπάλλαξον, καὶ φρονεῖν μοι δὸς ἄνω μάκαρ ἀεὶ τὰ κρείττονα, ὥσπερ ἐβίωσας σύ, ἐν πολιτείᾳ ἀμέμπτῳ, ἵν’ εὐκλείας μέτοχον, δείξῃ με Κύριος.
Τὸν σὸν ἔνθεον βίον πόθῳ θερμῷ ἄδοντες, ταῖς σαῖς πρὸς Χριστὸν ἱκεσίαις πίστει αἰτούμεθα, διάκονε του Χριστοῦ· ὅθεν τροφῇ τῶν σῶν λόγων, τοὺς ψαλμοῖς ὑμνοῦντάς σε, θρέψον Ταρσίζιε.
Ἀλγεινὰς ἀσθενείας κἀμῶν πληγῶν τραύματα, ἴασαι ταχὺ ἐπιχέων, χάριν ὡς βάλσαμον, ἐκ σῆς εἰκόνος σοφέ, διδοὺς κατ’ ἄμφω τὴν ῥῶσιν, καὶ δεινὰ νοσήματα, πόῤῥω ἐκδίωξον.
Θεοτοκίον.
Ῥητορεύσας ὁ Πρέσβυς προφητικῶς ἔφησεν· ὦ ἁγνὴ ῥομφαία διέλθῃ, Τόκον σταυρούμενον, ἰδοῦσα καρδίαν σήν, ἀλλ’ ἡμῶν σὺ τὰς καρδίας, χαρμονῆς ἐμπίπλησον, ἵν’ ἀνυμνοῦμέν Σε.
Διάσωσον, Μάρτυς Ταρσίζιε πάντας τοὺς εὐφημοῦντας, θείους ἄθλους σου ψαλμικῶς καὶ μνήμην πάμφωτον, λυτρούμενος ἐκ νόσων καὶ κινδύνων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ πρέσβυν σε πρὸς εὔσπλαγχνον, οἱ νέοι ἡμεῖς Χριστομάρτυς Ταρσίζιε, θησαυρὸν κεκτήμεθα τῆς θεόθεν χάριτος λέγοντες· σπεῦσον οὖν ὁ τοῖς λίθοις ζῆν λιπών, μεταστρέψαι πάντων τὸ σκληροκάρδιον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σὺ ἱεροδιάκονε, ἐφ’ ὑμᾶς ὑψόθεν βλέψον τοῖς ὄμμασι, καὶ ἐκ θλίψεων ἀπάλλαξον, τὰς καρδίας τῶν ᾠδαῖς τιμώντων σε.
Ἰσχυρὸν καταφύγιον, ἔχομέν σε Μάρτυς οἱ προσιόντες σοι, ἰατρὸν νοσούντων αἴροντα, ἀφ’ ἡμῶν ἐμπύρετα νοσήματα.
Ζήλῳ θείῳ πυρούμενος, ἔφηβε Ταρσίζιε Δῶρα ἄχραντα, ὡς διάκονος μετέδιδες, ἄνευ φόβου· ὅθεν ἡμᾶς στήριξον.
Θεοτοκίον.
Ἱκεσίας τῶν δούλων Σου, ὑπὸ τὴν ἐπήρειαν ὄντως δράκοντος, Μῆτερ πρόσδεξαι δεόμεθα, καὶ Υἱὸν δυσώπει παθῶν ῥύσασθαι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὁμολογητά, ἐν τῇ Ῥώμῃ ὄφιν ᾔσχυνας, τῇ ἀηττήτῳ ἰσχύϊ τοῦ Σταυροῦ, τρόπαιον νίκης ἐγείρας, ὃ πᾶσι βράβευσον.
Ὕψη ἀναβάς, ὦ διάκονε οὐράνια, ἕλκυσον ἡμᾶς πρὸς βίον ταπεινόν, ὅπως εἰς δόξαν τρυφῆς, θεϊκῆς μετάσχωμεν.
Μείνων μεθ’ ἡμῶν, ὡς φρουρὸς τῶν νέων ἔνδοξε, καὶ λογισμὸν δὸς πᾶσιν ἔχειν Θεῷ, ἵν’ εἰρηναίως βιοῦντες, Χριστὸν δοξάζομεν.
Θεοτοκίον.
Ἔσωσεν ἡμᾶς, ὁ ἐκ Σοῦ τεχθεὶς ἀπείρανδρε, ξύλῳ Σταυροῦ ἑκουσίως ἁπλωθείς, Ὃν ἐκδυσώπει, Παραδείσου ἀξιώσασθαι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Λιθόδεσι, ταῖς καρδίαις ἔχοντες, σὲ ἐφόνευσαν τοῖς λίθοις ἐν μέσῳ, Μάρτυς ὁδοῦ, ὥσπερ στέφανον πάλαι, ἐχθροὶ κακοὶ οὓς εὐθὺς συνεχώρησας· διὸ κἀμῖν δὸς συγχωρεῖν, ἐν ἀγάπῃ τελείᾳ Ταρσίζιε.
Ψαλτήριον, τοῦ Χριστοῦ θεόπνευστον, σὺ ἐγένου παιδιόθεν τρισμάκαρ, ἀξιωθείς, μεταφέρειν τὰ Δῶρα, διωκομένοις πρὸς θείαν μετάληψιν, ἀλλ’ ἡμῶν πάντων τὰς ψυχάς, ζωηῤῥύτοις εὐχαῖς σου κατάρδευσον.
Ὡς ἄτμητος, σὺ ἀδάμας ἔμεινας, καὶ ὑπήνεγκας γενναίως τὸν μόρον· ὅθεν ἡμῖν, τὸ στεῤῥόν σου παράσχου, καθυπομένειν ἐν βίῳ τὰ πάνδεινα, καὶ φεύγειν τόξων ἐχθρικῶν, προσβολὰς ἰοβόλους τῇ σκέπῃ σου.
Θεοτοκίον.
Νενίκηνται, ἐν Σοὶ ὄροι φύσεως, ὡς φησὶν ὁ ὐμνωδὸς Θεομῆτορ· ὅτι τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια· διὸ ὑμνοῦμέν Σε πιστῶς, προσκυνοῦντες τὸν ἄφραστον Τόκον Σου.
Διάσωσον, Μάρτυς Ταρσίζιε πάντας τοὺς εὐφημοῦντας, θείους ἄθλους σου ψαλμικῶς καὶ μνήμην πάμφωτον, λυτρούμενος ἐκ νόσων καὶ κινδύνων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Ἀντιλήπτωρ ὑπάρχεις τῶν νέων Ταρσίζιε, θερμὸς πρέσβυς πάντων τῶν πιστῶν πρὸς τὸν Κύριον· σὺ πατέρας καὶ Ὀρθοδόξους πάντοτε φρουρεῖς· διὸ πρόφθασον ὦ Ἀθλητά, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν ταχὺ προσκαλούντων σε· ἴασαι τοὺς νοσοῦντας, καὶ ῥῦσαι τοὺς δαιμονῶντας, λαόν σου τήρει δ’ ἀβλαβῆ, ἐκ κινδύνων καὶ κακώσεων.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχ. πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Μὴ οὖν ἀποῤῥίψῃς με, σαρκὸν τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄσωτον, πρὸς σὲ καταφεύγοντα ὦ Ταρσίζιε, Ἅγιε σῶσόν με, πιστῶς προσπίπτοντα, τῇ μορφῇ σου ἀσπαζόμενοι, ἴασιν δώρησαι ἄμφω, τῶν κινδύνων δ’ ἐκλύτρωσαι, θλίψεων ἐξαιρούμενον, καὶ μεγαλύνω τοῖς ᾄσμασιν, ἄθλησιν καὶ μνήμην σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰσοστασίως ἔχεις τοῖς διακόνοις μάκαρ ὁ λιπὼν λίθοις τὸ ζῆν, καθὼς ὁ Πρωτομάρτυς· μεθ’ οὗ Χριστὸν δυσώπει, λυτρωθῆναι τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Καλεῖς πρὸς θείαν τρίβον Πειραιῶς νέους Μάρτυς καὶ πάντας τοὺς εὐσεβεῖς, ἐκ συμφορῶν φυλάττεις· διὸ τοὺς ἐκβοῶντας, περιφρούρει κακώσεων· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἡ Ῥώμη σὲ γεραίρει καὶ Ἑλλήνων χορεῖαι Ἱερομάρτυς Χριστοῦ, αἰτούμεναι πρεσβείαις, ταῖς σαῖς ἵν’ ἐκ κινδύνων λυτρωθῶσι καὶ ἔλεος, λάβωσι παρὰ Θεοῦ, ὡς ἔχων παῤῥησίαν.
Θεοτοκίον.
Νοσημάτων καὶ ἄλγους ἐλευθέρωσον Κόρη τοὺς Σὲ τιμῶντας πιστῶς, παράσχου δ’ ἱκεσίαις, ὡς Μήτηρ πρὸς Υἱόν Σου, ἵν’ ὀφλὴν δῷ τοῖς πταίσασι· τῶν πειρασμῶν καὶ παθῶν, ἡμῶν τὴν φλόγα σβέσον.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γάννυται πᾶσα, Ἑλλὰς ἐν σοὶ θεηγόρε, καὶ Χριστῷ βοᾷ ἐγκαυχωμένη· σῶσον ἡμᾶς Σῶτερ, πρεσβείαις Ταρσιζίου.
Ἐλέους θείου, καὶ δωρεῶν πλήρου πάντας, ταπεινῶς φρονεῖν ἱν’ ἀνυμνοῦμεν, σὲ ὡς παίδων δόξαν, καὶ μιμητὴν τῶν νέων.
Ὤφθης πολλάκις, Μάρτυς λαὸν περισκέπων, ὡς τὰ Δῶρα σαῖς χερσὶν ἐκράτεις· ὄθεν ἡμᾶς σκέπε, δαιμόνων πονηρίας.
Θεοτοκίον.
Ῥῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, γηγενὼν Ἁγνὴ ἁγιωτέρα, πάντας τοὺς ὑμνοῦντας, τὴν Σὴν κηδεμονίαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γαλήνιον δὸς βίον, θεῖε Ἀθλοφόρε, πᾶσιν ἡμῖν παισὶ νέοις καὶ δούλοις Χριστοῦ, καὶ ἐξελοῦ Ὀρθοδόξους βλάβης αἱρέσεων.
Ἱκέτευε Σωτῆρα, ἵνα ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ θεόφρον ἡμᾶς, τοὺς σεβασμίαν σου μνήμην πανηγυρίζοντας.
Ὀρδὰς τῶν κακοδόξων, σκόρπισον ταχέως, ἡμᾶς τὰς ἐπαπειλοῦσας δουλοῦσθαι οἰκτρῶς, καὶ ὑπερμάχει ἐφήβων, Μάρτυς πολύαθλε.
Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, πέλεις ἐν τῷ πόλῳ· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον ὁμολογοῦντάς Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Γάλακτι ἐτράφης τῶν ἀρετῶν, καὶ ὡς παῖς ἡ χάρις, ἐπεσκίασε τοῦ Θεοῦ, ἐν θεοφιλίᾳ, Ταρσίζιε βιώσας· διὸ σοφὸς ἐδείχθης, διδασκαλίαις σου.
Ὥδευσας ὁσίως τρίβον στενήν, σκληραῖς κακουχίαις, ἐγκρατείᾳ τῇ αὐυστηρᾷ, σὺν εὐχῇ ἀπαύστῳ· διὸ τὰς πανουργίας, τοῦ ἀρχεκάκου Μάρτυς, ἀπεσκοράκισας.
Ὕμνοις τοῦ Νυμφίου τὸν ἐραστήν, στέψωμεν καὶ τούτου, μιμησώμεθα ἀρετάς, ἵν’ ἀνταποδώση, ἐν ὥρᾳ τῇ μελλούσῃ, ἡμῖν αὐτοῦ πρεσβείαις, κρείττω ὁ Δίκαιος.
Κάθαρον καρδίας ἐκ τῶν παθῶν, δὸς νοΐ φωτί Σου, καθαγίασον τὰς ψυχάς, ταῖς θερμαῖς πρεσβείαις, Σῶτερ τοῦ Ταρσιζίου, ἐφήβου διακόνου, αἷμα ἐκχύσαντος.
Σῶσον ταῖς λιταῖς σου πρὸς Λυτρωτήν, πάντας τοὺς τιμῶντας, σὴν πανίερον ἑορτήν, κἀμοὶ δὲ τῷ ὕμνους, ὑφάναντί σοι Μάρτυς, δὸς ἀρετῶν σου πλοῦτον, καὶ θείαν φώτισιν.
Χαίροις εὐσεβείας φάρος λαμπρός, κρήνη τῶν χαρίτων, τῶν σημείων ὁ ποταμός, ἡδονὴ τῶν νέων, ὑπόδειγμα καὶ τύπος, πρὸς μιμήσιν ἐφήβων, Μάρτυς Ταρσίζιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πέλεις, Ὀρθοδόξων ὁδηγός, τεῖχος ὀχυρὸν ἀντιλήπτωρ, καὶ εὐσεβῶν ἀρωγός, ὦ σοφὲ Ταρσίζιε, ἔνδοξε Μάρτυς Χριστοῦ, καταπλήττεις δὲ θαύμασι, τοὺς πόθῳ δραμόντας, καὶ ἐπικουρίαν σου, ἐπιζητοῦντας θερμῶς· ὅθεν, δίδου πᾶσι τὰ κρείττω, σώζων ἐκ φθορᾶς νοσημάτων, τοὺς σὴν θείαν μνήμην ἑορτάζοντας
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου