ΑΥΓΟΥΣΤΟΣ Κ
ΙΕΡΟΘΕΟΣ ΕΠΙΣΚΟΠΟΣ ΟΥΓΓΑΡΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Κυρίλλου μητροπολίτου Ῥόδου)
ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Προσόμοια. Ἦχος γ΄. Μεγάλη τοῦ Σταυροῦ σου.
Κροτήσωμεν ἐν ὕμνοις, σήμερον φιλέορτοι, φαιδρῶς Ἱεροθέου, τὴν μνήμην ἐκτελοῦντες, τοῦ κηρύξαντος ἐν Οὑγγαρίᾳ τὸν Σωτῆρα, καὶ παρ᾿ αὐτοῦ στέφανον, τὸν ἀμαράντινον, ἐπαξίως λαβόντα.
Ἀσκήσεως ἐκλάμψας, θείοις προτερήμασι, σοφίαν ὑπεδέξω, τὴν θεϊκὴν ὡς δῶρον, καὶ ἐσόφισας τοὺς μὴ εἰδότας τὸν Σωτῆρα, Πάτερ Ἱερόθεε, ἐκμιμησάμενος, Ἀποστόλων τὸν ζῆλον.
Τῶν Οὕγγρων ποδηγέτης, ὤφθης πρὸς τὸν Κύριον, αὐτοὺς ταῖς διδαχαῖς σου, τῆς πλάνης ἀπαλλάξας· Παρακλήτου γάρ, ἐν σοὶ ἐνήργησεν ἡ χάρις, ὡς δι᾿ ἀσκήσεως, ὦ Ἱερόθεε, καθαρόν σε εὑροῦσα.
Ὡς ὄρθρος τοῖς ἐν σκότει, Πάτερ ἐξανέτειλας, τῆς πλάνης τῆς ζοφώδους, τῶν μυσαρῶν εἰδώλων· διὸ φώτισον, καθικετεύω τὴν ψυχήν μου, σῆς φωταυγοῦς χάριτος, ὦ Ἱερόθεε, μυστικῇ δᾳδουχίᾳ.
Δόξα. Ἦχος β΄.
Ὅσιε Πάτερ, Ἱερόθεε σοφέ, εὐαγγελισάμενος τὸ σωτήριον, τοῦ δι᾿ ἡμᾶς ἐκ Παρθένου σαρκωθέντος, ἀνάρχου Λόγου τοῦ Πατρός, υἱοὺς ἡμέρας ἀνέδειξας, τοὺς χρηματίζοντας πρῴην, τῶν εἰδώλων τῆς πλάνης ἔκγονα. Ὅθεν ὡς Ἀποστόλων ὁμότροπος, καὶ αὐτῶν ἐν ὑψίστοις συμμέτοχος, Θεῷ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα· ἡ δι᾿ ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ζῆλον τὸν θεϊκόν, πλουτήσας ἐν ψυχῇ σου, Εὐαγγελίου ὤφθης, θεόπνους ὑποφήτης, παμμάκαρ Ἱερόθεε.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Πλάνης τῆς ἐναγοῦς, εἰδώλων τῶν ματαίων, κατήργησας τὸ σέβας, ἐν διδαχῶν δυνάμει, παμμάκαρ Ἱερόθεε.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται
Πρέσβευε τῷ Θεῷ, ὑπὲρ ἡμῶν ἀπαύστως, ὡς παῤῥησίαν ἔχων, ἵνα δεινῶν κινδύνων, ῥυσθῶμεν Ἱερόθεε.
Δόξα. Τριαδικόν.
Δόξα σοι ὦ Τριάς, Πάτερ, Υἱὲ καὶ Πνεῦμα, ἡ μία βασιλεία· ταῖς τοῦ Ἱεροθέου, πρεσβείαις ἡμᾶς φύλαττε.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα τοῦ παντός, σὺν τῷ Ἱεροθέῳ, τῷ τοῦ Υἱοῦ σου μύστῃ, ἡμῖν πταισμάτων λύσιν, ἐξαίτει ὡς φιλεύσπλαγχνος.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἀποστόλων τὸν ζῆλον, ἐν ψυχῇ σου δεξάμενος, ἐν τῇ Οὑγγαρίᾳ ἐπέστης, τῆς εἰρήνης ὡς ἄγγελος, καὶ ηὔγασας πρὸς γνῶσιν θεϊκήν, αὐτὴν τῶν διδαχῶν σου ἀστραπαῖς, Ἱερόθεε θεόφρον Ἀρχιερεῦ· διό σοι ἀναβοῶμεν· Δόξα τῷ σὲ ἐκλέξαντι Χριστῷ, δόξα τῷ σοὶ συνεργήσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, πᾶσι τὰ κρείττονα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς Ἦχος ὁ αὐτός.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν
Ὅτε
ὁ δι' ἡμᾶς καθ' ἡμᾶς, ἐκ τῶν πανάγνων σου αἱμάτων γενόμενος, ἐκ κόσμου σε
μεταστῆσαι, καὶ πρὸς αὐτὸν ὡς ἁγνήν, προσλαβέσθαι ξένως ἐπευδόκησεν, αὐτοῦ ἀπεσύναξε,
τοὺς ἰδίους κηδεῦσαί σε, διὰ νεφέλης, ὀπαδοὺς τούτου νεύματι, παραστήσας σοι, εἰς
τιμὴν τῆς ἐξόδου σου, οἵτινες θεασάμενοι, τῆς χάριτος ἔμπλεοι, γεγενημένοι Παρθένε,
σὲ ἱερῶς προσεκύνησαν, πιστῶς ἐκβοῶντες· Χαῖρε κόσμῳ ἡ τεκοῦσα τὸ μέγα ἔλεος.
Πόθεν
τὸ ἐπιγνῶναι ὑμᾶς, τὴν ἐκ τοῦ σώματός μου ἔξοδον, ἔφησεν, ἡ πάναγνος Θεοτόκος,
τοῖς ἱεροῖς Μαθηταῖς, τί τὸ ξένον τοῦτο, τέκνα θέαμα; οἱ δὲ Ἄφνω ἔφησαν, ἐν νεφέλαις
ἐπήρθημεν, καὶ καθὼς βλέπεις, τῇ σκηνή σου ἐπέστημεν, προσκυνῆσαί σε, ὥσπερ θρόνον
πυρίμορφον, βλέψαι τε σοῦ τὴν ἔνδοξον, καὶ θείαν Μετάστασιν, καὶ ταῖς παλάμαις
κηδεῦσαι, τὸ θεοδόχον σου σκήνωμα, σκηνὴ Παναγία, δι' ἧς εὔρατο ὁ κόσμος τὸ μέγα
ἔλεος.
Κλίνην περιεστῶτες τὴν σήν, οἱ Μαθηταὶ τοῦ Λυτρωτοῦ, καὶ προπέμποντες, πρὸς τάφον φύσεως νόμῳ, σὲ Παναγία ἁγνή, ἐξοδίους ὕμνους προσεφώνουν σοι· Σεμνὴ χαῖρε, λέγοντες, τοῦ Θεοῦ τὸ παλάτιον, χαῖρε ἑτοίμη, τῶν ἀνθρώπων βοήθεια, χαῖρε ὄχημα, καθαρὸν τῆς Θεότητος. Ἄπιθι καὶ μετάβαινε, πρὸς ὄρη αἰώνια, σκήνωμα δόξης πρὸς θεῖα, νῦν κατασκήνου σκηνώματα, πιστοῖς αἰτουμένη, τὴν ἀνέκλειπτον εἰρήνην καὶ μέγα ἔλεος.
Καὶ τοῦ Ἁγίου. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε φιλέορτοι πάντες, ἐπαγαλλόμενοι, Ἱεροθέου ὕμνοις, τοῦ σοφοῦ Ἱεράρχου, τὴν εὔσημον ἡμέραν χαρμονικῶς, ἐκτελέσωμεν κράζοντες· Θεομακάριστε Πάτερ πάντων ἡμῶν, ὑπερεύχου τῶν τιμώντων σε.
Ἱερωμένος ὑπάρχων, ὦ Ἱερόθεε, Θεῷ τῷ ἐν Τριάδι, δι᾿ ἀσκήσεως πόνων, τὸν ζῆλον ἐμιμήσω τῶν ἱερῶν, Ἀποστόλων σαφέστατα, καὶ Οὑγγαρίας ἐφώτισας τὸν λαόν, ταῖς ἀκτῖσι τοῦ κηρύγματος.
Ἐν Οὑγγαρίᾳ ἐπέστης, ἄλλος Ἀπόστολος, τῆς ἀληθοῦς σοφίας, διαλάμπων τῇ αἴγλῃ, καὶ λύσας ἀθεΐας βαρβαρικῆς, τὴν ζοφώδη σκοτόμαιναν, Εὐαγγελίου ἀνέτειλας ἐν αὐτῇ, τὴν ἡμέραν Ἱερόθεε.
Δόξα. Ἦχος πλ. β΄.
Ἐνδεδυμένος τὴν χάριν τοῦ Πνεύματος, ὑπὲρ τοῦ Εὐαγγελίου ὑπερβαλλόντως, Ἱερόθεε θεόφρον ἐκοπίασας· προνοίᾳ γὰρ θεϊκῇ, ἐν Οὑγγαρίας τῇ χώρᾳ γενόμενος, ὑπήκοον αὐτὴν τῷ Κυρίῳ παρέστησας, ἐν πολλοῖς καμάτοις ἱδρῶσι τε καὶ μόχθοις, τοῦ κηρύγματος τῆς ἀληθείας, ῥητορεύσας τὰ λόγια. Ὅθεν ἀποστολικὴν δωρεὰν κληρωσάμενος, πρὸς οὐρανοὺς εὐκλεῶς προσεχώρησας, ἔνθα ἀνακεκαλυμμένῳ προσώπῳ, τὴν δόξαν τοῦ Κυρίου σου καθορῶν, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Τῇ ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μῆτερ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον· καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν, τῷ ἀχράντῳ σου σώματι· οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· Χαῖρε Κεχαριτωμένη, Παρθένε Μῆτερ Ἀνύμφευτε, ὁ Κύριος μετὰ σοῦ. Μεθ᾿ ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, φῶς ἱλαρόν,
Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 14, Παροιμ. ι´ 31).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν· δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη
δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος,
ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι,
ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ
τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται
δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ
τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ
ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο
παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία
κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ
ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ
ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι
ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ
χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ
χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς
σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς
εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν,
καὶ πλησθήσεσθε Πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως,
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α’.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ τοῦ Χριστοῦ Μεγάλη Ἐκκλησία, ὡς ἄγγελον εἰρήνης τῇ Οὑγγαρίᾳ, Ἱερόθεον τὸν σοφὸν ἀποστείλασα· σὺν αὐτῇ δὲ ἀγάλλου ἡ θυγάτηρ, ἀῤῥαγὲς θεμέλιον αὐτόν, Ἀπόστολον σοφὸν καὶ διδάσκαλον πλουτήσασα· καὶ ἀμφότεραι ἐν Πνεύματος συμφωνίᾳ, τὴν μνήμην αὐτοῦ πανηγυρίζουσαι, τῷ ἐν Τριάδι Θεῷ ἐκβοήσατε· Μέγας εἶ Κύριε καὶ θαυμασταὶ αἱ βουλαί σου, δι᾿ ὧν ἅπαν τας πολυτρόπως, πρὸς τὴν σὴν ἐπίγνωσιν καλεῖς, φιλάνθρωπε δόξα σοι.
Ἦχος β΄.
Ὁ βίος σου ἱερός, ἐκ νεότητος ὤφθη, φερωνύμως Ἱερόθεε μακάριε· ἀνονήτους γὰρ συγχύσεις λιπών, καὶ μοναστῶν τάγμασι καταριθμήσας σεαυτόν, ταῖς ἀρεταῖς ὑπὲρ ἥλιον ἐξέλαμψας· ὅθεν ἐκ τῆς Ἑῴας διαδραμών, ἐν Οὑγγαρίᾳ τὴν μυστικὴν ἀνατολήν, τῆς ἐπιγνώσεως Χριστοῦ ἐξανέτειλας, καὶ τῶν εἰδώλων τὴν ἀσέληνον νύκτα, φωταυγείᾳ τοῦ κηρύγματος διέλυσας. Ἀλλ᾿ ὡς δόξαν ἐν οὐρανοῖς, τὴν ὑπὲρ λόγον εὑράμενος, ἀκαταπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος γ΄.
Ἀναχθεῖσα ἐκ λάκκου, ταλαιπωρίας τῆς εἰδωλομανίας ἡ Οὑγγαρία, διὰ τοῦ θεοπνεύστου σου κηρύγματος, χρεωστικῶς σε μακαρίζει, Ἱερόθεε κραυγάζουσα· Χαίροις ὁ τοῦ Εὐαγγελίου τῆς χάριτος, τὰς δωρεὰς πλουσίως καρποφορήσας· χαίροις ὁ εἰρήνην καὶ λύτρωσιν ἀπὸ τῶν ματαίων, εὐαγγελισάμενος ὡς κῆρυξ οὐράνιος· χαίροις στόμα θεοειδές, θεογνωσίας ὁ ῥήτωρ, καὶ θεοῤῥήμων ὑψηλός, τῶν μυστηρίων τῆς χάριτος. Ἀλλὰ πρέσβευε διηνεκῶς τῷ Κυρίῳ, τὴν εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Δόξα. Ἦχος δ΄.
Ὅσιε Πάτερ Ἱερόθεε, τῷ θείῳ κράτει τῆς ἰσχύος τῆς ἀληθείας, τὴν τῶν εἰδώλων συντριβὴν ἐργασάμενος, Χριστῷ τὴν Οὑγγαρίαν συνήρμοσας· οἰκοδόμος δὲ δειχθεὶς πνευματικός, ἐπὶ πέτραν τῆς πίστεως ἐδόμησας, πολλῶν ἀνθρώπων ψυχάς· καὶ ναὸν ἱερώτατον τελέσας, τῆς Παναγίας Τριάδος σεαυτόν, πρὸς οὐράνιον προσεχώρησας ναόν, κατὰ μετοχὴν θείαν θεούμενος. Ἀλλὰ πρέσβευε ἀεὶ ὑπὲρ ἡμῶν, ἵνα ῥυσθῶμεν κινδύνων χαλεπῶν, οἱ εὐλαβῶς τιμῶντές σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Τὴν πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε Ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος, ἐπὶ τῆς γῆς μακαρίζομεν· ὅτι Μήτηρ γέγονας τοῦ Ποιητοῦ τῶν ἁπάντων, Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ μετὰ Θεὸν τὰς ἐλπίδας θεμένων, Θεοτόκε Πανύμνητε καὶ Ἀπειρόγαμε.
Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις ὁ Ἱεράρχης Χριστοῦ, Ἱεραρχῶν ἡ ἀκριβὴς ὑποτύπωσις, ὁ πράξει καὶ θεωρίᾳ, ὑπεραστράψας φαιδρῶς, θεοφόρε Πάτερ Ἱερόθεε· Θεῷ ὁ τὴν ἔφεσιν, ὁλικῶς ἀναθέμενος, καὶ τῶν προσκαίρων, ἀλογήσας ὡς πάνσοφος, ὁ ἐν σώματι, βιοτεύσας ὡς ἄσαρκος· ἄνθρωπος ὁ οὐράνιος, ζωῆς τελειότητι, ὁ οὐρανῶν βασιλείας, κληρονομήσας τὴν ἔλλαμψιν. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις ὁ τῆς ἀγάπης Χριστοῦ, ἐν τῇ καρδίᾳ σου τὴν χάριν δεξάμενος, ὁ πίστεως καὶ ἐλπίδος, καταλαμφθεὶς τὴν ψυχήν, τῇ φωταγωγίᾳ Ἱερόθεε· ὁ φῶς δι᾿ ἀσκήσεως, ἀνενδότου γενόμενος, καὶ τοὺς ἐν σκότει, τῶν εἰδώλων καθεύδοντας, ἀπαυγάσμασι, καταυγάσας τῶν λόγων σου· ἥλιος ὁ ὑπέρφωτος, Κυρίου τῆς γνώσεως, ὁ τοῖς ἀνόμοις κηρύξας, τὰ τοῦ Θεοῦ δικαιώματα. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται
Χαίροις Εὐαγγελίου βλαστός, κῆρυξ θεόφθογγος καὶ μύστης θεόσοφος, τὸ στόμα τῆς ἀληθείας, τῆς εὐσεβείας φωνή, τῆς θεογνωσίας ὁ διδάσκαλος· ὁ φθόγγοις τῶν λόγων σου, Οὑγγαρίαν ῥυσάμενος, τῆς τῶν εἰδώλων, χαλεποῦς ματαιότητος, καὶ ὑπήκοον, τῷ Χριστῷ ἐργασάμενος· Ὅσιε Ἱερόθεε, Ὁσίων συνόμιλε, Ἱεραρχῶν, Ἀποστόλων, ἐν τοῖς ὑψίστοις συμμέτοχε. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Ὅσιε Πάτερ Ἱερόθεε, δαυϊτικῶς γραμματέως ὀξυγράφου, ἡ γλῶσσά σου κάλαμος γέγονεν, ἱερογραφοῦσα ἐν πλαξὶ καρδιῶν, ἀνθρώπων τῇ πλάνῃ παλαιωθέντων, τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν· ἀσκητικῶς γὰρ προκαθαρθείς, τῆς σοφίας ἐν μετοχῇ ἐγένου, καὶ ὥσπερ ἄλλος Ἀπόστολος, ἐκ τῆς Βασιλίδος πρὸς Οὑγγαρίαν ἀπεστάλης, τὴν πάντα νοῦν ὑπερέχουσαν, εὐαγγελιζόμενος πᾶσιν εἰρήνην. Ὅθεν ἀποστολικῆς οὐρανοῖς, πρεσβεύων αὐτῷ ἐκτενῶς, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Παρθενικαὶ χορεῖαι σήμερον, μυστικῶς τῇ κλίνῃ τῆς Παρθένου καὶ Μητρός, κύκλῳ παρίστανται· καὶ ψυχαὶ Δικαίων περιϊπτάμεναι, τὴν Βασιλίδα γεραίρουσιν· αἱ μέν, ὡς προῖκα τὴν παρθενίαν, ἀντὶ μύρου κομίζουσαι· αἱ δὲ τὴν ἄϋλον ὑμνῳδίαν, τὰ τῆς ἀρετῆς προσάγουσαι· πρέπει γὰρ τῇ Μητρὶ τοῦ Θεοῦ, ὡς Βασιλίδι, ταῖς βασιλικαῖς τῶν ἀρετῶν, δορυφορεῖσθαι λαμπροφορίαις. Αἷς καὶ ἡμεῖς, βίον καθαρὸν συνεισενεγκόντες, ἐξέλθωμεν πρὸς κηδείαν, τῆς ὄντως Μητρὸς τοῦ Θεοῦ ἡμῶν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, αὐτὴν συμφώνως μακαρίζοντες.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἀποστόλων τὸν ζῆλον, ἐν ψυχῇ σου δεξάμενος, ἐν τῇ Οὑγγαρίᾳ ἐπέστης, τῆς εἰρήνης ὡς ἄγγελος, καὶ ηὔγασας πρὸς γνῶσιν θεϊκήν, αὐτὴν τῶν διδαχῶν σου ἀστραπαῖς, Ἱερόθεε θεόφρον Ἀρχιερεῦ· διό σοι ἀναβοῶμεν· Δόξα τῷ σὲ ἐκλέξαντι Χριστῷ, δόξα τῷ σοὶ συνεργήσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, πᾶσι τὰ κρείττονα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς Ἦχος ὁ αὐτός.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου.
Κυρίου τοῦ Θεοῦ, θεηγόροις ἐν φθόγγοις, κηρύξας ἱερῶς, τὸ σωτήριον Πάτερ, πολλοὺς τῆς τοῦ χείρονος, δυναστείας διέσωσας, καὶ ἐδίδαξας, ἐπιγινώσκειν Σωτῆρα, Ἱερόθεε, τὸν σαρκωθέντα ἀφράστως, ἐκ Κόρης Θεόπαιδος.
Δόξα. Ὅμοιον.
Ἀσκήσει μετελθών, τῶν Ἀγγέλων τὸν βίον, ὡς Ἄγγελος Θεοῦ, εἰς τὴν γῆν Οὑγγαρίας, προνοίᾳ τῇ ἄνωθεν, ἀπεστάλης μακάριε, ὑφηγούμενος, τῆς εὐσεβείας τὸν λόγον, Ἱερόθεε, καὶ τῶν εἰδώλων τῆς πλάνης, ἀνθρώπους λυτρούμενος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε· οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν,τὴν σὴν σεπτῶς εὐφημοῦντες· ἣν πίστει ἑορτάζομεν.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ὥσπερ ἥλιος, ἐκ τῆς Ἑῴας, ἀνατέταλκας, καὶ Οὑγγαρίαν, εὐσεβείας φωτὶ κατεπύρσευσας, καὶ τῶν εἰδώλων τῆς πλάνης διέλυσας, τὴν σκοτομήνην σοφὲ Ἱερόθεε. Ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ πανεύφημε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ὅμοιον.
Ὡς διδάσκαλον, τῆς εὐσεβείας, καὶ ἀρχίθρονον, τῆς Οὑγγαρίας, Ἱερόθεε Πάτερ ὑμνοῦμέν σε· σὺ γὰρ ὡς πλήρης σοφίας γενόμενος, τῶν Ἀποστόλων τὸν ζῆλον ἐπέδειξας. Ὅθεν εἴληφας, σκηνὴν τὴν ἀχειροποίητον, εἰς θείαν σου καὶ ἄφθαρτον κατοίκησιν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Τὴν ὡραιότητα.
Ἐν τῇ Γεννήσει σου, σύλληψις ἄσπορος· ἐν τῇ Κοιμήσει σου, νέκρωσις ἄφθορος· θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ Ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα; Πῶς δὲ ἡ Μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀποστόλων τὸν ζῆλον, ἐν τῇ καρδίᾳ σου, ὡς καθαρὸς δι᾿ ἀγώνων, ἀσκητικῆς βιοτῆς, δεδεγμένος ἱερῶς, ὦ Ἱερόθεε, ἐν Οὑγγαρίᾳ θαυμαστῶς, τῆς ἐπιγνώσεως Χριστοῦ, ἀνέτειλας τὴν ἡμέραν· διό σε πάντες τιμῶμεν, ἐπιτελοῦντές σου τὴν μνήμην πιστῶς.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Τῶν Ἀγγέλων τὰ πλήθη, δοξολογοῦσί σε· τῶν ἀνθρώπων τὸ γένος, πιστῶς ὑμνοῦμέν σε· ὅτι μετέστης ἀπὸ γῆς πρὸς οὐράνια, καὶ πρεσβεύεις ἐκτενῶς, τῷ Υἱῷ σου καὶ Θεῷ, ῥυσθῆναι ἐκ τῶν κινδύνων, τοὺς πίστει ἀνευφημοῦντας, τὴν σὴν Παρθένε Μετάστασιν.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον, ζήτει τῇ ΙΓ΄ Νοεμβρίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με, ὁ Θεός...
Ὅσιε Πάτερ, Ἱερόθεε σοφέ, τῆς ὑπερθέου σοφίας, δι᾿ ἀρετῆς ἐργαστήριον γενόμενος, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, ἐν φωνῇ μεγάλῃ ἐκήρυξας, λαῷ τῷ ἐν σκότει καὶ σκιᾷ, τῆς τῶν εἰδώλων λατρείας καθημένῳ· ὃν τῆς ἀπάτης λυτρώσας, καὶ διὰ τοῦ βαπτίσματος, τῷ Λυτρωτῇ οἰκειώσας, ὡς ὁ Παῦλος ἐβόας πιστῶς· Ἐγὼ τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα, λοιπὸν ἀπόκειταί μοι, ὁ στέφανος τῆς δικαιοσύνης. Ὅθεν τοῦ πόθου σου τυχών, τῆς αἰωνίου κατηξίωσαι ζωῆς, πρεσβεύων διηνεκῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα οἱ Κανόνες· ὁ α’ τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου οὗ ἡ Ἀκροστιχίς: Χάριν μοι μακάριε αἴτει θεόθεν. Κυρίλ(λο)υ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Χριστῷ παριστάμενος, ἐν οὐρανοῖς Ἱερόθεε, καὶ δόξης λαμπόμενος, τῷ ἀνεσπέρῳ φωτί, φῶς ἐξαίτει μοι, ὡς ἂν λαμπρῶς ὑμνήσω, ζωῆς τῆς ἐνθέου σου, τὰ προτερήματα.
Ἀγάλλεται σήμερον, ἡ Οὑγγαρία ἐν Πνεύματι, τελοῦσα τὴν μνήμην σου, χαρμονικῶς ἐν ᾠδαῖς, Ἱερόθεε, διδάσκαλον σοφόν σε, καὶ θεῖον ἀρχίθρονον, καταπλουτήσασα.
Ῥωννύμενος χάριτος, τῇ δυναστείᾳ μακάριε, εἰδώλων ἐξήρανας, τὰς βορβορώδεις πηγάς, καὶ ἐπήγασας, χειλέων ἐξ ἁγίων, τὸ ὕδωρ τῆς πίστεως, τὸ διειδέστατον.
Θεοτοκίον.
Ἰδού σοι προστρέχομεν, ὅτι λαός σου ὑπάρχομεν, καὶ πίστει αἰτούμεθα, σὴν προστασίαν θερμῶς, ἀνακράζοντες· σεμνὴ Παρθένε χαῖρε, ἐλπίς τε καὶ στήριγμα, τῶν πεποιθότων σοι.
ᾨδὴ γ΄. Τόξον δυνατῶν.
Νόμῳ τοῦ Θεοῦ ὑπέκυψας, Πάτερ τὸν αὐχένα, ἀπὸ παιδὸς ὡς θεόσοφος, καὶ ἀξίως ἐπολιτεύσω, ἐν Κυρίῳ Ἱερόθεε.
Μύρον εὐωδίας γέγονας, τῇ σῇ πολιτείᾳ, καὶ μυστικῶς εὐωδίασας, Ἱερόθεε Οὑγγαρίας, τὸν λαὸν ὀσμαῖς τῶν λόγων σου.
Ὅπλοις ἐγκρατείας σώματος, πάθη ἀποκτείνας, τῆς ἀπαθείας κειμήλιον, Ἱερόθεε ἀνεδείχθης, καὶ σοφίας σκεῦος ἔμψυχον.
Θεοτοκίον.
Ἴδε ἐφ᾿ ἡμᾶς ὡς εὔσπλαγχνος, Μῆτερ τοῦ Κυρίου, χειμαζομένους τοῖς πάθεσι, ταῖς ψυχαῖς ἡμῶν τὴν γαλήνην, φιλανθρώπως πρυτανεύουσα.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀκτῖσι τοῦ Πνεύματος, καταυγασθεὶς τὴν ψυχήν, ποιμὴν ἀνηγόρευσαι, τῆς Οὑγγαρίας σεπτός, σοφὲ Ἱερόθεε· ὅθεν ἀνθρώπων πλῆθος, πρὸς νομὰς τοῦ Κυρίου, ἴθυνας βακτηρίᾳ, τῶν πανσόφων σου λόγων, Ἀπόστολος δι᾿ ἔργων, ἄλλος δεικνύμενος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Κελεύσει τοῦ Κτίστου σου, τοῦ γεννηθέντος ἐκ σοῦ, νεφέλαις συνήθροισας, τοὺς Ἀποστόλους τὴν σήν, ἰδέσθαι Μετάστασιν· ὅθεν καὶ μετὰ δόξης, καὶ πολλῆς εὐφροσύνης, ἐκήδευσαν ἀνυμνοῦντες, τὸ πανάχραντον σῶμα, τῆς σῆς μακαριότητος, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.
ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Μύρῳ Ἱερόθεε τῷ μυστικῷ, τῆς ἱεραρχίας σε εὕρατο, ἡ Οὑγγαρία, ποιμενάρχην ἀληθῆ, καὶ ἐκ Θεοῦ διδάσκαλον, τῆς θεοσεβείας θεόσοφον.
Ἄλλον σε ἀνέδειξε Πάτερ Μωσῆν, χάρις ἡ ἁγία τοῦ Πνεύματος, νομοθετοῦντα, τὴν εὐσέβειαν σαφῶς, καὶ διδαχαῖς μαστίζοντα, πλάνης τῶν εἰδώλων τὴν Αἴγυπτον.
Κόσμῳ καλλυνόμενος τῶν ἀρετῶν, λάμπων ταῖς ἀκτῖσι τῆς γνώσεως, τὴν ἀκοσμίαν, σὺ διώρθωσας ψυχῶν, ἐζοφωμένων Ὅσιε, τῇ εἰδωλικῇ ματαιότητι.
Θεοτοκίον.
Ἄνωθεν ἐπίβλεπε ἐπὶ τὴν σήν, Μῆτερ κληρουχίαν ὡς εὔσπλαγχνος, ἐξαιρουμένη, δυναστείᾳ σῶν εὐχῶν, ἡμᾶς παντοίων θλίψεων, πάσης συμφορᾶς καὶ κακώσεως.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ῥοαῖς ἀρδευόμενος, θεουργικαῖς τῆς χάριτος, τὴν καθαρωτάτην σου καρδίαν, ἐκ Βυζαντίου, ὡς ποταμὸς νοητός, ἐξῆλθες ἀρδεύων διδαχαῖς, Οὑγγαρίαν ἅπασαν, θαυμαστὲ Ἱερόθεε.
Ἰδὼν τὸ ἀκέραιον, Θεὸς τῆς διανοίας σου, Πάτερ Ἱερόθεε θεόφρον, λύχνον καθάπερ, ἐν τῇ λυχνίᾳ αὐτοῦ, ἔθετο ὡς εὔσπλαγχνος φωτί, θείῳ τοῦ κηρύγματος, Οὑγγαρίαν αὐγάζοντα.
Ἐξήρανας θάλασσαν, εἰδώλων τῆς φαυλότητος, ῥάβδῳ τοῦ Σταυροῦ αὐτὴν πατάξας, καὶ τῆς δουλείας, τοῦ νοητοῦ Φαραώ, ἀνθρώπων διέσωσας πληθύν, Πάτερ Ἱερόθεε, Ἀποστόλων συνόμιλε.
Θεοτοκίον.
Ἀσπόρως συνέλαβες, ὠδίνων ἄνευ ἔτεκες, Πατρὸς ἀπειρόγαμε τὸν Λόγον, εἰς σωτηρίαν, τῶν ἐξ Ἀδὰμ γηγενῶν· ὅθεν Θεοτόκον εὐσεβῶς, πάντες σε κηρύττοντες, σῆς δεόμεθα χάριτος.
ᾨδὴ στ΄. Ἐβόησε προτυπῶν.
Ἱέρευσας, τῷ Θεῷ φερωνύμως ὡς Ἄγγελος, καὶ ἁγίαν, ἀπαρχὴν Ἱερόθεε ἤνεγκας, αὐτῷ πλῆθος μέγα, σεσωσμένων ἀνθρώπων τοῖς λόγοις σου.
Ταπείνωσιν, ἐν πραΰτητι λόγων ἐπέδειξας, δι᾿ ἧς πάντα, Ἱερόθεε Πάτερ σεβάσμιε, τῶν ψευδῶν εἰδώλων, ἐταπείνωσας πλάνης ὑψώματα.
Εὐφρόσυνος, ἡ σεπτή σου ἡμέρα ἐπέφανεν, ὑπὲρ λόγον, Ἱερόθεε μάκαρ αὐγάζουσα, εὐσεβῶν καρδίας, ἀστραπαῖς τῆς δοθείσης σοι χάριτος.
Θεοτοκίον.
Ἱκέτευε, τὸν ἀφράστως τεχθέντα ἐκ σπλάγχνων σου, ὅτι πάντες, ἀμελείᾳ τελείᾳ ἡμάρτομεν, Θεοτόκε ὅπως, διὰ σοῦ τὴν συγχώρησιν εὕρωμεν.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Ἀσκητικαῖς ἀρεταῖς ὑπεραστράψας, ἱεραρχίας τῇ στολῇ κατεκοσμήθης, Ἱερόθεε Πάτερ καὶ εἰς Οὑγγαρίαν, τοῦ Πνεύματος ἐπινεύσει ἀποσταλείς, διέπρεψας Ἀποστόλων ἐν ἀρεταῖς, καὶ ἐῤῥύσω τοῖς λόγοις σου, εἰδώλων πλάνης αὐτήν, πιστῶς σοι ἀνακράζουσαν· Χαίροις, Πάτερ θεόσοφε.
Ὁ Οἶκος.
Θεοκίνητον γλῶσσαν, θεοδίδακτον στόμα, κτησάμενος Θεοῦ ὡς θεράπων, Εὐαγγελίου ὑπουργός, ἐν Οὑγγαρίας τῇ χώρᾳ γεγένησαι, παμμάκαρ Ἱερόθεε· διὸ βοῶμέν σοι τοιαῦτα·
Χαῖρε, τὸ πλῆκτρον τῆς εὐσεβείας·
χαῖρε, ὁ κῆρυξ τῆς ἀληθείας.
Χαῖρε, ἀσεβείας ὁ θεῖος κατήγορος·
χαῖρε, ἀπιστίας ὁ μέγας ἀντίπαλος.
Χαῖρε, ἄνθος εὐωδέστατον ἀρετῶν ἀσκητικῶν·
χαῖρε, ῥόδον θεομύριστον δωρεῶν θεουργικῶν.
Χαῖρε, τὴν Οὑγγαρίαν τῷ Σωτῆρι συνάψας·
χαῖρε, αὐτὴν τῷ τύπῳ τοῦ Σταυροῦ σημειώσας.
Χαῖρε, ἀστὴρ τῆς πίστεως ἄδυτος·
χαῖρε, φωστὴρ τῆς γνώσεως πάμφωτος.
Χαῖρε, Χριστὸν τοῖς ἀνόμοις κηρύξας·
χαῖρε, πολλοὺς τῆς ἀπάτης λυτρώσας.
Χαίροις, Πάτερ θεόσοφε.
Συναξάριον.
Τῇ Κ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱεροθέου, πρώτου Ἐπισκόπου καὶ φωτιστοῦ τῆς Οὑγγαρίας.
Ταῖς αὐτοῦ πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Θεοδώρητον, θαυμάτων τὴν ἐνέργειαν, ὥσπερ ὑπέσχετο, τοῖς μαθηταῖς ὁ Χριστός, ἀφθόνως ἐπλούτησας, δι᾿ ἧς σὸν κήρυγμα, Ἱερόθεε, ἐπικυρώσας ξόανα, κατηδάφισας εἰδώλων.
Ἐχρημάτισας, λαμπτὴρ ἀειλαμπέστατος, τῆς θείας πίστεως, ἀνατολαῖς μυστικαῖς, ῥημάτων τῆς γλώσσης σου, αὐγάζων Ἅγιε, Ἱερόθεε, λαὸν πολὺν καθήμενον, ἐν σκιᾷ τῆς ἀθεΐας.
Ὁσιώτατος, πραότατος εὐθύτατος, καὶ εὐσυμπάθητος, θεόφρον ὤφθης ποιμήν, Θεοῦ ποιμαινόμενος, τοῖς δικαιώμασιν, Ἱερόθεε, καὶ ἤθη κατεκόσμησας, τοῦ λαοῦ τῆς Οὑγγαρίας.
Θεοτοκίον.
Θεονύμφευτε, Παρθένε Ἀπειρόγαμε, Θεομακάριστε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, φωνῆς μου ἐπάκουσον, οἷα φιλεύσπλαγχνος, καὶ διάσωσον, ἀρκύων με τοῦ δράκοντος, τῇ θερμῇ ἐπισκοπῇ σου.
ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.
Ἐπικλήσεσι θείαις ῥωννύμενος, κατ᾿ ἐχθροῦ τοῦ ἀρχαίου ἐχώρησας, παμμάκαρ Ἱερόθεε, καὶ αὐτὸν διδαχῶν σου, τῶν θεοσόφων, τῇ μαχαίρᾳ εἰς τέλος ἀπέκτεινας.
Νεκρωθεὶς τοῖς ἐν κόσμῳ ἀπέλαβες, τὴν ζωὴν ἐν ὑψίστοις τὴν ἄφθαρτον, τῶν Ἀποστόλων Ὅσιε, συγχορεύων τοῖς δήμοις, καὶ τῆς γλυκείας, τοῦ Θεοῦ ἀπολαύων μεθέξεως.
Καταιγίδι δεινῶς χειμαζόμενος, Ἱερόθεε Πάτερ τῶν θλίψεων, προστρέχω τῇ πρεσβείᾳ σου, ἐκ βαθέων κραυγάζων· Ἔσο μοι ῥύστης, ἀντιλήπτωρ ἐν βίῳ καὶ σύμμαχος.
Θεοτοκίον.
Ὑπὲρ λόγον τε πάντα καὶ ἔννοιαν, τὸν Δεσπότην τοῦ κόσμου ἐκύησας, ὃν ἐκτενῶς ἱκέτευε, Θεοτόκε Παρθένε, ἵνα ῥυσθῶμεν, οἱ τιμῶντές σε πάσης στενώσεως.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ῥήσεσι σεπτοῖς, πανσόφων χειλέων σου, ὦ Ἱερόθεε, τῷ λαῷ ἐδίδαξας, τῆς Οὑγγαρίας γνῶσιν τὴν ἔνθεον· διό σε μακαρίζομεν, ὡς ἰσαπόστολον, ἐκβοῶντες· Χαῖρε ὁ τοῦ Πνεύματος, εὐηχέστατον πλῆκτρον γενόμενος.
Ἴσχυσας Θεοῦ, ἁγίᾳ ἐν χάριτι, καὶ κατηδάφισας, πλάνης τὰ σεβάσματα, ναοὺς ἐγείρων τῷ Παντοκράτορι, τοῦ δὲ Σταυροῦ τὸ τρόπαιον, τὸ πανσεβάσμιον, θεομάκαρ, Πάτερ Ἱερόθεε, ἐν τῇ γῇ Οὑγγαρίας ἀνύψωσας.
Λάμπεις ὡς ἀστήρ, τῆς πίστεως ἄδυτος, θεομακάριστε, Πάτερ Ἱερόθεε, καὶ καταυγάζεις, φωτὶ σῆς χάριτος, τοὺς εὐλαβῶς τιμῶντάς σε, ἐν οἷς με σύνταξον, τὸν ἐν πίστει, τόδε σοι τὸ μέλισμα, ἀναξίοις ὑφάναντα χείλεσι.
Θεοτοκίον.
Ὕμνοις καὶ ᾠδαῖς, τιμῶμέν σε ἅπαντες, τὴν Ὑπερύμνητον, χαῖρέ σοι κραυγάζοντες, τῇ ἀνωτέρᾳ πάσης τῆς κτίσεως· χαῖρε ἡ σωματώσασα, Πατρὸς τὸν ἄχρονον, Μῆτερ Λόγον, συμπαθῶς λυτρούμενον, τοὺς ἀνθρώπους πικρᾶς παραβάσεως.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἱερωμένος ὑπάρχων, ὦ Ἱερόθεε Θεῷ, καὶ Ἀποστόλων τὸν ζῆλον, ἐκμιμησάμενος σαφῶς, τὴν Οὑγγαρίαν ἐῤῥύσω, εἰδωλικῆς ἀπιστίας.
Καὶ τὸ τῆς Ἑορτῆς.
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα· καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
Αἶνοι. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅλον ἀναθέμενος σαυτόν, τῷ ἐκ τῆς Ἁγίας Παρθένου, σωματωθέντι φρικτῶς, ἅπασαν ἐπίκηρον, τρυφὴν κατέλιπες, καὶ αὐτῷ δι᾿ ἀσκήσεως, κατακολουθήσας, ἀρετῶν ὡς ἥλιος, Πάτερ ἐξέλαμψας. Ὅθεν φῶς ἀνθρώποις ἐγένου, ἐν σοφίᾳ λόγων καὶ ἔργων, ταῖς θεοσημείαις Ἱερόθεε.
Ἄγγελος ἐπίγειος ὀφθείς, τῆς ἀσκητικῆς βιοτῆς σου, ταῖς γενικαῖς ἀρεταῖς, Πάτερ Ἱερόθεε, ἐκ τῆς τοῦ Βύζαντος, ἀπεστάλης ὡς Ἄγγελος, εἰς τὴν Οὑγγαρίαν, εὐαγγελιζόμενος, Θεοῦ τὰ ῥήματα. Ὅθεν καταλύσας τὴν πλάνην, εὐσεβείας τρόπαιον ὄντως, ἐν αὐτῇ αἰώνιον ἀνήγειρας.
Θεῖος ὡς εἰρήνης ποταμός, ἐκ τῆς Κωνσταντίνου προνοίᾳ, τῇ θεϊκῇ προελθών, ἅπασαν ἐκύκλωσας, τῆς Οὑγγαρίας τὴν γῆν, διδαχῶν σου τοῖς ὕδασιν, αὐτὴν καταρδεύων, καὶ τῆς πλάνης Ὅσιε, ξηραίνων ῥεύματα. Ὅθεν ὡς κλεινὸν Ἱεράρχην, καὶ σοφὸν διδάσκαλον ὕμνοις, Πάτερ Ἱερόθεε ὑμνοῦμέν σε.
Δρόμον ἰσαπόστολον καλῶς, ἐν τῇ Οὑγγαρίᾳ ἀνύσας, ὡς μαθητὴς τοῦ Χριστοῦ, χαίρων ἐξεδήμησας, σκηνὴν πρὸς ἄφθαρτον, καὶτῶν πόνων τὰ ἔπαθλα, λαβὼν Ἀποστόλων, δήμοις συνηρίθμησαι, ἀειμακάριστε. Ὅθεν ὡς πλουτῶν παῤῥησίαν, πρέσβευε ἀεὶ ὑπὲρ πάντων, τῶν ἀνευφημούντων σε ἐν ᾄσμασι.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ Ἱερόθεε, τὴν Οὑγγαρίαν ὡς σχοίνισμα λαβών, ἐπινεύσει τῇ ἄνωθεν, ἐκ Βυζαντίου ἐξῆλθες πρὸς αὐτήν, εἰρήνης τὰ ἀγαθὰ μυσταγωγούμενος, καὶ χάριτος τὸν λόγον εὐαγγελιζόμενος, τοῖς πεπεδημένοις τῆς ἀπιστίας ἐν δεσμοῖς. Ὅθεν ἀῤῥαγές σε ἔχουσα θεμέλιον, διδάσκαλον θεόπνουν καὶ ἀρχίθρονον, ἐν σοὶ εὐλαβῶς καυχᾶται, τὴν ὀφειλομένην τῷ Κυρίῳ, εὐχαριστίαν προσάγουσα καὶ ψάλλουσα· Ἅγιος, ἅγιος, ἅγιος εἶ ὁ Θεός, ὁ πάντας θέλων σωθῆναι, καὶ εἰς ἀληθείας ἐπίγνωσιν ἐλθεῖν, ὡς μόνος φιλάνθρωπος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
ᾌσατε λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς, εἰς τὰς ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν· ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Χαίροις Ἀποστόλων ὁ ζηλωτής, καὶ τῆς Οὑγγαρίας, Ἱερόθεε φωτιστής· χαίροις εὐσεβείας, διδάσκαλος θεόπνους, καὶ τοῦ Εὐαγγελίου ῥήτωρ θεόφθογγος.
Ἱερολογίαις σου ταῖς σεπταῖς, ἱεροστολίσας, Ἱερόθεε θαυμαστέ, τῶν ἐν Οὑγγαρίᾳ, ἐνθέως τὰς καρδίας, ὡς ἀπαρχὰς Κυρίῳ, αὐτοὺς προσήγαγες.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου