ΑΠΡΙΛΙΟΣ ΙΕ΄
ΑΝΑΝΙΑΣ ΛΑΚΕΔΑΙΜΟΝΙΑΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἱερομάρτυρα νέον, ἐγκωμιάσωμεν, Στεμνίτσης θεῖον γόνον, θεαυγῆ Ἀνανίαν, καὶ Λακεδαιμονίας εὖχος λαμπρόν, πύλην καταφοινίξαντα, ῥοαῖς αἱμάτων τιμίων αὐτοῦ Μυστρᾶ, εὐκλεοῦς τῆς Μητροπόλεως.
Τὸν εὐκλεῆ Ἱεράρχην, εὐρυμαθέστατον, καὶ συνετὸν ἐκθύμως, γεραρὸν Ἀνανίαν, τὸν γόνον Γορτυνίας ἐν τῷ Μυστρᾷ, ὑπομείναντα ἔκτμησιν, αὐτοῦ αὐχένος, ὑμνήσωμεν εὐλαβῶς, ὡς στεῤῥὸν Ἱερομάρτυρα.
Ἐν δυσχειμέροις τοῦ ἔθνους, δουλείας ἔτεσι, τὸν ἐν Πελοποννήσῳ, διαλάμψαντα λόγοις, σοφοῖς ποιμαντορίας θεοφιλοῦς, καὶ καμάτοις ἀθλήσεως, ἐγκωμιάσωμεν πάντες χρεωστικῶς, Ἀνανίαν ἱερόαθλον.
Θεοπρεπέστατον ὕμνοις, Ἱερομάρτυρα, τῆς Λακεδαιμονίας, ἀρχιθύτην ὡς στῦλον, τιμήσωμεν οἱ δῆμοι τῶν εὐσεβῶν, ψυχικῆς γενναιότητος, καὶ ἀριστείας ἐν ἄθλοις μαρτυρικοῖς, Ἀνανίαν τὸν πανεύφημον.
Δόξα. Ἦχος β΄.
Ἀκμαιοτάτῳ φρονήματι τὸν προκρίναντα, ἑαυτὸν παραδοῦναι εἰς θάνατον, τῆς ὀλεθρίου τῶν Χριστιανῶν σφαγῆς τῆς Πελοποννήσου, Ἀνανίαν τὸν εὔτολμον Ἱεράρχην τιμήσωμεν, ἐν εὐλαβείᾳ κραυγάζοντες· Δημητσάνης καὶ Λακεδαιμονίας Ποιμενάρχα, ὁ Θεῷ μαρτυρίου πόνοις εὐαρεστήσας, καὶ πρότυπον αὐτοθυσίας γενόμενος, μὴ παύσῃ ἐπευλογῶν καὶ στηρίζων θεόθεν, τοὺς εὐφημοῦντας ἐν πίστει τὴν πάνσεπτον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε ὁ ἀκρεμών, σεπτῶν ἱεροάθλων, τῆς Λακεδαιμονίας, Ἐπόπτα Ἀνανία, καὶ ἀριστείας ἔκτυπον.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαῖρε ὁ ἐν Μυστρᾷ, τὴν κεφαλήν σου κλίνας, ἐκγόνων Ἄγαρ ξίφει, στεῤῥόφρον Ἀνανία, διὰ Χριστὸν νεόαθλε.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ἤνυσας εὐλαβῶς, σὸν βίον Ἀνανία, ἐν τῇ Πελοποννήσῳ, ἧς προεστώτων ὤφθης, ἐνδόξων Πάτερ Πρόεδρος.
Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, Τριὰς ὑπεραγία, ὁ ἐκ δουλείας σώσας, ἀφάτῳ εὐσπλαγχνίᾳ, τὸ γένος τὸ μερόπειον.
Καὶ νῦν. Θεοτοκίον.
Μῆτερ τοῦ Λυτρωτοῦ, εὐλόγει οὐρανόθεν, καὶ ῥύου δυσθυμίας, τοὺς σὲ ὑμνολογοῦντας, χαρᾶς ὡς κόσμου πρόξενον.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Εὐτολμίᾳ καὶ θάρσει κατακοσμούμενον, Ἱερομάρτυρα νέον, ὡς Γορτυνίας πυρσόν, τῶν αἱμάτων ἀστραπαῖς Μυστρᾶν φωτίσαντα, ὕμνοις Ποιμένα ἱεροῖς, Ἀνανίαν θεαυγῆ, σεπτὸν Λακεδαιμονίας, ἐγκωμιάσωμεν πόθῳ, αὐτοῦ πρεσβείας ἐκδεχόμενοι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἀνανία μακάριε, τῆς Ὑψοῦντος ἐκβλάστημα, Γορτυνίας τίμιον σεμνολόγημα, τῆς Δημητσάνης θησαύρισμα, Μυστρᾶν καθηγίασας, τῶν αἱμάτων σου ῥοαῖς, ὁ τμηθεὶς τὸν αὐχένα σου, ὥσπερ σφάγιον, παναμώμητον Λακεδαιμονίας, Ἱεράρχα θεοφόρε, ὁ ἀριστεύσας ἐν σκάμματι.
Ἀνανία θεόσοφε, Ἱεράρχα ἐξέπληξας, πάντας τῇ ἐνθέῳ διδασκαλίᾳ σου, εὐρυμαθείᾳ συνέσει σου, ψυχῆς εὐτολμίᾳ σου, φιλανθρώπῳ ἀγωγῇ, εὐποιΐας πληθύϊ σου, καὶ πραότητι, ἀρετῶν δι’ ὧν Πρόεδρος ἐδείχθης, Προεστώτων τοῦ Μωρέως, ἐν τῆς δουλείας τοῖς ἔτεσι.
Εὐλαβῶς καθωδήγησας, τὴν λαχοῦσαν ἀγέλην σου, Λακεδαιμονίας πρὸς ἀφθαρτότητα, καὶ Γορτυνίας σεβάσμιε, ποιμὴν καὶ πανάριστε, Ἀνανία ἀθλητά, ὁ προκρίνας τὸν θάνατον, καταπνίξεως, ἐν τῷ αἵματι δήμου χριστωνύμων, καθ’ ἐχθρῶν ἐξεγερθέντων, αὐτὸν δουλούντων ἀοίδιμε.
Ἀπτοήτῳ φρονήματι, Ἀνανία κατέβαλες, ἐπηρμένον φρύαγμα στίφους Ἅγιε, τῶν μισοχρίστων καὶ θείᾳ σου, ἐνστάσει κατηύφρανας, τὰς χορείας εὐσεβῶν, οἷσπερ ἦμαρ ἐλεύθερον, ἐξανέτειλας, τοῖς τιμίοις σου ἄθλοις Ἱεράρχα, θεῖε Λακεδαιμονίας,καλλιμαρτύρων ὡράϊσμα.
Τοῦ Μυστρᾶ καθηγίασας, πύλην τῆς Μητροπόλεως, ἐκροαῖς αἱμάτων τῶν παναγίων σου, μετὰ τὴν κλίσιν αὐχένος σου, τῷ ξίφει ἀοίδιμε, πλάνων ἰσμαηλιτῶν, οὓς ἐνστάσει σου ᾔσχυνας, καὶ ἐξώργισας, παῤῥησίᾳ τῆς πίστεώς σου Μάρτυς, καὶ ψυχῆς σου Ἀνανία, στεφανηφόρε στεῤῥότητι.
Δεῦτε πάντες φιλέορτοι, εὐφημήσωμεν ᾄσμασιν, Ἀνανίαν νέον Ἱερομάρτυρα, Πελοποννήσου τὸ καύχημα, ἐν χρόνοις ἀθλήσαντα, τοῖς ἐσχάτοις θαυμαστῶς, ἐν Μυστρᾷ ὑπὲρ πίστεως, καὶ λυτρώσεως, τοῦ λαοῦ ἐκ τῆς μήνιδος ἀπίστων, τῶν δουλούντων οἴμοι ποίμνην, αὐτοῦ τιμίαν καὶ ἔλλογον.
Δόξα. Ἦχος πλ. β΄.
Τὸν ἐν τῇ πύλῃ Μυστρᾶ τῆς Μητροπόλεως, ὡς ἀρνίον τὴν κεφαλὴν ἀποτμηθέντα, Ἱερομάρτυρα τιμήσωμεν Ἀνανίαν, οὗ οἱ ἄπιστοι τὸ τίμιον ἔσυραν σκήνωμα εἰς τὰς ῥύμας τῆς πόλεως, πανευλαβῶς ἀνυμνήσωμεν, καὶ ἐν ἀγαλλιάσει αὐτῷ εἴπωμεν· Ὁ ὑποδείξας τῇ ὑποδούλῳ ἀγέλῃ σου, ἐλευθερίας ὑπερφώτους ἐπάλξεις, καὶ ὑπὲρ αὐτῶν ἐκ θανάτου λυτρώσεως, ἑαυτὸν παραδοὺς εἰς τομὴν αὐχένος, κατεύθυνον καὶ ἡμῶν τὰ διαβήματα πρὸς σωτηρίαν, τῶν τιμώντων ἐκθύμως τὴν πανσεβάσμιον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ ἡ ἁγιοτρόφος Πελοπόννησος, τελοῦσα τὴν μνήμην τοῦ νέου Ἱερομάρτυρος, Ἀνανίου Μητροπολίτου Λακεδαιμονίας, ἐν Μυστρᾷ ἀθλήσαντος καὶ στεφανωθέντος θεόθεν, καὶ αὐτῷ ἐν κατανύξει βόησον· Εὐπαίδευτε Ἱεράρχα καὶ ἀήττητε Μάρτυς, ὁ ὑπὲρ τῆς λογικῆς σου ποίμνης ἑαυτὸν παραδοὺς εἰς θάνατον,μὴ παύσῃ δεόμενος τοῦ Κυρίου τῆς δόξης, ὑπὲρ τῶν τελούντων τὴν πάνσεπτον μνήμην σου.
Ἦχος β΄.
Ὁ ὑπὲρ ἐλευθερίας τῶν χριστωνύμων ἀγωνισάμενος, Ἱεράρχα Λακεδαιμονίας Ἀνανία, ἤθλησας ἄριστα καὶ ξίφει τὴν κεφαλὴν ἀπετμήθης· ὅθεν ὡς πρόξενον πιστῶν ἐλευθερίας τιμῶντές σε, οἱ ἐν δουλείᾳ παθῶν κατακείμενοι, τὰς εὐχάς σου ἐκδεχόμεθα, πρὸς τὸν Λυτρωτὴν ἡμῶν καὶ Κύριον, ἵνα ἐξ αὐτῶν ἀπαλλαγῶμεν ἱερόαθλε,
Ἦχος γ΄.
Τὸν εὐρυμαθείᾳ διαλάμψαντα, σταθερότητι ἐκκλησιαστικοῦ φρονήματος καὶ ἔργοις εὐποιΐας, Ἐπίσκοπον Δημητσάνης καὶ Μητροπολίτην Λακεδαιμονίας, Ἀνανίαν τιμήσωμεν τὸν κεκοσμημένον ἀνδρείᾳ καὶ χάριτι, καὶ αὐτοῦ τιμῶντες τὴν μνήμην οὕτω βοήσωμεν· Περιφανέστατε Πάτερ Πελοποννήσου ἐγκαλλώπισμα, ὁ θεοφιλῶς ποιμάνας τὴν λαχοῦσάν σοι ποίμνην, ἄχρι θανάτου διὰ κεφαλῆς ἀποτμήσεως, μὴ παύσῃ Χριστὸν ἡμῖν ἱλεούμενος, τοῖς τιμῶσιν ἐν ὕμνοις τὴν ἀεισέβαστον μνήμην σου.
Δόξα. Ἦχος δ΄.
Θεοφιλοῦς ποιμαντορίας ὑποτύπωσιν, τὸν ἐργασάμενον διὰ τὴν ἀπελευθέρωσιν τῶν χριστωνύμων, ἐκ τῆς δουλείας τῶν ἀπίστων τυράννων. Ἀνανίαν τὸν καρτερόψυχον Ἱερομάρτυρα τιμήσωμεν, ὡς πρόβολον εὐψυχίας καὶ τόλμης οὕτω λέγοντες· Ἀνδρείας καὶ πίστεως σεμνολόγημα, ὁ δι’ ἀποτμήσεως τῆς κάρας σου καταδείξας ἅπασι, τὴν οἰκοῦσαν ἐν καρδίᾳ σου εὐλάβειαν, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον, ἐκτενῶς Αὐτὸν δυσώπει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόστιχα. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, ὁ τῆς Στεμνίτσης βλαστός, τῆς Γορτυνίας τὸ εὐῶδες λευκάνθεμον, κιννάμωμον ἀριστείας, θεοσοφίας τερπνόν, ἴον καὶ ἀνδρείας, ῥόδον εὔοσμον, ὀδμαῖς εὐτολμίας σου, καὶ ψυχῆς γενναιότητος, ὁ κατευφράνας, χριστωνύμων ὁμήγυριν, τὴν ὑπόδουλον, τῶν ἀπίστων τοῖς ἔκγοσιν, ὧν καὶ σεπτῇ ἐνστάσει σου, τὰ στίφη κατῄσχυνας, καὶ πρὸς τομὴν σοῦ αὐχένος, τοῦ σεβασμίου ὡδήγησας, καλλίνικε Μάρτυς, εὖχος Λακεδαιμονίας, περιφανέστατον.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, Ἱερομάρτυς στεῤῥέ, Μητροπολῖτα Δημητσάνης καὶ Πρόεδρε, σεπτὲ Λακεδαιμονίας, σὴν ποίμνην τὴν λογικήν,πρὸς υἱῶν τῆς Ἄγαρ, ἀποτίναξιν, δεσμῶν τοῖς ἀγῶσί σου, κατευθύνας ἐν ἔτεσι, πικρᾶς δουλείας, χριστωνύμου πληρώματος, γενναιότατε, Ἀνανία καὶ κάρας σου, ὁ ὑπομείνας ἔκτμησιν, πρὸ τῆς Μητροπόλεως, Μυστρᾶ τῆς πύλης ἐν ᾗπερ, καὶ στέφος ἀϊδιότητος, ἐδέξω θεόθεν, ἀντιμίσθιον ὡς πόνων, τῶν πανιέρων σου.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Μνήμην, ἐπιτελοῦντες λαμπρῶς, τὴν σεβασμίαν σου πιστῶν τὰ συστήματα, πανένδοξε Ἀνανία, Ἱερομάρτυς στεῤῥέ, Λακεδαιμονίας, μεγαλύνομεν, εὐψύχους ἀγῶνάς σου, πρὸς δεσμῶν ἀποτίναξιν, τῶν ἀπογόνων, Ἰσμαὴλ ὧν τὸ φρύαγμα, κατεπάτησας, τῇ ἰσχύϊ τῶν λόγων σου, καὶ εὐσθενῶν ἀγώνων σου, Γορτύνιον καύχημα, καὶ πολυτίμητον εὖχος, τῆς ἱερᾶς Μητροπόλεως, Λακεδαιμονίας, ἣν θεόθεν ἐποπτεύεις, καὶ ῥύῃ θλίψεων.
Δόξα. Ἦχος πλ. δ΄.
Τὸ ποδῆρές σου τῆς ἀρχιερωσύνης ἱμάτιον, ἐπέχρωσας ῥανίσιν αἱμάτων σου, ἱερόαθλε Ἀνανία νεολαμπῶν Μαρτύρων ἀκροθίνιον· αὐτὸ οὖν περιφέρων ὡς τρόπαιον, λαμπροχίτων εἰσῆλθες εἰς πόλου σκηνώματα, τοῖς ἀπ’ αἰῶνος Μάρτυσι συνεπαγάλλεσθαι, καὶ Χριστῷ δυσωπεῖν ἀσιγήτως, ὑπὲρ τῶν τιμώντων τὴν λαμπράν σου ἐνάθλησιν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Εὐτολμίᾳ καὶ θάρσει κατακοσμούμενον, Ἱερομάρτυρα νέον, ὡς Γορτυνίας πυρσόν, τῶν αἱμάτων ἀστραπαῖς Μυστρᾶν φωτίσαντα, ὕμνοις Ποιμένα ἱεροῖς, Ἀνανίαν θεαυγῆ, σεπτὸν Λακεδαιμονίας, ἐγκωμιάσωμεν πόθῳ, αὐτοῦ πρεσβείας ἐκδεχόμενοι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ποιμένα ἱερόν, νῦν Λακεδαιμονίας, φοινίξαντα Μυστρᾶν, ὀχετοῖς τῶν αἱμάτων, αὐτοῦ εὐφημήσωμεν, Ἀνανίαν στεῤῥόψυχον, ἱερόαθλον, ὡς καλλονὴν ἀθλοφόρων, καὶ ὡράϊσμα, νεομαρτύρων εὐτόλμων, Χριστοῦ θείας πίστεως.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Στεμνίτσα σεμνύνεται, σπαργάνοις σοῖς ἱεροῖς, σεπτῇ ποιμασίᾳ σου, ἡ Δημητσάνα στεῤῥέ, καὶ ποδηγεσίᾳ σου, ἡ Λακεδαιμονία, ἀπλανεῖ Ἀνανία, νέε Ἱερομάρτυς, ὁ Μυστρᾶν ἁγιάσας, αἱμάτων σου παντίμων ῥοαῖς, περιφανέστατε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἱερομάρτυρα, Χριστοῦ τῆς πίστεως, τὸν νέον μέλψωμεν, ὡς ἐγκαλλώπισμα, τῆς Δημητσάνης καὶ φανὸν λαμπρὸν Λακεδαιμονίας, ἔργων τε καὶ πράξεων ἀστραπαῖς τὸν φωτίσαντα, δῆμον τὸν χριστώνυμον ἐν σκοτίᾳ καθεύδοντα, δουλείας τοῖς ἀπίστοις βοῶντες· Χαῖρε στεῤῥόφρον Ἀνανία.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον· Κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17 -ιστ΄ 2 ): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν... Ὅρα τὸ εἰς τὴν Λειτουργίαν τοῦ ἁγίου Γεωργίου.
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Τοῦ Ἱεροάθλου πρεσβείαις, Ἐλεῆμον,...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός...
Ἀγαθοεργίαις καὶ ποιμαντικῇ ἐπιστήμῃ τὸν διαλάμψαντα, εὔψυχον Ἱεράρχην Λακεδαιμονίας ἀνυμνήσωμεν, ὡς κεφαλότμητον ἀθλοφόρον ἐν εὐλαβείᾳ κραυγάζοντες· Πελοποννήσου γέρας ἀτίμητον, καὶ ἐλευθερίας πρόξενε τοῦ χριστεπωνύμου πληρώματος, ἐκτενῶς Χριστὸν ἱκέτευε, ὑπὲρ τῶν τιμώντων ἐν ὕμνοις τὴν παναγίαν σου ἄθλησιν.
Εἶτα, οἱ Κανόνες· ὁ Κανὼν τῆς Ἑορτῆς, καὶ τοῦ Ἱερομάρτυρος οὗ ἡ Ἀκροστιχίς· Ἀνανίου Λακεδαιμονίας εὔχους αἶνος. Χ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀξίως ὑμνοῦμέν σε, Ἱερομάρτυς πανεύφημε, Χριστοῦ θείας πίστεως, ὁ τοῦ Μυστρᾶ ἐκροαῖς, τῶν αἱμάτων σου, φοινίξας Ἀνανία, τὴν χθόνα τὴν πάνσεπτον, ἄρτι νεόαθλε.
Νεόφωτον πύρσευμα, τῆς εὐσεβείας ἐφώτισας, αὐγαῖς παῤῥησίας σου, καὶ εὐποιΐαις λαόν, τὸν καθεύδοντα, ἐν σκότει Ἀνανία, δουλείας πανίερε, Μάρτυς τῆς πίστεως.
Ἀνάστημα τίμιον, τῆς Γορτυνίας ἐξήνθησας, ὡς ῥόδον νεόδρεπτον, ἐν τῇ Στεμνίτσῃ σεπτέ, καὶ καθήδυνας, ὀδμαῖς σου Ἀνανία, ῥημάτων καὶ ἄθλων σου, ποίμνην σου ἔλλογον.
Θεοτοκίον.
Ναὲ ἀχειρότευκτε, τοῦ Πλαστουργοῦ πάσης κτίσεως, ναοὺς Θείας Χάριτος, δεῖξον τοὺς σοὺς ὑμνητάς, παντευλόγητε, Κυρία Θεοτόκε, ἐν δίναις τοὺς σπεύδοντας, ταῖς ἱκεσίαις σου.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ἰθῦντορ τῆς Λακεδαιμονίας, πρὸς δώματα πόλου ἀπλανές, καὶ Γορτυνίας ποίμνης σου, κατηύθυνας σὰ βήματα, πρὸς ἔνδοξον μαρτύριον, ὦ Ἀνανία νεόαθλε.
Ὁ γόνος Ὑψοῦντος Ἀνανία, ἀνδρῶν ἀκρεμὼν ἐπιφανῶν, εὐρυμαθὲς καὶ εὔψυχε, γενέσθαι κατηξίωσαι, σῆς γενετείρας Πρόεδρος, καὶ Ποιμενάρχης θεόσοφος.
Ὑπέρτιμε Λακεδαιμονίας, Ἐπίσκοπε πύλην ἐν Μυστρᾷ, ἐνδόξῳ Μητροπόλεως, ἡγίασας σοῖς αἵμασιν, ὦ Ἀνανία θάνατον, καθυπομείνας κατώδυνον.
Θεοτοκίον.
Λαμπὰς ἀρετῆς παμφαεστάτη, διάλυσον ζόφωσιν παθῶν, ἡμῶν μακαριζόντων σε, ὡς παρθενίας σκήνωμα, Φωτὸς ἀδύτου σκήνωμα, Θεογεννῆτορ πανύμνητε.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Τὸν προκρίναντα, ὑπεραθλῆσαι, τοῦ Παντάνακτος, τῆς ἐν δουλείᾳ, βιοτῆς ἀπίστων Ἄγαρ τοῖς ἔκγοσι, πανευσταλῆ Ἀνανίαν καὶ αἵμασι, Μυστρᾶ τὴν χθόνα ἀρτίως φοινίξαντα, ὡς ὡράϊσμα ὑπέρτιμον γενναιότητος, ὑμνήσωμεν καὶ πίστεως θησαύρισμα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἀνανία Ἱεράρχα, εὐλαβὲς καὶ πανόσιε, Λακεδαιμονίας, ὁ καθυπομείνας αὐχένος σου, ἐν τῷ Μυστρᾷ ἐκτομὴν σαφῶς δεδόξασαι, ὡς θειότατος, Ἱερομάρτυς τῆς πίστεως.
Κλέος οἴκου Λαμπαρδαίων, Ἀνανία μακάριε, Δημητσάνης πέλεις, τῆς Σχολῆς δομήτωρ θειότατος, καὶ διαπρύσιος κῆρυξ θείας πίστεως, ἱερόαθλε, φιλανθρωπίας ἀκρώρεια.
Ἐπισκόπων Δημητσάνης, Ἀνανία καλλώπισμα, Λακεδαιμονίας, ἅμα Ἀρχιθῦτα μακάριε, ὑπὸ πιστῶν καὶ ἀπίστων ὁ σεβόμενος, διὰ φρόνημα, τὸ σὸν ἀκμαῖον δεδόξασαι.
Θεοτοκίον.
Δένδρον Ἄχραντε ἁγνείας, εὐθαλὲς καὶ ἡδύπνευστον, Κεχαριτωμένη, σκέπε ὑπὸ κλώνους σου πάντοτε, σοὺς ὑμνητὰς δυσωδίαν ὧν ἐκδίωξον, τάχος θλίψεων, παθῶν καὶ πόνων Μητρόθεε.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἀνέτειλας ἄθλοις σου, καὶ ἀποτμήσει κάρας σου ἦμαρ χρυσαυγέστατον παμμάκαρ, Πελοποννήσου, τοῖς οἰκισταῖς θαυμαστέ, Μυστρᾶν Ἀνανία ὁ ῥοαῖς, ἱερῶν αἱμάτων σου, πορφυρώσας νεόαθλε.
Ἰθῦντορ ἀγέλης σου, στενούσης ἀπλανέστατε, ἐν σκιᾷ δουλώσεως ἀπίστων, ἐλευθερίας, πρὸς φῶς αὐχένος τομήν, ὑπέμεινας χαίρων ἐν Μυστρᾷ, Ἀνανία ἔνδοξε, γεραρὲ ἱερόαθλε.
Μαρτύρων ἀπαύγασμα, νεολαμπῶν τῆς πίστεως, Λακεδαιμονίας Ἱεράρχα, ὁ ἐπιχρώσας, τῶν σῶν αἰμάτων ῥοαῖς, στολήν σου ἀρχιερατικήν, Ἀνανία στέφανον, ἀφθαρσίας ἀπέλαβες.
Θεοτοκίον.
Ὁδήγει σοὺς πρόσφυγας, πρὸς δόμους ἀφθαρτότητος, Κεχαριτωμένη Θεοτόκε, τῇ βακτηρίᾳ, τῆς προστασίας σεμνή, Παρθένε φρουρᾶς διηνεκοῦς, σκέπης παντευλόγητε, καὶ θερμῆς ἀντιλήψεως.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Νικήτωρ ὤφθης πανένδοξος, ἀπίστων Ἀνανία νεόαθλε, σῶφρον Ἐπίσκοπε, τῆς Δημητσάνης καὶ Πρόεδρε, τῆς Λακεδαιμονίας, θεοειδέστατε.
Ἰσχύος ἔμπλεως Πνεύματος, Ἁγίου Ἀνανία ἐδίωξας, ἐκ τῆς καρδίας σου, πᾶσαν δειλίαν καὶ ἔδραμες, ὡς ἔλαφος ὠκύπους, πρὸς τὸ μαρτύριον.
Ἀρίστους πόθῳ ἀγῶνάς σου, ὑμνοῦμεν Ἀνανία μακάριε, πρὸς ἀπολύτρωσιν, ἐκ τῶν ἀπίστων τῆς ποίμνης σου, ἱεροάθλων νέων, λαμπρὸν ἐκτύπωμα.
Θεοτοκίον.
Σοφίας ἔμπλησον ἅπαντας, ἐνθέου τοὺς πιστῶς μακαρίζοντας, τῶν θαυμασίων σου, τὸ πλῆθος Θεογεννήτρια, Σοφίαν ἡ τεκοῦσα, τὴν ἐνυπόστατον.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἱερομάρτυρα Χριστοῦ τῆς θείας πίστεως, τὸν ἐξ Ὑψοῦντος Γορτυνίας προερχόμενον, Ποιμενάρχην θεαυγῆ Λακεδαιμονίας, Ἀνανίαν τὸν σεπτὸν ἐγκωμιάσωμεν, πορφυρώσαντα Μυστρᾶ αὐτοῦ τοῖς αἵμασι, χθόνα κράζοντες· Χαίροις, Πάτερ στεῤῥόψυχε.
Ὁ Οἶκος.
Ἄγγελοι Ἀνανία, ἀπεθαύμασαν πόνους, τῆς σῆς θεοφιλοῦς ποιμασίας, ἄχρι σῆς κεφαλῆς ἐκτομῆς, Λακεδαιμονίας ἱερὲ Πρόεδρε, καὶ κατιδόντες σθένος σου, ἐβόησαν πιστοί σοι ταῦτα·
Χαῖρε, τὸ εὖχος Πελοποννήσου·
χαῖρε, ὁ φίλος τοῦ Θεανθρώπου.
Χαῖρε, σελασφόρον Σεμνίτσης ἀπαύγμασμα·
χαῖρε, φωτοφόρον ἀνδρείας φρυκτώρημα.
Χαῖρε, πάτερ ἱερώτατε, Δημητσάνης ὁ ποιμήν·
χαῖρε, ἄνερ θεοδόξαστε, ποντουμένων ὁ λιμήν.
Χαῖρε, ἱερομύστης τῆς Λακεδαιμονίας·
χαῖρε, ποίμνης σου ῥύστης ἐκ δεινῶν τῆς χορείας.
Χαῖρε, Μαρτύρων πάλαι ἰσότιμος·
χαῖρε, ἀγώνων πίστεως πρόβολος.
Χαῖρε, ἀκμῇ ξίφους κάραν ὁ κλίνας·
χαῖρε, τομὴν κεφαλῆς ὑπομείνας·
Χαίροις, Πάτερ στεῤῥόψυχε.
Συναξάριοιν.
Τῇ ΙΕ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ἁγίου νέου Ἱερομάρτυρος Ἀνανίου, Ἐπισκόπου Δημητσάνης καὶ Μητροπολίτου Λακεδαιμονίας.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἐργαζόμενος, ὡς μῆρμυγξ δι’ ἐκλύτρωσιν, πιστῶν πατρίδος σου, καὶ σῶν ἐλλόγων ἀμνῶν, δεσμῶν ἐκ συστήματος, ἐχθρῶν τῆς πίστεως, μῆνιν ἔνθεε, αὐτῶν ταχὺ προὐκάλεσας, ἄχρι τμήσεως σῆς κάρας.
Ὕμνοις στέφομεν, τὴν σεβασμίαν μνήμην σου, περιφανέστατε Ἱερομάρτυς Χριστοῦ, ὁ λάμψας ἐν ἔτεσιν, ἐσχάτοις πράξεσι, συμπαθείας σου, πρὸς μαθητὰς καὶ πένητας, Ἀνανία Ἱεράρχα.
Χριστομίμητον, Ἱερομάρτυς ἔνδοξε, ἄνερ Γορτύνιε, ἐπιδεικνὺς ἀγωγήν, σαυτὸν ὑπὲρ ποίμνης σου, ἐλλόγου Ἅγιε, εἰς μαρτύριον, παρέδωκας καὶ ἔκτμησιν, Ἀνανία σοῦ αὐχένος.
Θεοτοκίον.
Ὁδηγήτρια, ἐδείχθης Μητροπάρθενε, πρὸς πόλου δώματα, ἀπλανεστάτη πιστῶν, ἐν οἷς χαίρεις πάντοτε, σὺν θείῳ Τόκῳ σου, τῷ παρέχοντι, ἡμῖν τὸ μέγα ἔλεος, μεγαλύνουσί σε πόθῳ.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ὕψος δυσαντίβλεπτον ἀνδρείας, συνέσεως Ἀνανία γενναιότητος, φιλανθρώπου δράσεως, καὶ ὀρθοῦ φρονήματος, ἐν τοῖς ἐσχάτοις πέφηνας, τοῖς χρόνοις Ἅγιε, ὁ κλίνας ἐν Μυστρᾷ τὸν αὐχένα, ξίφει τῶν ἀπίστων, ὑπὲρ ἀμνῶν σῆς ποίμνης.
Στῦλος Ἀνανία εὐψυχίας, ἐδείχθης ἱεροφάντορ ἀῤῥαγέστατος, καὶ στεῤῥὸν προπύργιον, ἀρετῆς χρηστότητος, καὶ εὐποιΐας πράξεων, ὁ τὴν ἀγέλην σου, στηρίζων ἐν τῇ πίστει ἀπαύστως, καὶ ἐλευθερίᾳ, τῇ ἐν Χριστῷ Σωτῆρι.
Αἵμασιν ἐπέχρωσας στολήν σου, οἰκείοις τῆς ἀρχιερωσύνης ἔνδοξε, Ἀνανία καύχημα, νέον θείας πίστεως,καὶ τοῦ Μυστρᾶ ἐπέχρωσας, τῆς Μητροπόλεως, τὴν πύλην Νεομάρτυς στεῤῥόφρον, ὁ σφαγῆς λαοῦ σου, τὸν θάνατον προκρίνας.
Θεοτοκίον.
Ἴασαι ἡμῶν τὰς ἀσθενείας, καὶ ῥῦσαι χαμαιζηλίας τοὺς οἰκέτας σου, πίστει μεγαλύνοντας, πλῆθος θαυμασίων σου, καὶ σὴν θερμὴν ἀντίληψιν, πρὸς πάντα στένοντα, Κυρία Θεοτόκε Παρθένε, συμπαθείας κέρας, πρὸς πάντας ὑμνητάς σου.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Νίκας κατ’ ἐχθρῶν, ἀπίστων ἱκέταις σου, ταχέως δώρησαι, Ἀνανία πάνσεμνε, ἱερομύστα, θεοειδέστατε, ὁ θριαμβεύσας ἔκγονα, σεπτῇ ἀθλήσει σου, ἄρτι Ἄγαρ, καὶ τομὴν τῆς κάρας σου, ὑπομείνας ἀμνὸς ὡς ἀμώμητος.
Ὄλβος τοῦ Χριστοῦ, τῆς πίστεως πέφηνας, πολυτιμότατος, Ἀνανία ἔνδοξε, Ἱερομάρτυς, στεῤῥὲ καὶ μάργαρον, ἀνδρείας τιμαλφέστατον· διὸ τὴν μνήμην σου, τὴν ἁγίαν, ὕμνων καταστέφομεν, καὶ ᾀσμάτων εὐτάκτων τοῖς ἄνθεσι.
Στέφος ἀληθῶς, χρυσόπλοκον ἔλαβες, θεόθεν ἄριστε, ἀθλητὰ τῆς πίστεως, ὁ καταισχύνας, λαμπρᾷ ἐνστάσει σου, ἀπίστων τὰ συστήματα, καὶ τὴν ὁμήγυριν, Ἀνανία, κατευφράνας ἄθλοις σου, εὐσεβῶν καὶ τομῇ τοῦ αὐχένος σου.
Θεοτοκίον.
Χαῖρε Μαριάμ, Παντάνασσα Δέσποινα, πιστῶν διάσωσμα, χαῖρε Μητροπάρθενε, ἐμπεριστάτων, χαῖρε προπύργιον, χαῖρε ἡμῶν ἐν θλίψεσι, τὸ παραμύθιον, χαῖρε πάντων, ἀσθενῶν ἡ ἴασις, καὶ θερμὴ πρὸς τὸν Τόκον σου πρέσβειρα.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἱερομάρτυς ἔνδοξε, τῆς Γορτυνίας σάπφειρε, ὁ ἐν ἐσχάτοις τοῖς χρόνοις, ὀφθεὶς Λακεδαιμονίας, ποιμένων ἐγκαλλώπισμα, τὴν κεφαλήν σου ἔκλινας, προθύμως ξίφει ἄλκιμε, ἐχθρῶν Μυστρᾶ ἐν τῇ πύλῃ, ἐπισκοπῆς Ἀνανία.
Καὶ τὸ τῆς Ἑορτῆς.
Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Χριστοῦ ἀληθείας ἀθλητά, Ἀνανία ἔνδοξε, τῆς Γορτυνίας ἀνάστημα, περιφανέστατον, βλάστημα Ὑψοῦντος, Δημητσάνης Ἔφορε, καὶ Λακεδαιμονίας θησαύρισμα, ἔκλινας κάραν σου, ὥσπερ θῦμα ἱερώτατον, τοῖς ἀπίστοις, ἐσχάτοις ἐν ἔτεσι.
Ἐσύρθη τὸ σκήνωμα τὸ σόν, μετὰ τὴν ἀπότμησιν, Ἱερομάρτυς πανένδοξε, θείου αὐχένος σου, εἰς Μυστρᾶ τοὺς δρόμους, Ἀνανία εὔψυχε, τῆς Λακεδαιμονίας πολύτιμον, γέρας καὶ σέμνωμα, τοῦ Χριστοῦ ἁγίας πίστεως, ὁ θεόθεν, στεφάνους δεξάμενος.
Ἡγίασας πύλην τοῦ Μυστρᾶ, μάκαρ Μητροπόλεως, τοῖς τῶν αἱμάτων σου ῥεύμασι, πανιερώτατε, Λακεδαιμονίας, ἀρχιθῦτα ψάλλοντες, θεόφρον Ἀνανία αἰτούμεθα, τὰς ἱκεσίας σου, πρὸς τὸν εὔσπλαγχνον Θεάνθρωπον, ἀφθαρσίας, τῷ στέφει σε στέψαντι.
Τελοῦντες τὴν μνήμην σου λαμπρῶς, Ἀνανία πάνσοφε, τῶν φιλεόρτων οἱ σύλλογοι, ῥόδοις τοὺς ἄθλους σου, στέφομεν ᾀσμάτων, καὶ πανηγυρίζοντες, φαιδρῶς ἀπεκδεχόμεθα χάριν σου, ἣν ὡς στεῤῥόψυχος, Ἱεράρχης ἔχεις πάντιμε, καὶ Μαρτύρων, ἀκρότης τῆς πίστεως.
Δόξα. Ἦχος πλ. α΄.
Τὸν βιοῦντα καὶ διδάσκοντα τὴν ἐν Χριστῷ ἐλευθερίαν, καὶ μὴ ἀνεχόμενον ἐχθρῶν καὶ παθῶν δουλείαν, Ἀνανίαν τὸν σεβάσμιον Λακεδαιμονίας Ἱεράρχην, ξίφει ἀπίστων τὴν κάραν κλίναντα, ὡς ἱερώτατον πίστεως σφάγιον τιμήσωμεν λέγοντες· Ὁ λελουσμένος τοῖς οἰκείους σου αἵμασι, καὶ κεκοσμημένος μαργαρίταις ἀνδρείας καὶ εὐποιΐας, Χριστὸν ἡμῖν καθιλέωσαι, τοῖς ἑορτάζουσι σήμερον ἐκθύμως τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Δεῦτε Ἀνανίαν τὸν ἐν Μυστρᾷ, ὑπ’ ἐκγόνων Ἄγαρ, ἐναθλήσαντα καρτερῶς, Λακεδαιμονίας, θεόπνουν Ἱεράρχην, ὡς ἀριστείας κέρας, ἐγκωμιάσωμεν.
.jpg)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου