Πέμπτη 28 Ιανουαρίου 2021

ΜΑΪΟΣ 19. ΑΓΙΟΙ ΟΣΙΟΜΑΡΤΥΡΕΣ ΚΑΝΤΑΡΑΣ ΚΥΠΡΟΥ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΜΑΪΟΣ ΙΘ΄!!

ΟΣΙΟΜΑΡΤΥΡΕΣ ΚΑΝΤΑΡΑΣ ΚΥΠΡΟΥ

ΑΚΟΛΟΥΘΙΑ

(Γεωργίου Γαλανόπουλου)

 


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Θειότατοι Ὁμολογηταί, τῆς ἁγίας πίστεως, ἡμῶν ἀξίως δεδόξασθε, παρὰ τοῦ Κτίσαντος, ὅτι παῤῥησίᾳ, εὐθαρσῶς ἠλέγξατε, σοφίᾳ τοῖς τοῦ Πνεύματος ῥήμασι, τοὺς Λατινόφρονας, καὶ τὸ στάδιον ἠνύσατε, μαρτυρίου δογμάτων ὑπέρμαχοι.

 

Ἀγῶσιν ἀσκήσεως σκληροῖς, ὦ Πατέρες ἐνεθεοι, Μονὴν Καντάρας λαμπρύναντες, τῆς Θεομήτορος, καὶ φιλανθρωπίαν, πᾶσιν ἐπιδείξατε, λαὸν περὶ τὴν πίστιν ὀλλύμενον, ἐπεστηρίξαντες, ἀρετὰς κατεργασάμενοι, γῆν λιπόντες ἀθλήσει δι’ αἵματος.

 

Ὁμήγυρις πᾶσα εὐσεβῶν, δεῦτε ἀνυμνήσωμεν, τοὺς τρεῖς καὶ Δέκα ἀθλήσαντας, ὑπὲρ τῆς πίστεως, ἐν Μονῇ Καντάρας, τοὺς πλάνην ἐλέγαντας, ἀζύμοις τῶν Λατίνων ὡς ἄθεσμον, ἣν οὐ παρέδωκεν, ἡμῖν Κύριος ἀρνούμενοι, λειτουργίαν σὺν τούτοις ὡς βέβηλον.

 

Ὁμότροποι Ὁμολογητῶν, πάντες ἀνεδείχθητε, ὦ Ἰωάννη μακάριε, Κόνον Γεννάδιε, Γερμανὲ Βαρνάβα, Ἰωσὴφ Θεόκτιστε, Γεράσιμε Θεόγνωστε Κύριλλε, Ἱερεμία τε, Μάρκε Κύριλλε· διὸ Χριστός, διπλῷ στέφει ὑμᾶς ἐστεφάνωσε.

 

Δόξα. Ἦχος β΄.

Ἐν παῤῥησία στεῤῥᾷ καὶ ὑπομονῇ, ὑπερμαχήσαντες τῶν δογμάτων, τῆς ὀρθοδόξου πίστεως, Χριστὸν ἐκηρύξατε Ἅγιοι, μὴ πτοηθέντες ἀπειλαῖς, τῶν κακοδόξων Λατίνων, μὴ δειλιάσαντες τοῖς βασάνοις, φυλακῇ καὶ τιμωρίαις, πυρί τε καὶ θανάτῳ, Ὁμολογηταὶ θεόφρονες. Διὸ νῦν ὑμᾶς ἀξίως γεραίρομεν, δοξάζοντες τὸν Σωτῆρα ἐν ὕμνοις, τὸν ἀντιδοξάσαντα ὑμᾶς, Ὃν ἐν τῇ Μονῇ τῆς Καντάρας, ἀσκήσεως σκάμματι, καὶ ἐν σταδίῳ γενναίᾳ ἀθλήσει, ἐμεγαλύνατε οἱ τρεισκαίδεκα Ὁσιομάρτυρες, αἰτούμενοι ἡμῶν πταισμάτων ἱλασμόν, τῇ πρὸς Κύριον ὑμῶν ἀπαύστῳ πρεσβείᾳ, ἀξιάγαστοι.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Τοὺς Ὀμολογητάς, Μονῆς Καντάρας Κύπρου, τιμήσωμεν ἀξίως, ὡς πίστεως κρηπῖδα, καὶ Ὀρθοδόξων φύλακας.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Ὑμᾶς τρεισκαίδεκα, θεόφρονες Πατέρες, οἱ πλάνην κακοδόξων, ἐλέγξαντες σοφίᾳ, τοῦ Πνεύματος γεραίρομεν.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίρετε εὐσεβεῖς, τῆς πίστεως προστάται, ἀσκήσει καὶ ἀθλήσει, Χριστῷ τελειωθέντες, ἡμῶν πρέσβεις πρὸς Κύριον.

 

Δόξα. Τριαδικόν.

Σῷζε Τριὰς σεπτή, τοὺς Σὲ ὁμολογοῦντας, Θεὸν εἰς τοὺς αἰῶνας, λιταῖς τῶν Ὁσιάθλων, Πατέρων οὓς ἐδόξασας.

 

Καὶ νῦν. Θεοτοκίον.

Πρέσβευε Σῷ Υἱῷ, καὶ Λυτρωτῇ Παρθένε, σωθῆναι τοὺς τιμῶντας, νῦν μνήμην τῶν Ἁγίων, τῆς ἐν Καντάρᾳ μάνδρας Σου.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τρεῖς καὶ δέκα ὁπλῖτας καὶ Ὁσίους τιμήσωμεν, τῆς Μονῆς Καντάρας ἐν ὕμνοις, τῶν Λατίνων τὸ ἄζυμον, ἐλέγξαντας τοῦ ἄρτου εὐσθενῶς, καὶ δόγματα τρανώσαντας ὀρθά, ἄχρις αἵματος, λιπόντας βίον φθαρτόν, ὁμολογίᾳ κράζοντες· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ ἀληθῆ πίστιν φρονεῖν, πάντας διδάξαντι.

Δόξα. Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.

Χαίροις ἄθροισμα, Ὁσιοάθλων, τῆς σεπτῆς Μονῆς, Καντάρας Κύπρου, Ἰωάννη Γεράσιμε Μάξιμε, Ἱερεμία Βαρνάβα Θεόκτιστε, Κόνον Γεννάδιε Ἰωσὴφ Κύριλλε, Μᾶρκε Γερμανὲ Θεόγνωστε τρισμακάριοι, Σωτῆρι Θεῷ πρεσβεύσατε, σωθῆναι τοὺς ὑμῶν τὴν μνήμην ᾄδοντας.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Ὦ τοῦ παραδόξου θαύματος!

Ὦ τοῦ παραδόξου θαύματος! Τῇ σοφίᾳ Θεοῦ, πλάνην ἀπεμώραναν, Λατίνων τὴν μιαράν, Πατέρες Ὅσιοι, κηρύξαντες εὐθαρσῶς, ἱερουργίαν τελεῖν, ὥσπερ Κύριος, παρέδωκε Μαθηταῖς, ἐνζύμῳ ἄρτῳ, ἐν Δείπνῳ, πρὸ Πάθους Του. Καὶ οὐχὶ ἀζύμῳ τούτῳ, ἔχοντι ὡς φρόνημα, ᾑρετήσατο εἶναι, κακοδόξους ὁ παγκάκιστος.

 

Βαβαὶ ὑμῶν καρτερὲς καὶ στεῤῥόν! ἔνθεοι Πατέρες καὶ Ὁσιομάρτυρες, οὐδόλως ταῖς ἀπειλαῖς, Λατίνων στέρξαντες, ἀπτόητοι αἰκισμοῖς, εἱρκτῇ καὶ βάκλοις τυπτόμενοι μείναντες, ἀλόγων ἐπὶ τῆς γῆς, βίᾳ συρόμενοι καὶ τελειούμενοι, τῷ πυρί, ὥσπερ οἱ Παῖδες, ἐν καμίνῳ ἔψαλλον, καὶ Θεὸν ὡμολόγουν, ὑμεῖς ἄθλοις ἐδοξάσατε.

 

Ὑμῶν τὴν μνήμην γεραίρομεν, ἐν θεοτερπέσι μέλεσι πανεύφημοι, Καντάρας Μονῆς σεπτῆς, συναθροιζόμενοι ἐν οἴκῳ πανευλαβῶς, τοῦ ἀναστάντος Χριστοῦ ἐκ τοῦ μνήματος, βοῶντες· χαίροις ἀεί, τρεισκαιδεκάριθμος ὅμιλος πάνσοφοι, Ἰωάννην, Κόνον, Μᾶρκε, Κύριλλε, Θεόκτιστε, Ἰωσήφ, Γερμανέ τε, καὶ λοιποὶ Ὁσιομάρτυρες.

 

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τῇ εἱρκτῇ ἐνεκλείσθητε, οὐρανόφρονες Ἅγιοι, καὶ ταῖς μαστιγώσεσιν ἐμιμήθητε, πρὸ τοῦ θανεῖν τὸν παντάνακτα, ἑκόντα δεξάμενον, Πάθος ὑπὲρ γηγενῶν, Σταυροῦ Ξύλῳ ὑψούμενον, καὶ ἐσύρθητε, ἐπὶ γῆς ὄπισθεν ἀλόγων, τῷ πυρὶ τελειωθέντες, Ὁσιομάρτυρες ἐνδοξοι.

 

Ἰωάννην τιμήσωμεν, τῆς Καντάρας ἡγούμενον, ἐν ψαλμοῖς καὶ ὕμνοις πιστῶν συστήματα, συναθλητὰς δὲ θεόφρονας, Βαρνάβαν Γεννάδιον, Γεράσιμον Γερμανόν, Ἱερεμίαν Ἰωσήφ, καὶ Θεόγνωστον, Μᾶρκον Κόνωνα, Μάξιμον ἐνθέως, σὺν Κυρίλλῳ Θεοκτίστῳ, μέλψωμεν τοὺς θεοῤῥήμονας.

 

Οἱ Λατῖνοι ἐφρύαξαν, καὶ κενὰ ἐμελέτησαν, ὡς ὁ ψαλμωδὸς Δαβὶδ πάλαι προὔφησε, καὶ τοῦτο πάλιν πεπλήρωται, σεπτοὶ Ὁσιόαθλοι, τὸ ῥηθὲν προφητικῶς, ἐφ’ ὑμᾶς ὅτι σκάμματι, ἠγωνίσθητε, παῤῥησίᾳ κηρύξαντες Σωτῆρος, τὰ ὀρθῶς φρονεῖν καὶ πράττειν, ὑπὲρ δ’ Αὐτοῦ ἐνηθλήσαντες.

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον, τῶν Ὀρθοδόξων τὰ πλήθη, συνελθόντα ἐν ναοῖς Κυρίου, ᾀσματικῶς τιμῶσιν, ὅμιλον τρεισκαίδεκα Ἀθλοφόρων, καὶ εὐκλεῶν Ὁσιομαρτύρων, τῆς ἐν Κύπρῳ σεπτῆς Θεομητορικῆς Μονῆς, Καντάρας ἐπωνομαζομένης. Καὶ  τούτοις ἐγκωμίοις, χαρμονικῶς καταστέφει, καὶ ψαλμοῖς δαβιτικοῖς, ὡς τοῦ Σωτῆρος γνησίους θεράποντας, καὶ μιμητὰς τῶν παθημάτων Αὐτοῦ, λέγοντα πιστῶς· χαίροις, Ὁσίων θεῖον ἄθροισμα, τὸ γεωργῆσαν ἀρετάς, τῇ δακρυῤῥόῳ ἀσκήσει, πρὸς βίου τελειότητα· χαίροις, Πατέρων σύστημα ἔνθεον, τὸ ἐπιδεῖξαν ἀληθῶς, φιλανθρωπίαν πρὸς πάντας, καὶ διδάξαν τοῖς Κυπρίοις εὐσέβειαν· χαίροις, τῶν Μαρτύρων ἐγκαλλώπισμα, τὸ παῤῥησίᾳ εὐθαρσῶς, ἀπέλεγξαν τὴν Λατίνων ἄθεσμον κακοδοξίαν. Ἀλλ’ ὦ Ὁμολογηταὶ πανεύφημοι, οἱ τῇ δυνάμει τοῦ ἀηττήτου Σταυροῦ, ὑπερμαχήσαντες ἄχρι αἵματος, ὑπὲρ τῆς Ὀρθοδόξου πίστεως, ἱκετεύσατε Χριστόν, τοῦ σωθῆναι τὰς ψυχάς, τῶν ἐν πίστει τελούντων, ὑμῶν τὸ μνημόσυνον.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Ἀγαλλιάσθω σήμερον ἐν Κυρίῳ, καὶ χορευέτω ἀγαλλομένῳ ποδί, ἡ τῆς Θεοτόκου Μονὴ τῆς Καντάρας, ἐπὶ τῇ θείᾳ μνήμῃ, τῶν τρεισκαίδεκα Πατέρων, ἐλεγξάντων πεπαῤῥησιασμένως, Λατίνων τὰ ἄθεσμα, καὶ ὁμολογησάντων ἄχρι θανάτου, πίστιν Σωτῆρος τὴν Ὀρθόδοξον. Διὸ μετ’ εὐφροσύνης, συνελθόντες ἀδελφοί, ᾀσματικῶς ὑμνήσωμεν τούτους, ἐν μελιῤῥύτοις ὕμνοις, καὶ ἱεροῖς ἐγκωμίοις, φθεγγόμενοι· χαίροις, ἐνθεώτατος ὅμιλος, ὁ τῇ ἀσκήσει ἐναρέτως ἐκλάμψας, τῇ δ’ ἐναθλήσει καρτερικῶς, κατακοσμήσας τῇ πορφυρίδι τοῦ αἵματος, τὴν ἀμώμητον καὶ ἁγίαν, τοῦ Χριστοῦ Ἐκκλησίαν. Διὸ πρεσβεύσατε Θεῷ, ἀοίδιμοι Ὁσιομάρτυρες, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

 

Ἦχος β΄.

Δεῦτε φιλέορτοι πόθῳ, ναοῖς Κυρίου σπουδάζοντες, τοῖς ᾀσματικοῖς ἄνθεσι, καταστέψωμεν τὴν ἐτήσιον μνήμην, τῶν Ὁσιάθλων Πατέρων τῆς δεδουλωμένης Καντάρας, πανηγυρίζοντες ἐλευθέρως αὐτῶν, τὴν ὑπέρλαμπρον ἄθλησιν. Καὶ μιμησώμεθα αὐτῶν τὸ ἐνάρετον πολίτευμα, τὸ καρτερικὸν φρόνημα, τὸ ἀπτόητον ταις ἀπειλαῖς, τὸ στεῤῥὸν ταῖς βασάνοις, τὸ εὔψυχον καὶ γενναῖον τῆς ὑπομονῆς, καὶ τὸ ἀδούλωτον τῆς ψυχῆς, ὑπὲρ τῆς ἀμώμου Ὀρθοδόξου πίστεως, ἵνα ταῖς εὐπροσδέκτοις πρεσβείαις τούτων, στεφανωθῶμεν ἀξίως κἀμεῖς, ἀφθάρτῳ δόξης στεφάνῳ, ὁμολογίας παρὰ τοῦ παντάνακτος, καὶ τῆς ἀϊδίου οὐρανίου μακαριότητος, τῷ ἀπείρῳ θείῳ ἐλέει, μετασχεῖν ἀξιωθῶμεν ἅπαντες.

 

Ἦχος γ΄.

Ὅσιοι Πατέρες Ἀθλοφόροι πανσεβάσμιοι, μηδαμῶς πτοηθέντες ταῖς ἀπειλαῖς, μηδὲ ταῖς τιμωρίαις, τῶν κακοδόξων δειλιάσαντες, ἐναθλήσατε χαίροντες τοῖς παθήμασιν, ἄχρι θανάτου, ὑπὲρ τῆς ἁγίας Ὀρθοδόξου πίστεως Χριστοῦ. ᾯ παρεστῶτες νῦν μακάριοι, πρεσβεύσατε δεόμεθα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

 

 

 

 

Ἦχος δ΄.

Τῇ πνευματικῇ τραπέζῃ ἀδελφοί, σπουδάσωμεν προθύμως, οὐχ’ ἀζύμῳ ἄρτῳ, ὡς Λατῖνοι φρονοῦσι πλανερῶς, ἀλλ’ ἐνζύμῳ τούτῳ ἔχοντι, ὥσπερ Κύριος, παρέδωκεν Ἀποστόλοις, ἐν τῷ Μυστικῷ Δείπνῳ εἰπών· Λάβετε, φάγετε, τοῦτό μου ἐστὶ τὸ Σῶμα, καὶ τὸ ποτήριον οἶνον κεράσας, πίετε ἐξ αὐτοῦ πάντες, τοῦτο ἐστὶ τὸ Αἷμά μου, λέξας, τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν, ἐκέλευσε τοῖς εἰς Αὐτὸν πιστεύουσι. Διὸ κἀμεῖς γευσάμενοι τῶν δώρων τούτων, ἀθανάτου βρώσεως συγκοινωνοὶ γενώμεθα, τοῦ πάθους τοῦ Σταυροῦ, καὶ τῆς Ἀναστάσεώς Του, προσκυνοῦντες Τριαδικῆς Θεαρχίας τὸ κράτος, Ἧς αἰτησώμεθα πταισμάτων ἱλασμόν, ταῖς τῶν Ὁσιάθλων Πατέρων ἱκεσίαις, καὶ τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος βαρύς.

Δεῦτε ἅπαντες, πιστῶς πανηγυρίσωμεν, τῶν Ὁσιομαρτύρων τὴν ἐτήσιον μνήμην, Καντάρας τῆς Μονῆς, τιμῶντες ἐν ᾄσμασιν, Ἰωάννην τὸν ἡγούμενον καὶ τὴν σὺν αὐτῷ εὐκλεῆ δωδεκάδα, ὡς τοῦ Κυρίου τῦπον, Κόνωνα, Μάξιμον, Γεράσιμον, Βαρνάβαν, Μᾶρκον, Ἱερεμίαν, Θεόκτιστον, Γεννάδιον, Γερμανόν, Ἰωσήφ, Κύριλλον, καὶ Θεόγνωστον, βοῶντες πρὸς αὐτούς, εἰλικρινῶς ἐκ καρδίας· μακάριοι ἐστὲ ὑμεῖς, οὓς ὁ Χριστὸς ἐδόξασε, διπλοῖς στεφάνοις, ἀσκήσεώς τε καὶ ἀθλήσεως, οὐρανόφρονες Ἅγιοι, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.

Χαίροις, Ὁσιοάθλων χορός, Μονῆς Καντάρας ὁ τρεισκαιδεκάριθμος, Πατέρων παμμακαρίστων, τελειωθέντων φρικτῶς, ὑπὸ τῶν Λατίνων ὑπὲρ πίστεως, Χριστοῦ Ὀρθοδόξου τε, μὴ φρονοῦντες τὸν ἄθεσμον, ἐν λειτουργίᾳ, ἄρτον ἄζυμον δέξασθαι, ὡς κακοφρονοῦσιν οἱ ὁμόπιστοι, ἀλλ’ οὐ καὶ ὁμότροποι, ἑσπερίας ὑπόδουλοι, τῷ ἀρχεκάκῳ, οἱ προδόντες τὰ πάτρια, καὶ ἃ φίλοις Σωτήρ, Δείπνῳ ἔδωκεν· ὅθεν μὴ δειλιάσαντες, βασάνοις ἐνήθλησαν, ταῖς ἀπειλαῖς ἀπτοήτως, ἄχρις ἐκχύσει ἐμμείναντες, τοῦ αἵματος τούτων, ποτισάντων Ἐκκλησίαν, Κυπροὺ τὴν ἔνδοξον.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Δεῦτε ὕμνοις ἐνθέοις πιστοί, τὸν Ἰωάννην τῆς Μονῆς καθηγούμενον, τιμήσωμεν τῆς Καντάρας, μετὰ συνάθλων αὐτοῦ, χαίροις πᾶσι τούτοις, ἀνακράζοντες· Βαρνάβα Γεννάδιε, Γερμανὲ καὶ Γεράσιμε, Ἱερεμία, Ἰωσήφ τε καὶ Θεόκτιστε, Κόνον Μᾶρκε θεῖε καὶ Θεόγνωστε, Κύριλλε ἀξιάγαστε, καὶ Μάξιμε πάντιμε, ὅμιλος θείων Πατέρων, τῶν Ὁσιάθλων τὸ σέμνωμα, Χριστὸν δυσωποῦντες, τοῦ σωθῆναι τοὺς τιμῶντας, ὑμῶν τὴν ἄθλησιν.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Πᾶσα Χριστιανῶν ἡ πληθύς, τῶν Ὀρθοδόξων εὐφημήσωμεν σήμερον, Πατέρων τὴν θείαν μνήμην, ἐναθλησάντων στεῤῥῶς, καὶ ὁμολογίᾳ ἐκλιπόντων ζῆν, Καντάρας ἀγλάϊσμα, Ἐκκλησίας ἑδραίωμα, πίστες στύλους, μοναζόντων ἐντρύφημα, καὶ τῶν ἱερέων ἀγαλλίαμα· χαίρετε τούτοις κράζοντες, θεόφρονες Ὅσιοι, καὶ στρατιῶται γενναῖοι, τῆς στρατιᾶς τοῦ παντάνακτος, θερμοὶ δ’ ἡμῶν πρέσβεις, ἐν τῇ φοβερᾷ ἡμέρᾳ, Χριστοῦ τῆς κρίσεως.

 

Δόξα. Ἦχος πλ. δ΄.

Δεῦτε πιστοί, τρεισκαδεκάριθμον Καντάρας Μονῆς τιμήσωμεν, Ὁσίων ἀσκητῶν, καὶ Μαρτύρων ἄθροισμα. Ῥοαῖς γὰρ δακρύων, κατήρδευσαν τὴν γῆν, γεωργήσαντες τῷ Πνεύματι, καὶ βίον ἅγιον, πάσαις ἀρεταῖς, κοσμηθέντες ἐδόξασαν, Ἕναν Κύριον, τὸν Ζωοδότην, γένους ἀνθρώπων, Ὃν παῤῥησίᾳ ὡμολόγησαν, πλάνην τὴν δολεράν, τῶν Λατίνων θείᾳ σοφίᾳ, εὐθαρσῶς ἀπελάγξαντες, περὶ τὰ ἄζυμα. Ἤθλησαν δ’ εὐσθενῶς, Θεὸν ἀναστάντα κηρύξαντες, τῇ ἐκχύσει τοῦ αἵματος, οἱ γενναῖοι Ἀθλοφόροι. Διὸ ἐπουράνια, ἀνεδέξαντο στέφη, μετὰ τῶν Ἁγίων αὐλιζόμενοι, καὶ τῷ Χριστῷ συναγαλλόμενοι· οὓς Αὐτῷ, πρέσβεις ἔχομεν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τρεῖς καὶ δέκα ὁπλῖτας καὶ Ὁσίους τιμήσωμεν, τῆς Μονῆς Καντάρας ἐν ὕμνοις, τῶν Λατίνων τὸ ἄζυμον, ἐλέγξαντας τοῦ ἄρτου εὐσθενῶς, καὶ δόγματα τρανώσαντας ὀρθά, ἄχρις αἵματος, λιπόντας βίον φθαρτόν, ὁμολογίᾳ κράζοντες· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ ἀληθῆ πίστιν φρονεῖν, πάντας διδάξαντι.

Δόξα. Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.

Χαίροις ἄθροισμα, Ὁσιοάθλων, τῆς σεπτῆς Μονῆς, Καντάρας Κύπρου, Ἰωάννη Γεράσιμε Μάξιμε, Ἱερεμία Βαρνάβα Θεόκτιστε, Κόνον Γεννάδιε Ἰωσὴφ Κύριλλε, Μᾶρκε Γερμανὲ Θεόγνωστε τρισμακάριοι, Σωτῆρι Θεῷ πρεσβεύσατε, σωθῆναι τοὺς ὑμῶν τὴν μνήμην ᾄδοντας.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ἡγούμενον σεπτόν, Ἰωάννην τιμῶμεν, Βαρνάβαν Γερμανόν, Κύριλλον σὺν τῷ Μάρκῳ, Γεννάδιον Κόνωνα, Ἰωσήφ τε Γεράσιμον, τὸν Θεόκτιστον, Ἱερεμίαν τὸν θεῖον, καὶ Θεόγνωστον, μετὰ Μαξίμου ἐνθέως, αὐτῶν μνήμην ἄγοντες.

Δόξα.

Καντάρας τῆς Μονῆς, Μαριὰμ Θεοτόκου, Πατέρας εὐκλεεῖς, ἐναθλήσαντας πίστει, ὑμνοῦμεν φιλέορτοι, νῦν τελοῦντες πανήγυριν, τούτων πάντιμον, ᾀσματικαῖς ὑμνῳδίαις, ὅτι ἤστραψαν, ὥσπερ πολύφωτα ἄστρα, πιστοὺς καταυγάσαντες.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

ᾨδαῖς εὐφημήσωμεν θεοτερπέσι λαοί, Πατέρας θεόφρονας, Καντάρας καὶ Μαχαιρᾶ, Μονῶν Θεομήτορος· χαίρετε ἐκβοῶντες, οὐρανόφωτοι ἄνδρες, σκεύη τοῦ Παρακλήτου, ἀρεταῖς ἡγνισμένοι, οἱ πίστει παῤῥησίᾳ Χριστόν, ὁμολογήσαντες.

Δόξα.

Τὴν πλάνην ἐλέγξαντες τῶν κακοδόξων στεῤῥῶς, σοφίᾳ τοῦ Πνεύματος καθωπλισμένοι Σταυρῷ, πρὸς μάχας ἐξήλθατε, κατὰ Λατινοφρόνων, θεοφόροι Πατέρες, δόγμασιν ἀληθείας, καὶ Θεῷ πειθαρχοῦντες· διὸ τὸ ζῆν λιπόντες πυρί, στέφη εἰλήφατε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Δεῦτε ἴδωμεν Μονῆς, Ὁσιομάρτυρας Χριστοῦ, Κύπρου Καντάρας τοὺς φρουρούς, τελειωθέντας ἐν πυρί, τοὺς τρεῖς καὶ δέκα, σεπτὸν χορὸν συστησαμένους· ᾔσχυναν γὰρ πλάνας, Λατινοδόξων στεῤῥῶς, καὶ ἤθλησαν γενναίως, μὴ δειλιάσαντες, ξίφος πῦρ εἱρκτῆ μαστίγωμα καὶ θέατρον, σὺν σκληραῖς τιμωρίαις· ὅθεν Ἁγίοις ἐν Παραδείσῳ, θείαις αὐλαῖς ἀγαλλιῶνται.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον, Ὁσιακόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῶν Ὁσιάθλων...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Σήμερον τὰ στίφη τῶν πιστῶν, ἐπιτελοῦσι τὴν ἐτήσιον μνήμην, τῶν θεοφόρων Πατέρων, τῶν οἰκησάντων τὴν Μονὴν Καντάρας τῆς Θεομήτορος, καὶ ἀθλητικῶς τελειωθέντων, ὑπὲρ τῆς ἀμωμήτου Ὀρθοδόξου πίστεως, ὑπὸ τῶν ῥαδιούργων κακοδόξων. Δεῦτε οὖν αὐτοὺς φιλέορτοι, ἐγκωμιάσωμεν λέγοντες· Χαίρετε, Χριστοῦ Ὁσιομάρτυρες λαμπροί, οὐρανόφωτοι ἄνδρες, Ὁμολογηταὶ εὐκλεεῖς, καὶ προστάται τῆς πίστεως, τῇ ἐκχύσει τοῦ αἵματος ὑμῶν· πάρεστε νῦν μέσῳ ἡμῶν ἀοράτως, καὶ δότε χάριν δαψιλῆ, τοῖς πανευλαβῶς τιμῶσιν, ὑμῶν τὴν θείαν ἄθλησιν.

 

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων, δύο.

Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: ᾎσμα Ὁσιομαρτύρων Μονῆς Καντάρας ἡδύ· εἰς τὸ προτελευταῖον τροπάριον: ταπεινοῦ· καὶ εἰς τὸ Θεοτοκίον: Γεωργίου.

ᾨδὴ α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.

Ἀνυμνείσθω ἐπαξίως, τῶν Πατέρων χορός, ᾄσμασι τοῖς εὐήχοις, ὡς Ὀμολογηταὶ Χριστοῦ, ἐναθλήσαντες στεῤῥῶς, αἰκίαις πολλαῖς, τυφθέντες πρὸς θάνατον, διὰ πίστιν Ὀρθόδοξον.

Στηριχθέντες τῇ ἰσχύϊ, τοῦ τιμίου Σταυροῦ, κατὰ τῶν πολεμίων, μάχας ἐδώκατε πολλάς, οὐρανόφρονες βροτοί, Καντάρας Μονήν, Παρθένου οἰκήσαντες, μηδαμῶς δειλιάσαντες.

Μεγαλύνομεν ἐν ὕμνοις, τὴν ὑμῶν ἑορτήν, μνήμης τῆς ἐτησίου, δοξολογοῦντες Ἰησοῦν, ἀναστάντα ἐκ νεκρῶν, Πατέρες σεπτοί, πρεσβείαν αἰτούμενοι, πρὸς Θεὸν τὴν εὐπρόσδεκτον.

Ἀπὸ γέννας τοῦ Κυρίου, ἐπὶ γῆς σαρκικῶς, ὀφθέντος παρελθόντων, αἰώνων δώδεκα μεστῶν, καὶ τριάκοντα ἑνὸς ἐτῶν, εὐσεβεῖς Πατέρες διέλαμψαν, κακοδόξους τροπούμενοι.

Τὸν ἐκ τάφου ἀναστάντα, ἑκουσίως Θεόν, φύσις προσκυνησάτω, τῶν γηγενῶν θεοπρεπῶς, ὡς ὁ ἔνθος χορός, Καντάρας Μονῆς, ἐν βίῳ ἐδόξασε, τοῖς δακρύοις καὶ αἵμασι.

Θεοτοκίον.

Γαλουχεῖται ἐν ἀγκάλαις, Μαριὰμ Σὸς Υἱός, Κόρη Παρθενομῆτορ, θεοκατοίκητε ναέ, καὶ παστὰς ἁλουργική, Χριστὸς ὁ Θεός· ἡμᾶς δ’ ὡς ηὐδόκησε, σαρκωθῆναι ἐθέωσε.

 

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Θεία ᾠδή, Καντάρας Ὁσιοάθλων. Γεωργίου.

ᾨδὴ α΄. Ἦχος δ΄. Θείῳ καλυφθείς.

Θέλων ἀληθῶς ἀνυμνῆσαι τοὺς ἄθλους, ἐξαιτοῦμαι νῦν τὴν θεόσδοτον χάριν, ὑμῶν ὦ θεοφόροι Ὅσιοι Κύπρου, Μονῆς Καντάρας τοῦ φωτῖσαι νοῦν καὶ καρδίαν· διὸ κἀμοὶ ταύτην δωρήσασθε.

Ἔφη ἀπειλὰς τὸ κακόδοξον στόμα, τοῦ Ἀνδρέου πλάνην Λατινοφροῦντος, ἀλλὰ καὶ ῥαδιούργου μεθ’ Ἡλιέρμου, εἰ μὴ ἀζύμοις λειτουργίαν ἐπιτελέσῃ, Καντάρας Πατέρων τὸ ἄθροισμα.

Ἵνα τὰς δεινὰς τῶν Λατίνων μωρίας, ὁ ἡγούμενος ἐκφαυλίσῃ πανσόφως, σὺν λοιπῇ δωδεκάδι θείων Πατέρων, Χριστῷ ηὐχήθη καὶ σὺν δώροις ἄμφω ἐμβῶσιν, ἀντεῖπε πυρὸς μέσῳ φλέγοντος.

Θεοτοκίον.

Ἄσπιλε Ἁγνῆ Θεονύμφευτε Κόρη, Σὺ ἐκύησας ὑπὲρ λόγον τὸν Λόγον, Πατρὸς τοῦ προανάρχου τῇ ἐπελεύσει, τοῦ ὁμοτίμου Παναγίου Πνεύματος οὖσα, δοχεῖον Θεοῦ καθαρότητος.

 

ᾨδὴ γ΄. Δεῦτε πόμα πίωμεν καινόν.

Ὅσιοι Πατέρες θαυμαστοί, Ὀρθοδόξων προστάται ἀκατανίκητοι, ὑμᾶς σκληραὶ ἀπειλαί, οὐδόλως ἐπτόησαν ἐχθρῶν, οὓς κατετροπώσατε.

Σπεύσαντες Καντάρᾳ Παπικοί, δύο ἀπεσταλμένοι, ἄζυμα φέροντες, κατῃσχυμμένοι οἰκτρῶς, μὴ πείσασθαι μάνδρας μοναχούς, ταχὺ ἐπανήγαγον.

Ἰωάννης πρόκριτος Μονῆς, ὁ ὀρθοδοξότατος, καὶ θεοφώτιστος, τοῖς κακοδόξοις σοφῶς, κοινὴν λειτουργίαν ἐν πυρί, σὺν δώροις ἀντέτεινεν.

Ὅλως οἶκοι ἔνθεοι φρεσίν, ἀνεδείχθητε μάνδρας Καντάρας Ὅσιοι, ὁμολογίαν τρανῶς, ἐνώπιον πίστεως ἐχθρῶν, δόντες εὐπροσήγορον.

Ἄξιον καὶ δίκαιον ἐστί, προσκυνεῖν τοῦ Σωτῆρος τὴν θείαν ἔγερσιν, ὑπὲρ ἡμῶν σταυρικῶς παθόντος, καὶ ὥσπερ ἐκ παστοῦ, φαιδρῶς ἀνατείλαντος.

Θεοτοκίον.

Ἔλαμψεν ἐκ τάφου θεῖον Φῶς, ἀναστάντος Υἱοῦ Σου, θεοχαρίτωτε, καὶ ἀφθαρσίας ζωήν, ὁ ἄδυτος Ἥλιος Χριστός, ἡμῖν ἐξανέτειλεν.

 

Ἕτερος. Ἔῤῥηξε γαστρός.

Ὦ σοφιστικῆς Ἰωάννη σῆς τέχνης, πῶς Πνεῦμα Θεοῦ ἐφώτισε νοΐ σου, τάχει δυτικοῖς δυοῖν ἀπεσταλμένοις, δίλημμα φέρειν ἐν τέλει λειτουργίας, ὅπως παντάναξ ἀληθῆ ἐνδείξηται.

Δώροις τῆς φρικτῆς ἐνζύμοις καὶ ἀζύμοις, θείας ὁ Σωτὴρ δέξειτ’ ἱερουργίας, μόνον τῆς μιᾶς περὶ δόγματος ποίμνης, θαῦμα ποιοῦντος τὶς ἀβλαβὴς ἐξέλθει, πυρὸς δεικνῦντος Αὐτοῦ τὸ εὐάρεστον.

Ἥττηνται οἰκτρῶς Λατινοδόξων πλάνη, καὶ σπουδῇ ἐκφεύγουσι κατῃσχυμμένοι, ὅπως ἀρχηγῷ ἀναγγείλωσι πάντα, μάνδρᾳ Καντάρας διαδραματισθέντα, καὶ Λευκωσίᾳ μοναχοὺς καλέσωσι.

Θεοτοκίον.

Κόλπους πατρικοὺς Θεὸς Λόγος Παρθένε, ἔλιπε τεχθῆναι γῇ ἐξ ἀπειράνδρου, Κόρης γηγενεῖς ἁμαρτίας ἐξᾶραι, πάλιν καὶ τούτους δόξης καταξιῶσαι, Παραδεισίας Σῇ γαστρὶ ἐνώκησεν.

 

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ἰωάννη τιμήσωμεν τὸν σεπτόν, τῆς Καντάρας ἡγούμενον ἀδελφοί, εὐήχοις μελίσμασι, καὶ σὺν τούτῳ τοὺς δώδεκα, Ἀθλητὰς εὐσεβείας, προμάχους τῆς πίστεως, Κόνωνα Βαρνάβαν, Γερμανὸν σὺν Κυρίλλῳ, Γεννάδιον Μᾶρκόν τε, Ἰωσὴφ καὶ Γεράσιμον, Ἱερεμίαν Θεόκτιστον, Μάξιμον καὶ Θεόγνωστον· ὅτι παῤῥησίᾳ, ὡμολόγησαν πίστιν, Χριστοῦ τὴν ὀρθόδοξον, καὶ τὴν πλάνην κατήσχυναν, τῶν Λατίνων τὴν ἄθεσμον· διὸ τούτοις βοήσωμεν· πρεσβεύσατε Χριστῷ ἐκτενῶς, ὑπὲρ πάντων ὦ Ὁσιομάρτυρες, τῶν ἐκτελούντων ἐκ πόθου, ὑμῶν τὸ μνημόσυνον.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

ᾨδὴ δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.

Μεμνηκότες εὐσεβεῖς, περὶ τὴν πίστιν τοῦ Χριστοῦ, ἵστασθε στεῤῥῶς πρὸ Λατίνου, ἀπειλοῦντος ἄζυμα, εἰ μὴ δειχθῆτε λέξαντος, λήψεσθε τιμωρίαν θανάτου, ὦ ἀπειθεὶς μοναχοί, καὶ ἀνυπότακτοι

Ἀλλοτριόφρονες λαοί, τῆς ἑσπερίας Ἰησοῦ, θέσμια παραδεδωκότα, δολερῶς ἠλλοίωσαν, πρὸς ἐμπαιγμὸν τῆς πίστεως· ἃ ὑμεῖς ὀρθοδόξως κρατοῦντες, θεῖοι Πατέρες, σοφῶς οὐκ ἀπηρνήσασθε.

Ῥαδίως σίδηρον σκληρόν, τοῦ μεταλλάξασθαι ὑφήν, ἢ ὑμῶν τῷ νῷ θεοφόροι, τούτοις ἀντεφήσατε, μὴ πτοηθέντες βάσανα· ὦ τῆς ὁμολογίας Κυρίου, ἣν παῤῥησίᾳ ἐχθροῖς διεκηρύξατε.

Ταπεινωθέντες οἱ ἐχθροί, ὑπ’ Ὀρθοδόξων ἀσκητῶν, καὶ κατησχυμμένοι τοῖς λόγοις, οὐ κοινῆς ἐδέξαντο, ἱερουργίας τέλεσιν, ὅπως ἐν τῷ πυρὶ σὺν τοῖς δώροις, ποῖοι ῥιφθέντες ὁμοῦ, σῶοι ἐξέλθωσι.

Πιστῶς Ἀνάστασιν Χριστοῦ, ὑπερδοξάσωμεν λαοί, ὕμνοις καὶ ᾠδαῖς ἀνυμνοῦντες, τάφῳ τὸν ἐκλάμψαντα, ὡς ἀστραπὴ κραυγάζοντες· δόξα τῷ Σῷ Σταυρῷ σὺν τῷ πάθει, ὁ ἀναστὰς ἐκ νεκρῶν, Σωτὴρ θεάνθρωπε.

Θεοτοκίον.

ᾨδὰς καὶ ὕμνους μελιχρούς, τῇ Θεοτόκῳ εὐλαβῶς, πέμψωμεν ψυχὰς καθαρθέντες, μετανοίας δάκρυσι, καὶ πρὸς αὐτὴν βοήσωμεν· χάρισαι τὴν χαράν, ἣν ἐκ τάφου, εἴληφας Μῆτερ ἡμῖν, τὴν θεοβράβευτον.

 

Ἕτερος. Ἄναξ ἀνάκτων.

Ἀπολογίαν δότε νῦν ὑμετέρῳ, λέγομεν ὑμῖν πατρὶ καρδιναλίῳ, ὦ μοναχοὶ Καντάρας οἱ ἀπειθοῦντες, προσελθεῖν μὴ στέρξαντες φρονεῖν ἀζύμοις, ἄρτον γὰρ Δείπνῳ Χριστὸς φίλοις ἔδωκε.

Νύκτωρ ἀγρύπνως ἔχοντες θεοφόροι, καὶ τῇ προσταγῇ πιστοῦ καθηγουμένου, ἱερουργίαν θείαν ἐπιτελεῖτε, προσευχὴν ἵν’ Ὕψιστος τονώσῃ φρένας, ἅπαντες Σῶμα καὶ Αἷμα δεξάμενοι.

Τὴν ἐπιοῦσαν ὦ θεηγόροι ἄνδρες, ὅπλῳ τοῦ Σταυροῦ περιτετειχισμένοι, μῆκος ὁδοῦ ὡδεύετε μαρτυρίου, ψαλμικῶς δεόμενοι Χριστῷ Σωτῆρι, χαίροντες καὶ εὐλογοῦντες παντάπασιν.

Θεοτοκίον.

Ἄνασσα Κόρη μόνη Θεοκυῆτορ, τέξασα Υἱὸν σαρκὶ ἀδιαφθόρως, μονογενῆ Σου φύσεως ὑπερῇρας, ὅρους ἀειπάρθενος μείνασα πάλιν· ὅθεν Σε ὕμνοις πιστῶς μεγαλύνομεν.

 

ᾨδὴ ε΄. Ὀρθρίσωμεν ὄρθρου βαθέος.

Ὑπήνεγκας πάσας βασάνους, ὦ Ἰωάννη μετ’ ἄλλων τῶν δώδεκά σου συνάθλων· καὶ θαῤῥοῦντες ἅπαντες, πρὸς Βασιλείας μέλλουσαν, δόξαν στεῤῥῶς ἠγωνίσθητε.

Ῥωννύμενοι θείᾳ δυνάμει, τοῦ ὑψωθέντος ἐν Ξύλῳ ἠθλήσατε ὦ Πατέρες, καὶ πυρὶ ἐψήθητε, ὡσεὶ ἀμνοὶ πασχάλιοι, ἔγερσιν Τούτου δοξάσαντες.

Ὠπτόμμενοι μάνδραν Καντάρας, τῷ Χριστῷ θεῖοι Πατέρες, προσήχθητε ὡς θυσία· καὶ τὴν Κύπρον πλήσαντες, εὐωδεστάταις χάρισι, μύρων ὀσμῆς ἠξιώθητε.

Νενίκηνται τῷ ὑμετέρῳ εὐσθενεῖ, θράσος Λατίνων, καὶ αἵρεσις κακοδόξων, ὦ Πατέρες πάντιμοι· διὸ ἐνθέοις ᾄσμασι, μνήμην ὑμῶν, νῦν γεραίρομεν.

Ἑδράζεται σύμπας ὁ κόσμος, ὁρατὴ φύσις καὶ Νόες, τῷ νεύματι τῆς Τριάδος· Ἧς ἡμεῖς καὶ Ἄγγελοι, πᾶσα πνοή, σὺν κτίσμασι, κράτος πιστῶς μεγαλύνομεν.

Θεοτοκίον.

Ῥωννύμεθα Μῆτερ λαβόντες, τὴν ἰσχὺν θείου Σου Τόκου, πατήσαντος ᾅδου νῖκος· Οὗτος γὰρ ἐζώωσε, νενεκρωμένοις πτώμασι, πάντας βροτούς, ὡς παντοδύναμος.

 

Ἕτερος. Λυτήριον κάθαρσιν ἀμπλακημάτων.

Ῥιπίζει ὑμῶν ὄψεις πορευομένων, μυρίπνοος αὔρα τοῦ Πενταδακτύλου, Πατέρες θεότιμοι τῆς Ἐκκλησίας, ἐαρινοῦ τε ἀνατείλαντος ὄρθρου, τοῦ Δαβὶδ τὸν ἄμωμον ψάλλοντες ὕμνον.

Ἀήττητον φρόνημα ἔχοντες πάντες, ὡδεύετε χαίροντες οἱ τρεῖς καὶ δέκα, τοῦ δοῦναι ὁμόφρονον ὁμολογίαν, τῷ Εὐστοργίῳ περὶ πίστεως θείας, πατροπαραδότου γε ἀληθεστάτης.

Σπουδάσωμεν ἔφησεν ὁ Ἰωάννης, δεικνῦντες ὁμόψυχον ἐν παῤῥησίᾳ, Καντάρας ὑπήκοοι σεπτοὶ Πατέρες, καὶ Μαχαιρᾷ νῦν Θεομήτορος μάνδρας, ὡς δόξης ἡτοίμασται ἄφθαρτα στέφη.

Θεοτοκίον.

Ὁ Ἄναρχος ᾤκησε γαστρί Σου Κόρη, καὶ ἔλαβε σάρκωσιν οὐ φαντασίᾳ, εἰς γένους ἀνάκλησιν ἐξ ἁμαρτίας, τεχθεὶς χρονικῶς ὡς Προφῆται προεῖπον· Οὗ Σὺ ἀπειρόγαμε γέγονας Μήτηρ.

 

 

 

 

ᾨδὴ στ΄. Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς.

Μαξίμου καὶ Ἱερεμίου σεπτά, ἆθλα μέλψωμεν, μετὰ Γενναδίου, Κυρίλλου καὶ Γερασίμου πιστοί, τὸν Θεόκτιστον, καὶ Βαρνάβαν ψαλμικῶς, εὐφημοῦντες σὺν Μάρκῳ.

Οἰκήτωρ Κόνον τῆς Καντάρας Μονῆς, γεγονὼς τὸ πρῶτον, μετ’ Ἰωάννου ἐνάρετον βιοτήν, παμφιλεῖς γεωργήσαντες, ἀνεδείχθητε Χριστοῦ, ἀσκηταὶ θεοφόροι.

Νηστείαις σκληραῖς, προσευχαῖς τε θερμαῖς, ὡς ἰσάγγελοι ἐν μάνδρᾳ Καντάρας, βιώσαντες ὦ Πατέρες, Θεὸν ἱλεώσατε, τρισσὶ χρόνοις δ’ ἐν εἱρκτῇ, ὑπηνέγκατε πάντα.

Ἡττᾶται τῶν Λατινοδόξων ὀφρύς, ὑφ’ ὑμῶν ὦ Γερμανέ, ἰωσήφ τε, Θεόγνωστε σὺν λοιποῖς Ἀθληταῖς· ὅθεν ᾄδομεν κατορθώματα λαμπρά, καὶ ὁμόψυχον πάντων.

Ἰθύνεις τὰ πάντα ἐν θαλάσσῃ καὶ γῇ, ὦ Τριὰς ἐν οὐρανοῖς καὶ ἐν ᾅδῃ, τὸ σύμπαν συστησαμένη σοφῶς, ὡς παντέλειος, προνοεῖς καὶ κυβερνᾶς δ’, ἐν ἀγάπῃ τὸν κόσμον.

Θεοτοκίον.

Γιγνώσκεις βραχὺ τὸ τοῦ βίου ἡμῶν, ἁμαρτίας τὴν φθορὰν Θεοτόκε, ὡς φύσιν βροτείαν σχοῦσα καὶ Σύ, ἡ ἀμόλυντος· διὸ πρέσβευε Χριστῷ, Σοὺς οἰκέτας σωθῆναι.

 

Ἕτερος. Ἱλασμὸν ἡμῖν Χριστὲ καὶ σωτηρία.

Στηριγμὸς ἡμῶν γενοῦ ἁπάντων Σῶτερ, οἱ Πατέρες ἔφησαν τῷ παντεπόπτῃ, ἵνα θαῤῥοῦντες ἀπολογίαν δῶμεν, πίστεως ὀρθῆς νικητὰς δ’ ἀναδείξῃς, ὄλισθον κακὸν ἀνατρέψαι Λατίνων.

Ἱκανὸν ἐστὶν ἡμῖν σμικρὸν τοῦ χρόνου, Εὐστοργίῳ ἅπαντες Πατέρες εἶπον, οὐ τῷ ἀζύμῳ Σωτὴρ ἐν τῷ δειπνῆσαι, ἄρτῳ Μαθηταῖς εἰς τροφὴν ἐδεδώκει· ὅθεν οὐχ’ αὐτῷ λειτουργία τελεῖται.

Ὀργισθεὶς σφοδρῶς ἐπὶ τῇ παῤῥησίᾳ, μοναζόντων σύμφωνον ὃ ἐκλαμβάνει, ὡς ἀπειθάρχων καὶ Χριστιανομάχων, ὁ πλάνην δοκῶν φυλακῆς τιμωρίαν, δότε πρὸς καιρὸν στρατιώταις κελεύει.

Θεοτοκίον.

Ἀγαθὴ ὑπὲρ ἡμῶν Χριστὸν δυσώπει, Θεοτόκε Δέσποινα ἀγαθοδότην, Ὃν Σαῖς ὠλέναις βαστάσασα ὡς βρέφος, δοῦναι τοῖς πιστοῖς ἱλασμὸν ἐγκλημάτων· Σὲ γὰρ εὐμενῶς ὡς Υἱὸς ἐπακούει.

 

 

 

 

 

 

 

 

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Τῶν Πατέρων ἤστραψεν, ὡς θεῖον ἄστρον ἡ μνήμη, τῇ εὐσήμῳ σήμερον καὶ λαμπροφόρῳ ἡμέρᾳ· δεῦτε οὖν, ψαλμοῖς εὐήχοις μέλψωμεν τούτους, ᾄδοντες, τὴν πολιτείαν πιστοὶ και ἆθλα, ὅτι πρέσβεις πρὸς Σωτῆρα, εἰσὶν ἁπάντων, καὶ τῆς Καντάρας φρουροί.

Ὁ Οἶκος.

Πλάτυνόν μου τὸν νοῦν Ἰησοῦ, καὶ σόφισόν με τῇ σῇ πανσοφίᾳ, ἵνα κατανοήσω καὶ μέλψω ἀξίως, ἅπαντα τὰ τῶν Ὁσιοάθλων σεπτῶν Πατέρων, ἔνθεα παλαίσματα· τὴν ἰσάγγελον ἐπὶ γῆς βιοτήν, καθάπερ ἐπουρανίοις Ἀσωμάτοις Νόοις, ἀκαταπαύστως ᾄδειν Σε, τὴν νηστείαν, καὶ δάκρυα, πόνους καὶ ἱδρῶτας ἐν τῇ ἀσκήσει, τὴν σταθηρὰν πίστιν, καὶ εὐσθενῆ ὁμολογίαν, τὴν ἀνδρείαν μεθ’ ὑπομονῆς, τὸ ἀπτόητον τοῖς βασάνοις, καὶ ἀλύγιστον ταῖς τιμωρίαις, τὸ ἀδούλωτον τοῦ φρονήματος, τὸ θάῤῥος καὶ τὴν παῤῥησίαν, καὶ τὰς θεοειδεῖς ἀρετάς, ἐν αἷς τῇ ἀθλήσει ὑπερέλαμψαν, μὴ ὑποκύψαντες θῦσαι τοῖς ἀλλοτρίοις, ἵνα μὴ τα ἀληθῆ καὶ ὀρθὰ δόγματα προδόντες, συμμίξωσι τούτοις, θεομπαῖκται γενόμενοι· διὸ ᾑρετήσαντο θανεῖν, μᾶλλον ἢ ζην, ὑπὲρ τῆς ἀμώμου Ὀρθοδόξου πίστεως ἀγωνισάμενοι, καὶ δόξης στεφάνοις ἀξιωθέντες, παρεδειγμάτισαν τὰς ἐπερχομένας γενεάς, ὁμοτρόπως φρονεῖν ἄχρις αἵματος. Νῦν δέ, πρέσβεις πρὸς Σωτῆρα, εἰσὶν ἁπάντων, καὶ τῆς Καντάρας φρουροί.

 

Συναξάριον.

Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, οἱ Ἅγιοι Δεκατρεῖς Ὁσιομάρτυρες καὶ Ὁμολογητές, τῆς Μονῆς Καντάρας Κύπρου· Ἰωάννης, Κόνων, Ἱερεμίας, Μᾶρκος, Κύριλλος, Θεόκτιστος, Βαρνάβας, Μάξιμος, Θεόγνωστος, Ἰωσήφ, Γεννάδιος, Γεράσιμος καὶ Γερμανός, ἐν ἔτει 1231, ὑπὸ τῶν Λατίνων, πυρὶ τελειοῦνται.

Ὅμιλος σεπτόν, Πατέρων Ἀθλοφόρων,

ἤθλησε λαμπρῶς, κατὰ Λατινοφρόνων.

Ἐννεάτῃ καὶ δεκάτῃ, τρεισκαίδεκα ᾔρθησαν πόλῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν ἱερῶν λειψάνων τῶν Ἁγίων Ἰουλίου Πρεσβυτέρου καὶ Ἰουλιανοῦ Διακόνου τῶν ἐξ Αἰγίνης.

Δυὰς αὐταδέλφων πυρπολουμένη ζήλῳ,

ἐξ Ἐώας εἰς Δύσιν Χριστὸν καταγγέλλει.

 

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πατρικίου ἐπισκόπου Προύσσης, καὶ τῶν σὺν αὐτῷ· Ἀκακίου, Μενάνδρου καὶ Πολυαίνου

Ἐφεῦρε Πατρίκιος ἐκτμηθεὶς κλέος,
Ὑπὲρ κλέος πᾶν γηΐνων πατρικίων.
Kαλοῦ μετέσχες Ἀκάκιε τοῦ τέλους,
ἀθλητικὸν γὰρ τοῦτό σοι διὰ ξίφους.
Πολύαινος Mένανδρος ἐκτετμημένοι,
Πολλῶν ἐπαίνων ἀξιούσθων ἀξίως.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μέμνωνος τοῦ θαυματουργοῦ

Ὑπνοῖ τι μικρὸν ἁρπαγὴν τὴν ἐσχάτην,
Tὴν εἰς ἀπαντὴν τοῦ Θεοῦ Mέμνων μένων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀκολούθου

Ὁ Μάρτυς Ἀκόλουθος ὡς πρὸς παστάδα,
ἐπηκολούθει τοῖς ἄγουσι πρὸς φλόγα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Κυριακή, καὶ οἱ σὺν αὐτῇ 6 παρθένες, ἐν Νικομηδείᾳ, ἐν ἔτει 307, πυρὶ τελειοῦνται.

Aἰώνιον φεύγουσα πῦρ ἐχεφρόνως,

Kυριακὴ πρόσκαιρον ἡδέως φέρει.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Θεοτίμη, ξίφει τελειοῦται.

Tιμὴ Θεὸς πέφυκε τῇ Θεοτίμῃ,
ἥν τιμίαν τίθησι Μάρτυρα ξίφος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πούδη, του Ῥωμαίου συγκλητικοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δουνστάνου, ἀρχιεπισκόπου Καντουαρίας τῆς Ἀγγλίας

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ῥωμύλου, Ῥωμανοῦ, Νέστωρος, Σισσώη, Γρηγορίου, Νικοδήμου καὶ Κυρίλλου τῶν Σιναϊτῶν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Ἰωάννης ὁ πρεσβύτερος, ἐν τῇ πόλει Σάντα Κροὺζ τῆς Ἀμερικῆς, ἐν ἔτει 1985, ὑπὸ τῶν σατανιστῶν τελειοῦται

Ἀναιμάκτου θυσίας ὤφθης ἔνθεος θύτης

Ἰωάννη ὁμοῦ τε ὥσπερ ἔναιμον θῦμα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κορνηλίου τοῦ Κόμελ τῆς Ῥωσσίας

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κορνηλίου τοῦ Παλεοστρὸβ τῆς Ῥωσσίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰγνατίου τοῦ Ῥώσσου

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Νεομαρτύρων τῶν ἐν Σλομπόντσκαγια Οὐκρανίας, κατὰ τὰ ἔτη 1937-1941.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς εἰσόδου τῆς Ἁγίας Ἰσαποστόλου Νίνας ἐν τῇ Γεωργίᾳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δημητρίου τοῦ Ντονσκόι τοῦ μεγάλου Πρίγκηπος τῆς Ῥωσσίας

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σεργίου τῆς Σουχτόμα τοῦ Ῥώσσου

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Ὀνουφρίου τοῦ ἐπισκόπου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

 

ᾨδὴ ζ΄. Ὁ παῖδας ἐκ καμίνου ῥυσάμενος.

Σημείων παραδόξων ὁ Κύριος, ὑμῶν ἐστεφάνωσεν, ἄθλησιν λαμπράν, μὴ κατακαῦσαι τῷ πυρί, νεκρωθέντων σωμάτων ὁλότητα, ἀλλ’ αἵματος ἔκχυσις σβέσαι τούτῳ· διὸ Θεὸν δοξάζομεν.

Καντάρας τὴν Μονὴν Θεομήτορος, ἐν Κύπρῳ οἰκήσαντες, πόνοις τοῖς σκληροῖς, καὶ τῶν δακρύων ταῖς ῥοαῖς, νουνεχῶς ὦ σεπτοί, ἐλαμπρύνατε, ἀθλήσει δὲ καρτερᾷ μαρτυρίου, πιστῶν στίφη ηὐφράνατε.

Ἁπάντων τὸ ἀδούλωτον φρόνημα, Πατέρες ἐθαύμασε, πᾶσα ἡ πληθύς, τῆς νήσου Κύπρου γηγενῶν, καθορῶσα ἐνθέως βαδίζοντας, καὶ μέλποντας τοῦ Δαβὶδ ψαλμὸν θεῖον· μακάριοι οἱ ἄμωμοι.

Νεκρώσας ὑμῶν ἕκαστος σάρκα του, ἀσκήσεως σκάμματι, ἴσχυσε φρεσίν, Ὀρθοδοξίας τῷ φωτί, περὶ πίστιν ἐμμένειν ἀσάλευτος, μὴ χῶρον τῇ πλάνῃ δοῦναι Λατίνων, φρονούντων τὰ ἀλλότρια.

Νηστεύσας ἐν ἐρήμῳ ὁ Κύρος, ἐπείνασεν ὕστερον, δέδωκε δ’ ἡμῖν, κατ’ ἐχθρῶν ὅπλα ἰσχυρά, προσευχῇ τῇ Τριάδι δοξάζοντες· τῷ πάθει οὖν μιμνησκόμενοι Τούτου, παθῶν ἠλευθερώθημεν.

Θεοτοκίον.

Ἱκέται Σοὶ Παρθένε προσίεμεν, οϊ ἄθλιοι ἄσωτοι καὶ ἁμαρτωλοί, καὶ εὐχαῖς ἕκαστος ζητεῖ, σὺν πρεσβείαις Ὁσίων τῆς μάνδρας Σου· δυσώπει οὖν Σῷ Υἱῷ Ἀναστάντι, φθορᾶς ἀπολυτρώσασθαι.

 

Ἕτερος. Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος.

Θαύματα ἐξαίσια Θεὸς δεικνύει, πᾶσιν ἐφ’ ἡμᾶς θνητοῖς Ὅσιοι ἄνδρες, Κόνον Ἰωάννη τε Βαρνάβα Μᾶρκε, Ἱερεμία Γερμανὲ σκληροῖς πόνοις, ὑπομονὴν δοὺς πολλὴν μετὰ συνάθλων.

Λέγουσι κακόδοξοι ποινὴ θανάτου, ἄξια ἐστὶ τούτοις τοῖς ἀπειθοῦσι, σφοδρῶς τυπτομένοις ὀπισθίοις δ’ ἵππων, καὶ δεδεμένοις ἐπὶ γῆς συρομένων, τὸν μελισμὸν σώματος ἕκαστος φέρε.

Ὡς Τρεῖς ἁβροδίαιτοι καμίνῳ Παῖδες, μέσῳ πυρὸς δώδεκα ῥίπτονται ἅμα, λιπόντος ἐν φυλακῇ ζῆν Θεογνώστου, διὸ Γεράσιμε βοᾶς σὺν Κυρίλλῳ, καὶ Ἰωσὴφ Κύριε εὐλογητὸς εἶ.

Θεοτοκίον.

Νεύματί σου ἄχραντε καὶ λόγοις Λόγος, οὖσα Μήτηρ δέχεται Σὴν ἱκεσίαν, σεσαρκωμένος Θεὸς ὅπως ἀνθρώπους, ἐλευθερώσῃ τῆς φθορᾶς· διὸ Κόρη, μελῳδικοῖς ᾄσμασι Σὲ ἀνυμνοῦμεν.

 

ᾨδὴ η΄. Αὕτη ἡ κλητή.

Ταύτην τὴν λαμπρὰν καὶ ἁγίαν ἡμέρα, τιμήσωμεν ἐνθέως, τοὺς φιλοθέους Πατέρας, τῆς Καντάρας Μονῆς, ὦ φιλέορτοι ᾠδαῖς, καὶ δοξάσωμεν, Χριστὸν ἀναστάντα, τριήμερον ἐκ τάφου.

ᾌσμασι πιστοί, καὶ μελίσμασι θείοις, τὴν μνήμην τῶν Πατέρων, ὑμνολογήσωμεν πόθῳ, εἰσιόντες ναοῖς, καὶ Θεὸν τὸν αἰνετὸν προσκυνήσωμεν, Ὃν ἅπασα κτίσις, δοξάζει εἰς αἰῶνας.

Ῥύσασθε ἡμᾶς, θεοφόροι Πατέρες, ἐκ πλάνης κακοδόξων, καὶ παναιρέσεως τάχει, τοῦ οἰκουμενισμοῦ, εὐπροσδέκτοις καὶ θερμαῖς παρακλήσεσιν, ὑμῶν πρὸς Δεσπότην, τὸ Φῶς τῶν Ὀρθοδόξων.

Αἶνον τῷ Θεῷ, καὶ τιμὴν τοῖς Ἁγίοις, νῦν δῶμεν, τῶν δογμάτων ἀκολουθοῦντες Πατέρων, ἀκριβῶς καὶ πιστῶς, καὶ τὸ εὔσχημον αὐτῶν μιμησώμεθα, χορὸν εὐφημοῦντες, τῶν Ὁσιομαρτύρων.

Ὅπλον κατ’ ἐχθρῶν, προβαλλόμεθα πάντες, Σταυρὸν τὸν ζωηφόρον, ἐφ’ οὗ Υἱὸς ἐσταυρώθη, ἀναστὰς δ’ ἐκ νεκρῶν, ἐδωρήσατο ἡμῖν θείαν εὔκλειαν, Τριάδος τὴν δόξαν, ὁρᾶν ἀτελευτήτως.

Θεοτοκίον.

Ὅλον τοῦ Ἀδὰμ καὶ τῆς Εὔας τὸ γένος, ἀνέστησεν ἐξ ᾅδου, ὁ Ἰησοῦς Θεοτόκε, τῇ καθόδῳ Αὐτοῦ, καὶ ἐσκύλευσε πατήσας τὸν θάνατον, ζωὴν αἰωνίαν, πιστοῖς παρέχων πᾶσι.

 

Ἕτερος. Λύει τὰ δεσμά.

Γλύφει καυστικὸν πῦρ Πατέρων τὰ μέλη, τῶν ἀσματικῶς Θεὸν δοξολογούντων, μετ’ Ἰωάννου Θεοκτίστου Μαξίμου, χορεία συναθλητῶν καὶ Γενναδίου, βοώντων· πᾶσα φύσις αἴνει τὸν Κτίστην.

Ἔνδον τῆς φλογὸς δωδεκὰς ἡ τιμία, Ὁσίων σεπτῶν ὑπερδεδοξασμένε, Θεὲ Πατέρων ἀναμέλπει συμφώνως, καὶ τέλος μακαριστὸν πυρὶ λαβόντων, ἵστατ’ ὁ Ἰωάννης ὄρθιος ψάλλων.

Ὦ μαρτυρικὴ τῶν Πατέρων χορεία, Μονῶν Μαχαιρᾶ καὶ τῆς Καντάρας Κύπρου, χριστομιμήτως ὑπὲρ πίστεως θείας, λιποῦσα ζῆν καρτερῶς μεθ’ ἡγουμένου, τοῦ καὶ τελειωθέντος, κρούσει ῥοπάλου.

Θεοτοκίον.

Ῥήμασι Γραφῶν προκατήγγειλαν Κόρη, Προφῆται Θεοῦ Σὲ κεκλεισμένην Πύλην, ἐξ ἧς ἀφθόρως διελεύσεται Λόγος, ἀνάρχου Δημιουργοῦ εἰς σωτηρίαν, βροτῶν ἐκπεπτωκότων ὧν Σὺ εἶ πρέσβυς.

ᾨδὴ θ΄. Φωτίζου, φωτίζου.

Σκιρτάτω ἐνθέως, ψαλμοῖς καὶ ᾄσμασι χορός, καὶ Μονῆς τῆς Καντάρας, τῶν Πατέρων ἄθροισμα, λέγοντες οὖν, θεοφόροι ἡμῖν, δότε ἀεί, χάριν καὶ εἰρήνην, καὶ Ἐκκλησίαις ὁμόνοιαν.

Ἡδύλαλον μέλος, καὶ φθόγγος τὸν ἁρμονικόν, ἀναμέλψωμεν πόθῳ, καὶ δεκατριάριθμον, θεῖον χορόν, τῶν Πατέρων πιστοί, ᾄσωμεν νῦν, μάνδρας τῆς Καντάρας, τῆς νήσου Κύπρου ἀγλάϊσμα.

Δοξάσωμεν πάντες, τὸν ἀναστάντα Λυτρωτήν, καὶ ὑμνήσωμεν μνήμην, τῶν Πατέρων μέλεσι, χόρευε νῦν, καὶ εὐφραίνου πληθύς, τῶν εὐσεβῶν, ὅτι Ὀρθοδόξων, εἰσὶ προστάται καὶ φύλαξες.

Ὑμνείσθω ἀξίως, Πατέρων ὅμιλος σεπτός, ἐν ᾠδαῖς μελιῤῥύτοις πρὸς οὓς πίστει εἴπωμεν· ῥύσασθε νῦν, θεοφόροι ἡμᾶς, πάσης φθορᾶς, νόσων ἀνιάτων, δεινῶν κινδύνων καὶ θλίψεων.

Τριαδικόν.

Ὑπῆρχες καὶ πέλεις, καὶ μέλλεις ἡ προσκυνητή, εἰς αἰῶνας αἰώνων, ὦ Τριὰς ὑπέρθεε, Πάτερ Υἱὲ καὶ τὸ Πνεῦμα τὸ ζόν, μία Ἀρχή, ἐν τρισσὶ προσώποις, μόνη Θεότης ἀθάνατος.

 Θεοτοκίον.

Ὑψίστου δοχεῖον, ὑπάρχεις τὸ χωρητικόν, Θεοτόκε Παρθένε, οὐρανῶν Βασίλισσα, χόρευε γῆ, καὶ ἀγάλλου βροτῶν, γένος πιστῶν, Σὺ δὲ κατατέρπου, τῇ Ἀναστάσει τοῦ Τόκου Σου.

 

Ἕτερος. Χαίροις Ἄνασσα.

Γῆ καὶ θάλασσα οὐρανὸς πᾶσα κτίσις, ᾄδει τὰ παλαίσματα τῶν Ἀθλοφόρων, ἀγάλλονται Ἅγιοι Νόες σκιρτῶσι, καὶ νῦν σεπτῇ Μονῇ κράζει τῆς Καντάρας, πιστῶς δόξα τῷ ὑμᾶς στεφανώσαντι.

Ἴσθι πάντιμος τῶν Πατέρων χορεία, ἡ τρεισκαιδεκάριθμος τῶν Ὁσιάθλων, ἀπαύστως προπύργιον τῶν ὀρθοδόξων, λύκους δ’ αἱρετικοὺς ἔασον ἐκ ποίμνης, Χριστοῦ σκέπουσα βελῶν τοῦ ἀλάστορος.

Οἱ φιλέορτοι Μαχαιρᾶ καὶ Καντάρας, μάνδρας νῦν σπουδάσωμεν τῆς Θεοτόκου, ὑμνεῖσαι τὸν ὅμιλον θείων Πατέρων, ᾀσματικαῖς ᾠδαῖς ἄθλησιν καὶ μνήμην, αὐτῶν λέγοντες· ἡμῖν ἔστε φύλακες.

Θεοτοκίον.

Ὕμνοις Δέσποινα μεγαλύνει Σε θείοις, Τάγματα οὐράνια γένη ἀνθρώπων, καὶ μάνδραι φιλόθεοι νήσου τῆς Κύπρου, Σὲ τὴν ὑπερφυῶς τέξασαν τὸν Λόγον, Θεοῦ μέλπουσιν εἰρήνην αἰτούμεναι.

 

 

 

 

 

 

 

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸς τοῖς ἄστροις.

Θείαις λιταῖς Πατέρων, ῥῦσαι ἐξ οἰκουμενισμοῦ, τῆς παναιρέσεως Σῶτερ, καὶ πειρασμῶν τοῦ πτερνιστοῦ, ἵνα δοξάζομεν πάντες, τὴν ἄκραν σου εὐσπλαγχνίαν.

Ἕτερον. Ἦχος δ΄. Γυναῖκες ἀκουτίσθητε.

Μονῆς Καντάρας μέλψωμεν, πιστοὶ Ὁσιομάρτυρας, ᾀσματικαῖς ὑμνῳδίαις, αὐτῶν τιμώντων ἐνθέων, πολίτευμα καὶ ἄθλησιν, ὁμολογίαν εὔτονον, τὸ καρτερὲς καὶ σύμψυχον, ἐν δριμυτάταις αἰκίαις, ὑπὲρ Χριστοῦ εὐχαρίστως.

Θεοτοκίον.

Πατέρες θεῖοι χαίρετε, μετὰ τῆς Θεομήτορος, Μονῆς Καντάρας ἐφόρου, ὦ Ἰωάννη καὶ Κόνον, Γεννάδιε Γεράσιμε, Βαρνάβα καὶ Θεόκτιστε, Ἱερεμία Κύριλλε, Μάξιμε Μᾶρκε Ἰωσήφ, σὺν Γερμανῷ Θεογνώστῳ, οἱ τὸν Χριστὸν δυσωποῦντες.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Δεῦτε πιστοὶ συνελθόντες πανηγυρίσωμεν, Πατέρων θείαν μνήμην, Χριστοῦ Ὁσιοάθλων, Καντάρας τῆς ἐν Κύπρῳ σεπτῆς Μονῆς, οἰκιστὰς θεοῤῥήμονας, ὁμολογίαν τῆς πίστεως εὐσθενῶς, δόντων ἄχρι τελειώσεως.

 

Πλάνης κακόνοιαν πᾶσαν σοφῶς ἐλέγξαντε, Χριστοῦ Ὅσιοι ἄνδρες, περὶ ἄζυμον ἄρτον, τῶν Λατινοφρούντων χρώντων φρικτῇ, ὥρᾳ μετουσιώσεως, Δώρων τιμίων οὐχὶ ὥσπερ ὁ Σωτήρ, Μυστικῷ Δείπνῳ παρέδωκε.

 

Χαίρετε μάνδρας Καντάρας ἄνθη πανεύοσμα, Γεράσιμε Βαρνάβα, Ἰωσὴφ Ἰωάννη, Γεννάδιε Θεόκτιστε Κύριλλε Κόνων Μᾶρκε Θεόγνωστε, Ἱερεμία καὶ Μάξιμε, Γερμανὲ ὀρθοδόξων ἀντιλήπτοτες.

 

Τίς ἐξυμνήσειεν ἄθλους ὑπὲρ τῆς πίστεως, ὑμῶν σοφοὶ Πατέρες, εὐθαρσὸν παῤῥησίας, στεῤῥὸν ὀμολογίας καὶ καρτερές, ταῖς βασάνοις ὁμόψυχον· ὅθεν μιμούμενοι πάθος τοῦ Λυτρωτοῦ, ἐν πυρὶ ἐμαρτυρήσατε.

 

Δόξα. Ἦχος πλ. α΄. Ἀναστάσεως ἡμέρα.

Ἑορτάσωμεν ἐνθέως, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, τοῖς Πατρᾶσι συναγαλλόμενοι, πάντες περιχαρῶς, καὶ ἀναστάντι Χριστῷ, προσκυνήσωμεν πίστει, δοξολογοῦντες· καὶ ὕμνοις προσείπωμεν· Ὁσιομάρτυρες στεῤῥοί, Κυπρίους ῥύσασθε κινδύνων, μάνδραν περισκέποντες, δεινῶν περιστάσεων.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Χαίροις τῆς Καντάρας θεῖος χορός, Ὁσιομαρτύρων, τοῦ Κυρίου πανευκλεής, χαίροις τῶν Πατέρων, ἀσκήσει καὶ ἀθλήσει, δεκατριάριθμός τε, ἐκλάμψας ὅμιλος.

Ἰωάννη Κύριλλε Γερμανέ, Γεράσιμε Κόνον, Ἱερεμία Ἰωσήφ, Γεννάδιε Μᾶρκε, Θεόκτιστε Βαρνάβα, Θεόγνωστε καὶ Μάξιμε, πάντες χαίρετε.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὦ Ἰωάννη καθηγούμενε θεῖε, μετὰ συνάθλων τῆς Καντάρας χορείας, Κόνωνος Βαρνάβα Γενναδίου, Γερμανοῦ Γερασίμου Θεοκτίστου τε, Θεογνώστου καὶ Ἰωσήφ, Μαξίμου καὶ Κυρίλλου νῦν, Ἱερεμία Μάρκου, ἐκδυσωπήσατε λιταῖς Χριστόν, δοῦναι τοὺς ἄθλους, ὑμῶν ἐκμιμήσασθαι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ὁσίους Ἀθλητὰς Καντάρας, ᾄσω. Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Ὀδμὴν εὐωδίας πνευματικῆς, πανεύφημοι δότε, ἀνυμνεῖσθαι ἆθλα ὑμῶν, καθαίροντες πάντας παθημάτων, Καντάρας μάνδρας τὰ ἐγκαλλώπισματα.

Σαρκὸς ἀλγηδόνας καὶ ἐκτροπάς, νοὸς ὦ Πατέρες, σὺν τοῖς πάθεσι τῆς ψυχῆς, μακρύνατε τάχει ὑμετέραις, πρὸς τὸν Σωτῆρα λιταῖς ἐξαιτούμεθα.

Ἰσχὺν ἡμῖν δότε ἀεὶ σοφοί, ψυχαῖς ἵν’ ἁπάσας, διανοίας τὰς ἐκτροπάς, νοσήμασι ταύταις δ’ ὀλεθρίοις, ὑμῶν δυνάμει ἀντιπαρερχόμεθα.

Θεοτοκίον.

Ὀδύνην ψυχῇ μου τῇ ῥυπαρᾷ, προὐξένησε Μῆτερ, διανοίας ἡ πρὸς ῥοπήν, κινοῦσα τὴν φύσιν ἁμαρτίαν, ἀλλ’ εἰς χαρὰν τὴν πικρίαν μετάτρεψον.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ὑψηλόφρονος γνώμης παρ’ ὃ δεῖ λυτρώσασθε, καὶ φρονεῖν ἡμᾶς ἄνω ἔχειν, δότε πρὸς κρείττονα, ὡς ἐβιώσατ’ ὑμεῖς ἀσκητικῶς θεοφόροι, ἵνα δόξης Κύριος, δείξῃ οἰκήτορας.

Στρατιὰς τῶν δαιμόνων ὅπλῳ Σταυροῦ Ἅγιοι, πάντες περιτετειχισμένοι ἀπεμακρύνατε, νηστείαις τε, καὶ εὐχαῖς εὐγρηγοροῦντες ἀπαύστως· ὅθεν πάντας ῥύσασθε, τούτων τοξεύμασι.

Ἀθληταὶ τῆς Καντάρας τοὺς ψαλμικῶς ὄνομα, μέγιστον ᾀδόντων Δεσπότου, τούτους ἀπήμονας, τήρησασθαι ἐκ δεινῶν, ὑμῶν τελούντων δὲ μνήμην, μνήσθητε δεόμεθα, ἐν ὥρᾳ κρίσεως.

Θεοτοκίον.

Θεραπεύεις ἀνθρώπους ὡς συμπαθὴς Δέσποινα, πάντοτε ἐλαύνουσα νόσους, βαλσάμῳ χάριτος, Σαῖς μητρικαῖς πρὸς Υἱόν, εὐμενεστάτοις πρεσβείαις, τάχει ἀπονέμουσα, ἄμφω τὴν ἴασιν.

Λυτρώσασθε, ὦ θεηγόροι Πατέρες, παντὸς κινδύνους τοὺς λαμπρὰν μνήμην ἐν ψαλμοῖς ὑμῶν μεγαλύνοντας, δωρούμενοι ἡμῖν πᾶσι τὰ κρείττω.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Πτωχῶν ἀρωγοὶ χορὸς τρεισκαιδεκάριθμος, πιστῶν στηριγμὸς ἐδείχθητε πανόλβιοι, καὶ στεῤῥῶς ἀθλήσαντες, ζῆν ἐξεμετρήσατε ψάλλοντες· δόξα Σοι Σῶτερ μέσῳ τοῦ πυρός, ᾯ νῦν παρεστῶτες ἱκετεύετε.

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Λατινόδοξα ἄθεσμα, τὰ περὶ ἀζύμου ἄρτου μὴ στέρξαντες, τῇ ὀρθῇ πίστει ἐμμείνατε, ᾗ ἡμᾶς τηρεῖν πάντοτε εὔξασθε.

Ἡ Καντάρας πανένδοξος, Ὁσιομαρτύρων χορεία εὔσπλαγχνε, ἱκετεύει Σε περίσῳζε, πάσης βλάβης ὕμνοις τοὺς Σὲ μέλποντας.

Τὸ σωτήριον μήνυνμα, τῇ ὑμῶν ἀθλήσει καθυπεδείξατε, Ὀρθοδόξων φρονεῖν πάντοτε, ὡς πιστοῖς ἐδίδαξεν ὁ Κύριος.

Θεοτοκίον.

Ἀειπάρθενε πρέσβευε, ἵνα πᾶσιν ἵλεως Λόγος γένηται, ἱκετεύομεν οἱ δοῦλοί Σου, τοῦ φυγεῖν γεέννης πῦρ τὸ ἄσβεστον.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Σκέπε ἐχθρῶν, τοὺς ὑμᾶς ὑμνοῦντας ἔνδοξοι, καὶ ἐκ μηχανημάτων τοῦ πονηροῦ, τῇ ἀντιλήψει φρουροῦντες πιστοὺς ἀπήμονας.

Καύματι πυρός, πίστει ζῆν λιπόντες Ὅσιοι, ἡμᾶς ἐκῥύσασθε ἀσβέστου πυρός, ὑμῶν πρεσβείαις Δεσπότην καθικετεύοντες.

Ἄρατε σεπτοί, ἀφ’ ἡμῶν πικρὰ νοσήματα, καὶ παθῶν παύσατε τὴν ζάλην εὐχαῖς, πρὸς τὸν Σωτῆρα γαλήνην θείαν βραβεύοντες.

Θεοτοκίον.

Νόσων χαλεπῶν, καὶ βελῶν τοῦ πολεμήτορος, τοὺς προστρέχοντας τῇ σκέπῃ Σου ἁγνή, ἀεὶ ῥῦσαι συμπαθείᾳ τῇ ἀμέτρῳ Σου.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Τὰ τραύματα, τῶν ψυχῶν ἰάσασθε, προσευχαῖς ὑμῶν Χριστῷ Ἀθλοφόροι, τὰς συμφοράς, ἐκδιώξατε πόῤῥῳ, καὶ εἰρηναίως βιοῦν ἡμᾶς πάντοτε, δωρήσασθε τοῖς ψαλμικῶς, ἀρετὰς καὶ παλαίσματα ᾄδουσιν.

Ἀῤάθυμον, τὴν διάνοιαν ἔχειν, ἡμῶν δότε καὶ σατᾶν μεθοδείας, λιταῖς σοφοί, φυγαδεύσατε τάχει, ὑποδεικνύοντες βίου διόρθωσιν, ἀκατακρίτως δ’ ἐν Χριστοῦ, παρεστῶτας τῷ βήματι εὔξασθε.

Ῥωννύμενοι, οὐρανίου χάριτος, κακοδόξων κατησχύνατε θράση· ὅθεν ἡμῶν, εὐθαρσὸν παῤῥησίας, καὶ σταθηρὸν περὶ πίστιν δωρήσασθε, ὁμολογοῦντες ὡς ὑμεῖς, ἀπτοήτως Πατέρες μακάριοι.

Θεοτοκίον.

Ἀμόλυντε, ἐκ παθῶν με νήστευσον, καὶ δυνάμει Σου ἐνίσχυσον θείᾳ· ὅτι τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια· ἀεὶ δ’ ὑμνοῦμέν Σε πιστῶς, προσκυνοῦντες Παρθένε τὸν τόκον Σου.

Λυτρώσασθε, ὦ θεηγόροι Πατέρες, παντὸς κινδύνους τοὺς λαμπρὰν μνήμην ἐν ψαλμοῖς ὑμῶν μεγαλύνοντας, δωρούμενοι ἡμῖν πᾶσι τὰ κρείττω.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Τῆς ἐν Κύπρῳ Καντάρας Μονῆς Θεομήτορος, μοναζόντων ἀπαρχὴ οἰκιστῶν ἠξιώθητε, τοῦ γενέσθαι Ἰωάννη, σὺν Κόνωνι σεπτῷ· διὸ καὶ ἕνδεκα μεθ’ ὑμῶν, ἀκολουθήσαντες πιστῶς, ἐνηθλήσατε σκάμματι, δόντες ἐν παῤῥησίᾳ, ἀγάπης ὁμολογίαν, ὑπὲρ τῆς πίστεως Χριστοῦ, ὀρθοδόξως ἄχρις αἵματος.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον Ὁσιακόν.

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τῶν Ὁσιάθλων...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Ῥύσασθε ἐκ θλίψεως, ἡμᾶς καὶ ἐκ τρικυμίας, καὶ παθῶν τὴν ζόφωσιν, πόῤῥῳ ἀπελάσατε τρισμακάριοι· Ὅσιοι σκέπετε, τοὺς πίστει σπεύδοντας, ἐν Μονῇ τῆς Θεομήτορος, τούτους φρουροῦντες ἐν βίῳ, δεινῶν ἀπολυτρώσασθε, ἀνάγκης περιστάσεων, καὶ τῶν χαλεπῶν συμφορῶν καὶ νόσων· ἵν’ ὑμνολογοῦμεν, ἁπάσας ἀρετὰς ὑμῶν σοφοί, καὶ μεγαλύνωμεν ᾄσμασι, μνήμην ἀεισέβαστον.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Σκηναῖς τοῦ Παραδείσου αὐλιζόμενοι πάντες ἐκδυσωπεῖτε Χριστῷ, ἀδάμαντοι Πατέρες, κολάσεως ῥυσθῆναι, τοὺς βοῶντας θεσπέσιοι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς προσκυνητὸς εἶ.

Αἱρέσεων προκλήσεις ἐχθρῶν ἐπαναστάσεις καὶ τοῦ βελίαρ ὀφρύν, ἐλάσατε Πατέρες, πρεσβείαις πρὸς Σωτῆρα, ἵνα χαίροντες ᾄδωμεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς προσκυνητὸς εἶ.

Σωφρόνως καὶ δικαίως πολιτεύεσθαι πάντας δίχα κακίας θυμοῦ, καὶ ἡδονοθηρίας, φαυλότητος καὶ μέθης, ἀξιώσασθε πάντοτε, τοὺς εὐφημοῦντας ὑμῶν, Πατέρες θεῖα ἆθλα.

Θεοτοκίον.

Ὦ Μῆτερ Θεοτόκε καθορῶμέν Σε ὄντως ὥσπερ κατεῖδε Μωσῆς, ἐν τῷ Σιναίῳ Βᾶτον, φλογὶ παραδοθεῖσαν, ἀλλὰ δ’ ἄφλεκτον μείνασαν· ὅθεν τὴν φλόγα παθῶν, τῇ χάριτί Σου σβέσον.

 

 

 

 

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Γῆθεν εἰς δόξαν, ἄνω Σιὼν τὸν Νυμφίον, τοῦ ποθεῖν ὁρᾶν ἤχθητε πάντες· ὅθεν ὑμῶν πόθον, κἀμῖν δότε Πατέρες.

Ἐλέους θείου, καὶ δωρεῶν ἀθανάτων, τὸν λαὸν ἐμπλήσατε Πατέρες, τῶν ὑμῶν ᾀδόντων, τὴν ἄθλησιν καὶ μνήμην.

Ὦ Πανοικτῖρμον, τῶν Ἀθλητῶν εὐχαῖς σῶσον, τοὺς πιστῶς ἀπαύστως Σὲ ὑμνοῦντας, καὶ δοξολογοῦντας, Σὸν κράτος εἰς αἰῶνας.

Θεοτοκίον.

Ῥῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, καὶ Ἁγίων ἡ ἁγιωτέρα, Μῆτερ Σὲ τιμῶντας, καὶ σκέπε πάσης βλάβης.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Γαλήνην δότε βίον, πίστεως ἀρότρῳ, θεοσεβείᾳ καὶ πόθῳ Θεοῦ, ὦ σεπτοὶ ἡμῶν καρδίας καὶ φρένας, καλλιεργούμενοι.

Ἱκέσιον πρεσβείαν, δότ’ ἵν’ ἐξαλείψῃ, ἡμῶν ἐγκλήματα βίβλου ὁ Δημιουργός, ὦ θεοφόροι Καντάρας, μάνδρας σεβάσματα.

Ὀρδὰς ἐχθρῶν ἀπίστων, στίφη κακοδόξων, ἐπαπειλούντων Ἑλλάδος καὶ Κύπρου λαόν, καταδιώξατε τάχει, Πατέρες Ὅσιοι.

Θεοτοκίον.

Ὑψίστου ἡ καθέδρα, πέλεις ἐν τῷ πόλῳ· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον, ὁμολογοῦντάς Σε.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις καλλινίκων πρωταθλητῶν, συνασπισμὸς θεῖος, τῆς Καντάρας σεπτῆς Μονῆς, ἀνδρῶν Ὁσιάθλων, Πατέρων θεοφόρων, ὁμολογίας βάθρον, ἀπαρασάλευτον.

Δοτε θείαν χάριν τὴν δαψιλῆ, ἡμῖν ἣν ἀξίως, εἰληφότες παρὰ Χριστοῦ, τῇ ὁμολογίᾳ, καὶ αἵματος ἐκχύσει, οἱ Κύπρῳ ἐναθλήσαντες, ὑπὲρ πίστεως.

Δόξης ἀριδήλου συγκοινωνοί, Θεοῦ ἐν ὑψίστοις, νῦν γεγένησθε ἀληθῶς, μάνδρας τῆς Καντάρας, ἀείφωτοι Πατέρες, πυρσεύοντες ὡς ἄστρα, πιστῶν τὸ πλήρωμα.

Νόσους ἀπελάσατε χαλεπάς, πειρασμοὺς καὶ πάθη, ἀδοκήτους τε συμφοράς, θλίψεις καὶ κινδύνους, Πατέρες θεοφόροι, ἐκ πάντων τῶν τιμώντων, ὑμῶν τὴν ἄθλησιν.

Δέξασθε παράκλησιν τὴν ἡμῶν, καὶ εὔμολπα μέλη, ὦ Πατέρες μάνδρας σεπτῆς, καὶ ὁμολογίας, ὑμῶν δότε μιμεῖσθαι, Χριστοῦ ὄνομα θεῖον, ὑπερδοξάζοντες.

Ἐκ τῶν τοξευμάτων σατᾶν ἐχθροῦ, ἐκ πειρατηρίων, ἐμφυλίου τε σπαραγμοῦ, καὶ αἰωνιζούσης, καμίνου τῆς γεέννης, λυτρώσασθε τοὺς πόθῳ, ὑμᾶς δοξάζοντας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, εὐφημήσωμεν πιστοί, νῦν τοὺς Ὁσιάθλους Πατέρας, ᾄσμασιν ὕμνοις τ’ ᾠδαῖς, χαίρετε φθεγγόμενοι, μακάριοι καὶ σοφοί, οὐρανόφρονες ἄνθρωποι, Μονὴν τῆς Καντάρας, βίου μεγαλύναντες, ὑμῶν αἱμάτων ῥοαῖς, πίστεως Χριστοῦ Ὀρθοδόξου, ἧς θεματοφύλακες ὄντες, ταύτην ἐφυλάξατε ἀνόθευτον.

Πέλετε ὑπέρμαχοι πιστῶν, τεῖχος ἀῤῥαγὲς μοναζόντων, καὶ τῶν πτωχῶν ἀρωγοί, Ὅσιοι πανεύφημοι, τῆς Ἐκκλησίας Χριστοῦ, καταπλήττοντες τέρασι, τοῖς πίστει δραμοῦσι, καὶ ὑμῶν ἀντίληψιν, ἐπιζητοῦσι θερμῶς· ὅθεν, ἡμῖν δότε τὰ κρείττω, ῥύσασθε φθορᾶς νοσημάτων, καὶ εἰρήνην ἄνωθεν βραβεύσατε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου