ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΘ
ΣΙΛΒΕΣΤΡΟΣ ΠΑΤΡΙΑΡΧΗΣ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(μητροπολίτου Ῥόδου Κυρίλλου)
ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν στίχ. δʹ καὶ ψάλλομεν τὰ κάτωθι Προσόμοια. Ἦχος αʹ. Πανεύφημοι Μάρτυρες.
Πανεύφημε Σίλβεστρε τὴν σήν, ἱερὰν πανήγυριν, οἱ εὐσεβεῖς ἑορτάζομεν, πιστῶς βοῶντές σοι· Χαίροις θεῖε ἄνερ, ὁ Χριστὸν τοῦ βίου σου, δοξάσας ἱεροῖς κατορθώμασιν· αὐτῷ οὖν πρέσβευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Θεόληπτε Σίλβεστρε Χριστῷ, τῷ Θεῷ ἀνέθηκας, ἀπὸ παιδὸς τὴν καρδίαν σου, σοφῷ φρονήματι, καὶ Εὐαγγελίου, ἀκριβῶς ἐπλήρωσας, τὸν λόγον τῇ σεπτῇ πολιτείᾳ σου· αὐτῷ οὖν πρέσβευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Μακάριε Σίλβεστρε ἀνήρ, ἀγαθὸς γενόμενος, ταῖς ἀρεταῖς διὰ πίστεως, καλὸν ποιμένα σε, τῆς Ἀλεξανδρείας, ὁ Θεὸς ἀνέδειξεν, ἐν χρόνοις πονηροῖς ὡς φιλάνθρωπος· αὐτῷ οὖν πρέσβευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Θεόσοφε Σίλβεστρε λαόν, τοῦ Θεοῦ τὸν ἅγιον, ποιμαντικῶς διηκόνησας, ποιμὴν ὡς γνήσιος, καὶ εἰς μάνδραν θείαν, τῆς ζωῆς εἰσήλασας, Ἁγίων ἐντρυφῶν τῆς λαμπρότητος· μεθ’ ὧν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δόξα Πατρί. Ἦχος δ’.
Ὅσιε Πάτερ, Σίλβεστρε μακάριε, Ἀλεξανδρείας Πρόεδρε, τῆς εὐσεβείας ἔργοις εὐδοκιμήσας, καὶ ποιμασίας καμάτοις διαπρέψας, τὸν μισθὸν ἀπέλαβες, ἐν ταῖς αὐλαῖς τῆς ζωῆς, ὡς ἔφη ὁ Χριστός, ἑκατονταπλασίονα· ὅθεν πρέσβευε ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων, τοὺς δούλους σου φύλαττε, Εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. β’. Τριήμερος ἀνέστης.
Συνέλθωμεν προθύμως πιστοί, καὶ ὕμνοις ἐκτελέσωμεν, τοῦ Σιλβέστρου τὸ μνημόσυνον αὐτῷ, βοῶντες ἐκ καρδίας· Δυσώπει Πάτερ θεῖε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ἐδούλευσας προθύμως Χριστῷ, ἐν βίῳ παντὶ Σίλβεστρε, καὶ προέστης τοῦ ποιμνίου σου καλῶς, σοφίας ἐν δυνάμει· διό σε εὐφημοῦμεν, τὴν σὴν πρεσβείαν ἐξαιτούμενοι.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Πρεσβείαις σου ἐξαίτει πολλῶν, πταισμάτων τὴν συγχώρησιν, ἡμῖν πᾶσιν ἐκτελοῦσί σου πιστῶς, ᾀσμάτων ὑμνῳδίαις, τὴν μνήμην τὴν ἁγίαν, Σίλβεστρε Πάτερ ἱερώτατε.
Δόξα. Ἦχος πλ. δʹ.
Ὁ τῇ ἀσκήσει φαιδρῶς, ὡς ἥλιος ἐξαστράψας, καὶ ἀρεταῖς ποιμαντικαῖς, τὴν Ἐκκλησίαν φαιδρύνας, Σίλβεστρε πανεύφημε, Ἀλεξανδρείας Πρόεδρε, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ ἡμῶν Ἱεράρχα, τῶν πόθῳ ἑορταζόντων, τὴν μνήμην σου σήμερον.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Θεῷ ἐκ νεότητος ἀκολουθήσας πιστῶς, σαρκὸς τῇ ἀσκήσει σου κατανικήσας ὁρμάς, τοῦ Μάρκου διάδοχος, ἄξιος ἀνεφάνης, καὶ καλῇ ποιμασίᾳ, Σίλβεστρε ἀνεδείχθης, τῆς ζωῆς κληρονόμος· ἡμῶν οὖν ταῖς σαῖς πρεσβείαις, Πάτερ προστάτευε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχ. στ’ καὶ ψάλλομεν τὰ κάτωθι Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ἀλεξανδρείας τὸν θεῖον, Πρόεδρον Σίλβεστρον, τῆς εὐσεβοῦς λατρείας, τὸν σεπτὸν ὑποφήτην, σήμερον στεφάνοις ᾀσματικοῖς, οἱ πιστοὶ στεφανώσωμεν, ἵνα αὐτοῦ ταῖς πρεσβείαις πρὸς τὸν Θεόν, τῶν πταισμάτων λύσιν λάβωμεν.
Καταφρονήσας τοῦ κόσμου, τῆς ματαιότητος, ἀσκητικῶς ἐγένου, ἀρετῶν ἐκμαγεῖον, Σίλβεστρε θεόφρον· ὅθεν χρισθείς, Παρακλήτου τῷ χρίσματι, Πατριαρχῶν ἐν χορείᾳ λάμπεις φωστήρ, Ἐκκλησίας ἀπλανέστατος.
Ἐν τῇ λυχνίᾳ τοῦ Μάρκου, ὡς λύχνος Σίλβεστρε, δι’ ἀρετῆς ἀνήφθης, θεϊκῇ προμηθείᾳ, λάμπων τε ἐκεῖθεν, κόσμῳ παντί, τῷ φωτὶ τῆς σῆς χάριτος, καὶ εὐσεβῶν τὰς καρδίας φωταγωγῶν, τῶν ἐκ πόθου εὐφημούντων σε.
Ἕτερα. Ἦχος βʹ. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅλος ἐκ νεότητος τρωθείς, τῶν ἐπουρανίων τῷ πόθῳ, τὴν δεκτικήν σου ψυχήν, ζήλῳ ἠκολούθησας, Χριστοῦ τοῖς ἴχνεσι, καὶ τῇ ψήφῳ τοῦ Πνεύματος, τῆς Ἀλεξανδρείας, θρόνον κατεκόσμησας, λαμπρῶς τὸν μέγιστον· ὅθεν Πάτερ Σίλβεστρε μάκαρ, δόξης ὡς μετέχων τῆς ἄνω, τῶν ἀνευφημούντων σε μνημόνευε.
Ὅλος ἀνακείμενος Θεῷ, ἐκ τῆς ἡλικίας τῆς πρώτης, Σίλβεστρε Πάτερ σοφέ, πλοῦτον ἐθησαύρισας, αὐτοῦ τῆς χάριτος, καὶ ἐν χρόνοις τῶν θλίψεων, λαοῦ χριστωνύμου, ὤφθης παραμύθιον, ἔργοις καὶ λόγοις σου· ὅθεν παριστάμενος θρόνῳ, τῆς ὑπερουσίου Τριάδος, ὑπὲρ τῶν ὑμνούντων σε ἱκέτευε.
Δῶρον ἀξιόθεον Θεῷ, ἑαυτὸν προσάξας ἀσκήσει, καὶ ποιμασίᾳ καλῇ, ἔνδον κατεσκήνωσας, σκηνῆς τῆς κρείττονος, μεθ’ Ἁγίων αἰώνια, χορεύων καὶ αἴγλῃ, θείᾳ τῆς θεώσεως, καταυγαζόμενος· ὅθεν φωτισμὸν ἡμῖν αἴτει, πᾶσι τοῖς ὑμνοῦσί σου βίου, Σίλβεστρε μακάριε τὸ ἔνθεον.
Δόξα. Ἦχος πλ. α’.
Δεῦτε σήμερον πιστοί, ᾄσωμεν ᾆσμα εὐλαβῶς, Χριστῷ τῷ Θεῷ, καὶ τὸν αὐτοῦ θεράποντα, Σίλβεστρον τιμήσωμεν, ἑόρτια κροτοῦντες καὶ λέγοντες· Χαίροις ὁ κατὰ Παῦλον, τῷ κόσμῳ σταυρωθείς, καὶ κόσμον σταυρώσας σεαυτῷ, ἀσκητικῶς ἀγωνισάμενος· ὁ θείας χάριτος τῆς ζωῆς, ἔνδον γενόμενος, καὶ ἐν θρόνῳ Πατριαρχῶν, Ἀλεξανδρείας πόλεως τῆς μεγάλης, ὡς μέγιστος ἐκλάμψας φωστήρ, εὐσεβείας καὶ πίστεως. Ἀλλ’ ὡς ἐν οὐρανοῖς, τῷ τρισηλίῳ φωτὶ παριστάμενος, τὸν φωτισμὸν ἐξαίτει, ταῖς ψυχαῖς ἡμῶν Ἅγιε.
Καὶ νῦν... Θεοτοκίον
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα, μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος, μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς, ἐλέησον ἡμᾶς.
Εἴσοδος, Φῶς ἱλαρόν, προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρεφήσεται. Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις ἐκεῖ καὶ ἀτιμία, στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θάνατον. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελλον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἄμωμον ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καυχηματῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίου εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματα δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. δ' 7 - 11)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώτοις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη.Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος, ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος αʹ.
Εὐφραίνονται σήμερον, πιστῶν χοροστασίαι, τελοῦντες τὴν μνήμην σου, Σίλβεστρε Πάτερ Ὅσιε· σὺ γὰρ νεύσει Θεοῦ, Ἀλεξανδρείας τὸν θρόνον ἐπιβάς, θεσμοῖς πατρικοῖς, τὴν Ἐκκλησίαν ἐπεστήριξας, καὶ πατριαρχίας τὴν εὐπρέπειαν, ἐν ταπεινώσει ἐφύλαξας, εὐαγγελικὸν δείξας βίον, διδασκαλίαν τε πάνσοφον, καὶ σπλάγχνα οἰκτιρμῶν, πρὸς λαὸν τὸν ἐν θλίψεσι, δουλείας κακουχούμενον. Ἀλλ’ ὡς τῶν πόνων τὰ ἔπαθλα, θεόθεν κομισάμενος, πρέσβευε ἐκτενῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β’.
Τίς οὐκ ἐπαινέσει σε, Σίλβεστρε Πάτερ, Ἀλεξανδρείας Πρόεδρε; ἀσκητικῷ γὰρ γλυκασμῷ, τὴν πικρὰν ἀλγηδόνα, σαρκὸς καταμαλάξας, πίστεως λειμῶνα εὐανθῆ, ἑαυτὸν διὰ βίου ἀνέδειξας, τῶν ἀρετῶν τὰ ἄνθη βλαστάνοντα, καὶ εὐωδιάζοντα μυστικῶς, τῆς Ἐκκλησίας τὸ πλήρωμα· διὸ σήμερον εὐσεβῶς, τὴνμνήμην σου ἑορτάζομεν, καὶ πρέσβυν σε προσάγομεν, τῷ ἐν Τριάδι Θεῷ, καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ’.
Ὅσιε Πάτερ Σίλβεστρε, ψήφῳ Θεοῦ, ἀρχιερωσύνης ἀξίως, στολὴν ἐνδυσάμενος, ποιμαντικῆς ἐπιστήμης, θεαρέστοις ἐκφάνσεσι, καὶ πολιτείας ὁσίας, θαυμαστοῖς κατορθώμασι, λαμπροτέραν ταύτην εἰργάσω, καὶ ἐξ Αἰγύπτου φωστήρ, τῇ Ἐκκλησίᾳ ἀνέτειλας· ἥτις σήμερον εὐφραινομένη, ἐπιτελεῖ σου τὴν μνήμην, δοξάζουσα τὸν ἐν Τριάδι Θεόν, τὸν δωρούμενον ἡμῖν, ταῖς πρεσβείαις σου χάριν, καὶ μέγα ἔλεος.
Ἦχος δ’.
Ἡ Ἀλεξάνδρου μὲν πόλις, ἐπὶ σοὶ μέγα χαίρει, Πατριάρχην αὐχοῦσά σε, καὶ χορεύει ἡ Κρήτη, μεγαλαυχοῦσα ὡς πατρίς σου· μείζων δὲ κομπάζει, τῆς Ἀγκαράθου ἡ Μονή, Παρθένου Ὀρφανῆς τὸ παλάτιον, πνευματική σου ἀληθῶς, τιθήνη ὡς ὑπάρχουσα, καὶ ἡγεσίας σου καλῆς, τῶν καρπῶν ἀπολαύσασα. Ἀλλὰ θεῖε Πάτερ, Ἅγιε Σίλβεστρε, σύντρεις ὡς εὐμενής, τῇ προστασίᾳ σου φύλαττε, ἐξ ἐχθρῶν ἐπιβουλῆς, λοιμικῆς τε ἀπειλῆς, καὶ πάσης ὀργῆς καὶ θλίψεως.
Δόξα. Ἦχος πλ. βʹ.
Δεῦτε σήμερον πιστοί, θεοφρόνως ἑορτάσωμεν, τὴν μνήμην τὴν ἔνδοξον, Σιλβέστρου τοῦ μάκαρος· βίῳ γὰρ ὁσίῳ, καὶ ποιμασίᾳ θεαρέστῳ, Ἀλεξανδρείας φωστήρ, καὶ Ἐκκλησίας ὀφθαλμός, τοῖς πράγμασιν ἀναδέδεικται· Χριστῷ δὲ ὡς ἐκλεκτός, σὺν πᾶσι τοῖς Ἁγίοις, ἐν οὐρανοῖς παριστάμενος, αἰτεῖται ἡμῖν, ἁμαρτημάτων λύσιν, καὶ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἱεράρχου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος δ’. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ἀνευφημοῦσι πιστῶν, χοροστασίαι, μνήμην τὴν ἁγίαν σου, ὕμνοις καὶ ᾄσμασι· πνευματικὸν γὰρ ἐπέφανε, σήμερον αὕτη, ἔαρ χειμῶνος ἐν μέσῳ Σίλβεστρε, ζέσει περιθάλπουσα, καὶ κατευφραίνουσα, τῆς δεδομένης σοι χάριτος, παρὰ Κυρίου, τὰς διανοίας τῶν προσιόντων σοι, καὶ δοξαζόντων τὸν δοξάζοντα, σὲ παμμάκαρ Χριστὸν τὸν Θεὸν ἡμῶν· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ἐν Ἀγκαράθου Μονῇ, εὐδοκιμήσας, φοῖνιξ ὡς ὑψίκομος, τοῖς κατορθώμασι, Θεοῦ Ἁγίου τοῖς κρίμασι, μετεφυτεύθης, ἐν γῇ Αἰγύπτου Ὅσιε Σίλβεστρε, ἔνθα ἀρδευόμενος, ῥείθροις τῆς χάριτος, καρποφορίαν ἐβλάστησας, τῆς εὐσεβείας, λαὸν ἐκτρέφων τὸν περιούσιον· ὅθεν πιστῶς σε μακαρίζομεν, καὶ τὴν μνήμην τὴν σὴν ἑορτάζομεν, μεγαλύνοντες Πάτερ, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Τῆς οἰκουμένης κριτήν, τὸν θεοφόρον, τὸν καὶ τρισκαιδέκατον, θεῖον Ἀπόστολον, Ἀλεξανδρείας τὸν Πρόεδρον, Ἀρχιερέων, Ἀρχιερέα τὸν τιμιώτατον, Ποιμένων Ποιμένα τε, τὸν φιλοπρόβατον, τὸν τῶν Πατέρων φιλόστοργον, καλὸν Πατέρα, ἡγιασμένε Ὅσιε Σίλβεστρε, σὲ εὐφημοῦμεν ἐν τῇ μνήμῃ σου, καὶ αἰνοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. δ’.
Πατριαρχῶν τὸ κλέος, καὶ Μοναζόντων τὸ καύχημα, τῆς εὐσεβείας τὸ ὄργανον, καὶ τῶν πιστῶν διδάσκαλον, Σίλβεστρον τιμήσωμεν· εὐαγγελικαῖς γὰρ ἀρεταῖς, τὸν βίον κατακοσμήσας, ὡς ὅλον ἑαυτόν, ἐκ νεότητος Χριστῷ, διὰ πίστεως ἀναθέμενος, τῶν κατορθωμάτων τὸν μισθόν, εἰς ἑκατὸν ἐκτήσατο· διὸ καὶ πρὸς αὐτόν, ἐν κατανύξει εἴπωμεν· Ὁσιώτατε Πάτερ, Ἀλεξανδρείας Πρόεδρε, καὶ Ἐκκλησίας καύχημα, πρέσβευε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν Ὁσίων τὸν βίον, δι’ ἀσκήσεως ἔζησας, καὶ Ἀλεξανδρείας τὸν θρόνον, ἀρεταῖς σου ἐκόσμησας· ἐστήριξας Κυρίου τὸν λαόν, ἐν θλίψεως ἡμέραις πονηραῖς, Μωϋσῆς καθάπερ ἄλλος αὐτοῦ προστάς, θεόφρον Σίλβεστρε Πάτερ· ὅθεν ζωῆς τὸ δώρημα λαβών, ὡς ἄξιος τῆς κλήσεως, πρέσβευε ὑπὲρ πάντων ἐκτενῶς, τῶν εὐφημούντων σε.
Δόξα. Ἕτερον. ῏Ηχος δ’. Ταχὺ προκατάλαβε.
Θεῷ ἐκ νεότητος ἀκολουθήσας πιστῶς, σαρκὸς τῇ ἀσκήσει σου κατανικήσας ὁρμάς, τοῦ Μάρκου διάδοχος, ἄξιος ἀνεφάνης, καὶ καλῇ ποιμασίᾳ, Σίλβεστρε ἀνεδείχθης, τῆς ζωῆς κληρονόμος· ἡμῶν οὖν ταῖς σαῖς πρεσβείαις, Πάτερ προστάτευε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.
Ἀνέτειλεν ἰδού, τῇ παρούσῃ ἡμέρᾳ, ἀστὴρ ὡς φαεινός, ἑορτή σου ἡ θεία, τῆς χάριτος τὴν ἔλλαμψιν, μυστικῶς διαχέουσα, καὶ συνήλθομεν, ᾀσματικῶς σε τιμῶντες, τὸν οὐράνιον, Ἀλεξανδρείας ποιμένα, μακάριε Σίλβεστρε.
Δόξα. Ὅμοιον.
Ἀσκήσεως σαυτόν, γεωργήσας ἀρότρῳ, καρποὺς τῶν ἀρετῶν, ἐξανθήσας εἰς κόρον, ἐξέθρεψας τὰ ποίμνια, τοῦ Χριστοῦ Πάτερ Σίλβεστρε· ἀλλ’ ὡς δίκαιος, ζωῆς τοῦ ξύλου τρυφήσας, καθικέτευε, τὴν Παναγίαν Τριάδα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Κυρία Ὀρφανή, Θεοτόκε Μαρία, βλαστὸς πανευθαλής, τῆς Μονῆς σου ἐδείχθη, ὁ Σίλβεστρος ὁ πάνσοφος, ὁ ποιμὴν ὁ χρηστότατος, ὁ τῆς πίστεως, τῆς εὐσεβοῦς ὑποφήτης, μεθ᾿ οὗ πρέσβευε, ὑπὲρ τῶν πίστει ὑμνούντων, τὸν ἄφραστον τόκον σου.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Τῶν ἐπὶ γῆς μὴ χαυνωθεὶς ταῖς μερίμναις, τῇ ἐν ἀσκήσει σου ζωῆς ὑπεδέξω, τῆς οὐρανίου χάριτος, πολλὰς δωρεάς· τῆς Ἀλεξανδρείας δέ, ἀνελθὼν ἐν τῷ θρόνῳ, ταύτης ἐκυβέρνησας, θεαρέστως τὴν ποίμνην· διό σοι Πάτερ Σίλβεστρε Θεός, δικαιοσύνης, τὸν στέφανον ἔδωκεν.
Δόξα. Ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.
Ἀγκαράθου ἐν Μονῇ, ἀσκήσει λύχνος ἀναφθείς, σὲ ἐπέθηκε Θεός, ἐπὶ λυχνίας ὑψηλῆς, Ἀλεξανδρείας τῆς πόλεως τῆς μεγάλης· ὅθεν ἐξ αὐτῆς, χαρισμάτων σου, λάμψας φωτισμόν, τὸν ὑπέρφωτον, τῶν εὐσεβῶν τὸ πλήρωμα φωτίζεις, Σίλβεστρε Πάτερ αἰώνια· διό σε πάντες, ἀνευφημοῦμεν, τὴν Τριάδα αἰνοῦντες.
Καὶ νῦν. Θεοτοκίον.
Παναγία Ὀρφανή, τοῦ Θεοῦ θρόνε ὑψηλέ, κατὰ χάριν σου υἱοί, ἐν προμηθείᾳ θεϊκῇ, Ἀλεξανδρείας ὑπάρχουσιν οἱ φωστῆρες, τὸ τῆς ἀρετῆς, σκεῦος Σίλβεστρος, Μάρτυς ὁ στεῤῥός, μέγας Κύριλλος, καὶ ὁ Πηγᾶς Μελέτιος ὁ κῆρυξ, τῆς εὐσεβείας καὶ πρόμαχος· μεθ’ ὧν ἐξαίτει, τῇ Ἐκκλησίᾳ, τὴν εἰρήνην Παρθένε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ’. Ἀνέστης ἐκ νεκρῶν.
Βιώσας ἐπὶ γῆς, ἀρετῶν ταῖς ἰδέαις, καὶ ὅσιος ποιμήν, ἀναδειχθεὶς δι’ ἔργων, ἔφανας εὐσεβείας, ἐν δυσχειμέροις καιροῖς τὴν δύναμιν, Σίλβεστρε θεομάκαρ· ἀλλ’ ἐκδυσώπει Χριστὸν τὸν Κύριον, τοῦ οἰκτειρῆσαι πάντας τοὺς πιστῶς, τελοῦντας τὴν σὴν μνήμην.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρθένε Ὀρφανή, τοῦ Πατρὸς ἡ τὸν Λόγον, βαστάζουσα χερσί, παρθενικαῖς ὡς βρέφος, πρέσβευε παῤῥησίᾳ, μετὰ Σιλβέστρου αὐτῷ τοῦ μάκαρος, ῥύσασθαι τῆς γεέννης, τοῦ ἀκοιμήτου πυρὸς τοὺς δούλους σου, τοὺς πεποιθότας Μῆτερ ἐπὶ σέ, τὴν μόνην Θεοτόκον.
Εἶτα οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὄσιοί Σου ἀγαλλιάσονται.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον, ζήτει τῇ ιγ’ Νοεμβρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β’. Στ.: Ἐλέησόν με, ὁ Θεός...
Ὅσιε Πάτερ, Σίλβεστρε μακάριε, Ἀλεξανδρείας Πρόεδρε, τῶν Ἀσωμάτων συνών, ταῖς οὐρανίαις ταξιαρχίαις, ὡς ἀγγελικῶς ἐπὶ γῆς, πίστει πολιτευσάμενος, σὺν αὐτοῖς τὸν Σωτῆρα ἱκέτευε, συγχώρησιν πταισμάτων, καὶ βίου τελείαν διόρθωσιν, δωρήσασθαι ἡμῖν ὡς ἀγαθός, τοῖς πόθῳ ἐπιτελοῦσι, τὴν παναγίαν μνήμην σου.
Εἶτα οἱ Κανόνες· ὁ Κανὼν τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στʹ καὶ τοὐ Ἁγίου ὁμοίως εἰς στʹ, φέρων Ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις καὶ τῇ θʹ ᾠδῇ τήνδε: Κυρίλλου Ῥόδου.
ᾨδὴ α΄. Ἦχος δʹ. Θαλάσσης τὸ ἐρυθραῖον.
Τὸν νοῦν μου, τῆς χάριτός σου Σίλβεστρε, τῇ αἴγλῃ φώτισον· λόγον μοι δὸς τῇ γλώττῃ συμπαθῶς, ἵνα πλέξω ᾠδήν σοι ἐγώ, ὁ ἐναγὴς καὶ ἄθλιος, ἐκ τῶν πολλῶν μου παραπτώσεων.
Αἰγύπτου, σὺ ἐν τῇ χώρᾳ ἔλαμψας, τοῖς κατορθώμασι, καὶ κραταιῶς προέστης τοῦ λαοῦ, τοῦ Κυρίου ὡς ἄλλος Μωσῆς, τῶν πειρασμῶν καὶ θλίψεων, καταφρονήσας Πάτερ Σίλβεστρε.
Τὸν βίον, ἐπιποθήσας τέλειον, τὸν κόσμον ἔλιπες, σὺν τοῖς τερπνοῖς τοῦ κόσμου καὶ σταυρόν, διὰ βίου βαστάζων τὸν σόν, ὁδὸν ζωῆς ἐβάδισας, τὴν μακαρίαν Πάτερ Σίλβεστρε.
Προθύμως, ἰχνηλατήσας Σίλβεστρε, ἀπὸ νεότητος, τῷ δι’ ἡμᾶς ὀφθέντι ἐν σαρκί, φιλανθρώπῳ Σωτῆρι Χριστῷ, δι’ ἀρετῆς ἐπέτυχες, τῆς αἰωνίου καταπαύσεως.
Τὴν μνήμην, τοῦ Πατριάρχου σήμερον, ἐπιτελέσωμεν, οἱ εὐσεβεῖς βοῶντες πρὸς αὐτόν· Σαῖς πρεσβείαις δυσώπει Θεόν, τὸν ἀγαθὸν δωρήσασθαι, τὴν σωτηρίαν ἡμῖν Σίλβεστρε.
Θεοτοκίον.
Κατάρας, τῆς ἀρχεγόνου ἔσωσας, τὴν κτίσιν ἅπασαν, ἄνευ σπορᾶς τὸν Λόγον τοῦ Πατρός, Θεομῆτορ τεκοῦσα σαρκί, ἐκ τῶν ἁγνῶν αἱμάτων σου· διό σε πάντες μακαρίζομεν.
ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ σοί.
Γενόμενος καθαρός, τῇ ἐν ἀσκήσει σου ζωῇ Σίλβεστρε, ὡς ἀληθῶς ἔμψυχον, σκεῦος ἐκλογῆς ἀναδέδειξαι.
Ὑπήκοος τοῦ Χριστοῦ, τοῖς λόγοις γέγονας σοφὲ Σίλβεστρε, καὶ τὴν ψυχὴν τέθηκας, ὑπὲρ τῆς σεπτῆς ἐκλογάδος σου.
Ὁλόκληρον σεαυτόν, δῶρον προσήγαγες Θεῷ Σίλβεστρε, ἀσκητικοῖς πόνοις σου, καὶ ποιμαντικοῖς κατορθώμασιν.
Κατάστερος οὐρανός, τῇ ἐναρέτῳ σου ζωῇ Σίλβεστρε, ὡς ἀληθῶς γέγονας, δόξαν τοῦ Θεοῦ διηγούμενος.
Τὴν μνήμην σου τὴν σεπτήν, σήμερον ἄγομεν πιστῶς Σίλβεστρε· σὺ δὲ αὐτὸς πάρεσο, πάντων βοηθὸς ταῖς πρεσβείαις σου.
Θεοτοκίον.
Ὑπέραγνε Μαριάμ, τῶν συνεχόντων με δεινῶν δέομαι, ὡς ἀγαθὴ λύτρωσαι, πλούτῳ τῆς θερμῆς εὐσπλαγχνίας σου.
Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Πατὴρ στοργικώτατος, τῶν Μοναζόντων φανείς, ποιμὴν φιλοπρόβατος, Ἀλεξανδρείας ὀφθείς, ἐν πᾶσι τῆς κλήσεως, ἄξιον τῷ Κυρίῳ, ἑαυτὸν παραστήσας, Σίλβεστρε ἠξιώθης, ἐκλεκτῶν τῆς μερίδος· ταῖς σαῖς οὖν ἡμᾶς πρεσβείαις, ῥύου ἐκ θλίψεων.
Δόξα. Ὅμοιον.
Θεῷ ἱερούργησας, τῷ ἐπὶ πάντων ἁγνῶς, λαοῦ ἐπροστάτευσας, τοῦ Ὀρθοδόξου στεῤῥῶς, πανεύφημε Σίλβεστρε· ἔφανας εὐσεβείας, τὴν σωτήριον χάριν· ἔτυχες θείας δόξης, ὡς θεράπων Κυρίου· αὐτὸν οὖν ἡμῖν εὐχαῖς σου, ποίει εὐΐλατον.
Καὶ νῦν. Θεοτοκίον.
Βλαστὸς εὐθαλέστατος, τῆς εὐαγοῦς σου Μονῆς, Ἁγνὴ ἀναδέδεικται, τῇ εὐδοκίᾳ τῇ σῇ, ὁ Ὅσιος Σίλβεστρος, θέλημα ὁ τὸ θεῖον, τοῦ Υἱοῦ σου πληρώσας, πίστεως ἐν δυνάμει, καὶ σοφίας ἐκφάνσει· αὐτὸν οὖν ὑμνολογοῦντες, σὲ μακαρίζομεν.
ᾨδὴ δ΄. Ἐπαρθέντα σε.
Δεῦτε σήμερον Σιλβέστρου τοῦ θεοφόρου, τὴν ἱερὰν πανήγυριν πιστῶν αἱ χορεῖαι, πόθῳ συγκροτοῦντες ψυχῆς, τῷ Κτίστῃ βοήσωμεν· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἐπειγόμενος τῷ πόθῳ τοῦ Ζωοδότου, δι’ ἀρετῆς διήνυσας Σίλβεστρε τὸν βίον· ὅθεν κοινωνήσας αὐτοῦ, τῆς δόξης τὴν χάριν σου, δίδου τοῖς ἱκέταις σου ἄφθονον.
Ἐγεώργησας ψυχήν σου τῇ ἐγκρατείᾳ, εἰς ἑκατὸν ἐξήνεγκας τῆς δικαιοσύνης, Πάτερ τοὺς ὡραίους καρπούς, καὶ τρέφεις ἑκάστοτε, πόθῳ τοὺς ὑμνοῦντάς σε Σίλβεστρε.
Ἐξορμώμενος τῆς Κρήτης νεύσει Κυρίου, τοῦ εὐσεβοῦς πληρώματος ἐν Ἀλεξανδρείᾳ, ὤφθης θεοφόρος ποιμήν, ὡς θείᾳ τῆς πίστεως, ῥάβδῳ στηριζόμενος Σίλβεστρε.
Τῇ λαμπρότητι τῶν ἔργων τῆς εὐσεβείας, ἐπὶ τῆς γῆς ἰσάγγελος Σίλβεστρε ἐδείχθης· ὅθεν τοῖς Ἀγγέλοις συνών, εὐχαῖς σου προστάτευε, πάντων τῶν ὑμνούντων σε Ἅγιε.
Θεοτοκίον.
Ῥυπωθέντα με τοῖς ῥύποις τῆς ἁμαρτίας, ὁλοτελῶς καθάρισον καὶ προσάγαγέ με, πλούτῳ χάριτός σου Χριστῷ, ἐκ πόθου βοῶντά σοι· Χαῖρε Θεονύμφευτε Δέσποινα.
ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.
Ὡς ὄνειρον σαρκός, τὴν ἀπάτην τιθέμενος, οὐράνιον πολιτείαν, τῇ ἀσκήσει ἐκτήσω, ἐν κόσμῳ Πάτερ Σίλβεστρε.
Ἐφύλαξας Χριστοῦ, διὰ βίου τὰ λόγια, ἐκράτυνας πολιτείᾳ, ἰσαγγέλῳ Κυρίου, τὸν νόμον Πάτερ Σίλβεστρε.
Ὡς κήρυκα πιστόν, διδαγμάτων τῆς πίστεως, ὡς θεῖόν σε μυστηπόλον, εὐσεβείας πατρῴας, τιμῶμεν Πάτερ Σίλβεστρε.
Τῇ σύριγγι καλῶς, τῇ τοῦ λόγου χρησάμενος, ἐποίμανας ἐπὶ χλόην, ἀσφαλῶς σωτηρίου, τὴν ποίμνην Πάτερ Σίλβεστρε.
Σὺ Σίλβεστρε ποιμήν, Ἐκκλησίας ὁ πάνσοφος, θεούμενος κατὰ χάριν, προστασίας σου δίδου, τὴν χάριν τοῖς τιμῶσί σε.
Θεοτοκίον.
Ἱκέτευε θερμῶς, τὸν Υἱόν σου καὶ Κύριον, κολάσεως τῆς μελλούσης, τοῦ ῥυσθῆναι Παρθένε, τοὺς πίστει ἀνυμνοῦντάς σε.
ᾨδὴ στ΄. Θύσω σοι.
Γέγονας, τῶν Μοναστῶν ἀγλάϊσμα Σίλβεστρε, Ἀρχιερέων λαμπρότης, ἐν ἀσκήσει ζήσας καὶ ἐγκρατείᾳ, καὶ τῷ Κτίστῃ, ἱερουργήσας ὥσπερ Ἄγγελος.
Χρώμασι, τῶν ἀρετῶν ἐμόρφωσας ἄριστα, τὴν μακαρίαν ψυχήν σου· κατ᾿ εἰκόνα ὅθεν ἄνθρωπος ὤφθης, τοῦ Δεσπότου, Ἀλεξανδρείας Πρόεδρε Σίλβεστρε.
Πνεύματος, μαρμαρυγαῖς δεξάμενος ἔλαμψας, Ἀλεξανδρείας ἐκ θρόνου, ἐκ λυχνίας ὥσπερ ὑψηλοτάτης, καταυγάζων, τὴν Ἐκκλησίαν ἅπασαν Σίλβεστρε.
Ἔχομεν, πρὸς τὸν Θεὸν μεσίτην σε Σίλβεστρε· διό σοι Χαῖρε βοῶμεν, ὁ τῆς Κρήτης γόνος ἡγιασμένος, ἐν Αἰγύπτῳ, ὁ διαπρέψας τοῖς χαρίσμασιν.
Ὕμνοις σε, χαρμονικῶς γεραίρομεν Σίλβεστρε, ἐπιτελοῦντες σὴν μνήμην· ἐνεργείᾳ ὅθεν τῶν πρεσβειῶν σου, ἡμᾶς ῥύου, ἐκ τῆς κακίας τοῦ ἀλάστορος.
Θεοτοκίον.
Λύτρωσαι, ἐκ πειρασμῶν, κινδύνων τε θλίψεων, καὶ νοσημάτων παντοίων, εὐσπλαγχνίας πλούτῳ τῆς μητρικῆς σου, Θεοτόκε, τοὺς προσκυνοῦντας τὴν λοχείαν σου.
Κοντάκιον. ῏Ηχος δ’. Ἐπεφάνης σήμερον.
Ὡς φωστῆρα μέγιστον, Ἀλεξανδρείας, Πατριάρχα Σίλβεστρε, σὲ εὐφημοῦμεν οἱ πιστοί, ἱκετικῶς σοι κραυγάζοντες· Ἔσο προστάτης, ἡμῶν ταῖς πρεσβείαις σου.
Ὁ Οἶκος.
Καταφρονήσας ἐκ παιδός, τῶν ἐπὶ τῆς γῆς πάντων, καὶ ἀσκητικῷ βίῳ, τὴν χάριν ἐφελκύσας, ἐπὶ λυχνίας ὑψηλῆς, ὡς λύχνος ἐτέθης, δεξιᾷ τῇ θεϊκῇ, Σίλβεστρε Πάτερ Ὅσιε· ἐξ ἧς ὡς ἐξαστράψας, τοῖς πέρασιν αἴγλῃ τῆς εὐσεβείας, τρισηλίου φωταυγείας, ταῖς λάμψεσι κατελαμπρύνθης· διὸ οἱ εὐσεβεῖς πιστῶς, συνελθόντες ἑορτάζομεν τὴν σήν, σήμερον μνήμην, καὶ ἱκετικῶς, βοῶμεν ἀπὸ καρδίας· Ἔσο προστάτης, ἡμῶν ταῖς πρεσβείαις σου.
Συναξάριον.
Τῇ ΙΘ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Σιλβέστρου, Πατριάρχου Ἀλεξανδρείας.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
Ἐν τῇ Αἰγύπτῳ, ἐπιδημήσας κλήσει τῇ θεϊκῇ, ὑπερ ἠγωνίσω, ῥώμῃ πνευματικῇ, καὶ ἐστήριξαν κλονούμενον, ἐκ τῆς ἐχθρῶν ὀργῆς, τῶν εὐσεβῶν τὸ πλήρωμα Σίλβεστρε.
Ἐκλελεγμένος, Ἀρχιερέων Πάτερ Ἀρχιερεύς, ἀρχιερατείαν ἔσχες ἀγγελικήν· ὅθεν στάσεως Ἀγγέλων σε, Θεὸς ἠξίωσεν, ὑπὲρ ἡμῶν πρεσβεύοντα Σίλβεστρε.
Κεκοσμημένος, τῇ εὐκοσμίᾳ ὅλος τῶν ἀρετῶν, γήρᾳ τῷ καλλίστῳ, Πάτερ ὡς ἀληθῶς, στεφανούμενος κατέπαυσας, πρὸς τὴν ἀείζωον, τῶν ἐκλεκτῶν ἀπόλαυσιν Σίλβεστρε.
Κατηξιώθης, τῶν ἀθεάτων θέας τῆς μυστικῆς, λόγῳ ἀληθείας, ζήσας ἐπὶ τῆς γῆς, διὰ πίστεως ὡς πάνσοφος· ἀλλ’ ἐκτενῶς Θεόν, ὑπὲρ ἡμῶν ἱκέτευε Σίλβεστρε.
Συναπολαύων, μετὰ Δικαίων δόξης τῆς ὑπὲρ νοῦν, ἔνδον τοῦ νυμφῶνος, χεῖρας τὰς σὰς ὑψοῦ, πρὸς τὸν Κύριον δεόμενος, καὶ ἱλεούμενος, αὐτὸν ἡμῖν μακάριε Σίλβεστρε.
Θεοτοκίον.
Λύσιν ἐξαίτει, παραπτωμάτων σπλάγχνοις ἐν μητρικοῖς, τοῖς ὑμνολογοῦσι, πόθῳ χρεωστικῶς, τὴν ἀμόλυντον λοχείαν σου, καὶ ἐκβοώντων σοι· Χαῖρε Θεοῦ τὸ σκήνωμα Ἄχραντε.
ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας.
Φλόγα καθαρᾷ σου ἐν ψυχῇ, παμμάκαρ Σίλβεστρε, ὑφάψας ἄϋλον, καὶ πῦρ γενόμενος χάριτι, μυστικῶς τοῖς κατορθώμασι, τῆς ἀσεβείας τὴν σαθράν, ὕλην κατέκαυσας, καὶ τελείως, θράσος δολίων δαιμόνων κατῄσχυνας.
Θείᾳ ἀνεδείχθης ἐκλογῇ, ποιμένων ἄριστος, ποιμὴν μακάριε, πατὴρ πατέρων τε Σίλβεστρε, καὶ Θεοῦ πρὸς τὴν ἐπίγνωσιν, τῶν Ὀρθοδόξων τὸν λαόν, ῥάβδῳ σοφίας σου, ὁδηγήσας, δικαιοσύνης ἐδέξω τὸν στέφανον.
Νεῖλος πλημμυρίσας νοητῶς, ὡς ἄλλος ἤρδευσας, οὐ μόνον Αἴγυπτον· ῥοαῖς γὰρ γνώσεως κρείττονος, καὶ πηγαῖς σοφίας Σίλβεστρε, τῇ Ἐκκλησίᾳ ποταμός, μέγας ἐπήγασας· διὰ τοῦτο, ὕμνοις τιμᾷ σε τελοῦσα τὴν μνήμην σου.
Χαίρει Ἀγκαράθου ἐπὶ σοί, ἡ Μάνδρα Σίλβεστρε, καὶ μακαρίζει σε· αὐτῆς γὰρ βλάστημα τίμιον, καὶ σεπτὸς ἡγήτωρ πέφηνας· ὅθεν ἐξαίτει ἐκτενῶς, ταύτῃ εὐστάθειαν, καὶ εἰρήνην, ταῖς δυναταῖς σου πρεσβείαις πρὸς Κύριον.
Βίον διανύσας ὑψηλόν, τὸ γῆρας Σίλβεστρε, τίμιον ἔδειξας· διὸ βραβεύσας σε Κύριος, ὁ Θεὸς κληρονομίας σοι, ἐπουρανίου δωρεάς, Πάτερ ἀπέδωκε, παρ᾿ οὗ αἴτει, χάριν τοῖς πόθῳ τελοῦσι τὴν μνήμην σου.
Θεοτοκίον.
Ὅλης ἐκ καρδίας καὶ ψυχῆς, τὸν θεῖον τόκον σου, ἐγκωμιάζομεν, δι᾿ οὗ ἐῤῥύσθημεν Δέσποινα, τοῦ Ἀδὰμ τῆς κατακρίσεως, καὶ εὐλογίας καὶ ζωῆς, χάριν ἐλάβομεν, οἱ βοῶντες· Χαῖρε Παρθένε Μαρία Θεονύμφευτε.
ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
Ὕψος πρὸς ἀθέατον δόξης, τῆς τοῦ Δεσπότου σου ἀνῆλθες· κλίμακι καλῇ γὰρ ἐχρήσω, τὰς ἀρετάς σου, Σίλβεστρε θεῖε Πάτερ· διὸ ἀνευφημοῦμέν σε, καὶ ἐξαιτοῦμεν ἀντιλήπτορα.
Ῥόδος ὡς ἁγίασμα ἔχει, σῶμα τὸ θεῖόν σου ἐν κόλποις· ἐν αὐτῇ γὰρ ὕπνον ὑπνώσω, τὸν τῶν Δικαίων, ὁ μετανάστης κόσμου· διὸ αὐτῆς προστάτευε, ἐν τοῖς κινδύνοις Πάτερ Σίλβεστρε.
Ὅλον ἐκ νεότητος ἔσχες, πρὸς τὰ αἰώνια τὸν πόθον, ὧν κληρονομήσας τὴν δόξαν, ἡμᾶς τὸν βίον, ἐν μετανοίᾳ ἄγειν, ταῖς σαῖς πρεσβείαις Σίλβεστρε, πρὸς τὴν Τριάδα καταξίωσον.
Δῶρον ἀξιόθεον Πάτερ, σαυτὸν προσήνεγκας Κυρίῳ, τῷ Εὐαγγελίῳ δουλεύσας, παντὶ ἐν βίῳ, φιλοπονίᾳ ἄκρᾳ· διὸ αὐτὸς δοξάζει σε, ὃν γεγηθότες μεγαλύνομεν.
Ὄρη τὰ αἰώνια φθάσας, καὶ παριστάμενος τῷ θρόνῳ, τῆς ὑπερουσίου Τριάδος, αὐτὴν δυσώπει, ἐλεηθῆναι πάντας, ἡμᾶς τοὺς ἐκτελοῦντάς σου, τὴν θείαν μνήμην Πάτερ Σίλβεστρε.
Θεοτοκίον.
Ὕμνοις μεγαλύνομεν πάντες, οἱ ἐξ Ἀδὰμ Ἁγνὴ Παρθένε, τὴν παρθενικήν σου λοχείαν, δι' ἧς ἐῤῥύσθη, φιλανθρωπίᾳ ἄκρᾳ, Θεοῦ τοῦ πανοικτίρμονος, τῆς ἁμαρτίας τὸ ἀνθρώπινον.
Ἐξαποστειλάριον. Τῶν Μαθητῶν ὁρώντων σε.
Πατριαρχῶν ἐκ θρόνου σε πρὸς τὴν ἄνω, ζωὴν μετακαλέσας φύσεως νόμῳ, Κύριος τὴν δόξαν σοι ἀπέδωκε, Σίλβεστρε Πάτερ Ὅσιε· διὸ αὐτὸν ἐκδυσώπει, ὑπὲρ εἰρήνης τοῦ κόσμου.
Θεοτοκίον.
Τὸν δι’ ἡμᾶς ἐν κόλποις σου Πατρὸς Λόγον, φρικτῶς Πνεύματι Θείῳ σωματωθέντα, πρέσβευε ὡς ἔχουσα Πανύμνητε, τὴν εὐσπλαγχνίαν ἄφατον, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων, τὴν σὴν ἀκήρατον δόξαν.
Αἶνοι. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Φιλεόρτων συστήματα, ὁμοφρόνως συνδράμωμεν, καὶ ᾀσμάτων στέμμασι στεφανώσωμεν, ἐν Πατριάρχαις τὸν ὅσιον, ποιμένα τὸν γνήσιον, ἐκλογάδος τῆς σεπτῆς, τὸν μακάριον Σίλβεστρον, τούτῳ λέγοντες· Τὸν Θεὸν ἐκδυσώπει παῤῥησίᾳ, ὑπὲρ πάντων τῶν τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
Τῶν προσκαίρων τὴν μέριμναν, ἀποῤῥίψας ὡς πάνσοφος, τὸν σταυρόν σου ἔλαβες ἐπωμάδιον, καὶ Μοναζόντων ἠγώνισαι, ἀγῶνα τὸν κάλλιστον, καὶ τὴν χάριν ἐκ Θεοῦ, ἀπειρόδωρον ἔλαβες, Πάτερ Σίλβεστρε, καὶ ποιμὴν Ἐκκλησίας ἀνεδείχθης· ἀλλ᾿ αὐτὴν οὖν ταῖς εὐχαῖς σου, ἐκ τῶν αἱρέσεων φύλαττε.
Ἐν Αἰγύπτῳ γενόμενος, ὁ ἐκ Κρήτης ὁρμώμενος, Ὀρθοδόξου πίστεως τὴν λαμπρότητα, ταῖς ἀρεταῖς σου ἐξέφηνας, καὶ Μάρκου διάδοχος, ἀνεδείχθης ἀληθής, μεθ᾿ οὗ πάντοτε πρέσβευε, Πάτερ Σίλβεστρε, ἐκτενῶς τῇ Τριάδι τῇ Ἁγίᾳ, τῶν πταισμάτων δωρηθῆναι, τοῖς εὐφημοῦσί σε ἄφεσιν.
Στεφανῶν σε τὸ βλάστημα, Ἀγκαράθου τὸ καύχημα, Ἀλεξάνδρου πόλεως τὸ ἀγλάϊσμα, τὸν ἐν τῇ Ῥόδῳ τελέσαντα, τὸν βίον ἐν γήρατι, ὑπερκάλλῳ ἀληθῶς, μακαρίζομεν Σίλβεστρε, καὶ αἰτοῦμέν σε, ἀντιλήπτορα βίου ἐν ἀνάγκαις, μεσιτείαις ταῖς σεπταῖς σου, πρὸς τὸν φιλάνθρωπον Κύριον.
Δόξα.Ἦχος βʹ.
Ὅσιε Πάτερ, ὡς φίλεργος μέλισσα, ἀσκητικῇ συντονίᾳ, ἐν σίμβλῳ τῆς καρδίας σου, ἀρετῶν τὸ μέλι κηροπλαστήσας, εὐσεβείας γλυκασμῷ, ἐν ἡμέραις θλίψεως πικρᾶς, τῶν Ὀρθοδόξων τὸν λαόν, πνευματικῶς κατηύφρανας· αὐτῷ γὰρ γέγονας τὰ πάντα, ὡς ὁ Παῦλος φησίν, Πατριαρχῶν ἐν καθέδρᾳ ἀνελθών, καὶ ὡς ποιμὴν ἀληθής, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ μιμητής, διαπρέψας ὑπὲρ ἄνθρωπον. Ἀλλ’ ὡς ἐν οὐρανοῖς, Θεῷ παριστάμενος, μακαριώτατε Σίλβεστρε, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με, ὑπὸ τὴν σκέπην σου.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις τῶν Ὁσίων ὁ κοινωνός, καὶ Ἀλεξανδρείας, Πατριάρχης ὁ θαυμαστός· ταῖς σαῖς οὖν πρεσβείαις, ἐν βίου ταῖς ἀνάγκαις, Σίλβεστρε θεομάκαρ, ἡμῶν προστάτευε.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητικῶς πάθη σαρκὸς ὑποτάξας, ἐν Πατριάρχαις μιμητὴς ἀνεδείχθης, θεόφρον Πάτερ Σίλβεστρε, Χριστοῦ τοῦ Θεοῦ· τούτου γὰρ τοῖς ἴχνεσι, θεοφρόνως ἐπέβης, καὶ ὑπὲρ τῆς ποίμνης σου, ἱερῶς ἠγωνίσω· ὅθεν αὐτὸν ἱκέτευε θερμῶς, ἐλεηθῆναι ἡμᾶς τοὺς τιμῶντάς σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Τρυφῶν σὺν Ἁγίων πάντων χοροῖς, τῆς θείας εὐκλείας, ἐν νυμφῶνι τῷ τῆς ζωῆς, Σίλβεστρε παμμάκαρ ἐκδυσώπει, ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον Κύριον.
Θεὸν ὁ δοξάσας ἐπὶ τῆς γῆς, παθῶν ἀδοξίας, σαῖς πρεσβείαις ῥύου ἡμᾶς, τοὺς προστρέχοντάς σοι καὶ ὑμνοῦντας, βίου τοῦ σοῦ τὴν λαμπρότητα Σίλβεστρε.
Παθῶν ψυχικῶν τε καὶ σαρκικῶν, τήρησον ἀτρώτους, χάριτί σου τῇ σωστικῇ, Σίλβεστρε θεόφρον ἡμᾶς πάντας, τοὺς εὐσεβῶς τὰς δεήσεις σοι φέροντας.
Θεοτοκίον.
Καλὴ ἀνεδείχθης καὶ ἐκλεκτή, τὸν κάλλει ὡραῖον, ὡς τεκοῦσα ἄνευ φθορᾶς· αὐτὸν οὖν ἐργάζου σαῖς πρεσβείαις, Μῆτερ Ἁγνὴ τοῖς ὑμνοῦσί σε ἵλεων.
ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Τῶν Ὁσίων ζηλώσας, τὴν θαυμαστὴν ἄσκησιν, ἔξω παντὸς κόσμου ἐγένου, τοῖς ἀγωνίσμασιν· ἐκ κοσμικῶν οὖν ἡμᾶς, σκανδάλων Σίλβεστρε Πάτερ, ἐνεργείᾳ φύλαττε, τῆς προστασίας σου.
Μολυνθέντες ἀθλίως, ταῖς πονηραῖς πράξεσι, καὶ ταῖς ψυχολέθροις ἐννοίαις, καθικετεύομεν· Τῆς χάριτός σου ἡμᾶς, τῇ μυστικῇ ἐπομβρίᾳ, τέλεον καθάρισον, Ἅγιε Σίλβεστρε.
Ἀνωτέρους ῥεόντων, ἐπιφορᾶς τήρησον, καὶ τῆς εὐσεβείας τοῖς τρόποις, πάντας βελτίωσον, τῇ ἐνεργείᾳ τῆς σῆς, πρὸς τὸν Θεὸν μεσιτείας, Σίλβεστρε μακάριε, τοὺς πεποιθότας σοι.
Θεοτοκίον.
Ὑπερτέρα τῶν ἄνω, Ἀγγελικῶν τάξεων, τῷ παρθενικῷ σου ἐδείχθης, τόκῳ Μητράνανδρε· ἀλλ’ ὑπερτέρους ἡμᾶς, τῶν ἐπικήρων φροντίδων, μητρικῇ χρηστότητι, Κόρη ἀνάδειξον.
Διάσωσον, Ἀλεξανδρείας ὁ ὅσιος Πατριάρχης, Σίλβεστρε Πάτερ, τῇ θείᾳ πρεσβείᾳ σου, ἀπὸ παντοίων κινδύνων τοὺς σὲ ὑμνοῦντας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμή.
Τὰ ἄνω ζητῶν, τῶν κάτω κατεφρόνησας, καὶ Πατριαρχῶν, ἐν θρόνῳ ἐμεγάλυνας, πρακτικῶς τὸ ὄνομα, τοῦ Κυρίου Ὅσιε Σίλβεστρε· ὅθεν ἀπαύστως ἵλεων αὐτόν, ἐργάζου λιταῖς σου τοῖς τιμῶσί σε.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Τοῦ Παντάνακτος Σίλβεστρε, νόμῳ τῷ ἁγίῳ δεῦρο κατεύθυνον, τὰς ψυχὰς ἡμῶν σῇ χάριτι, ἵνα τῆς ζωῆς καταπολαύσωμεν.
Συμπαθῶς Πάτερ Σίλβεστρε, ἴδε ἐπὶ πάντας τοὺς αἰτουμένους σε, ἀντιλήπτορα θερμότατον, ἐν πειρατηρίοις καὶ κακώσεσιν.
Παμμακάριστε Σίλβεστρε, πάρεχε τὴν χάριν σου ἀκεσώδυνον, τοῖς ἱκέταις σου λυτρούμενος, τούτους ἐκ τῶν νόσων καὶ τῶν θλίψεων.
Θεοτοκίον.
Ῥύου Ἄχραντε Δέσποινα, μητρικαῖς πρεσβείαις σου πρὸς τὸν Κύριον, ἐκ τῶν θλίψεων τοὺς δούλους σου, τῇ σῇ εὐσπλαχνίᾳ καταφεύγοντας.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἄκουσον ἡμῶν, τῆς φωνῆς Ὅσιε Σίλβεστρε, καὶ παράσχου τὰ αἰτήματα ἡμῖν, μεσιτείαις σου ἁγίαις πρὸς τὸν Κύριον.
Σίλβεστρε ἡμῖν, σαῖς πρεσβείαις ἰσχὺν πάρεχε, θείῳ φόβῳ γεωργεῖν βίον σεμνόν, ἵνα τύχωμεν τῆς ἄνω καταπαύσεως.
Σίλβεστρε σοφέ, τὰς πορείας ἡμῶν εὔθυνον, χάριτός σου ποιμασίᾳ μυστικῇ, πρὸς θελήματος τοῦ θείου τὴν ἐκπλήρωσιν.
Θεοτοκίον.
Ἴαμα ψυχῶν, καὶ σωμάτων ἀεὶ βλύζουσα, Θεοτόκε ὡς ἀκένωτος πηγή, ἡμᾶς εὔφρανον σὸν τόκον μεγαλύνοντας.
ᾨδὴ στ´. Τὴν δέησιν.
Τὰς χεῖράς σου, τῷ Θεῷ ἀνύψωσον, ὡς αὐτοῦ ἡγιασμένος θεράπων, ὑπὲρ ἡμῶν τὰς δεήσεις προσφέρων, Σίλβεστρε χαῖρε ἐκ πόθου βοώντων σοι, Ἀλεξανδρείας ὁ φωστήρ, Ἐκκλησίας ὁ λάμπων τοῖς πέρασιν.
Εὐπρόσδεκτον, ὁ Θεῷ τῷ βίῳ σου, σεαυτὸν προθύμως θύσας θυσίαν, τῶν ἀρετῶν τὴν ἀκρότητα θῦσαι, ἐν συνειδήσει ἀρίστη ἐνίσχυσον, Σίλβεστρε Ὅσιε ἡμᾶς, εὐλαβεῖς ὑμνητάς σου ὑπάρχοντας.
Τὸν δράκοντα, τὸν δεινὸν ὑφέρποντα, καθ’ ἡμῶν τῶν ἱκετῶν σου δολίως, τῆς ἐκ Θεοῦ χάριτός σου τῇ ῥάβδῳ, Σίλβεστρε Πάτερ μακρὰν ἀποδίωξον, καὶ φρούρει πάντοτε ἡμᾶς, τοὺς τὴν σὴν αἰτουμένους βοήθειαν.
Θεοτοκίον.
Λαμπάδα σε, νοητὴν γιγνώσκοντες, τοῦ φωτὸς τοῦ ἀνεσπέρου Παρθένε, ἐν ταπεινῇ λέγομέν σοι καρδίᾳ· Δεῦρο Ἁγνὴ ἐκ τοῦ σκότους ἐξάγαγε, φαύλων ἡμᾶς συνηθειῶν, μητρικῆς χάριτός σου λαμπρότητι.
Διάσωσον, Ἀλεξανδρείας ὁ ὅσιος Πατριάρχης, Σίλβεστρε Πάτερ, τῇ θείᾳ πρεσβείᾳ σου, ἀπὸ παντοίων κινδύνων τοὺς σὲ ὑμνοῦντας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος βʹ. Τοῖς τῶν αἱμάτων σου.
Τῆς προστασίας σου χάριν τὴν ἄμαχον, μὴ ἀποστήσῃς ἀπὸ τῶν τιμώντων σε, ἐν βίου κινδύνοις καὶ θλίψεσι· τῇ σῇ γὰρ σκέπῃ προστρέχομεν Σίλβεστρε, Τριάδος τὸ κράτος δοξάζοντες.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου, πρεβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον...
Προσόμοιον. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με...
Βίον οὐρανόφρονα, ἐπὶ τῆς γῆς ἐκτελέσας, καὶ τιμίῳ γήρατι, ἀρετῶν τοῖς κάλλεσι, στεφανούμενος, Στεφανῶν βλάστημα, τὸ ἡγιασμένον, Πάτερ Σίλβεστρε πανεύφημε, πρὸς τὴν λαμπρότητα, τὴν τῶν οὐρανῶν ἐξεδήμησας, καὶ ἧς Χριστὸς ὑπέσχετο, δόξης ὑπεδέξω τὸ πλήρωμα· ὅθεν παῤῥησίᾳ, ἱκέτευε δεόμεθα αὐτῷ, ἀκαταπαύστως μακάριε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βασιλείας τῆς ἄνω, τὸ δηνάριον Πάτερ, παρὰ Κυρίου λαβών, καὶ στεφανηφορήσας, τῇ δόξῃ τῶν Ἁγίων, ἐπὶ γῆς τοῖς ὑμνοῦσί σε, Σίλβεστρε αἴτει θερμῶς, χαράν τε καὶ εἰρήνην.
Νοσημάτων παντοίων, πειρασμῶν τε ποικίλων, Σίλβεστρε Πάτερ σοφέ, καὶ πάσης ἐπηρείας, Βελίαρ τοῦ δολίου, ἀλωβήτους συντήρησον, τοὺς σοὺς ἱκέτας ἡμᾶς, πιστῶς γεραίροντάς σε.
Βακτηρίᾳ τῇ θείᾳ, πρεσβειῶν σου ἐνθέρμων, πρὸς τὸν Δεσπότην Χριστόν, ὁδήγει ἡμᾶς πάντας, τοὺς μακαρίζοντάς σε, ἀσφαλῶς πρὸς κατόρθωσιν, τῶν ἐν αὐτῷ ἀρετῶν, Σίλβεστρε θεομάκαρ.
Θεοτοκίον.
Λυτρωθέντες Παρθένε, τῷ ἀφράστῳ σου τόκῳ, τῆς ἀρχεγόνου ἀρᾶς, ὑμνοῦμεν γηθοσύνως, καὶ μακαρίζομέν σε· ῥείθροις οὖν τοῦ ἐλέους σου, κάθαρον δεῦρο ἡμῶν, τὸν νοῦν παθῶν ἰλύος.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Ῥῶσιν ἐξαίτει, κατὰ ψυχήν τε καὶ σῶμα, Πάτερ Σίλβεστρε ἡμῖν τοῖς ἀναξίοις, τὴν ἀντίληψίν σου, πιστῶς ἐξαιτουμένοις.
Τῆς συμπαθείας, τὸν γλυκασμὸν ὡς προχέων, πᾶσαν δίωξον παθῶν ἡμῶν πικρίαν, Σίλβεστρε παμμάκαρ, Πατριαρχῶν τὸ κλέος.
Τοὺς νεκρωθέντας, ἁμαρτιῶν ἐργασίαις, ἡμᾶς ζώωσον Τριὰς Ὑπεραγία, τοῦ θεράποντός σου, Σιλβέστρου μεσιτείαις.
Θεοτοκίον.
Ὁδοποιοῦσα, ὁδόν καλὴν σωτηρίας, μητρικῇ σου ἐν ἀγάπῃ δεῦρο πᾶσιν, Ἄχραντε Παρθένε, τοῖς μακαρίζουσί σε.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Τὸν βίον ὁ σωφρόνως, ἅπαντα τελέσας, ἐν σωφροσύνῃ ἡμᾶς καταξίωσον, τὴν πολιτείαν διάγειν, Ἅγιε Σίλβεστρε.
Δυνάμει τῶν εὐχῶν σου, Σίλβεστρε τρισμάκαρ, τὸν ἐπὶ πάντων Θεὸν ἐξευμένιζε, τοῖς εὐσεβῶς προσιοῦσι, τῇ ἀντιλήψει σου.
Τριαδικόν.
Σιλβέστρου ταῖς πρεσβείαις, Ἄναρχε Θεότης, Τριὰς Ἁγία ἐκ πλάνης αἱρέσεων, τὴν Ἐκκλησίαν συντήρει, ἀπαρασάλευτον.
Θεοτοκίον.
Ὑψίστου Θεοῦ Μῆτερ, Ἄχραντε Μαρία, τῶν μητρικῶν δωρεῶν σου ἀξίωσον, τοὺς ἀδιστάκτῳ καρδίᾳ, ὑμνολογοῦντάς σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῶν Ὁσίων ὁ κοινωνός, καὶ Ἀλεξανδρείας, Πατριάρχης ὁ θαυμαστός· ταῖς σαῖς οὖν πρεσβείαις, ἐν βίου ταῖς ἀνάγκαις, Σίλβεστρε θεομάκαρ, ἡμῶν προστάτευε.
Χαίροις Θεοτόκου τῆς Ὀρφανῆς, Σίλβεστρε παμμάκαρ, κατὰ χάριν υἱὸς σεπτός, μεθ’ ἧς καὶ δυσώπει, τὸν Κύριον τῆς δόξης, ὑπὲρ ἡμῶν ἐκ πόθου, ἀνευφημούντων σε.
Λύχνος θεῖος ὤφθης ταῖς ἀρεταῖς, τῆς Ἀλεξανδρείας, ἐν λυχνίᾳ τῇ ὑψηλῇ· διὸ χάριτός σου, καταύγασον ἀκτῖσι, Σίλβεστρε τὰς καρδίας, τῶν εὐφημούντων σε.
Βίον ὁ τελέσας ἀσκητικόν, καὶ πατριαρχεύσας, ἐν συνέσει πνευματικῇ, ἡμᾶς τοῦ Κυρίου, συνέτισον τῷ φόβῳ, Σίλβεστρε θεοφόρε, τῇ ἀντιλήψει σου.
Χαίροις Μωυσέως ὁ μιμητής· σὺ γὰρ ὡς ἐκεῖνος, ἐν Αἰγύπτῳ τοῦ εὐσεβοῦς, λαοῦ ἀνεδείχθης, Σίλβεστρε ἐν ἡμέραις, κακώσεως προστάτης· διὸ τιμῶμέν σε.
Χαίροις Ἀγκαράθου ὁ τῆς Μονῆς, σοφὸς καθηγέτης, χρηματίσας δι’ ἀρετῆς· αὐτὴν οὖν συντήρει, εὺχαῖς σου εἰρηναῖαν, Πατριαρχῶν τὸ κλέος, Ὅσιε Σίλβεστρε.
Πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἀπεγνωσμένων, διὰ πλῆθος ἁμαρτιῶν, ἵνα μετανοίας, δι’ ἔργων λυτρωθῶμεν, ἐκ τῆς πικρᾶς γεέννης, Ἅγιε Σίλβεστρε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅλος ἐκ νεότητος τρωθείς, τῶν ἐπουρανίων τῷ πόθῳ, τὴν δεκτικήν σου ψυχήν, ζήλῳ ἠκολούθησας, Χριστοῦ τοῖς ἴχνεσι, καὶ τῇ ψήφῳ τοῦ Πνεύματος, τῆς Ἀλεξανδρείας, θρόνον κατεκόσμησας, λαμπρῶς τὸν μέγιστον· ὅθεν Πάτερ Σίλβεστρε μάκαρ, δόξης ὡς μετέχων τῆς ἄνω, τῶν ἀνευφημούντων σε μνημόνευε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
.jpg)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου