Κυριακή 23 Αυγούστου 2026

ΣΕΠΤΕΜΒΡΙΟΣ 16. ΟΣΙΟΣ ΚΑΣΣΙΑΝΟΣ ΠΑΦΟΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΣΕΠΤΕΜΒΡΙΟΣ ΙΣΤ

ΚΑΣΣΙΑΝΟΣ ΟΣΙΟΣ ΓΛΥΦΙΑΣ ΠΑΦΟΥ

Α Κ Ο Λ Ο Υ Θ Ι Α

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια.

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Tὸν ἀσκητὴν τῆς Γλυφίας, ἀνευφημήσωμεν, ἐν τοῖς ὁρίοις κώμης, τῆς Ἀλέκτορας Πάφου, ἀσκήσαντα ἐνθέως καὶ προσευχῇ, καθελόντα τὴν ἔπαρσιν, τοῦ ἀρχεκάκου βοῶντες· Κασσιανέ, τῶν ὁσίων χαῖρε καύχημα.

 

Τὴν σὴν πανίερον μνήμην, πανηγυρίζοντες, Κασσιανὲ βοῶμεν· Σοῦ νοὸς ὁ ἰθύνας, κινήσεις πρὸς τὸν Λόγον τοῦ Πλαστουργοῦ, καὶ Θεόν, σαῖς ἐντεύξεσιν, ἴθυνον πάντας τοὺς μέλποντας ἀγωγήν, σὴν ὁσίαν πρὸς μετάνοιαν.

 

Συντονωτάτῃ ἀσκήσει, εὐχῇ καὶ δάκρυσι, Γλυφίας ἐν σπηλαίῳ, δωρεῶν Παρακλήτου, ἐπώφθης ἐκμαγεῖον Κασσιανέ· ὅθεν πάντες γεραίροντες, σὲ ὡς θαυμάτων ταμεῖον παντοδαπῶν, τὴν σὴν μνήμην ἑορτάζομεν.

 

Εὐφραίνου εὔανδρος Πάφος, καὶ τῆς Ἀλέκτορας, εὔσημος χαῖρε κώμη, πολιοῦχον καὶ ῥύστην, κατέχουσα ἐν δίναις Κασσιανόν, ἀσκητὴν τὸν φωτόλαμπρον, καταφωτίσαντα Κύπρον ταῖς ἀστραπαῖς, τῆς αὐτοῦ σεπτῆς ἀσκήσεως.

 

Δόξα. Ἦχος β΄.

Τὸν σάρκα νεκρώσαντα, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, καὶ ἐργασάμενον τὸ θεῖον θέλημα, ἐν τῇ προσδοκίᾳ τῆς ἀλήκτου μακαριότητος, Κασσιανὸν πάντες τὸν τῆς Πάφου κοσμήτορα ὑμνήσωμεν· οὗτος γὰρ καταλιπὼν ἐν ἐπιδρομῇ ἀπίστων, τὸ Μέλαν ὄρος τῆς Συρίας, Κύπρου Ἀλέκτορα ᾤκησεν, ἐν ᾗ ἄγγελος ἐπώφθη ἐν σώματι· διόπερ ὡς σκεῦος ἐκλογῆς τοῦ θείου Παρακλήτου, παρέχει ἑνὶ ἑκάστῳ τῶν αὐτοῦ προσφύγων, δαψιλῶς σωτηριώδεις δόσεις, καὶ πρεσβεύει ἀπαύστως Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Θεῖος θησαυρὸς ἐν γῇ κρυπτόμενος, τοῦ Ζωοδότου ὁ Σταυρός, ἐν οὐρανοῖς ἐδείκνυτο Βασιλεῖ εὐσεβεῖ, νίκης κατ᾿ ἐχθρῶν ὑπογραμμὸν δηλῶν νοερῶς, ὃν γεγηθὼς πίστει καὶ πόθῳ, θεόθεν ἀναδραμὼν πρὸς θεωρίας ὕψωσιν, σπουδῇ μεγίστῃ, ἐκ γῆς λαγόνων ἀνέφηνεν, εἰς κόσμου λύτρον, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Βίον ἀγγελικόν, βιώσας ἐν Γλυφίᾳ, λαμπρῶς ἐμεγαλύνθης, Κασσιανὲ χαρίτων, δοχεῖον θείου Πνεύματος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Πέφηνας ἀσκητῶν, Κασσιανὲ ὁσίων, ὡράϊσμα καὶ κλέος, πνευματοφόρε πάτερ, σμικροῦ σπηλαίου ἔνοικε.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίρει Κασσιανέ, Ἀλέκτορας ἡ κώμη, ἣν ῥείθροις ἀειῤῥύτων, ἡγίασας ἱδρώτων, καὶ ποταμοῖς δακρύων σου.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι ὁ Θεός, Τριὰς ὑπεραγία, Ἐσταυρωμένε Λόγε, σὺν τῷ σεπτῷ Πατρί Σου, καὶ τῷ ἁγίῳ Πνεύματι.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἔτεκες τὸν Χριστόν, ἀφράστως Θεοτόκε, ἀσκήσεως ὃν τρόποις, Ἀλέκτορας ἐν ἄντρῳ, Κασσιανὸς ἐδόξασε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἀσκητὴν σπηλαιώτην τὸν ἐνθεώτατον, καὶ ἐραστὴν ἡσυχίας, καὶ νοερᾶς προσευχῆς, τὸν λαμπρῶς ἐν τῇ Γλυφίᾳ ἐνασκήσαντα, θεοειδῆ Κασσιανόν, ὡς χαρίτων θεϊκῶν, τιμήσωμεν ἐκμαγεῖον, καὶ πρεσβευτὴν καὶ μεσίτην, ἡμῶν πρὸς Κύριον θερμότατον.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, ίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν γ΄ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος β'  Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Ὤφθη, ἡ τοῦ ξύλου πονηρά, γεῦσις ἐν Ἐδὲμ τοῖς γενάρχαις, συμβᾶσα πάλαι δεινῶς, θάνατον εἰσάξασα παντὶ τῷ γένει βροτῶν· ἀλλὰ νῦν πρὸς ἀκήρατον, ζωὴν καὶ ἀμείνω, λῆξιν ἀνεκλήθημεν, διὰ τοῦ θείου Σταυροῦ· ὃν περ ἀνυψοῦντες ὑμνοῦμεν, τὸν ἀνυψωθέντα ἐν τούτῳ, Κύριον καὶ κόσμον, συνυψώσαντα.

Ἦρας, τὸ πλανώμενον Σωτήρ, πρόβατον ἐπ᾽ ὤμων καὶ τοῦτο, τῷ σῷ προσῆξας Πατρί, διὰ τοῦ τιμίου σου, καὶ ζωηφόρου Σταυροῦ, καὶ Ἀγγέλοις ἠρίθμησας, ἐν Πνεύματι θείῳ· ξύλον γὰρ ἀντέθηκας, ἀντὶ τοῦ ξύλου Χριστέ· ὃν νῦν ἀνυψοῦντες ἐν πίστει, σὲ τὸν ἐν αὐτῷ ὑψωθέντᾳ, καὶ ἡμᾶς ὑψώσαντα δοξάζομεν.

Στῶμεν, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, πράξεσι κομῶντες ἐνθέοις, καὶ τὸν Κρανίου πιστοί, χῶρον ἐποπτεύσωμεν, καθαρωτάτῳ νοΐ· καὶ ὑψούμενον βλέψωμεν, βροτοὶ σὺν Ἀγγέλοις, ξύλον τὸ πανάγιον, ἐν ᾧ Χριστὸς ὁ Θεός, χεῖρας ἑκουσίως ἁπλώσας, εἵλκυσεν ἐζώγρησε πάντας, καὶ πρὸς οὐρανοὺς ἡμᾶς ἀνύψωσεν.

 

Καὶ γ΄ Προσόμοια τοῦ Ὁσίου. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Πάτερ ἱερώτατε, Κασσιανὲ πανσεβάσμιε, τὸν σταυρὸν τοῦ Κυρίου σου, ἐπ' ὤμων ἀράμενος, οἰκιστὴς Γλυφίας, γέγονας καὶ μόνον, Αὐτῷ ἀπαύστως ὁμιλῶν, εἰς ὕψος θεῖον ἐπήρθης νήψεως, καὶ τῶν Ἀγγέλων Ὅσιε, τῶν φωτομόρφων ἐφάμιλλος, ἀνεδείχθης μακάριε, τῆς Ἀλέκτορας σέμνωμα.

 

Χαίρει καὶ ἀγάλλεται, Γλυφία Πάφου κατέχουσα, σὸν πανίερον σπήλαιον, κονίστραν ἀγώνων σου, τιμαλφῆ ὡς ὄλβον, ἀσκητῶν κοσμῆτορ, Κασσιανὲ καὶ τὴν σεπτήν, τελοῦσα μνήμην σου ἀνακράζει σοι· Προστάτης μου ἀνύστακτος, καὶ πολιοῦχος καὶ ἔφορος, σὺ ὑπάρχεις θεόφιλε, ἀρετῆς ἐνδιαίτημα.

 

Ἄγαλμα χρηστότητος, καὶ λαμπηδὼν ταπεινώσεως, πάτερ πνευματοφόρητε, παννύχοις σου στάσεσι, προσευχῇ νηστείᾳ, καὶ σκληραγωγίᾳ, Κασσιανὲ θεοειδές, σαρκὸς τὸ φρόνημα ἀπενέκρωσας, καὶ νοῦν τὸν σὸν ἐπτέρωσας, πρὸς αἰωνίων ἐκζήτησιν, ἀγαθῶν οὐρανόφοιτε, καὶ εὐκλείας τῆς κρείττονος.

 

 

Δόξα... Ἦχος δ

Ὡς κολυμβήθραν Σιλωὰμ καὶ πηγὴν ἁγιάσματος κυκλοῦντες, τὴν σπήλαιον τῶν κατορθωμάτων σου ἐν Γλυφίᾳ, ἁγιαζόμεθα πάντες Κασσιανὲ ἀοίδιμε· παρέχεις γὰρ ἑνὶ ἑκάστῳ τῶν προσκυνητῶν σου, τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ ζωὴν τὴν αἰώνιον λιταῖς σου πρὸς τὸν Κύριον τῆς δόξης· μὴ παύσῃ οὖν πατὴρ οἷα φιλόστοργος, ἀεὶ ἐποπτεύων οὐρανόθεν τοὺς σὲ γεραίροντας, καὶ τοὺς τῆς σῆς ἀσκήσεως καμάτους μεγαλύνοντας.

 

Καὶ νῦν... Τῆς Ἑορτῆς.

Φωτολαμπὴς ἀστέρων τύπος, προεδείκνυε Σταυρέ, τρόπαιον νίκης εὐσεβεῖ ἄνακτι τῷ πάνυ· οὗ ἡ μήτηρ Ἑλένη ἀνευραμένη, κοσμοφανῆ πεποίηκε· καὶ σὲ σήμερον ἀνυψοῦντες τῶν πιστῶν αἱ χορεῖαι κραυγάζομεν· Φώτισον ἡμᾶς τῇ ἐλλάμψει σου, Σταυρὲ ζωηφόρε· ἁγίασον ἡμᾶς τῇ ἰσχύϊ σου, πανσέβαστε Σταυρέ· καὶ κράτυνον ἡμᾶς, τῇ ὑψώσει σου, ὑψούμενος πρὸς παράταξιν ἐχθρῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. ιε΄ 1 - 10 ).

Ὁ φοβούμενος Κύριον ποιήσει αὐτὸ καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήψεται αὐτήν· καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν. Ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν. Στηριχθήσεται ἐπ' αὐτὴν καὶ οὐ μὴ κλιθῇ καὶ ἐπ' αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ· καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει στόμα αὐτοῦ. Εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος καὶ ὄνομα αἰώνιον κατακληρονομήσει. Οὐ μὴ καταλήψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν· μακράν ἐστιν ὑπερηφανίας καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς. Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, ὅτι οὐ παρὰ Κυρίου ἀπεστάλη· ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος καὶ ὁ Κύριος εὐοδώσει αὐτόν.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 11 - 18 ).

Υἱέ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος· ὅν ἀγαπᾷ Κύριος παιδεύει, μαστιγεῖ δὲ πάντα υἱὸν ὅν παραδέχεται. Μακάριος ἄνθρωπος ὅς εὗρε σοφίαν καὶ θνητὸς ὅς εἶδε φρόνησιν· κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἤ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι. Μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆςπλοῦτος καὶ δόξα· ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαὶ καὶ πᾶσαι αἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ· ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλής.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Εἰς τὴν Λιτήν. Ἦχος α΄

Εὐφραίνου ἐν Χριστῷ τῷ Θεῷ ἡμῶν καὶ ἀγάλλου, Ἀλέκτορας ἡ κώμη ἐν τῇ ἐπαρχίᾳ Πάφου, τιμῶσα τὴν πανσεβάσμιον μνήμην, τοῦ ἐν σοὶ ἀσκήσαντος Κασσιανοῦ τοῦ θεόφρονος· οὗτος γὰρ ἐν ταπεινώσει καὶ νήψει εὐχῇ καὶ σκληραγωγίᾳ, θεραπεύσας τὸν ἐν Ἁγίοις ἀναπαυόμενον Κύριον, τῆς κατὰ χάριν θεώσεως θησαυρὸς ἐδείχθη ἀσύλητος· διὸ καὶ ὡς ἀρετῆς κοσμήτωρ, νῦν διακοσμεῖ τὸ οὐράνιον στερέωμα, καὶ ἀδιαλείπτως πρεσβεύει τῷ παναοικτίρμονι Κυρίῳ, ὑπὲρ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος γ΄.

Τῶν Ἀγγέλων μιμητὴς ἐν ἀναστροφῇ γενόμενος, αὐτῶν τῆς εὐκλείας ἰσοστάσιος ὤφθης ἐν οὐρανίοις δώμασι, Κασσιανὲ πανθαύμαστε· Θεῷ γὰρ εὐαρεστήσας καὶ Κυπρίοις καταφεύγουσι σῇ χάριτι, πλουσίως θεόθεν εἴληφας θαυμάτων τὴν δύναμιν· μὴ οὖν παύσῃ παρέχων πᾶσιν οὐρανόθεν τὰ πρόσφορα, τοῖς ἐν ὕμνοις εὐτάκτοις τιμῶσι, τὴν λαμπρὰν καὶ πανσέβαστον μνήμην σου.

 

Δόξα. Ἦχος δ΄.

Ἀσκητικοῖς παλαίσμασι σεαυτὸν καταλαμπρύνας, ἐνδιαίτημα χρυσοποίκιλτον ὤφθης τῆς Τριαδικῆς Θεαρχίας, Κασσιανὲ ὁσίων ἀγλάϊσμα· Σὺ γὰρ ἀναδείξας κονίστραν, νομίμου ἀγῶνος τὸ τῆς Γλυφίας σπήλαιον, ἐν αὐτῷ τὸν μισόκαλον δαίμονα ἐπύκτευσας, καὶ νίκης τρόπαιον ἤγειρας περίδοξον· ὅθεν τὴν σεπτήν σου μνήμην ἑορτάζοντες, καὶ τὴν σὴν ἀνυμνοῦντες ἐπικουρίαν ἐπὶ πάντα κάμνοντα, Χριστὸν δοξάζομεν τὸν ἀξίως σὲ δοξάσαντα.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Τοῦ τιμίου Σταυροῦ Χριστὲ τὴν ἐνέργειαν, προδιατυπώσας Μωϋσῆς, ἐτροπώσατο τὸν ἐναντίον Ἀμαλήκ, ἐν τῇ ἐρήμῳ Σινᾷ· ὅτε γὰρ ἐφήπλου τὰς χεῖρας, Σταυροῦ τόν τύπον ποιῶν, ἐνίσχυεν ὁ λαός· νυνὶ τῶν πραγμάτων ἡ ἔκβασις εἰς ἡμᾶς πεπλήρωται. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ δαίμονες φυγαδεύονται. Σήμερον ἡ κτίσις πᾶσα ἐκ τῆς φθορᾶς ἠλευθέρωται· πάντα γὰρ διὰ Σταυροῦ, ἐπέλαμψεν ἡμῖν τὰ χαρίσματα· διὸ γηθόμενοι πάντες, προσπίπτομέν σοι, λέγοντες· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε δόξα σοι

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, Γλυφίας Πάφου λαμπτήρ, εὐσεβοφρόνων ὁ μεσίτης πρὸς Κύριον, ὁσίων πνευματοφόρων, φαιδρότης Κασσιανέ, ὁ δειχθεὶς Ἀγγέλων, ἰσοστάσιος, νηστείας ἀκρώρεια, ἐγκρατείας ἐντρύφημα, χρηστοηθείας, καὶ σεμνότητος πρόβολε, καὶ θησαύρισμα, δωρημάτων τοῦ Πνεύματος· ἄνθρωπε ἰσουράνιε, ἀγάπης φρυκτώρημα, ὁ νοηταῖς φωταυγείαις, παθῶν διώκων σκοτόμαιναν, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χαίροις, ὁ εἰς τὴν Κύπρον ἐλθών, ἐκ τῆς Συρίας ὄρους Μέλανος ὅσιε, ἀπίστων φυγὼν ἐφόδους, παμμάκαρ Κασσιανέ, κλέϊσμα συντόνου, ἐνασκήσεως, ἀκτῖσιν ὁ βίου σου, ἀκραιφνοῦς τὴν Ἀλέκτορα, καταλαμπρύνας, καὶ Γλυφίας τὸ σπήλαιον, τὸ σμικρότατον, ἁγιάσας σοῖς δάκρυσιν· ὅθεν τὴν θείαν μνήμην σου, τιμῶντες ἐν ᾄσμασι, καὶ ἱερούς σου ἀγῶνας, ἀνευφημοῦντες πρὸς θέωσιν, θερμῶς σοὶ βοῶμεν· Ἴσθι φύλαξ καὶ συλλήπτωρ, τῶν προστερχόντων σοι.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις, Κασιανὲ θαυμαστέ, ὁ ἐποφθεὶς τοῦ Παρακλήτου κειμήλιον, καὶ χάριν τῶν ἰαμάτων, ἀποδεχθεὶς δαψιλῶς, οὐρανόθεν πάτερ, πνευματέμφορε, ὁσίων καλλώπισμα, ἀσκητῶν οὐρανόσδοτον, κανὼν θαυμάτων, εὐσεβείας ἀλάβαστρον, μύρου ἔμπλεων, ἀρετῶν καὶ χρηστότητος· σκήνωμα καθαρώτατον, σαρκὸς κατατήξεως, καὶ ταπεινώσεως ἄκρας, τὸ παναρμόνιον ὄργανον, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

 

 

 

 

 

 

Δόξα. Ἦχος β΄.

Ὑπαυχένιον λαβὼν τὸν ἐλαφρὺν ζυγὸν τοῦ Κυρίου, καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἀποῤῥίψας φρόνημα, ἐν Μέλανι πρῶτον ὄρος τῆς Συρίας, καὶ Γλυφίας Ἀλέκτορας εἶτα σπηλαίῳ τῆς Πάφου, ἐπτερώθης θείῳ πόθῳ διὰ συντόνων ἀσκήσεων Κασσιανὲ ὅσιε· σταυρώσας γὰρ σεαυτὸν τοῖς πάθεσι καὶ ταῖς ἐπιθυμίαις, ὡς διψῶσα ἔλαφος ἔδραμες πιεῖν σωτηρίας νάματα, ἐν ἐρημίαις θειότατε· ἀσκητῶν οὖν ὀφθεὶς ὑπόδειγμα καὶ ἀρετῆς ὑφηγήτωρ, Θεῷ εὐηρέστησας σῇ ἰσαγγέλῳ πολιτείᾳ, ἡμῖν τῷ παρέχοντι διὰ σοῦ τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Θεῖος θησαυρὸς ἐν γῇ κρυπτόμενος, τοῦ Ζωοδότου ὁ Σταυρός, ἐν οὐρανοῖς ἐδείκνυτο Βασιλεῖ εὐσεβεῖ, νίκης κατ᾿ ἐχθρῶν ὑπογραμμὸν δηλῶν νοερῶς, ὃν γεγηθὼς πίστει καὶ πόθῳ, θεόθεν ἀναδραμὼν πρὸς θεωρίας ὕψωσιν, σπουδῇ μεγίστῃ, ἐκ γῆς λαγόνων ἀνέφηνεν, εἰς κόσμου λύτρον, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἀσκητὴν σπηλαιώτην τὸν ἐνθεώτατον, καὶ ἐραστὴν ἡσυχίας, καὶ νοερᾶς προσευχῆς, τὸν λαμπρῶς ἐν τῇ Γλυφίᾳ ἐνασκήσαντα, θεοειδῆ Κασσιανόν, ὡς χαρίτων θεϊκῶν, τιμήσωμεν ἐκμαγεῖον, καὶ πρεσβευτὴν καὶ μεσίτην, ἡμῶν πρὸς Κύριον θερμότατον.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, ίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου.

Τὴν μνήμην σου σοφέ, τὴν σεπτὴν καὶ ἁγίαν, λαμπρῶς Κασσιανέ, τῶν Κυπρίων οἱ δῆμοι, τελοῦντες ἀγῶνάς σου, νυχθημέρους γεραίρομεν, δι' ὧν ἔλαμψας, ὥσπερ ἀστὴρ φωτοβόλος, καὶ κατηύγασας, πιστῶν χορείας ἀκτῖσι, σεμνῆς πολιτείας σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τοῦ Σταυροῦ.

Τὸν Τίμιον Σταυρόν, καὶ σεπτὸν τοῦ Κυρίου, ὑμνοῦντες οἱ πιστοί, ὀλοθύμως βοῶμεν· Ἐχθρῶν ὀλετήριον, καὶ πιστῶν φυλακτήριον, ῥύου θλίψεων, καὶ συμφορῶν καὶ κινδύνων, τοὺς προστρέχοντας, νῦν προσκυνῆσαί σε Ξύλον, Χριστοῦ ζωοπάροχον.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τὴν ἄνωθεν δύναμιν, ἐνδεδυμένος καλῶς, ἀνδρείῳ φρονήματι, ἀπεξεδύθης ῥευστῶν, σαρκίου κινήσεων· ὅθεν καὶ ἠξιώθης, τῶν ἀῤῥεύστων ἐν πόλῳ, πάτερ ἐπαπολαῦσαι, καὶ ἀφθάρτων ἁπάντων, σοφὲ Κασσιανὲ ἀσκητῶν, ἔμπνουν θησαύρισμα.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τοῦ Σταυροῦ.

Σταυρὸν τὸν πανάγιον, ὀλέτην τῶν ἀσεβῶν, καὶ φύλακα ἄγρυπνον, χριστιανῶν εὐλαβῶς, ἐκθύμως τιμήσωμεν, στήριγμα ὡς ἁπάντων, κλονουμένων ἐν βίῳ, τραῦμα τοῦ παναρχαίου, πτερνιστοῦ καὶ τῆς νίκης, ἡμῶν χριστιανῶν εὐλαβῶν, σύμβολον ἅγιον.

 

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ὅλην δεξάμενος, τὴν θείαν ἔλλαμψιν, ὡς κατατήξεως, σαρκὸς ἀπαύγασμα, σοφίας γέγονας φωστὴρ σῳζούσης πνευματοφόρε· ὅθεν καὶ τὸν βίον σου ἐν σπηλαίῳ ἐτέλεσας, τῆς Γλυφίας Ὅσιε παμφαέστατε Ἄγγελε· διὸ Κασσιανὲ σὲ τιμῶντες χαῖρε πιστῶς σοὶ ἐκβοῶμεν.

Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ.

Σταυρὸν τὸν ἅγιον, τὸ θεῖον σύμβολον, ἡμῶν καὶ στήριγμα, πιστῶν ἀσάλευτον, ἐμπεριστάτων ὡς ἰσχὺν ἀνόρθωσιν πεπτωκότων, ἀσθενούντων ἴασιν καὶ χαρὰν τῶν ἐν θλίψεσι, καθευδόντων μέλψωμεν Ξύλον οἷα σωτήριον, ψυχῆς ἐν κατανύξει βοῶντες· Χαῖρε Σταυρὲ ὁ φύλαξ κόσμου.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον· Ὁσιακόν.

Ὁ Ν΄ Ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον,...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός...

Νεκρώσας ἀσκήσεως πόνοις σαρκὸς τὸ φρόνημα, ζωῆς ἀλήκτου καρποὺς εὐχύμους ἐξεδρέψω, Κασσιανὲ ἀκέστορ Ἀλέκτορας Πάφου· σὺ γὰρ ἐλλάμψεως πλησθεὶς θείας, διδάσκαλος τῆς εὐσεβείας πέφηνας, καὶ φωστὴρ τοῦ Παρακλήτου Πνεύματος· καὶ νῦν τῆς ὑπὲρ νοῦν μετέχων θεώσεως, Χριστῷ ἀδιαλείπτως πρεσβεύεις, ὑπὲρ τῶν ἐκθύμως τιμώντων σε.

 

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς· Κασσιανὸν ἐν Κύπρῳ ἀσκήσαντα μέλπω. Χ.Μ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Κασσίαν ἀσκήσεως, σκληραγωγίας ἡδύοσμον, λευκάνθεμον νήψεως, καὶ ἀενάου εὐχῆς, ἴον εὔοσμον, Κασσιανὸν ἐκθύμως, ἐν Κύπρῳ ἀσκήσαντα, ἐγκωμιάσωμεν.

Ἁγίων εὐπρέπειαν, Κασσιανὸν ἀξιάγαστον, ὑφέρποντος δράκοντος, καταπάτησας ὀφρύν, ἐν σπηλαίῳ σου, ἀμέμπτῳ πολιτείᾳ, Θεῷ εὐηρέστησας, σὲ χαριτώσαντι.

Σπηλαίου ὁ ἔνοικος, Κασσιανὲ πάτερ ὅσιε, προθύμως κατέλιπες, ἅπαν γεῶδες τερπνόν, καὶ σεμνότητι, σοῦ βίου τῷ Κυρίῳ, ἐδούλευσας ἄσμενος, σὲ τῷ δοξάσαντι.

Θεοτοκίον.

Σοὺς δούλους ἀξίωσον, ἀγγελικῶς πολιτεύεσθαι, καὶ ὕμνοις τὴν δόξαν σου, γεραίρειν διηνεκῶς, σὴν ἀντίληψιν, ἀεὶ ἐκδεχομένους, ἁγνὴ ἀειπάρθενε, Θεογεννήτρια.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Ἱκέσιον ὕμνον καθ’ ἑκάστην, προσφέρων Θεῷ Κασσιανέ, ὑπὲρ τῆς ἐνισχύσεως, τῶν πόνων σῆς ἀσκήσεως, τὸ σπήλαιόν σου ἔδειξας, καμάτων θείων παλάτιον.

Ἀσκήσεως σκάμμασι νεκρώσας, τὸ φρόνημα πάτερ τῆς σαρκός, πολύχουν στάχυν ἤνθησας, ζωῆς τῆς ὑπὲρ ἔννοιαν, Κασσιανὲ θεόληπτε, τῶν μονοτρόπων ὡράϊσμα.

Νεκρώσας τὴν σάρκα ταπεινώσει, ὁσίων ἐβάδισας ὁδούς, καὶ πνεῦμά σου ἐπτέρωσας, πρὸς Κύριον καρδίας σου, τὸ ἐφετὸν μακάριε, Κασσιανὲ σκεῦος χάριτος.

Θεοτοκίον.

Ὁσίων ὁδοῖς ἀκολουθῆσαι, ἀξίωσον δοῦλόν σου ἁγνή, Θεογεννῆτορ ἄχραντε, καὶ ἆραί με ἀξίωσον, ὅλῃ ψυχῆς ἐφέσει μου, Αὐτοῦ Σταυρὸν τὸν σωτήριον.

 

 

 

 

Κάθισμα. Τοῦ Ὁσίου. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.

Θεοῦ ταῖς θείαις ἀναβάσεσιν κτησάμενον, νοῦν οὐρανόφρων ἀνεδείχθης ὅλος ὅσιε, τῆς Ἀλέκτορας ἐντρύφημα καὶ προστάτα, ἀρετῆς Κασσιανὲ λαμπρὸν ὡράϊσμα· ὅθεν πάντες μεγαλύνοντες τοὺς πόνους σου, τῷ δοξάσαντι σὲ Χριστῷ αἶνον πέμπομεν.

Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ.

Ἐν Παραδείσῳ με τὸ πρὶν ξύλον ἐγύμνωσεν, οὗπερ τῇ γεύσει ὁ ἐχθρὸς εἰσφέρει νέκρωσιν, τοῦ Σταυροῦ δὲ τὸ ξύλον τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον ἐπάγη ἐπὶ τῆς γῆς, καὶ κόσμος ὅλος ἐπλήσθη πάσης χαρᾶς· ὃν ὁρῶντες ὑψούμενον Θεῷ ἐν πίστει λαοί, συμφώνως ἀνακράξωμεν· Πλήρης δόξης ὁ οἶκός σου.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Νῦν εὐάρεστον ὡς Κτίστῃ, ἀκραιφνεῖ πολιτείᾳ σου, κλίσεσι γονάτων, στάσεσι παννύχοις καὶ δάκρυσι, Κασσιανὲ ἀσκητῶν ὁσίων κλέϊσμα, ἐν μελίσμασιν, εὐτάκτοις σὲ μεγαλύνομεν.

Ἐν σπηλαίῳ θείαν χάριν, σῶν καμάτων δεξάμενος, συναφείας πάσης, σεαυτὸν γηΐνης ἐκάθαρας, Κασσιανέ· ὅθεν ὤφθης ἀκεσώδυνος, κρήνη βλύζουσα, πιστοῖς ἀφθόνως ἰάματα.

Νοῦν σὸν θεῖον ἀνατείνας, πρὸς Χριστὸν τὸ ἀκρότατον, ἐφετῶν ἁπάντων, ὅλῃ σου ψυχῇ ἠκολούθησας, Αὐτῷ καὶ ἤσκησας πάτερ ὥσπερ Ἄγγελος, πνευματέμφορε, Κασσιανὲ λύχνε χάριτος.

Θεοτοκίον.

Καταστέφομέν σε ὕμνοις, ἀσιγήτοις ἀείποτε, Κεχαριτωμένη, Μῆτερ τοῦ Ὑψίστου κραυγάζοντες· Παθῶν ἡμῶν ἀποκάθαρον τὸν βόρβορον τῇ σῇ χάριτι, καὶ τὴν ψυχὴν ἡμῶν λάμπρυνον.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Ὑπάρχων ἀνάπλεως, Κασσιανὲ τῆς χάριτος, Πνεύματος τοῦ θείου σῇ ἀσκήσει, ἐπώφθης πᾶσι, διαπρεπὴς ἀληθῶς, τοῖς σοῖς προτερήμασι σοφέ, καὶ τῷ λόγῳ χάριτος, ἀσκητὰ ἐνθεώτατε.

Πατέρων ὡράϊσμα, στηλογραφία νήψεως, καὶ κατοικητήριον σοφίας, φωστὴρ ἀζύγων, πυρφόρε Κασσιανέ, Ἀλέκτορας Πάφου ἀρωγός, πέλεις φύλαξ ἔφορος, πολιοῦχος καὶ πρόμαχος.

Ῥανίσι κατέσβεσας, Κασσιανὲ δακρύων σου, φλόγα τῶν παθῶν τῶν ψυχοφθόρων, καὶ τῶν ἱδρώτων, τῶν σῶν ῥοαῖς τῆς ψυχῆς, λευκάνας χιτῶνα ἀσκητά, λαμπροχίτων ἔδραμες, ὑπαντῆσαι Κυρίῳ σου.

Θεοτοκίον.

Ὡς πάντων μεσίτρια, πρὸς Τόκον σου τὸν ἅγιον, Κεχαριτωμένη Θεοτόκε, καὶ Παραδείσου, ἄνοιξον πύλας ἡμῖν, τοῖς σὲ μεγαλύνουσιν ἀεί, καὶ Αὐτὸν δοξάζουσιν, ὡς Δεσπότην καὶ Κύριον.

 

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Ἁγίων κέρας δεδόξασαι, ἀξίως ἰαμάτων τῇ χάριτι, κλέος Ἀλέκτορας, Κασσιανέ· ὅθεν νάματα, ἰάσεων βλυστάνεις, νοσοῦσιν ἅπασι.

Συνὼν Ἀγγέλοις νῦν ὅσιε, ἐν δόμοις οὐρανῶν καθικέτευε, τὸν πανευΐλατον, Χριστὸν διδόναι μετάνοιαν, Κασσιανὲ τοῖς πίστει, σὲ μακαρίζουσι.

Κανὼν εὐθύτατε νήψεως, σοφὲ Κασσιανὲ καὶ χρηστότητος, ὡς εὐπειθέστατος, δοῦλος Χριστοῦ εὐηρέστησας, Αὐτῷ σῇ ταπεινώσει, καὶ τήξει σώματος.

Θεοτοκίον.

Ἡμῖν τὴν χάριν σου Δέσποινα, ἐξ ὕψους τῆς σῆς δόξης κατάπεμψον, τοῖς ἑορτάζουσι, Κασσιανοῦ τὴν πανέορτον, ἐν τῇ Γλυφίᾳ μνήμην, καὶ ἀεισέβαστον.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τὸν εὐπειθῆ Χριστοῦ οἰκέτην εὐφημήσωμεν, καὶ ἀσκητὴν θεοειδῆ πολιτευσάμενον, ὥσπερ Ἄγγελον φωτόλαμπρον ἐν Γλυφίᾳ, τῆς Ἀλέκτορας Κασσιανὸν τὸν ὅσιον, ἐκ τοῦ ὄρους προερχόμενον τοῦ Μέλανος, πόθῳ κράζοντες· Χαίροις Πάτερ θειότατε.

Ὁ Οἶκος.

Ἄγγελος ἀνεδείχθης, ἐν Γλυφίᾳ ἀσκήσας, σεμνῶς Κασσιανὲ καὶ ὁσίως· ὅθεν ἤδη Ἀγγέλων χαρᾶς, συμμετέχων ὥσπερ ἀρετῆς σύνοικος, Χριστῷ τῷ Παντοκράτορι, πρεσβεύεις ὑπὲρ τῶν βοώντων·

Χαῖρε, ὁσίων ἡ εὐκοσμία·

χαῖρε, πατέρων ἡ θυμηδία.

Χαῖρε, τοῦ σπηλαίου Γλυφίας ὁ ἔνοικος·

χαῖρε, τοῦ Κυρίου θεράπων θερμότατος.

Χαῖρε, τύπος πρακτικώτατος ἀρετῶν ἀσκητικῶν·

χαῖρε, κέδρος ἡ ἡδύπνευστος ἀναβάσεων σεπτῶν.

Χαῖρε, ὅτι Ἀγγέλων ἰσοστάσιος πέλεις·

χαῖρε, ὅτι θαυμάτων κρήνη ἄφθονος ὤφθης.

Χαῖρε, λαμπρῶν ἀγώνων ὑπόδειγμα·

χαῖρε, πιστῶν συστήματος κλέϊσμα.

Χαῖρε, Κυπρίων ἀνύστακτος φύλαξ·

χαῖρε, χαρίτων θεόβρυτος πίδαξ·

Χαίροις, Πάτερ θειότατε.

 

Συναξάριον.

Τῇ ΙΣΤ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ὁσίου Κασσιανοῦ, τοῦ ἐν Γλυφίᾳ Ἀλέκτορας Πάφου ἀσκήσαντος.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Στέφος ὅσιε, Κασσιανὲ χρυσόπλοκον, καὶ δόξης κότινον, ζωῆς ἀλύπου λαμπρόν, ἀξίως ἀπείληφας, πολιτευσάμενος, ὥσπερ Ἄγγελος, παρὰ Θεοῦ τὸ ἄῤῥητον, κάλλος Οὗ ἀποθαυμάζεις.

Ἀντιλήπτορα, σὲ καὶ προστάτην κέκτηται, κώμη Ἀλέκτορας, Κασσιανὲ ἡ πιστῶς, προστρέχουσα χάριτι, τῇ σεβασμίᾳ σου, καὶ τὴν μνήμην σου, πανδήμως ἑορτάζουσα, τὴν ὑπέρφωτον καὶ θείαν.

Νίκης στέφανον, Κασσιανὲ δεξάμενος, θεόθεν ἄφθαρτον, ὡς θριαμβεύσας ἐχθρόν, τὸν γένος πτερνίζοντα, ἀεὶ τὸ βρότειον, δόξης ἔτυχες, ἀγγελικῆς ἐν δώμασιν, ὑπερφώτοις θεοφόρε.

Θεοτοκίον.

Τὴν σκοτόμαιναν, παθῶν μου διασκέδασον, Θεογεννήτρια, καὶ μετανοίας φαιδρόν, ἀνάτειλον ἦμαρ μοι, θερμῶς κραυγάζω σοι, ἡ τὸν ἄδυτον, δικαιοσύνης Ἥλιον, ἀνατείλασα ἐν κόσμῳ.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Αἴγλης ἀπολαύεις οὐρανίου, τοῦ Πνεύματος τοῦ ἁγίου οἰκητήριον, ἀγωγῆς θεόφρονος, λύχνε τηλαυγέστατε, κρατὴρ τοῦ θείου νέκταρος, κιρνῶν ἱκέτας σου, τὸ πόμα τῆς ζωῆς τῆς ἀφθίτου, ἀσκητῶν ὁσίων, Κασσιανὲ κοσμῆτορ.

Μέγαν σε φρουρὸν καὶ πολιοῦχον, ἡ κώμη πλουτεῖ Ἀλέκτορας καὶ φύλακα· ὅθεν καταφεύγει σοι, ἐν δεινοῖς ἑκάστοτε, Κασσιανὲ καὶ χάριτι, σῇ θείᾳ πάντοτε, προσφεύγουσα ἐν πίστει κραυγάζει· Σύ μου φύλαξ πέλεις, καὶ ἀντιλήπτωρ πάτερ.

Ἔνδοξε Γλυφίας σπηλαιῶτα, ἰσάγγελε ἀσκητὰ χαρίτων πέλαγος, νήφων προσευχόμενος, ἀγρυπνῶν στερούμενος, Κασσιανὲ καὶ γόνατα, κλίνων προσείλκυσας, πλουσίως Παρακλήτου τὴν χάριν, ἀναδείξαντός σε, θαυματουργίας ῥεῖθρον.

Θεοτοκίον.

Λύπης οἰκετῶν σου Θεοτόκε, ὀλέτειρα χαρμονῆς ταχέως ἔμπλησον, τὰς ψυχὰς τῶν ὕμνοις σε, καὶ ψαλμοῖς καὶ ᾄσμασι, μεγαλυνόντων πέλαγος, τῶν θαυμασίων σου, καὶ Τόκον σου σεπτὸν δοξαζόντων, Λόγον τοῦ Ὑψίστου, Θεοῦ πανευϊλάτου.

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Πάτερ θεαυγές, σχολάζων δεήσεσι, παννύχοις στάσεσι, καὶ μελέτῃ ἔνθεε, τῶν ἐνταλμάτων, Θεοῦ μετάρσιος, ταῖς ἀρεταῖς μακάριε, ὤφθης τοῦ Πνεύματος, καὶ θαυμάτων, ἔλαβες ἐνέργειαν, θεῖε Κασσιανὲ ἐκ τοῦ Κτίσαντος.

Ὡς φωταγωγόν, Γλυφίας οἰκήτορα, σὲ μακαρίζομεν, ἀσκητὰ θεόσοφε, Κυρίου φίλε, Ὑψίστου γνήσιε, Κασσιανὲ φωτόλαμπρε, πυρὶ ἀσκήσεως, ὁ τὴν ὕλην, φλέξας ὥσπερ φρύγανον, τῶν παθῶν τῶν δεινῶς πολεμούντων σε.

Χαῖρε ἀσκητῶν, ὁσίων διάκοσμε, σπηλαίου ἔνοικε, σοῦ σμικροῦ ἰσάγγελε, ἐκ τῆς Συρίας, ὁ προερχόμενος, Γλυφίας ἱερώτατε, ὁ δείξας πόνοις σου, νυχθημέροις, πρὸς Βελίαρ πύκτευσιν, τοῦ παγκάκου κονίστραν θεόληπτε.

Θεοτοκίον.

Μῆτερ ἀγαθή, ναὲ περιλάλητε, Κυρίου ἅγιε, ὡς Δαβὶδ πανάμωμε, Παρθένε ψάλλει, χαῖρε, βοῶμέν σοι, καὶ πόθῳ δυσωποῦμέν σε· Ναοὺς ἀνάδειξον, σωφροσύνης, καὶ ἁγνείας δούλους σου, τοὺς ὑμνοῦντας τὴν χάριν σου Δέσποινα.

 

Ἐξαποστειλάριον. Τοῦ Ὁσίου. Γυναῖκες ἀκουτίσθητε.

Ὡς μύστην ἐνθεώτατον, πανσέπτων ἀναβάσεων, καὶ πρακτικώτατον τύπον, ἀσκητικῆς πολιτείας, Κασσιανὲ τιμῶντές σε, ἐκθύμως ἀνακράζομεν· Γλυφίας Πάφου ἔφορε, καὶ πολιοῦχε πρὸς Κτίστην, ἡμῶν ὑπάρχεις μεσίτης.

Καὶ τοῦ Σταυροῦ.

Σταυρὸς ὑψοῦται σήμερον, καὶ κόσμος ἁγιάζεται· ὁ γὰρ Πατρὶ συνεδρεύων, καὶ Πνεύματι τῷ Ἁγίῳ, ἐν τούτῳ χεῖρας ἁπλώσας, τὸν κόσμον ὅλον εἵλκυσας, πρὸς σὴν Χριστὲ ἐπίγνωσιν, τοὺς οὖν εἰς σὲ πεποιθότας.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος !

Πάτερ, ἀσκητῶν ὡράϊσμα, Κασσιανὲ θαυμαστέ, τοῦ Χριστοῦ θείοις ἴχνεσι, χαίρων ἠκολούθησας, θεολήπτῳ φρονήματι· σὺ γὰρ τοῦ κόσμου, λιπὼν τὸν τάραχον, πρὸς Μέλαν ὄρος, ἀσκήσει ὥρμησας, ἐξ οὗ κατήντησας, εἰς Γλυφίας σπήλαιον ὃ γαληνόν, ὅρμον καὶ σωτήριον, τρισμάκαρ ἔδειξας. (Δίς)

 

Πάτερ, εὐσεβῶν ἀγλάϊσμα, μακροθυμίας φωστήρ, ἐγκρατείας ἀπαύγασμα, ἀσκητὰ Ἀλέκτορας, σπηλαιῶτα ἰσάγγελε, χαρᾶς ἐνθέου, λύχνε ἀείφωτε, ἀγαθωσύνης, καὶ ἀγαπήσεως, πάμφωτον πύρσευμα, σκοτομήνην δίωξον Κασσιανέ, τῶν πιστῶς τιμώντων σου, τὰ θεῖα σκάμματα. (Δίς)

 

Δόξα. Ἦχος πλ. β΄.

Ὅσιε πάτερ σπηλαίου Γλυφίας ἔνοικε, τῇ τοῦ Σωτῆρος Χριστοῦ τρωθεὶς ἀγάπῃ, καὶ σεαυτὸν ἀπαρνησάμενος, ἀγγελικῶς ἐν περιοικίδι Ἀλέκτορας ἐπολιτεύσω· ὅθεν πιστῶν αἱ χορεῖαι, εὐλαβῶς τιμῶσαί σε, τὴν σὴν ἐκδέχονται πρεσβείαν, πρὸς τὸν εὐΐλατον Κύριον.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ  πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας. Αὐτὸν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ· φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες· χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις θεοφόρε Κασσιανέ, ἀρετῶν ὁσίων, τῆς Ἀλέκτορας φρυκτωρέ· χαίροις τῆς Γλυφίας, ὁ ἔνοικος σπηλαίου, πλουσίως ὁ θεόθεν,

χάριν δεξάμενος.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου