Δευτέρα 1 Δεκεμβρίου 2025

ΔΕΚΕΜΒΡΙΟΣ 29!1 ΟΣΙΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΠΑΠΑΣΑΡΑΝΤΟΠΟΥΛΟΣ ΙΕΡΑΠΟΣΤΟΛΟΣ ΑΦΡΙΚΗΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΔΕΚΕΜΒΡΙΟΣ ΚΘ΄

ΧΡΥΣΟΣΤΟΜΟΣ ΟΣΙΟΣ ΠΑΠΑΣΑΡΑΝΤΟΠΟΥΛΟΣ

ΙΕΡΑΠΟΣΤΟΛΟΣ ΑΦΡΙΚΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(Κυρίλλου μητροπολίτου Ῥόδου)

 


ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Ἱστῶμεν στίχ. δ’ καὶ ψάλλομεν τὰ κάτωθι Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τῶν Ὀρθοδόξων οἱ δῆμοι, δεῦτε τελέσωμεν, ᾀσματικῶς τὴν μνήμην, τοῦ κλεινοῦ Χρυσοστόμου, κράζοντες συμφώνως· Πάτερ ταῖς σαῖς, πρὸς Θεὸν παρακλήσεσιν, ῥῦσαι ἡμᾶς ἐκ κινδύνων παντοδαπῶν, καὶ παντοίων περιστάσεων.

 

Τῶν οὐρανίων τὰ κάλλη, σφόδρα ἐπόθησας, καὶ ἐπὶ γῆς Ἀγγέλων, τὴν ζωὴν ἐμιμήσω· ἔλαμψας ἀνθρώποις, τὸν φωτισμόν, τοῦ Χριστοῦ τοῦ κηρύγματος· ὅθεν Χρυσόστομε Πάτερ αὐτὸν ἡμῖν, ταῖς εὐχαῖς σου ποίει ἵλεων.

 

Τὸν ἐν Σπηλαίῳ τεχθέντα, Πάτερ Χρυσόστομε, ἐν Ἀφρικῇ Σωτῆρα, καὶ Θεὸν καταγγείλας, ἔλαβες ἐν πόλῳ, εἰς ἑκατόν, τὸν μισθὸν τῶν ἀγώνων σου· ὅθεν αὐτὸν ἐκδυσώπει ὑπὲρ ἡμῶν, σωτηρίας ἵνα τύχωμεν.

 

Τῶν Ἀποστόλων τὸν ζῆλον, Πάτερ Χρυσόστομε, ἐν τῇ ψυχῇ πλουτήσας, ἀληθῶς ἐγνωρίσθης, ἄγγελος εἰρήνης, ἐν Ἀφρικῇ, καὶ χαρᾶς ἐκοινώνησας, ἐν οὐρανοῖς τῶν Ἀγγέλων ὑπὲρ ἡμῶν, ἱκετεύων τὸν Φιλάνθρωπον.

 

Δόξα. Ἦχος β’.

Ὅσιε Πάτερ, θεόφρον Χρυσόστομε, ἀνατολαῖς μυστικαῖς, Εὐαγγελίου τοῦ κηρύγματος, ὡς ἥλιος ὑπέρφωτος, εὐσεβείας καὶ πίστεως, ἐν Ἀφρικῇ διαλάμψας, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, καταυγάζεις ὑπὲρ ἔννοιαν, τῆς δεδομένης σοι χάριτος, τῇ ἀνεσπέρῳ φωτοχυσίᾳ· διὸ σήμερον οἱ πιστοί, τὴν μνήμην σου ἐπιτελοῦμεν, δοξάζοντες Χριστὸν τὸν Θεόν, τὸν ἐν Βηθλεὲμ ἐκ Παρθένου τεχθέντα, εἰς σωτηρίαν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Μέγα καὶ παράδοξον θαῦμα, τετέλεσται σήμερον! Παρθένος τίκτει, καὶ μήτρα οὐ φθείρεται· ὁ Λόγος σαρκοῦται, καὶ τοῦ Πατρὸς οὐ κεχώρισται· Ἄγγελοι Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη.

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαίροις ὁ τὸν Χριστόν, ποθήσας καὶ κηρύξας, κόσμου παντὸς Σωτῆρα· αὐτὸν οὖν ἐκδυσώπει, ὑπὲρ ἡμῶν Χρυσόστομε.

 

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Ἔχων ἐν οὐρανοῖς, τὴν δόξαν ὡς πληρώσας, τοῦ Ἰησοῦ τὸν λόγον, Χρυσόστομε μὴ παύσῃ, ὑπὲρ ἡμῶν δεόμενος.

 

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὔχου ὑπὲρ λαοῦ, πιστῶς σε εὐφημοῦντος, τὸν μιμητὴν ὀφθέντα, τῶν θείων Ἀποστόλων, Χρυσόστομε μακάριε.

 

Δόξα. Ἦχος δʹ.

Ὅσιε Πάτερ Χρυσόστομε, ὁ εὐαγγελικῆς διδαχῆς, τοῖς νάμασι καταρδεύσας, ψυχὰς ἀνθρώπων διψῶσας, μυστικαῖς ἀρδείαις, τῆς δοθείσης σοι χάριτος, καρποφόρους δεῖξον ἡμᾶς, ἐν τῇ ἐργασίᾳ τοῦ θείου θελήματος, τοὺς ἐν ὕμνοις τελοῦντας, τὴν μνήμην σου σήμερον.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Ἀνατολίου.

Σπηλαίῳ παρῴκησας, Χριστὲ ὁ Θεός, φάτνη ὑπεδέξατο. Ποιμένες δὲ καὶ Μάγοι προσεκύνησαν. Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο τὸ κήρυγμα· καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐθαύμαζον, βοῶσαι καὶ λέγουσαι· Δόξα τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Θεὸν ἐθεράπευσας, τῇ ἐν ἀσκήσει ζωῇ, αὐτῷ ἐλειτούργησας, ἐν ἀκακίᾳ ψυχῆς, θεόφρον Χρυσόστομε· ἔδραμες πρὸς τὰ ἔθνη, ὡς Ἀπόστολος ἄλλος· χάριτι ἐδοξάσθης, εὐσεβείας ὁ μύστης· ταῖς σαῖς οὖν ἡμᾶς πρεσβείαις, σκέπε καὶ φύλαττε.

Δόξα. Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός.

Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν· Κύριε δόξα σοι.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχ. η’ καὶ ψάλλομεν τὰ κάτωθι Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.

Συνήλθομεν σήμερον ἰδού, θαυμαστὲ Χρυσόστομε, μνήμην τὴν σὴν ἑορτάζοντες, πιστοὶ καὶ κράζομεν· Χαίροις θεῖε Πάτερ, ὁ Χριστοῦ τὰ λόγια, πληρώσας βιοτῇ τῇ ἐνθέῳ σου. Αὐτὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Χρυσόστομε ἔνδοξε Θεῷ, ὁλικῶς ἀπέῤῥιψας, ἀπὸ παιδὸς πᾶσαν μέριμναν, σοφῷ φρονήματι, καὶ τελείῳ βίῳ, ἑαυτὸν ἀπέδειξας, Κυρίου μαθητὴν γνησιώτατον· Αὐτῷ οὖν πρέσβευε, λυτρωθῆναι τὴν ζωὴν ἡμῶν, ὡς οἰκτίρμων, ἐκ κινδύνων Ἅγιε.

 

Χρυσόστομε πάνσοφε φωτί, λαμπρυνθεὶς τῆς χάριτος, δι’ ἀρετῆς τὴν καρδίαν σου, τῷ σῷ κηρύγματι, ὡς φωστὴρ ἐφάνης, καὶ πολλοὺς ἐφώτισας, τῇ αἴγλῃ τῆς Χριστοῦ ἐπιγνώσεως· Αὐτῷ οὖν πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν, τῶν τιμώντων, τὴν ἁγίαν μνήμην σου.

 

Χρυσόστομε κράτιστε Χριστῷ, γεγονὼς ὑπήκοος, ἐν Ἀφρικῇ παραγέγονας, φθογγαῖς τῆς γλώττης σου, καταγγέλων ἄλλος, ὡς σοφὸς Ἀπόστολος, τὸν λόγον τῆς ζωῆς τὸν σωτήριον. Αὐτῷ οὖν πρέσβευε, τῶν πταισμάτων ὡς Θεὸς ἡμῖν, δωρηθῆναι, τὴν τελείαν ἄφεσιν.

 

Ἕτερα. Ἦχος δʹ. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Μεσσηνίας τὸ βλάστημα, Μοναζόντων τὸ καύχημα, Πρεσβυτέρων σέμνωμα τὸ οὐράνιον, Πάτερ θεόφρον Χρυσόστομε, ὡς ἄλλος Ἀπόστολος, ὁ ἐν χώραις Ἀφρικῆς, κοπιάσας τῆς πίστεως, τῷ κηρύγματι, τὸν Θεὸν μὴ ἐλλίπῃς ἱκετεύειν, ὑπὲρ πάντων τῶν τελούντων, τὴν θείαν μνήμην σου σήμερον.

 

Τοῖς ἀγῶσι διέπρεψας, τῆς ὁσίας ἀσκήσεως, λειτουργός τε ἄμωμος ἐχρημάτισας, τῶν μυστηρίων τῆς πίστεως, καὶ λόγῳ τῆς χάριτος, ἀφωτίστοις ἐν λαοῖς, ὥσπερ ἥλιος ἔλαμψας· ἀλλ’ ὡς θάλαμον, φωτεινὸν ἐν ὑψίστοις κατοικήσας, ἡμῖν αἴτει σωτηρίας, τὸ φῶς Χρυσόστομε ἔνδοξε.

 

Ἐπινεύσει τῇ ἄνωθεν, τὸν νοῦν θείοις ὑψώμασι, παιδιόθεν ἄριστα ἀνεβίβασας, καὶ ἐν σοφίᾳ Χρυσόστομε, τὸν λόγον ἐκήρυξας, τοῦ Κυρίου καὶ Θεοῦ, τὸν σωτήριον ἔθνεσι, καὶ ὁμότροπος, τῶν σοφῶν Ἀποστόλων ἀνεδείχθης, μεθ’ ὧν αἴτει τὴν εἰρήνην, τοῖς εὐφημοῦσί σε Ἅγιε.

Ἐπί πέτραν τῆς πίστεως, τοῦ Σωτῆρος τοὺς πόδας σου, ὡς ἐρείσας ἅπασαν ὑπεσκέλισας, κόσμου ματαίαν προσπάθειαν, παμμάκαρ Χρυσόστομε, καὶ πορείαν ἐπὶ γῆς, ἰσαπόστολον ἤνυσας, καὶ κατέπαυσας, ἐν ζωῆς τοῖς θαλάμοις ἱκετεύων, ὑπὲρ πάντων τῶν τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

 

Δόξα. Ἦχος πλ. α’.

Σήμερον φαιδρὰ καὶ χαρμόσυνος, τῶν Γενεθλίων Χριστοῦ τοῦ Θεοῦ, τῇ δόξῃ λαμπρυνομένη, ἐπέστη ἡ μνήμη σου Χρυσόστομε, τὰς καρδίας μυστικῶς, φωτίζουσα τῶν βοώντων σοι· Χαίροις ὁ δι’ ἀρετῆς τελειότητα, τὴν ἄνωθεν σοφίαν κτησάμενος, καὶ τοῖς ἀνθρώποις καταγγελεύς, Εὐαγγελίου τῆς εἰρήνης γενόμενος· Χαίροις ὁ Ἀποστόλων τοῖς ἴχνεσιν, ἐν ἀσθενείᾳ σαρκὸς βαδίσας, καὶ τούτων ἐν χώραις Ἀφρικῆς, τὸ ἔργον ἀκριβῶς μιμησάμενος· χαίροις Βασιλιτσίου ὁ βλαστός, τὸ τῆς Ἑλλάδος καύχημα, καὶ Ἐκκλησίας τὸ νέον ἀγλάϊσμα. Ἀλλ’ ὦ Πάτερ Ὅσιε, πρέσβευε τῷ Θεῷ, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Ἰωάννου Μοναχοῦ.

Ἀκατάληπτον τὸ τελούμενον, ἐν Βηθλεὲμ σήμερον μυστήριον! ὁ ἀόρατος ὁρᾶται· ὁ ἄσαρκος σαρκοῦται· ὁ Λόγος παχύνεται· καὶ ὁ Ὢν γίνεται ὃ οὐκ ἦν. Παρθένος τίκτει ἐν Σπηλαίῳ, βρέφος νέον, τὸν Πλάστην τῆς φύσεως· φάτνη ἐκτυποῦται, εἰς θρόνον ἐπουράνιον· κτήνη ἀπεικάζει, χερουβικὴν παράστασιν. Ποιμένες θαυμάζουσι· Μάγοι δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσι· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ἐν ἀνθρώποις γὰρ εὐδόκησεν ἀναλλοιώτως ὁ Ἐμμανουήλ.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).

Δικαίων ψυχαί ἐν χειρί Θεοῦ καὶ οὐ μή  ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γάρ ἐν ὄψει ἀνθρώπων ἐάν κολασθῶσιν, ἡ ἐλπίς αὐτῶν ἀθανασίας πλήρης. Καί ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεός ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτούς ἀξίους Ἑαυτοῦ· ὡς χρυσόν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καί ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοί ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπή ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).

Δίκαιοι εἰς τόν  αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρά Ὑψίστου. Διά τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρός Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τόν  ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν  κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δέ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκ-πολεμήσει δέ Αὐτῷ ὁ κόσμος ἐπὶ τούς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπό εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπόν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι· ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοί δέ  συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε· μάθετε δικασταί περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ  οἱ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρά Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρά Ὑψίστου.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ΄ 7-15).

Δίκαιος, ἐάν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γάρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδέ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιά δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξύ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μή κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχήν αὐτοῦ· βασκανία γάρ φαυλότητος ἀμαυροῖ τά καλά καὶ ῥεμβασμός ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθείς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστή γάρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διά τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δέ λαοί ἰδόντες καὶ μή νοήσαντες, μηδέ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπή ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἦχος α’.

Δεῦτε σήμερον πιστοί, εὐφρανθῶμεν ἐνθέως, καὶ πανηγυρίσωμεν, ἐπὶ τῇ θείᾳ μνήμῃ, Χρυσοστόμου τοῦ μάκαρος· ἐπεφάνη γὰρ χαρμόσυνος, τοῖς πᾶσιν αἰδέσιμος, τῇ δόξῃ ἀπαστράπτουσα, τοῦ Γενεθλίων τοῦ Σωτῆρος Χριστοῦ· διὸ συμφώνως εἴπωμεν· Θεράπων Θεοῦ, καὶ δοῦλε γνήσιε, ὁ ἐν τῷ ἀμπελῶνι αὐτοῦ, ἀπὸ τῆς πρώτης ὥρας, φιλοπόνως ἐργασάμενος, ὁ τῶν μισθὸν ἐπάξιον, τῶν ἱδρώτων κομισάμενος, καὶ τιμῆς ἀξιωθείς, τῇ δεσποτικῇ εὐκταίᾳ φωνῇ, πρέσβευε ὑπὲρ ἡμῶν, ἵνα ῥυσθῶμεν διὰ σοῦ ,ἐξ ἐχθρῶν ἀπειλῆς, καὶ πειρασμῶν καὶ θλίψεων.

 

 

Ἦχος β’.

Χαῖρε καὶ εὐφραίνου, Χρυσόστομε Πάτερ Ὅσιε· ἀποστολικὴν γὰρ πορείαν, ἐν Ἁφρικῇ ἀναλαβών, πλείστους τόπους καὶ χώρας, ὡς ἀετὸς ὑπόπτερος διέδραμες, καί εὐαγγελιστοῦ ἔργον ἐποίησας, τῇ θεοφθόγγῳ σου διδαχῇ, τὰ ἔργα τῆς εὐποιΐας συνάπτων, τῷ πλούτῳ τῆς πρὸς τὸν πέλας ἀγάπης· τὴν θείαν γὰρ ἐντολήν, τὴν εἰς τὰ ἔθνη πορευθέντες φάσκουσαν, προθύμως ἐπλήρωσας, ἀσθένειαν σαρκὸς ὑπεριδών, καὶ καταφρονήσας κινδύνων, καὶ πόνων καὶ θλίψεων. Ἀλλ’ ὡς ἐν οὐρανοῖς, τὴν ἀνάπαυσιν κτησάμενος, καὶ μετέχων ἐκλεκτῶν τῆς πανηγύρεως, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν μνήμην σου.

 

Ἄνθρωπε Θεοῦ, καὶ θεράπον πιστότατε, Χρυσόστομε παμμακάριστε, Ἑλλάδος ἐξορμώμενος, καὶ ἐν Ἀφρικῇ ἀφικόμενος, ὡς ὁ Παῦλος ὁ μέγας, ὑπερβαλλόντως ἐκοπίασας, ἵνα κερδήσῃς ἀνθρώπους, ἐν σκότει πλάνης καθημένους, καὶ Χριστῷ προσαγάγῃς, τῷ δι’ ἡμᾶς σαρκωθέντι, ἐκ Παρθένου Μητρός· πᾶσι τε πάντα ἐγένου, τὰς ἀσθενείας τῆς σαρκός, εἰς οὐδὲν λογισάμενος, καί τῇ ὑπομονῇ σου ἐδρέψω, πολλαπλασίονας τοὺς καρπούς, τῶν ὑπὲρ φύσιν ἀγώνων σου. Ὅθεν ἐν Παραδείσου αὐλαῖς, τανῦν εὐφραινόμενος, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ὑμνολογούντων σε.

 

Ἦχος δʹ.

Ὅσιε Πάτερ, Χρυσόστομε μακάριε, Βασιλιτσίου ὁ βλαστός, καὶ Μεσσηνίας τὸ καύχημα, ὁ μέγας φωστὴρ καὶ φαεινός, ὁ ἐξ Ἑλλάδος ἀνατείλας, καὶ μυστικῇ ἀνατολῇ, Εὐαγγελίου τοῦ κηρύγματος, ἐν Ἀφρικῇ διαυγάσας, τὸν φωτισμὸν τῆς πίστεως, ὡς τῷ μεγάλῳ φωτί, τῶν ἐν Τριάδι Θεῷ, ἐν οὐρανοῖς νῦν παρεστώς, πρέσβευε ἐκτενῶς, φωτισθῆναι καὶ σωθῆναι, τὰς ψυχὰς ἡμῶν.

 

Ὅσιε Πάτερ, ὑπὲρ τῆς σωτηρίας τῶν πολλῶν, τῆς εὐσεβείας ἐπὶ τῆς γῆς, διαθλήσας τὸ στάδιον, καὶ τὸν στέφανον τῆς ζωῆς, ζωαρχικῇ δεξιᾷ κομισάμενος, ἐν οὐρανοῖς χοροβατεῖς, σὺν πᾶσι τοῖς ἀπ᾿ αἰῶνος ἐκλεκτοῖς, τὴν κατὰ χάριν θέωσιν, ἄῤῥητον ὑφιστάμενος, καὶ πρεσβεύων ὑπὲρ ἡμῶν, τῷ πανοικτίρμονι Θεῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Δόξα.

 

Ἦχος πλ. α’.

Μάγοι Περσῶν Βασιλεῖς, τῷ ἐν Βηθλεὲμ τεχθέντι Χριστῷ, τίμια δῶρα προσεκόμισαν, χρυσὸν καὶ λίβανον καὶ σμύρναν· σὺ δ᾿ αὐτοὺς μιμησάμενος, διὰ πίστεως ἀκραιφνοῦς, αὐτῷ ἐδωροφόρησας, ψυχὰς ἀνθρώπων, σεσωσμένων τοῖς λόγοις, σὺν ταῖς εὐποιΐαις σου, Χρυσόστομε πανεύφημε· ἀποστολικὴν γὰρ πορείαν, ἐν δυνάμει χάριτος ἐποίησας, καὶ ἔθνη ἐμαθήτευσας, καὶ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἐκφάντωρ ἐπεφάνης, τοῖς ἐν Ἀφρικῇ καθημένοις, ἐν θανάτου χώρᾳ καὶ σκιᾷ· ὅθεν ὡς τόν δρόμον τελέσας, καὶ τήν πίστην τηρήσας, καθὼς ὁ Παῦλος ἔγραψε, δικαιοσύνης τὸν στέφανον ἐκομίσω, θεαρχικῇ δεξιᾷ, καὶ συνήφθης Ἀποστόλων τῷ χορῷ, μεθ’ ὧν ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Ἰωάννου Μοναχοῦ.

Μάγοι Περσῶν Βασιλεῖς, ἐπιγνόντες σαφῶς, τὸν ἐπὶ γῆς τεχθέντα, Βασιλέα οὐράνιον, ὑπὸ λαμπροῦ ἀστέρος ἑλκόμενοι, ἔφθασαν ἐν Βηθλεέμ, δῶρα προσφέροντες ἔγκριτα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, καὶ πεσόντες προσεκύνησαν· εἶδον γὰρ ἐν τῷ Σπηλαίῳ, βρέφος κείμενον τὸν Ἄχρονον.

 

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, προσόμοια. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε προσκυνήσωμεν Χριστῷ, τῷ ἐν τῷ σπηλαίῳ τεχθέντι, ἐξ ἀπειράνδρου Μητρός, μνήμην τὴν πανίερον, εὐφήμως ἄγοντες, Χρυσοστόμου τοῦ μάκαρος, τοῦ Εὐαγγελίου, στόμα χρηματίσαντος, καὶ αὐτῷ εἴπωμεν· Πρέσβευε θερμῶς ὑπὲρ πάντων, τῶν ἐξαιτουμένων ἐν βίου, ταῖς ἀνάγκαις ῥύστην σε καὶ σύμμαχον.

 

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Δῶρον προσενήνοχας Χριστῷ, τῷ σπαργανωθέντι ἐν φάτνῃ, τῇ τῶν ἀλόγων Θεῷ, βίου τῆς ἀσκήσεως, τὰ κατορθώματα, τοὺς ἀγῶνας Χρυσόστομε, τοὺς κόπους καὶ πόνους, ὑπὲρ τοῦ κηρύγματος, οὓς ἐκοπίασας. Ὅθεν ὡς ἀντίδωρον ἔχων, δόξαν τὴν ἀθάνατον πάντων, τῶν ἀνευφημούντων σε μνημόνευε.

 

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Πόθῳ τιτρωσκόμενος Χριστοῦ, τοῦ Δαυῒδ ἐν πόλει τεχθέντος, εἰς σωτηρίαν ἡμῶν, πρὸς τὰ ἔθνη ἔδραμες, σπουδῇ Χρυσόστομε, καὶ ὡς ἄλλος Ἀπόστολος, τοῦ Εὐαγγελίου, πλείστοις ἐχρημάτισας, μύστης οὐράνιος. Ὅθεν νῦν τὸν κλῆρόν σου ἔχων, σὺν τοῖς ἀπ᾿ αἰῶνος Ἁγίοις, τῶν μακαριζόντων σε προστάτευε.

 

Δόξα. Ἦχος πλ. δ’.

Δεῦτε πιστοί, θεοφρόνως ἑορτάσωμεν, τὴν εὐφραίνουσαν σήμερον, τῆς Ἐκκλησίας τὸ πλήρωμα, σεβασμίαν μνήμην, Χρυσοστόμου τοῦ μάκαρος· τοῦ δι’ ἀγώνων ἀρετῆς, τὸ Πανάγιον Πνεῦμα, ἔνδον λαλοῦν λαβόντος· τοῦ τῷ φωτὶ τῆς διδαχῆς, τῆς Ἀφρικῆς ἐν ταῖς φυλαῖς, τῶν ἡλιακῶν ἀκτίνων, λαμπρότερον ἀνατείλαντος, καὶ Ἀποστόλων μιμητήν, τοῖς πράγμασιν ἀναδειχθέντος· Χριστῷ γὰρ παριστάμενος, πρεσβεύει ἐκτενῶς, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Κύριε, ἐν Βηθλεὲμ παραγέγονας, ἐν τῷ Σπηλαίῳ παρῴκησας· ὁ οὐρανὸν τὸν θρόνον ἔχων, ἐν φάτνῃ ἀνεκλίθης· ὃν στρατιαὶ κυκλοῦσιν Ἀγγέλων, Ποιμέσι συγκατέβης, ἵνα σώσῃς ὡς εὔσπλαγχνος τὸ γένος ἡμῶν δόξα σοι.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος αʹ. Τοῦ λίθου σφραγισθέντος.

Ὁσίως ἱερεύσας, Θεῷ τῷ ἐν Τριάδι, καὶ ἐν Ἀφρικῇ καταγγείλας, τῆς πίστεως τὸν λόγον, μετέστης πρὸς κρείττονα ζωήν, καὶ ἔλαβες τῶν πόνων τὸν μισθόν, ὡς ὁ Κύριος ὑπέσχου εἰς ἑκατόν, Χρυσόστομε θεοφόρε. Ὅθεν ἀεὶ ἱκέτευε αὐτόν, ὡς εὔσπλαγχνος δωρήσασθαι, ἔλεος καὶ εἰρήνην τοῖς πιστῶς, ἀνευφημοῦσί σε.

Δόξα. Ἕτερον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Θεὸν ἐθεράπευσας, τῇ ἐν ἀσκήσει ζωῇ, αὐτῷ ἐλειτούργησας, ἐν ἀκακίᾳ ψυχῆς, θεόφρον Χρυσόστομε· ἔδραμες πρὸς τὰ ἔθνη, ὡς Ἀπόστολος ἄλλος· χάριτι ἐδοξάσθης, εὐσεβείας ὁ μύστης· ταῖς σαῖς οὖν ἡμᾶς πρεσβείαις, σκέπε καὶ φύλαττε.

Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός.

Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν· Κύριε δόξα σοι.

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.

Δεῦτε φιλέορτοι, ἐπιτελέσωμεν, ψαλμοῖς καὶ ᾄσμασι, πανηγυρίζοντες, τὴν ἑορτὴν τὴν ἱεράν, τοῦ μάκαρος Χρυσοστόμου, τοῦ ἀκολουθήσαντος, Ἀποστόλων τοῖς ἴχνεσι, καὶ ψυχὰς φωτίσαντος, τῷ φωτὶ τοῦ κηρύγματος, αὐτῷ χαῖρε βοῶντες ἐκ πόθου, ἄνερ Θεοῦ ἡγιασμένε.

Δόξα. Ὅμοιον.

Τῇ καθαρότητι, τῆς πολιτείας σου, λαβὼν τοῦ Πνεύματος, χάριν τὴν ἄφθονον, ἐν Ἀφρικῇ ζήλῳ θερμῷ, ἐκήρυξας τὸν Σωτῆρα, φυτοκόμος ἄριστος, εὐσεβείας καὶ πίστεως, ἐν αὐτῇ γενόμενος, θεοφόρε Χρυσόστομε· διὸ οἱ εὐσεβεῖς σε τιμῶμεν, μνήμην τὴν σὴν ἐπιτελοῦντες.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.

Θαῦμα παράδοξον, γέγονε σήμερον· ὁ γὰρ Σωτὴρ ἡμῶν, ἐν τῷ Σπηλαίῳ σαρκί, ὤφθη ἐκ Παρθένου δι’ ἡμᾶς, καθὼς αὐτὸς ἐπίσταται· Μάγοι μετὰ δώρων δέ, ὡς Βασιλεῖ προσεκύνησαν· Ποιμένες μετ’ Ἀγγέλων τε, ἐδοξολόγουν αὐτόν· μεθ’ ὧν καὶ ἡμεῖς βοῶμεν αὐτῷ· Δόξα τῷ δι’ ἡμᾶς ἐνανθρωπήσαντι.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.

Παιδιόθεν τὸν Χριστόν, ὡς ἀγαπήσας μανικῶς, ἐθεράπευσας αὐτόν, ταῖς ἀρεταῖς σου εὐσεβῶς, ἐν ἀπαρνήσει Χρυσόστομε τῶν γηΐνων· τούτου δὲ τρανῶς, τὸ σωτήριον, ἐν τῇ Ἀφρικῇ, ἀνεκήρυξας, πνευματικῷ φρονήματι ἐν πόνοις, ἐγκαρτερήσας καὶ θλίψεσιν. Θεὸν οὖν αἴτει, ἔλεος δοῦναι, τοῖς σὲ ὕμνοις τιμῶσιν.

Δόξα. Ὅμοιον.

Τῶν ἀνθρώπων ἐν φρεσί, φυτεύσας γνῶσιν θεϊκήν, θεοφθόγγῳ σου φωνῇ, καὶ θεοπνεύστῳ διδαχῇ, ἐξ ἀγνωσίας ἐλύτρωσας ἀσεβείας, τούτους ἀληθῶς, καὶ προσήγαγες, δῶρον τῷ Χριστῷ, ἀξιόθεον, καὶ παρ᾿ αὐτοῦ ἀντίδωρον ἐκτήσω, ζωῆς τὴν χάριν Χρυσόστομε. Διό δυσώπει, Θεὸν δοθῆναι, χάριν τοῖς σὲ ὑμνοῦσιν.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.

Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρὶ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς οἶδεν, ὡς ἠθέλησε, καὶ ὡς ηὐδόκησεν· ἄσαρκος γὰρ ὤν, ἐσαρκώθη ἑκών· καὶ γέγονεν ὁ Ὢν, ὃ οὐκ ἦν δι’ ἡμᾶς· καὶ μὴ ἐκστὰς τῆς φύσεως μετέσχε, τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Θεῷ ἀνακείμενος, τῇ καθαρᾷ σου ζωῇ, αὐτοῦ τὸ σωτήριον, τοῖς ἀφωτίστοις λαοῖς, ἐκήρυξας Ὅσιε· ὤφθης τῶν Ἀποστόλων, μιμητὴς θεοφόρος, μέτοχος ἀνεδείχθης, τῆς αὐτῶν θείας δόξης, Χρυσόστομε μεθ’ ὧν αἴτει, ἡμῖν τὰ σωτήρια.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.

Ἐνθέως εὐφραίνεται ἡ κτίσις σήμερον· Χριστὸς γὰρ ὁ Κύριος, Πατρὸς ἀνάρχου Υἱός, ἐκ Κόρης γεννᾶται Ἁγνῆς· ἅπαν τὸ τῶν ἀνθρώπων, γένος ἀθανατίζων, λύων τε τὴν κατάραν, τῆς προμήτορος Εὔας. Διὸ εὐχαριστοῦντες αὐτῷ, ἐν ὕμνοις δοξάσωμεν.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον, ζήτει τῇ ιζʹ Ἰανουαρίου.

Ὁ Ν’.

Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β’. Στίχ. Ἐλέησόν με, ὁ Θεός...

Ὅσιε Πάτερ Χρυσόστομε, τῇ ἐγκρατείᾳ τῆς σαρκός, προθανατώσας σκιρτήματα, τὴν χάριν ὑπεδέξω, τοῦ Παρακλήτου Πνεύματος· ἐν τῇ δυνάμει δὲ αὐτοῦ, Εὐαγγελίου τοῦ λόγου, τοῖς ἐγγὺς καὶ τοῖς μακράν, ἱερουργὸς διὰ βίου χρηματίσας, τὴν ἀγαθὴν καρποφορίαν, τῆς αἰωνίου ζωῆς ἀνεβλάστησας, καὶ Χριστῷ παρέστης, τῶν Ἀποστόλων συνόμιλος γενόμενος· μεθ’ ὧν πρέσβευε Ἅγιε, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

Εἶτα οἱ Κανόνες· ὁ Κανὼν τῆς Ἑορτῆς μετὰ τῶν Εἰρμῶν εἰς στʹ καὶ ὁ Κανὼν τοῦ Ὁσίου, ὁμοίως εἰς στ’, ἔχων Ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις καί τῇ θʹ ᾠδῂ ἀντιστρόφως τήνδε· Κυρίλλου Ῥόδου.

ᾨδὴ α΄. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.

Φωταγωγίᾳ μυστικῇ λαμπόμενος, τοῦ τρισηλίου φωτός, φωτιστικῇ αἴγλῃ, τῆς σεπτῆς σου χάριτος, δεῦρο τὸ σκότος φώτισον, τοῦ ἀθλίου νοός μου, ὡς ἂν ἀξίως Χρυσόστομε, ὕμνοις καὶ ᾠδαῖς εὐφημήσω σε.

Ἀπὸ σπαργάνων βρεφικῶν ἐπόθησας, τὸν ἐπὶ πάντων Θεόν, καὶ δι᾿ αὐτὸν πάντα, τὰ ἐν κόσμῳ ἔλιπες, καὶ τῶν Ἀγγέλων ἔζησας, τὴν ζωὴν μεθ’ ὧν ἔχεις, τανῦν θεόφρον Χρυσόστομε, ἐν τοῖς οὐρανοῖς τὸ πολίτευμα.

Ὅλον τὸν νοῦν σου πρὸς Χριστὸν ἀνύψωσας, δι’ ἐναρέτου ζωῆς, καὶ κοσμικῆς τύρβης, δραπετεύων ἔφθασας, πρὸς ὕψος θείας γνώσεως, δι’ ἧς μέγας ἐφάνης, ἡγιασμένε Χρυσόστομε, ἥλιος τῆς γῆς ἐν τοῖς πέρασιν.

Ἐν τῇ ἀσκήσει τῆς σαρκὸς τὸ φρόνημα, ἀπονεκρώσας σαφῶς, τὴν θεϊκὴν χάριν, ἐν καρδίᾳ ἔνοικον, ἐκτήσω Πάτερ Ὅσιε, καὶ αὐτῆς τῇ δυνάμει, τὸν κόσμον πάντα ἐνίκησας, καὶ τὸν πονηρὸν κοσμοκράτορα.

Τῆς Μεσσηνίας ἐν τῇ γῇ Χρυσόστομε, δένδρον καθάπερ καλόν, καὶ εὐθαλὲς ἔφυς· ἐν καιρῷ δ’ ἐξήνεγκας, καρποφορίαν κρείττονα, Ἀφρικῆς ἐν ταῖς χώραις, δι’ ἧς ἀνθρώπους ἐξέθρεψας, πλάνης ἐν λιμῷ ὄντας πρότερον.

Θεοτοκίον.

Ὑμνολογοῦμεν οἱ πιστοὶ τὸν τόκον σου, δι᾿ οὗ ἐλύθη ἀρᾶς, προγονικῆς σκότος, Θεοτόκε Ἄχραντε, καὶ εὐσεβῶς σοι λέγομεν· Μετανοίας ὁδήγει, πρὸς τὴν ἡμέραν τοὺς δούλους σου, ᾆσμα τῷ Θεῷ ἀναμέλποντας.

 

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.

Ὡς τῶν προσύλων καθαρθείς, ἀσκητικῇ ἐπιστήμῃ, καθαρὰς ἱερουργίας προσῆξας, εὐπροσδέκτους τε Θεῷ, τῷ θαυμαστόν σε δείξαντι, ζῶντα καὶ μετὰ πότμον, Ὅσιε Πάτερ Χρυσόστομε.

Κατευθυνθεῖσαι πρὸς Θεόν, ἀπὸ τῆς γῆς αἱ ὁδοί σου, τὰς ὁδοὺς τῆς σωτηρίας εὐθεῖας, ἀπειργάσαντο πολλοῖς, ἐν ἀπιστίας ὄρεσι, τοῖς περιπλανωμένοις, πρότερον Πάτερ Χρυσόστομε.

Τὸ ἀσθενές σου τῆς σαρκός, κραταιωθεὶς δυναστείᾳ, τοῦ Χριστοῦ καὶ θριαμβεύσας τῆς πλάνης, τὴν ψυχόλεθρον ἰσχύν, ἐλευθερίας πρόξενος, τοῖς ἐν δουλείᾳ ὤφθης, τῆς ἀπιστίας Χρυσόστομε.

Βασιλιτσίου ἐπὶ σοί, ἡ σὴ μητρὶς κώμη χαίρει, καὶ τιμᾶ τὰ σπάργανά σου βοῶσα· Χαῖρε τέκνον μου καλόν· σῆς προστασίας πάρεχε, τῇ τῷ λαῷ μου χάριν· σοῦ γὰρ οἰκεῖος Χρυσόστομε.

Συναγελάζων τοῖς χοροῖς, ἐν οὐρανοῖς τῶν Ὁσίων, καὶ τρυφῶν τῶν Ἀποστόλων τῆς δόξης, σὺν αὐτοῖς ὑπὲρ ἡμῶν, Θεῷ ἀπαύστως πρέσβευε, ἵνα ῥυσθῶμεν πάσης, θλίψεως βίου Χρυσόστομε.

Θεοτοκίον.

Ὄρος έδείχθης τοῦ Θεοῦ, ἄνευ χειρὸς ἐξ οὗ λίθος, Ἀγαθή Θεοκυῆτορ ἐτμήθη, καὶ συνέτριψεν ἐχθροῦ, τὴν δυναστείαν· ὅθεν σε, κόσμου καὶ τῶν ἀνθρώπων, ὡς εὐεργέτιδα δοξάζομεν.

 

Κάθισμα. Ἦχος πλ. δ’. Ἀνέστης ἐκ νεκρῶν.

Τοῦ κόσμου ἀποστάς, τῷ Χριστῷ ἐκολλήθης, ἐδούλευσας αὐτῷ, ἀπὸ παιδὸς ἐν φόβῳ· ἔμψυχον Μοναζόντων, καὶ Ἱερέων ὤφθης παράδειγμα· στέφανον ἐκομίσω, δικαιοσύνης Πάτερ Χρυσόστομε· διὸ πρεσβείαν ποίει ἐκτενῶς, σωθῆναι ἡμᾶς πάντας.

Δόξα. Ὅμοιον.

Χρυσίον τιμαλφές, σεαυτὸν φερωνύμως, ἀνέδειξας σοφέ, ταῖς ἀρεταῖς τοῦ βίου· ὅθεν σε ἐν ταμείοις, τοῖς οὐρανίοις ἀπεθησαύρισε, Κύριος ὁ τῆς δόξης, ὃν ἐκδυσώπει θερμῶς Χρυσόστομε, ἐλεηθῆναι πάντας τοὺς τὴν σήν, τελοῦντας θείαν μνήμην.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.

Παράδοξον πιστοί, τὸ μυστήριον τοῦτο! Θεὸς ἐκ γυναικός, ἐγεννήθη ὡς οἶδε· τάγματα τῶν Ἀγγέλων, καταπλαγέντα τῇ καταβάσει αὐτοῦ, κράζουσιν ἀνυμνοῦντα· Ὅτι ἐτέχθη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἀρνησάμενος ἅπασαν, κοσμικὴν προσπάθειαν διὰ πίστεως, ἀγγελότροπον Χρυσόστομε, ἐπὶ γῆς τὸν βίον ἐξετέλεσας.

Ἀναβάσεσι κρείττοσιν, ἀρετῶν ἐθέωσας τὴν καρδίαν σου, καὶ θεόπνευστον Χρυσόστομε, εύσεβείας στόμα ἀναδέδειξαι.

Βεβαιούμενος χάριτι, πρὸς τὰ ἔθνη ἔδραμες καὶ ἐξέφηνας, παμμακάριστε Χρυσόστομε, τῆς θεοσεβείας τὴν εὐπρέπειαν.

Βηματίζοντες ἄριστα, οἱ ὡραῖοι πόδες σου δρόμον πίστεως, ἐπιγνώσεως Χρυσόστομε, θείας τὰς εἰσόδους πλείστοις ἔδειξαν.

Ἡ θεόσδοτος χάρις σου, σκεπασάτω Ἅγιε τοὺς γεραίροντας, τῶν Ὁσίων σε ὡς σύσκηνον, καὶ τῶν Ἀποστόλων ἰσοστάσιον.

Θεοτοκίον.

Δι’ ἀμέτρησον ἔλεος, ἐκ σοῦ ἐνηνθρώπησεν ὁ Φιλάνθρωπος, καὶ τὸν ἄνθρωπον ἐλύτρωσεν, ἐκ τῆς ἀρχεγόνου παραβάσεως.

 

ᾨδὴ ε΄. Ἵνα τὶ με ἀπώσω.

Ἔχων ἄνω τὸ ὄμμα, τὸ τῆς διανοίας σου, καὶ φανταζόμενος, ἀθεάτων κάλλος, τὸ ἀνέκφραστον Πάτερ Χρυσόστομε, τῆς ματαίας κόσμου, ἀναστροφῆς ἔξω ἐγένου, καὶ τὸν βίον ἰσάγγελον ἔδειξας.

Νόμοις θείοις ῥυθμίσας, τὸν νοῦν ὡς θεόσοφος, ἀπὸ νεότητος, τῆς δικαιοσύνης, ἐπερίσσευσας ἔργοις Χρυσόστομε, καὶ κατηξιώθης, τῶν ἀγαθῶν τῶν οὐρανίων, μετουσίας τῆς κρείττονος Ὅσιε.

Ζήλου θείου ὡς πλήρης, καλὴν τὴν πορείαν σου, ἐν γῇ ἐποίησας, καὶ ψυχὰς ἀνθρώπων, μετεσκεύασας Πάτερ Χρυσόστομε· σὺ γὰρ ἐξηρεύξω, τῆς διδαχῆς Χριστοῦ τὸν λόγον, ἐξ ἁγίου σου στόματος ἄφθονον.

Τόποις ἐν διαφόροις, πιστῶν τῷ πληρώματι, σοφὲ Χρυσόστομε, ὡς διακονήσας, τοῖς ἐνθέοις σου λόγοις καὶ πράξεσι, τῆς φωνῆς Κυρίου, τὸ εὖ πιστὲ δοῦλε λεγούσης, ὥσπερ ἔδει αὐτήκοος γέγονας.

Δεῦρο πλούτῳ ἀγάπης, θερμῶς ἐπισκόπησον, ἐλθέ ἐπίσκεψαι, τοὺς ἐπιτελοῦντας, τὴν ἁγίαν σου μνήμην Χρυσόστομε, καὶ ἡμῶν τὰς νόσους, τὰς τῶν ψυχῶν καὶ τῶν σωμάτων, τῇ βοτάνῃ σῆς χάριτος ἴασαι.

Θεοτοκίον.

Ὄρος μέγα ὡράθης, δασὺ καὶ κατάσκιον, Ἁγνὴ Θεόνυμφε, Ἀββακοὺμ τῷ θείῳ· ὑπὲρ λόγον γὰρ σάρκα ἐδάνεισας, τοῦ Πατρὸς τῷ Λόγῳ, τὸν ἐξ ἀρᾶς τοῦ Πρωτοπλάστου, φιλανθρώπως τὸν ἄνθρωπον σώσαντα.

 

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.

Ἠγάπησας, τὸν Θεὸν ἐξ ὅλης σου, τῆς ψυχῆς καὶ τῆς καρδίας παμμάκαρ, καὶ δι᾿ αὐτόν, τὸν πλησίον ὁμοίως, ὑπὲρ οὗ δρόμους καὶ πόνους ὑπέμεινας, θεόληπτος ὡς ζηλωτής, τῶν σεπτῶν Ἀποστόλων Χρυσόστομε.

Αὐθαίρετον, τῷ Θεῷ προσήγαγες, ἑαυτὸν ἐθελουσίως θυσίαν, ἀσκητικῆς, πολιτείας ἀγῶσι, ἱερωσύνης ἀμέμπτου χαρίσμασι, καὶ κόποις ἀποστολικοῖς, Ἀφρικῆς ἐν ταῖς χώραις Χρυσόστομε.

Ἐνάρκησας, οὐδαμῶς κηρύγματος, Ἀφρικῆς ἐν τῇ ἡπείρῳ τοῖς δρόμοις, ἀλλὰ ψυχῆς προθυμίᾳ τοῖς πᾶσι, ἐν ἀσθενείαις καὶ πόνοις Χρυσόστομε, ἐκήρυξας τὸν Ἰησοῦν, Λυτρωτὴν καὶ Σωτῆρα καὶ Κύριον.

Ἐπ’ ὤμων σου, τὸν Σταυρὸν ἀράμενος, καὶ Χριστοῦ τοῦ Ζωοδότου κατ’ ἴχνος, καρτερικῶς, διὰ βίου βαδίσας, εἰς τὸν νυμφῶνα τῆς δόξης κατήντησας, θεούμενος ἐν μετοχῇ, τοῦ φωτὸς τοῦ ἀκτίστου Χρυσόστομε.

Τὸν δρόμον σου, ἐπὶ γῆς ἐτέλεσας, ἱερῶς ἐν τῇ Κανάγκᾳ θεόφρον, καὶ ἐν ζωῆς ἐνεγράφη τῇ βίβλῳ, τὸ ὄνομα σου· Θεὸν οὖν ἱκέτευε, λυτρώσασθαι πάντας ἡμᾶς, ἐκ φθορᾶς ἁμαρτίας Χρυσόστομε.

Θεοτοκίον.

Ῥεόντων τε, καὶ φθαρτῶν ἀνύψωσον, τῆς φθορᾶς τῆς χαμαιζήλου τὸν νοῦν μου, πρὸς ἀληθοῦς, μετανοίας τὸ κάλλος, πρὸς σωτηρίας Παρθένε οἰκείωσιν, τὴν δόξαν σου ἵνα ἀεί, ἀνυμνῶ καὶ γεραίρω ὁ ἄθλιος.

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ Ὑπερμάχῳ.

Ὡς τῶν Ὁσίων μιμητὴν θεοειδέστατον, καὶ Ἀποστόλων ζηλωτὴν πνευματοκίνητον, εὐφημοῦμέν σε τὴν μνήμην σου ἐκτελοῦντες· ἐν ὑψίστοις οὖν τῷ Κτίστῃ παριστάμενος, ταῖς πρεσβείαις σου τὴν χάριν αἴτει ἄφθονον, τοῖς βοῶσί σοι· Χαίροις, Πάτερ Χρυσόστομε.

Ὁ Οἶκος.

Ἄγγελος ἀνεδείχθης, σαρκοφόρος ἐν κόσμῳ, Χριστῷ ἀκολουθήσας ὁσίως, καὶ νῦν χοροστασίαις αὐτῶν, ἐν ζωῆς θαλάμοις ὁμιλεῖς ἔνδοξε, ὑπὲρ ἡμῶν δεόμενος, τῶν πόθῳ εὐσεβεῖ βοώντων·

Χαῖρε, τῶν κάτω ὁ ὑπερόπτης·

χαῖρε, τῶν ἄνω ὁ θιασώτης.

Χαῖρε, Μεσσηνίας τὸ τίμιον βλάστημα·

χαῖρε Ἐκκλησίας τὸ μέγιστον καύχημα.

Χαῖρε ἄριστον παράδειγμα, φιλοθέων Μοναστῶν·

χαῖρε ἔνθεον ὑπόδειγμα Πρεσβυτέρων εὐλαβῶν.

Χαῖρε, ὅτι ἐδείχθης κοινωνὸς Ἀποστόλων·

χαῖρε, ὅτι μετέσχες τῆς χαρᾶς τῶν Δικαίων.

Χαῖρε, Χριστὸν κηρύξας τοῖς ἔθνεσι·

χαῖρε, αὐτὸν δοξάσας τοῖς πέρασι.

Χαῖρε, πιστῶν ἱερὸς ποδηγέτης·

χαῖρε, ἡμῶν κραταιὸς παραστάτης.

Χαίροις, Πάτερ Χρυσόστομε.

 

Συναξάριον

Τῇ ΚΘʹ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Χρυσοστόμου, τοῦ ἐν Ἀφρικῇ ἀποστολικῶς διαπρέψαντος.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.

Ζῆλος Χριστοῦ σε ἀναφλέξας, ἀπειργάσατο πυρφόρον πυρπολοῦντα, ἀπιστίας δεινῆς, Χρυσόστομε τὴν ὕλην· διὸ πιστοὶ τιμῶμέν σε, τὸν Θεὸν δοξολογοῦντες.

Κλήσει ἁγία πρὸς τὰ ἔθνη, τὴν πορείαν σου ποιήσας ἐξ Ἑλλάδος, τοῖς ἐν σκότει δεινῷ, Χρυσόστομε τῆς πλάνης, κεκρατημένοις ἔλαμψας, ὡς φωστὴρ ἡγλαϊσμένος.

Λόγου ἀρότρῳ γεωργήσας, ψυχὰς πλείονας τῇ πλάνῃ χερσωθεῖσας, καρποφόρους αὐτάς, Χρυσόστομε παμμάκαρ, τῇ εὐσεβείᾳ ἔδειξας, τοῦ Θεοῦ ἡμῶν εἰς δόξαν.

Ἔχει σὸν τάφον ἡ Κανάγκα, ἁγιάσματος ὡς κρήνην ζωηφόρον, ἐξ οὗ βλύζει ἀεί, σῆς χάριτος τὸ ὕδωρ, εἰς θείαν περιποίησιν, τῶν ψυχῶν τῶν προσιόντων.

Λόγου δυνάμει καὶ ἀγάπης, ἐπιδείξεσι τὴν πίστην ὁ κηρύξας, ἐν τῇ πέτρᾳ αὐτῆς, Χρυσόστομε παμμάκαρ, τῇ χάριτί σου στήριζε, τὸν λαὸν τῶν Ὀρθοδόξων.

Θεοτοκίον.

Ὕλης ῥεούσης τοὺς συνδέσμους, ῥῆξον ἅπαντας καὶ σύνδησον ἀῤῥήκτως, τοῦ ἀφράστως ἐκ σοῦ, τεχθέντος τῇ ἀγάπῃ, τῇ μητρικῇ σου χάριτι, Μαριὰμ τοὺς σὲ ὑμνοῦντας.

 

ᾨδὴ η΄. Οἱ θεοῤῥήμονες Παῖδες.

Ἡ θεολόγος σου γλῶσσα, καθάπερ πλῆκτρον, Πάτερ σοφὲ κρουομένη, ἀνθρώπους ψάλλειν ἐκίνησεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Προγυμνασάμενος πόνοις τῆς εὐσεβείας, σαυτὸν αὐτῆς ἀνεδείχθης, ἱεροκῆρυξ Χρυσόστομε· διὰ τοῦτο ἐδέξω, θεόθεν τὸν στέφανον.

Χρυσοειδέσι σου φθόγγοις, ἐπιχρυσώσας, πολλῶν ψυχάς ὡς χρυσίον, ἐν τοῖς ταμείοις Χρυσόστομε, βασιλείας τῆς ἄνω, Χριστός σε ἀπέθετο.

Χαίροις Χρυσόστομε Πάτερ ἡγιασμένε, ἐν Ἀφρικῇ ὁ τῆς νίκης, μέγιστον στήσας τὸ τρόπαιον, ὡς δαιμόνων τῆς πλάνης, αἰσχύνας τὴν ἔπαρσιν.

Ὁ ἐνθεώτατος κόσμος, τῆς Ἐκκλησίας, καὶ θαυμαστὸς φυτοκόμος, τῆς ἀληθείας Χρυσόστομε, ἡμᾶς σκέπε εὐχαῖς σου, ἐν βίῳ καὶ φύλαττε.

Θεοτοκίον.

Οἱ θεοῤῥήμονες Παῖδες ἐν τῇ καμίνῳ, τόκον τὸν σὸν προτυποῦντες, Θεὸν ηὐλόγουν Πανάχραντε· ὃν δυσώπει σωθῆναι, τοὺς πίστει ὑμνοῦντάς σε.

 

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.

Λαός σε Ὁρθοδόξων ἀνευφημεῖ, εὐλαβῶς θεομάκαρ Χρυσόστομε, χαίροις βοῶν, θείων Ἀποστόλων ὁ μιμητής, καὶ θεοκῆρυξ ὅσιος, τῆς Ὀρθοδοξίας ἐν Ἀφρικῇ· Θεὸν οὖν ἱκετεύων, μὴ παύσῃ τοῦ φυλάττειν, τὴν Ἐκκλησίαν εἰρηνεύουσαν.

Λογίων τοῦ Κυρίου ἐπὶ τῆς γῆς, πληρωτὴς διὰ βίου Χρυσόστομε, ἀναδειχθείς, ἔχεις ἐν ὑψίστοις εἰς ἑκατόν, τὰ τῶν ἀγώνων ἔπαθλα, καὶ συμβασιλεύεις τανῦν αὐτῷ· ὃν Πάτερ ἐκδυσώπει, ῥυσθῆναι τῆς γεέννης, πυρὸς ἀστέκτου τοὺς ὑμνοῦντάς σε.

Ἰδού σε εὐφημοῦμεν χαρμονικῶς, σὴν φαιδρὰν ἐκτελοῦντες πανήγυριν· σὺ γὰρ τὸν σόν, πόθον κεκτημένος πρὸς τὸν Θεόν, ταῖς διδαχαῖς σου ἔκγονα, τοῦ φωτὸς εἰργάσω ἐν Ἀφρικῇ, ἀνθρώπων μέγα πλῆθος, Χρυσόστομε τρισμάκαρ, ὡς χριστοκῆρυξ πνευματέμφορος.

Ῥημάτων θεοφθόγγων τῆς διδαχῆς, ἐκ σεπτῶν ἐκπηγάσας χειλέων σου, τοὺς ποταμούς, τὰς ἐξηραμένας πρώην ψυχάς, τῇ ἀπιστίᾳ ἤρδευσας, πρὸς καρποφορίαν πνευματικήν· διό σε εὐφημοῦμεν, Χρυσόστομε θεόφρον, καὶ τὴν Τριάδα μεγαλύνομεν.

Ὑμνοῦμεν τοὺς ἀγῶνας τοὺς ὑπὲρ νοῦν, οὓς Χριστοῦ τῇ ἀγάπῃ διήθλησας· σὺ δὲ αὐτῷ, χεῖρας ἱκεσίας ὑπὲρ ἡμῶν, ὑψοῦ ἀπαύστως Ἅγιε, ἵνα λυτρωθῶμεν ἐκ πειρασμῶν, καὶ πάσης ἐπηρείας, Χρυσόστομε παμμάκαρ, τοῦ μισανθρώπου πολεμήτορος.

Θεοτοκίον.

Κυρία ἀνεδείχθης καὶ βασιλίς, ἀληθῶς Θεοτόκε τῆς κτίσεως, τόκῳ τῷ σῷ· σὺ γὰρ τῶν αἰώνων παρθενικῶς, τὸν Βασιλέα ἔτεκες, δι’ ἡμᾶς λαβόντα τὸ καθ᾿ ἡμᾶς· αὐτὸν οὖν μητρικῇ σου, δυσώπει εὐσπλαγχνίᾳ, τοῦ εἰρηνεῦσαι, κόσμον ἅπαντα.

 

Ἐξαποστειλάριον.  Γυναῖκες ἀκουτίσθητε.

Φυλάξας ἐν τῷ βίῳ σου, Θεοῦ τὰ δικαιώματα, καὶ Ἀποστόλων τὸν θεῖον, ἐπιδειξάμενος ζῆλον, δικαιοσύνης στέφανον, ἐκομίσω Χρυσόστομε· πρέσβευε οὖν δεόμεθα, ἐν παῥῤησίᾳ ἀπαύστως, ὑπὲρ εἰρήνης τοῦ κόσμου.

Τῆς Ἑορτῆς. Ὅμοιον.

Ὁ ὢν σὺν τῷ Γεννήτορι, Θεὸς ἀεὶ προάναρχος, ἐκ Πνεύματος νῦν Ἁγίου, ἐν Βηθλεὲμ ἀποῤῥήτως, ἐκ σοῦ Παρθένε τίκτεται, ὑπὸ τὸ θεῖον σπήλαιον· ἐν φάτνῃ τῶν ἀλόγων δέ, σπαργανωθεὶς ἀνεκλίθη, λύων σειράς μου πταισμάτων.

 

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἦχος πλ. δʹ. ῍Ω τοῦ παραδόξου.

 Δεῦτε φιλεόρτων τάγματα, ἐν κατανύξει ψυχῆς, τὴν ἁγίαν πανήγυριν, Χρυσοστόμου σήμερον, τοῦ Ὁσίου τελέσωμεν, χαίροις κραυγάζοντες, Πάτερ τίμιε, Εὐαγγελίου, ἐργάτα ἄριστε· αἴτει οὖν πάντοτε, τῶν πταισμάτων ἄφεσιν πᾶσιν ἡμῖν, θείαις σου δεήσεσι, πρὸς τὸν Φιλάνθρωπον.

 

Κόσμον ὡς μισήσας ἅπαντα, καὶ τὴν ἐν κόσμῳ τρυφήν, τὸν σταυρόν σου ἀνέλαβες, καὶ κατηκολούθησας, τοῦ Δεσπότου τοῖς ἴχνεσιν· αὐτοῦ κηρύξας δέ, τὸ σωτήριον, τῶν Ἀποστόλων, δόξης τῆς κρείττονος, ὤφθης Χρυσόστομε, ἐν ὑψίστοις μέτοχος ὑπὲρ ἡμῶν, πάντοτε δεόμενος, τῶν εὐφημούντων σε.

 

Ἔχων τὴν σοφίαν ἔνοικον, δι ἐναρέτου ζωῆς, ὡς ὁ Παῦλος Χρυσόστομε, πᾶσι πάντα γέγονας, ἀνενδότῳ φρονήματι, καὶ ἐπορεύθης, δρόμους πιστούμενος, τῆς ἀληθείας, τὸν θεῖον κήρυγμα. Ὅθεν τῆς κρείττονος, εὐφροσύνης Ἅγιε κατατρυφῶν, ὑπὲρ τῶν ὑμνούντων σε, Χριστὸν ἱκέτευε.

 

Ζήλῳ τὸ δοθέν σοι τάλαντον, παρὰ τοῦ μόνου Θεοῦ, ἐπαυξήσας Χρυσόστομε, ὡς τῷ βίῳ δίκαιος, χρηματίσας καὶ ὅσιος, ἑκατοστεύοντα, τῶν ἀγώνων σου, τὴν ἄνω δόξαν, μισθὸν ἀπέλαβες· ἧς ἐμφορούμενος, ταῖς εὐχαῖς σου λύτρωσαι ἐκ πειρασμῶν, νόσων τε καὶ θλίψεων, τοὺς προσιόντάς σοι.

 

 

Δόξα. Ἦχος β’.

Δεῦτε ἅπαντες πιστοί, ἐν ἀγαλλιάσει, σήμερον κροτήσωμεν, τῶν Μοναζόντων τὸ καύχημα, καὶ Ἱερέων τὴν δόξαν, Χρυσόστομον μακαρίζοντες. Οὗτος γὰρ ἀπὸ παιδός, εὐαγγελικῶς ἀκολουθήσας, τῷ Σωτῆρι καὶ Θεῷ, καὶ τῇ αὐτοῦ εὐδοκίᾳ, ἑαυτὸν ἀναθέμενος, τῷ λόγῳ τοῦ κηρύγματος, καὶ εὐποιΐας τοῖς ἔργοις, ὑπερβαλλόντως ἐκοπίασεν, ὑπὲρ τῆς σωτηρίας τῶν πολλῶν, ὡς Ἀποστόλων μιμητής· διὸ καὶ πρὸς αὐτόν, ἐν κατανύξει κράξωμεν· Ὅσιε Πάτερ, τῆς Τρισηλίου Μοναρχίας, τῷ θρόνῳ παριστάμενος, πρέσβευε ἐκτενῶς, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Ἰωάννου Μοναχοῦ.

Σήμερον ὁ Χριστός, ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου. Σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται. Αἱ Δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται, καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται. Οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν· οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν· ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Χαίροις ὁ ἐμπρέψας ἐν Ἀφρικῇ, Χρυσόστομε Πάτερ, Ἀποστόλων τῇ διδαχῇ, μεθ’ ὧν νῦν δυσώπει, Τριάδα τὴν Ἁγίαν, ὑπὲρ τῆς σωτηρίας, τῶν εὐφημούντων σε.

Χαίροις εἰς τὰ ἔθνη ὁ πορευθείς, καὶ ἀνακηρύξας, τό σωτήριον τοῦ Θεοῦ· χαίροις ὁ πολίτης, τῆς ἄνω βασιλείας, Χρυσόστομε θεόφρον· σὲ μακαρίζομεν.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου