ΙΑΝΟΥΑΡΙΟΣ ΙΓ!!
ΙΕΡΕΜΙΑΣ Α ΠΑΤΡΙΑΡΧΗΣ ΚΩΝ/ΠΟΛΕΩΣ
ΑΚΟΛΟΥΘΙΑ
(Νικολάου Καλοσπύρου)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν ποιμενάρχην Κυρίου ἀνευφημοῦμέν σε, τῆς Ἐκκλησίας αὖχος, Ὀρθοδόξων τὸ κλέος, ἐν χρόνοις τῆς δουλείας καὶ τῶν πιστῶν, ἱερὸν πρωτοστάσιον· ταῖς σαῖς οὖν Πάτερ πρεσβείαις σκέπε ἡμᾶς, τοὺς τιμῶντάς σου τὴν κοίμησιν.
Τῶν ἀσωμάτων χορείαις, νῦν συνηρίθμησαι, καὶ τρισαγίῳ θρόνῳ, παρεστὼς ἱεράρχα, φιλάνθρωπον τὸν Πλάστην ὑπὲρ ἡμῶν, καθικέτευε δούλων σου, τὴν πανσεβάσμιον μνήμην σου γεραρῶς, ἐκτελούντων καὶ πανένδοξον.
Τὰς οὐρανίους σκηνώσεις, ἐν εὐφροσύνῃ οἰκῶν, καὶ σὺν Ὁσίοις πάλαι, διττὸν Ἱερεμία, τὸ χάρισμα Κυρίου ἐκλαμπρυνθείς, πατριάρχης γεγένησαι, καὶ τῆς ἀσκήσεως χάριν ἐκμελετῶν, ἀνοδεύεις ἐς τὰ κρείττονα.
Φωτιστικαῖς ταῖς ἀκτῖσιν, τοῦ θείου Πνεύματος, φωτοειδὴς ἐδείχθης, καὶ σεπτὸς θεηγόρος, λαμπρὸς οἰακοστρόφος καὶ χορηγός, μοναστῶν ἐχρημάτισας, Σταυρονικήτα τοῦ Ἄθωνος οἰκιστής, κτήτωρ πρόμαχος καὶ τρόφιμος.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε πάντες οἱ πιστοί, τὸν σεπτὸν Ἱεράρχην καὶ βίου τοῦ μονήρους τὸν ἐραστήν, εὐσεβῶς ἀνευφημήσωμεν. Οὗτος γὰρ ὁμονυμῶν τῷ ἀρχαίῳ Προφήτῃ, τὸν θρῆνον μετέβαλεν εἰς κλῆσιν τὴν ἔνθεον, καὶ τῆς ἀποστολικῆς διδασκαλίας γενόμενος ἔμπλεως, καταγώγιον ἀνεδείχθη τοῦ Ἁγίου Πνεύματος, καὶ δι’ ἐναρέτου πολιτείας, ὑπογραμμοὺς τῆς τάξεως τῆς ἀκριβοῦς σαφῶς τρανώσας, στῦλος ἐν κλύδωνος καιρῷ ἤρθη τῷ πληρώματι τῆς εὐσεβείας· διὸ καὶ μετὰ πότμον παριστάμενος ἐγγύτερον τῇ τρισηλίῳ Θεότητι, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Κύριε, πληρῶσαι βουλόμενος, ἃ ὥρισας ἀπ᾽ αἰῶνος, ἀπὸ πάσης τῆς κτίσεως, λειτουργοὺς τοῦ μυστηρίου σου ἔλαβες, ἐκ τῶν Ἀγγέλων τὸν Γαβριήλ, ἐκ τῶν ἀνθρώπων τὴν Παρθένον, ἐκ τῶν οὐρανῶν τὸν Ἀστέρα, καὶ ἐκ τῶν ὑδάτων τὸν Ἰορδάνην, ἐν ᾧ τὸ ἀνόμημα τοῦ κόσμου ἐξείληψας, Σωτὴρ ἡμῶν δόξα σοι.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθά.
Ἄγε δὴ τῶν πιστῶν, ὁμήγυρις ἡ θεία, κλεινὸν Ἱερεμίαν, αἰνέσωμεν προφρόνως, Ἀρχιεράρχην μέγιστον.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ὤφθης ἐκ μητρικῶν σπαργάνων θεοφόρε, πραΰθυμος κοσμήτωρ, ἡγιασμένον σκεῦος, τοῦ παναγίου Πνεύματος.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Ὕμνους σοι προσφωνεῖ, Μονὴ Σταυρονικήτα, ἣν ἔκτισας ἐκ νέου, καὶ σοὶ ἐγκαυχωμένη, πρὸς Κύριον λιτάζεται.
Δόξα. Ἦχος β΄.
Ἀγλάϊσμα τὸ θεῖον ἀρχιερέων, Ἱερεμία Πάτερ ἀοίδιμε, κατὰ τὸ ὄνομά σου, οὕτω καὶ ἡ πολιτεία σου τῷ Θεῷ καθίσταται, καὶ ὁ βίος σου τῷ Κυρίῳ ἀποκαλύπτεται, εἰς ποιμανσίαν τῶν πιστῶν ἀκαθαίρετον καὶ ἀκέραιον· οἷάπερ ἀκριβοδίαιτος ἡ σὴ πολιτεία, καὶ ἡ κοίμησις μετὰ τῶν Ἁγίων δικαιουμένη· ὅθεν πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθά
Ἦλθεν ὁ φωτισμός, ἡ λύτρωσις ἐφάνη, ἐν Ἰορδάνῃ· δεῦτε, συνέλθωμεν ῥυφθῆναι, φαιδρῶς συνεορτάζοντες.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς Χριστοῦ Ἐκκλησίας ἰθύντωρ πέφηνας, τῶν Ὀρθοδόξων τῆς ποίμνης θεοπαγὴς προμαχών, καὶ Μονῆς Σταυρονικήτα κτίτωρ ἔνθεος· σὺ γὰρ προβόλων πειρασμῶν, στηλιτεύεις τὴν ὀφρύν, ἀξίως Ἱερεμία, τῶν ἀληθῶν ὑποφήτης, καὶ ταῖς ψυχαῖς ἡμῶν κραταίωμα.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου, δευτεροῦντες αὐτά. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐπινεύσει θεϊκῇ, θρόνου τῆς Χριστοῦ Ἐκκλησίας, προεχειρίσθης ποιμήν, μέριμνα τοῦ ζήλου σου ὑπερανήλωσε, πολιτείαν σου ἔνθεον, ὡς τῶν Ἀποστόλων, ἣν ἐνεπιστεύθη σοι ὁ πάντων ἔφορος, λέγειν ἐν χαρᾷ ἐκβοῶντι· δόξα Σοι Τριὰς Παναγίας, δόξα Σοι Τριὰς ἡ Ὁμοούσιος.
Ὅτε, ἀλλοθρήσκων δυναστῶν, Πάτερ τὴν ὀδύνην ἀνέσχες, ὑπὲρ ποιμνίου τοῦ σοῦ, τῇ φιλοκαλίᾳ σου καὶ ἀγαθότητι, ἐθαυμάστωσεν ἄνωθεν, ὁ πάντων Δεσπότης· ὅθεν ἀπεθαύμασαν τὴν ἡμερότητα, ἐπαναπαυόμενοι πάντες, καὶ ὀρθοπραξίας τὰ ῥεῖθρα, νέμοντος ποιμένος προτυποῦντός τε.
Ὅτε, ταπεινώσει τῇ σεπτῇ, τὴν φιλαργυρίαν ἀπίστων, χαίρων ἀπέπτυσας, ὡς Ἱερεμίου δὲ πάλαι ὁμώνυμος, ἀρετῶν σου ἡ κήρυξις, ἀποστοματίζει, φήμην τῶν τυράννων τε τὴν ματαιόδοξον, καὶ τῶν ἀντιθέων μανίαν, διὰ τὴν εἰρήνην τοῦ κόσμου, καὶ τῶν μοναζόντων τὴν κραταίωσιν.
Δόξα. Ἦχος πλ. δ΄.
Ὅσιε τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ τοῦ Ἀρχιποίμενος Χριστοῦ μαθητής, Αὐτοῦ τῆς φωνῆς ἐνωτιζόμενος, καὶ πατριαρχείας τὰ τάλαντα πολυπλασιάσας, κατ’ ἀντιμισθίαν ἔργων σου πολυτρόπων ἀγαθῶν, χάριτι Δεσπότου δούλοις πιστοῖς ἡτοιμασμένης, πολίτης τανῦν τῆς Βασιλείας τῶν Οὐρανῶν ἐγένου· ὅθεν Χριστὸς φησίν· εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα γεηρὰ πρὸς κακοπάθειαν ἧς πιστός, ἐπὶ πλειόνων καταστήσω σε, Ἱερεμία πανεύφημε, τὰ νικητήρια δοῦναί σοι ὡς ἄγαν νηπτικὸν λογισμόν, καὶ ἀδιάλειπτον κατάστασιν ἐξ Ἐμοῦ συνεστῶσαν φέροντι, σημεῖον τῶν μαθητῶν εἰρηνοποιοῦ διδασκάλου ἐντυγχάνειν. Ἡμῶν δὲ τῶν ἀναξίων ὑμνητῶν, τῶν τελούντων σου τὴν πανήγυριν, δέχου τὰ αἰτήματα, καὶ τῆς Μονῆς σου τὰ σεβάσματα, εἰς τὸ πρεσβεύειν συντόνως φυλαχθῆναι αύτὴν ἐκ τῶν ἀοράτων ἐχθρῶν, καὶ ἡμῖν δωρηθῆναι τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σήμερον ἡ κτίσις φωτίζεται, σήμερον τὰ πάντα εὐφραίνονται, τὰ οὐράνια ἅμα καὶ τὰ ἐπίγεια. Ἄγγελοι καὶ ἄνθρωποι συμμίγνυνται· ὅπου γὰρ Βασιλέως παρουσία, καὶ ἡ τάξις παραγίνεται. Δράμωμεν τοίνυν ἐπὶ τὸν Ἰορδάνην, ἴδωμεν πάντες τόν Ἰωάννην, πῶς βαπτίζει Κορυφήν, ἀχειροποίητον καὶ ἀναμάρτητον. Διὸ Ἀποστολικὴν φωνὴν προσᾴδοντες, συμφώνως βοήσωμεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, καταυγάζουσα καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλεος.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ι, 6-7 & Γ, 13-16 & 8...)
Μνήμη δικαίου μέτ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου· διὸ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν· ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἑβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, πλησθήσεσθε πνεύματος.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ι, 31-32 & ΙΑ, 1-12)
Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία, στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ' αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ, 7-15)
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν
ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ
ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς
αὐτοῦ.
Λιτή. Ἦχος α'
Φωνὴ Κυρίου τῷ πρωτοθρόνῳ, βοᾷ λέγουσα· Πάτερ Ἱερεμία, οἶδά σου τὰ ἔργα τῆς ἀρίστης προθέσεως, τῆς εὐκλεοῦς διαγωγῆς· τὴν διακονίαν ἀμώμητος, τὴν φιλαδελφίαν εὐπρόσιτος, τὰς εὐσεβεῖς ὑποθήκας ἑδραῖος καὶ ταῖς προσευχαῖς ἐγκαρτερῶν, τὰ ὀψώνια τοῦ εὐαγγελίου μου πεπομφὼς τῷ ποιμνίῳ· διὸ εὐφροσύνως εἰσῆλθες εἰς τὴν χαρὰν τῶν δικαίων. Καὶ νῦν ὡς ἀληθῶς, θεολόγος ἀμετάθετος, προσευχῇ ὑπὲρ τῶν τιμώντων εὐλαβῶς, τὴν πανίερον μνήμην σου.
Ἦχος β΄.
Τάδε λέγει λειτουργὸς πατριάρχης καὶ ἐργάτης τοῦ ἀμπελῶνος Χριστοῦ· ὁ τῶν ἀγαθῶν δωρεῶν χορηγός, ὁ ἅγιος Ἰσραὴλ ὁ Θεός, ὁ λυτρωτὴς τοῦ κόσμου, δέομαί Σου Κύριε μακρόθυμε μεγαλοδύναμε ἀπειροτέλεια, τοὺς οἰκήτορας τῆς φιλτάτης μου μονῆς, δοκιμασιῶν καὶ κακώσεων, ἀλωβήτους τηρεῖν, βασιλείας κληρονόμους ἀναδεῖξαι καὶ ἀναψυχὴν τοῖς προσιοῦσιν αὐτῇ, ὡς Ἀθωνικῆς πολιτείας κεκληρωμένους.
Ἦχος πλ. β΄.
Ἄνθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ θεράπων, ἄνερ ἐπιθυμιῶν, σκεῦος ἐκλογῆς, ἑδραίωμα τῆς πίστεως, τῆς τάξεως κανὼν εὐπροσήγορε, καὶ κάτοπτρον διαγωγῆς τῆς ὀρθοδόξου, τοῦ βοᾷν ὑπὲρ ἡμῶν πρὸς Κύριον, μὴ παρασιωπήσῃς.
Δόξα. Ὁ αὐτός.
Θεοῦ τὴν θέαν, θεῖον θαῦμα, θεώμενος, πατριαρχῶν ὁ πρόκριτος, Ἱερεμία Ὅσιε· ἐνώπιον τοῦ οὐρανίου θυσιαστηρίου, τὰς χεῖρας ἀναπετάννυς πρὸς τὸν τρισάγιον Θεόν, παῤῥησίᾳ ἀμεμπτῳ, τῆς ποιμαντορικῆς σου εὐκρασίας. Σὺ οὖν βαστάσας καὶ τὸ βάρος τῆς ἐπιγείου ἡμέρας, καὶ τὸ δοθέν σοι τάλαντον ἐπαυξήσας, καὶ τοῖς μετὰ σὲ ἐλθοῦσιν οὐ φθονήσας, ὅλος ἑαυτὸν τῷ Κυρίῳ ἀνέθηκας· διὸ πύλη σοι οὐρανῶν ἠνέῳκται, τοῦ ἀσιγήτως ὑπὲρ ἡμῶν πρεσβεύειν, Πάτερ ἁγιώτατε.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.
Ἐν Ἰορδάνῃ ποταμῷ, ἰδὼν σε ὁ Ἰωάννης πρὸς αὐτὸν ἐρχόμενον ἔλεγε, Χριστὲ ὁ Θεός· Τὶ πρὸς τὸν δοῦλον παραγέγονας, ῥύπον μὴ ἔχων Κύριε; εἰς ὄνομα δὲ τίνος σε βαπτίσω; Πατρός; ἀλλὰ τοῦτον φέρεις ἐν ἑαυτῷ. Υἱοῦ; ἀλλ᾽ αὐτὸς ὑπάρχεις ὁ σαρκωθείς. Πνεύματος Ἁγίου; καὶ τοῦτο οἶδας διδόναι τοῖς πιστοῖς διὰ στόματος. Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν
Χαίροις, Ἱερεμία κλεινέ, ἐν ᾧ ἡ ἄχρονος σοφία ἡ ἔνθεος, ἡ ἔσω θεολογία, τοὺς ἑαυτῆς θησαυρούς, ἀπερίττῳ λόγῳ κατακέκρυφε· διὸ ἀποῤῥίψωμεν, τὴν χαμαίζηλον πρόφασιν, καὶ πλουτισθῶμεν, θησαυρῶν τοῦ ποιμάντορος, θεοσόφων δέ, ἡδυφθόγγοις διδάγμασιν, μίμησιν τοῦ τρισμάκαρος, προβάλλωμεν ῥήμασιν, ὑμνητηρίοις συντόνως, ἱλαστηρίοις δεήσεσιν, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις, Ἀρχιερεῦ τοῦ Χριστοῦ, πατερικῶν ἀναστημάτων ἀνάκλησις, ὁ πράξει καὶ θεωρία, κεκοσμημένος λαμπρῶς, ἁπλουστάτου βίου ἡ ἐκτύπωσις· πραότητος σκήνωμα, προσευχῆς ἐνδιαίτημα, τῆς ἀεννάου, τῆς σοφίας κειμήλιον, ταπεινώσεως, τὸ τερπνὸν καταγώγιον, ἥλιε διακρίσεως, εἰρήνης τὸ τέμενος, διπλῆς ἀγάπης ὁ οἶκος, τῆς πρὸς Θεὸν καὶ τὸν ἔγγιστα· Χριστὸν μὴ ἐλλίπῃς, ἱκετεύειν ὑπὲρ πάντων τῶν εὐφημούντων σε.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Χαίροις, Πατριαρχῶν καλλονή, χαίροις ἁπάντων ἱερέων τὸ καύχημα, δογμάτων τῆς εὐσεβείας, τῆς Ἐκκλησίας ὀρθῶν, στῦλός τε κρηπίς τε ἀπερίτρεπτος, ποιμὴν ἀκριβέστατος, καινιστὴς ὁμοδίαιτος, Ἱερεμία, τῆς μονῆς Νικολάου δέ, θεοφόρητος, ἀριστεὺς ἀνεξίκακος· ἄνθρωπε ἐπουράνιε, γεννάδα θεσπέσιε, πανελληνίου τὸ κλέος, καὶ κοινωνὸς ἐν τοῖς πάθεσι· Χριστὸν ἐκδυσώπει, τοῦ δωρήσασθαι τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄.
Ἔπρεπε τῇ βασιλίδι τῶν πόλεων, αὐχεῖν Ἱερεμία ἀρχιερέα, Ὥσπερ τοῦ δικαίου ἐπιγνώμονα καὶ ὀρθοφροσύνης λαμπρόφωνον σάλπιγγα, πάντα περιηχοῦσαν τὰ πέρατα, τὰ σωτήρια δόγματα καὶ τὸ κατὰ Θεὸν νομοθέσιον, καὶ πάντας συναγείρουσαν πρὸς συνασπισμὸν ᾀσμάτων θεοπρεπῶν· ὅθεν τὴν νοητὴν διαπλέοντες θάλασσαν, πρὸς αὐτὸν ἐκβοήσωμεν· τῆς ἐπωνυμίας σου ἀξίους δεῖξον ἡμᾶς, ἐξυψῶν πρὸς τὰ κρείττω, καὶ Χριστὸν τὸν Θεὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν παρέχειν τὸ ἄμετρον ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς γενέσθαι κατηξίωσε, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια, οὐκ αὐτὸς τούτων πρὸς κάθαρσιν δεόμενος, ἀλλ᾽ ἡμῖν ἐν ἑαυτῷ οἰκονομῶν τὴν ἀναγέννησιν. Ὢ τοῦ θαύματος! δίχα πυρὸς ἀναχωνεύει, καὶ ἀναπλάττει ἄνευ συντρίψεως, καὶ σῴζει τοὺς εἰς αὐτὸν φωτιζομένους, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Εὔανδρος Ἤπειρος, γεννησάμενη σε, ποιμένων ἔξαρχε, καὶ Ἄθω τρόφιμε, Κωνσταντινούπολις ὁμοῦ, αὐγάζεται τῆς δόξης σου· μᾶλλον τὸ πολίτευμα, μοναζότων σεμνύνεται, ἔχον ἐν ταῖς δέλτοις σου, πανευφρόσυνον μνήμην σου· διὸ καὶ γεγηθότες κραυγάζομεν· δόξα Θεῷ τῷ Παντοκράτορι.
Δόξα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς Χριστοῦ Ἐκκλησίας ἰθύντωρ πέφηνας, τῶν Ὀρθοδόξων τῆς ποίμνης θεοπαγὴς προμαχών, καὶ Μονῆς Σταυρονικήτα κτίτωρ ἔνθεος· σὺ γὰρ προβόλων πειρασμῶν, στηλιτεύεις τὴν ὀφρύν, ἀξίως Ἱερεμία, τῶν ἀληθῶν ὑποφήτης, καὶ ταῖς ψυχαῖς ἡμῶν κραταίωμα.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἐπέλαμψεν ἰδού, τοῦ σοφοῦ Ἱεράρχου, ἐπέφανεν ἰδού, τοῦ σεπτοῦ πατριάρχου, θεαγωγὸν συνέδριον, ἡ φαιδρὰ μνήμη σήμερον· ὅθεν ἅπαντες, ἀνευφημήσωμεν τοῦτον, ὡς στηρίξαντα, τῶν ὑποδούλων τὸ ἔθνος, εἰς πίστιν ἀκλόνητον.
Δόξα. Και νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ἡγίασας Σωτήρ, Ἰορδάνου τὰ ῥεῖθρα, σαρκὶ καταδεχθείς, βαπτισθῆναι ὁ κόσμου, τὰ πάθη ἰώμενος, τὰ πικρὰ καὶ δυσίατα, καὶ τὴν Κορυφήν, τὴν σὴν σεπτὴν τῷ Προδρόμῳ, Λόγε ἔκλινας, ὁ ἐν δρακὶ περιέχων, τῆς κτίσεως πέρατα.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως
Θείαν ἔλλαμψιν, κεκληρωμένος, βίον ἔνθεον, ἐξησκημένος, ὁμωνύμῳ ἱερατείᾳ διέπρεψας· ἐγκρατευθεὶς γὰρ προσκαίρων ἐπάρσεως, θεοφιλεῖ τῷ νοΐ σου ἐσπούδασας, Πάτερ Ὅσιε, τὰ πάθη καθαίρειν ἄκαιρα, φιλόθεος ἑκών τε καὶ φιλόπονος.
Δόξα. Και νῦν. Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός. Τὴν ὡραιότητα
Ἐπιφανέντος σου, ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος σου, ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης· ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι. Πνεῦμα δὲ τὸ Ἅγιον, ἐπὶ σὲ κατεγίνετο, ἐν ᾧ καὶ φωτισθέντες βοῶμεν· Δόξα Θεῷ τῷ ἐν Τριάδι.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἱερεμίας ἀγαστὸς θεηγόρος, τῆς Ἐκκλησίας ὡς λαμπρὸς ὑποφήτης, ἐν δυσχειμέροις ἔτεσιν κουφίσας δεσμούς, Ὀρθοδόξων πράγματα, θεαρέστως εὐθύνων, μέτοχος τοῦ Πνεύματος ἐναργὴς ἀνεδείχθη· καὶ προσευχὴν ἀῤῥέμβαστον τηρῶν, σύναθλος πέλεις Ὁσίων ὁμότροπος.
Δόξα. Και νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Τοῖς οἰκτιρμοῖς σου ὁ Θεὸς δυσωπούμενος, τὸ πλανηθὲν ἀπολωλὸς ἐξεζήτησας, διὰ σπλάγχνα ἐλέους σου φιλάνθρωπε· ὅθεν παραγέγονας, ἐπὶ τὸν Ἰορδάνην, γνωρίσαι τὸ μυστήριον, τῆς Ἁγίας Τριάδος· καὶ ἀνυμνοῦντες κραυγάζομεν πιστῶς· Ἦλθες ἐφάνης, τὸ Φῶς τὸ ἀπρόσιτον.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Εὐαγγέλιον, κατὰ Ἰωάννην: Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται... (ὃ ζήτει εἰς τὴν λειτουργίαν τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου, τῇ ΙΓ΄ Νοεμβρίου.)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, καὶ γέγονας ποιμὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.
Εἶτα, οἱ Κανόνες· ὁ α’ Κανὼν τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Κλέος Ὁσίου Σου, Σῶτερ, γεραίρω. Νικολάου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὁ Εἱρμός. ᾌσωμεν τῷ Κυρίῳ πάντες λαοί.
Κείρας δεινὰ φρονήματα τῆς σαρκός, οἵα πρωτόθρονος σοφέ, τῆς ἀκακίας εὔλογον, κατεκόσμησας σαυτόν, θείοις χαρίσμασιν Ὅσιε.
Λύπην ἀνθρώπων ἔριδά τε λυγράν, προσαναπτόμενος πυρί, τοῦ Πνεύματος κατέβαλες, καὶ τοῦ κόσμου ξενωθείς, ἄνωθεν ἔσχες δικαίωσιν.
Ἔπαρσιν ἀπωσάμενος ταπεινός, Κυριακῶς δι’ ἀκριβοῦς, ἀρίστου πολιτεύματος, ἐπορεύθης ἀπλανῶς, ὄνειδος πρὸς ἀντικείμενον.
Θεοτοκίον.
Ὄλεθρον διαῤῥήγνυς ἁμαρτιῶν, ἡ τοῦ θανάτου τὴν φθοράν, τῷ τόκῳ Σου μαράνασα, καὶ ἀνάτασιν ζωῆς, ἄχραντε δός μοι Παντάνασσα.
ᾨδὴ γ΄. Ὁ Εἱρμός. Τὸν φόβον Σου Κύριε.
Σχημἀτων τὸ ἄστατον, ῥοπῇ γνοφώδει προσκαίρων βδελυσσάμενος, εἰς ἀγάπην ἀνυπόκριτον, παρῆκας ἑκουσίως, φιλανθρώπῳ πείρᾳ.
Ὁ τύραννον φόρον ἀπαιτήσαντα, θεαρέστως ἀπεστόμωσεν, εὐσεβείᾳ ὑποκλίνεσθαι, καὶ ποίμνης του ἀξίους, ἤγαγε τοὺς πόνους.
Σταυρώσας τὸ θέλημα, ἠδάφισεν ἐξουσίας ἐπίζηλον, ἑαυτὸν δὲ ἀνεκαίνισεν, ναῶν σεπτῶν Μονῶν τε, κτίτωρ χρημάτισαι.
Θεοτοκίον.
Ἰᾶσαί μου ἄχραντε, σκοτόμαιναν τῷ νοΐ ἐμφωλεύουσαν, μεσιτεύεις θείῳ τόκῳ Σου, καὶ δέομαί Σου πάντως, τάλας ὀφειλέτης.
Κοντάκιον. Τῆς Ἑορτῆς. Ἦχος δ'
Ἐπεφάνης σήμερον, τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε. Ἦλθες ἐφάνης, τὸ Φῶς τὸ ἀπρόσιτον.
Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἐκφεύγει ταπεινός, ἀδικούμενος θλίψει, ποινὰς ἁμαρτιῶν, κενοδόξων τὸν τρόπον, βυθίσας τῇ χάριτι, τοῦ Θεοῦ ἡμῶν πήματα· ὅθεν τρόπαιον, Ἱερεμίας κομίσας, συναγάλλεται, ταῖς Ἀσωμάτων χορείαις, μεθ’ ὧν ἡμῶν μέμνηται.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς, ὅμοιον
Ὁ μέγας ὑετός, πρὸς ποτάμια ῥεῖθρα, ἐπέφανε σαρκί, βαπτισθῆναι θελήσας, πρὸς ὃν ὁ θεῖος Πρόδρομος, ἐκπληττόμενος ἔλεγε· Πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως; πῶς ἐκτείνω μου, τὴν δεξιὰν ἐπὶ κάραν, ἣν τρέμει τὰ σύμπαντα.
ᾨδὴ δ΄. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.
Ὁ τοῦ Λόγου διάκονος, πράξεσι τὴν ἄλογον ἐστηλίτευσας, τὴν ἀπόνοιαν μακάριε, τῶν παρανομούντων πρὸς μετάνοιαν.
Ὕλην φθαρτὴν καὶ ἄδοξον, λῦτρον ἐξουσίας, καὶ κυριότητος, ὡς θεόφρων ἀπεκήρυξεν, ὁ Ἱερεμίας ἀφιλάργυρος.
Σοῦ τὴν κλῆσιν αἰσθόμενος, καὶ τὸ ἀνεξίκακον λογιζόμενος, ὁ Θεόληπτος ἐβράβευσεν, καὶ διάδοχόν σε κατεστήσατο.
Θεοτοκίον.
Ὅλη γέγονας πάναγνε, θεία λειτουργία Λόγου μυστήριον, ἐν γαστρί Σου σχοῦσα τὸν Κύριον, καὶ Θεὸν καὶ ἄνθρωπον παντέλειον.
ᾨδὴ ε΄. Ὁ Εἱρμός. Ἵνα τί με ἀπώσω.
Ὑπὲρ ἥλιον λάμψας, οἰκουμένης πέρασι τὸ εἰρηναῖόν σου, ὡς Δεσπότου ὄντως, μαθητεύσας τοῖς ἴχνεσιν εὔκοσμος, εὐσεβείας φέγγει, καὶ τὴν σὴν ποίμνην ἀνεγείρεις, ἀετὸς ὡς ἐν ὕψει αἰρόμενος.
Συνιεὶς τοῦ ἐλέους, τοῦ θεανθρωπίνου στεργήθρου τὴν δύναμιν, τοῦτο ἀπειργάσω, βακτηρίαν ὡραίαν συνδούλοις σου, καὶ ἠρειπωμένας, εἴ τε μονάς, εἰ δὲ καρδίας, ἀνεκαίνισας γνώμης στεῤῥότητι.
Ὡς γὰρ ῥώμης ἀστέκτου, σὺ Ἱερεμία ποιμάντωρ ὑπήνεγκας, ἀντιθέτων κρίσεις, οὐρανόθεν παμμάκαρ τὰ ὄμματα, τῷ Κυρίῳ στρέφων, προσομιλῶν ὡς ἀθλοθέτῃ, καὶ τὸ θέλημά σου ἀνεπίληπτον.
Θεοτοκίον.
Τὸν ὡραῖον τῷ κάλλει, ὡς τῇ καθαρότητι περιαστράπτουσα, ὑπὲρ λόγον ὄντων, ἐσωμάτωσας Λόγον καὶ τέτοκας, τὸν τὸ εἶναι πᾶσι, θεουργικῶς Παρθενομῆτορ, παρεχόμενον πλούτῳ χρηστότητος.
ᾨδὴ στ΄. Ὁ Εἱρμός. Τὴν δέησιν.
Εὐχόμενος, πρὸς Θεὸν τὸν Ὕψιστον, καὶ τὰς χεῖρας πρὸς Αὐτὸν ἀνατείνων, ἀλλοτριοῖ τῆς σαρκὸς σκιρτημάτων, καὶ τῷ ποιμνίῳ ἐμφαίνεις ταπείνωσιν, πανεύφημε ὑψοποιόν, ἱερεῦσιν παράδειγμα κόσμιον.
Ῥωννύμενος, τοῦ σταυροῦ κλεΐσματι, ἀναστάσεως τὴν πεῖραν εἰλήφεις, καὶ πρὸς ζωήν, ἀνηνέχθης τὴν θείαν, τὰ δι’ αἰῶνος ἡμῖν ἐλπιζόμενα, εὑράμενος χαρμονικῶς, ταπεινώσεως Ὅσιε πνεύματι.
Γεώργιον, ἀγαθὸν πρὸς Κύριον, ἀναδέδειξαι ἐκκαύσει ἀπαύστῳ, τῆς σῆς ψυχῆς, σοφὲ Ἱερεμία, ἐπερειδόμενος βήματι πίστεως, τὴν ἔνστασιν τῶν διωκτῶν, ἀφανίζων τοῦ Γένους ἀντίληψις.
Θεοτοκίον.
Ἐξέστησαν, Ἀσωμάτων τάγματα, τῶ ἀφράστῳ τοκετῷ Σου Παρθένε, καὶ σὺν αὐτοῖς, τῶν ἀνθρώπων τὰ πλήθη, ὡς συμπαθῇ βοηθῷ Σοὶ προστρέχουσι, καὶ θάμβει ἄμφω νοερῷ, ἀνυμνοῦσιν Θεοῦ συγκατάβασιν.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ Στρατηγῷ.
Τῆς Ἐκκλησίας ὁ ποιμὴν ὁ ἐνθεώτατος, καὶ Ὀρθοδόξων ὁ φωστὴρ ὁ τηλαυγέστατος, στεφανούσθω νῦν τοῖς ἄνθεσι τῶν ᾀσμάτων, ἡ θεόφθογγος κινύρα ἡ τοῦ Πνεύματος, ὁμονοίας διαπρύσιος ὑπέρμαχος, ᾧ καὶ κράζομεν· χαῖρε Πάτερ θαυμάσιε.
Ὁ Οἶκος.
Ἅγιος Ἱεράρχης, καὶ σεπτὸς ἀρχιποιμήν, τοῖς ἴχνεσιν Χριστοῦ ἠκολούθεις· παρθενίας γὰρ σὺ ἐραστής, Ἐκκλησίας ὤφθης θησαυρὸς Ὅσιε· διὸ πίστει καὶ πόθῳ σοι κραυγάζω πεπειθὼς τοιαῦτα·
Χαῖρε, δι’ οὗ Τριὰς προσκυνεῖται·
χαῖρε, δι’ οὗ Θεὸς ἀνυμνεῖται.
Χαῖρε, ὁ τὸν βίον ἀπαθείᾳ φαιδρύνας·
χαῖρε, ὁ τὴν τάξιν ἀνοθεύτως κυρώσας.
Χαῖρε, ὕψος ταπεινώσεως δυσανάβατον πολλοῖς·
χαῖρε, βάθος διακρίσεως δυσθεώρητον θνητοῖς.
Χαῖρε, ὅτι ἐγένου τοῦ Θεοῦ μυστολέκτης·
χαῖρε, ὅτι πέλεις τῶν ἀῤῥήτων ἐπόπτης.
Χαῖρε, ἴνδαλμα τὸ ἔμψυχον ἁπασῶν τῶν ἀρετῶν·
χαῖρε, ἔνθεε παράκλησις τῶν ἐν χρείαις ἀδελφῶν.
Χαῖρε, δι’ οὗ δυσσεβεῖς σοφίζονται·
χαῖρε, δι’ οὗ πιστοὶ περιγίγνονται.
Χαῖρε, Πάτερ θαυμάσιε.
Συναξάριον.
Τῇ ΙΓ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερεμίου τοῦ Α΄, πατριάρχου Κωνσταντινουπόλεως καὶ κτίτορος τῆς ἐν τῷ Ἄθωνι Μονῆς Σταυρονικήτα.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ὁ Εἱρμός. Παῖδες Ἑβραίων.
Ῥέει μελίῤῥυτός σου γλῶσσα, ἐκ τοῦ στόματος πικρίαν τῶν συνδούλων, ἀδελφῶν τε βροτῶν, τοῦ Γένους ὁμοθρήσκων, καὶ κατευνάζει λέγουσα· ὁ Θεὸς εὐλογητὸς εἶ.
Ἄφθονος Κύριος δωρεῖται, τὸν σωτήριον σταυρὸν ὁμολογίας, πειρασμοὺς καρτερῶν, Ἱερεμία μέλπεις· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἴσχυσας κατὰ πολεμίων, τῶν τὴν τάξιν Ἐκκλησίας ἀθετούντων, συνετῶς τὴν πυγμήν, δεικνύων τῶν πατέρων, καὶ τοὺς δυσώδεις δαίμονας, ἀπελαύνων διδαχαῖς σου.
Θεοτοκίον.
Ῥεῖθρα τῆς χάριτος πηγάζει, ἐκ γαστρός Σου παναμώμου εὐλογία, σωτηρίας πηγήν, βλυστάνουσα βοῶσιν· Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς Σῆς κοιλίας.
ᾨδὴ η΄. Ὁ Εἱρμός. Ἑπταπλασίως κάμινον.
Ὦ διανοίας ἔμβλημα, καὶ καλλίστης ἁπλότητος! ὁ Ἱερεμίας, δείξας θεοσέβειαν, ἀντίπαλον ἤνεγκε, χριστοτερπέσιν θείαις βουλαῖς, πρὸς πατρῷα σέβη, τὸν ἀγῶνα τιμήσας· μεθ’ οὗ καὶ ἀνεβόας· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νοῦν ἀκλινῆ τὸ φρόνημα, ὡς γενναῖος παλαίσμασιν, ἀσκήσει τηρήσας, δωρεῶν ἐπάξιος, πατριάρχης ἔντιμος, καὶ ἀρωγὸς τῇ ποίμνῃ σου, σὺ Ἱερεμία, οὐκ ἀπέστης φροντίζων· Θεῷ δὲ τῷ τῶν ὅλων, ἀνεβόας Δεσπότῃ· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἰαπετοῦ ὑπέρτερος, τῶν τυράννων βουλεύματα, καὶ τὰς ἀπειλάς, ἀνηλεῶς συγκόπτοντα, γενναίως παρέδραμες, ἐρηρεισμένος θείᾳ στοργῇ, καὶ τοῦ Λυτρωτοῦ, κατανοῶν τὴν εἰρήνην, ᾧ νῦν ἐν παῤῥησίᾳ, γεγηθὼς ἀνακράζεις· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Κυρίων πάντων Κύριος, ὁ τῇ φύσει ἀπρίστος, ὤφθη προσιτός μοι, σάρκα περικείμενος, ἐκ Σοῦ ἀπειρόγαμε, Ὃν ἐκτενῶς ἱκέτευε, τῶν ἀνομιῶν μου τὴν ἀχλὺν διαλύσαι, καὶ σῶσαι μελῳδοῦντα· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ὁ Εἱρμός. Ἔφριξε πᾶσα ἀκοή.
Ὅτε παρέστης τῷ Χριστῷ, τοῦ ποιμένος τὴν μερίδα κατέθεσας, ὅτι παρέθου σὴν ψυχήν, ὑπὲρ προβάτων ἀντίλυτρον· ὅπου τυράννων ἁρπαγαί, Δικαίων συντάγματα· ἔνθα ἀνέσπερον φῶς, καὶ χαρὰ ταπεινουμένων τῷ πνεύματι.
Λέοντος τοῦ πυριφλεγοῦς, καθ’ ἡμῶν δὲ κινουμένου ἐς σύνθλιψιν, τὰς μύλας ἔθλασας, τῇ ταπεινώσει ὅπλῳ χρησάμενος, παραδραμὼν ἐπιφοράν, βρόχῳ τῆς οἰήσεως· καὶ νῦν αἰτοῦμέν σε, φωτισμὸν δαψιλεύειν ταῖς ψυχαῖς ἡμῶν.
Ἄκουσον μνήμην ἱεράν, ἀρχιποίμενος καλοῦ τὴν ἐξύμνησιν, ἡ Ἐκκλησία Χριστοῦ, ἐπιτελοῦσα ἔργον χαρμόσυνον, καὶ λαμπροφόρον ἑορτήν, Θεὸν μεγαλύνουσα, δωρεοδότην ἡμῶν, διαγάγοις χριστεπώνυμον πλήρωμα.
Ὅσιος καὶ ἀρχιερεύς, τοῦ ποιμνίου ἀληθῶς οὕτως ἔπρεπε, καὶ κατεχόμενον, τοῦ ἔθνους τούτου τοιοῦτος ἔτυχεν, τὴν Βασιλείαν τοῦ Θεοῦ, κηρύσσων ἀσάλευτον, πίστιν ἀκλόνητον, σὺν ἐλπίδι προσδοκώσῃ τὰ κρείττονα.
Θεοτοκίον.
Ὕπερθεν κόσμου τοῦ κτιστοῦ, καὶ ἀκτίστου τῆς συμπάσης τε φύσεως, ἡ ἀειπάρθενος, σκέπη μου ἴσθι ἄγρυπνος πρόμαχος· σαῖς μειστείαις λιπαρῶν, κλύδωνα ταρτάρειον, εὐπαῤῥησίαστος, εἰ καὶ δείλαιος, ἐν Κρίσει ἐκφύγοιμοι.
Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Προστάτην σε θερμότατον, ἡ Ἐκκλησία κέκτηται, καὶ ἀρχιποίμενα Πάτερ· διὸ φαιδρῶς τὴν σὴν μνήμην, πανηγυρίζει κράζουσα· ἀεὶ σκέπε τὴν ποίμνην σου, καὶ φύλαττε ἀπήμονα, αἱρέσεώς τε καὶ βλάβης, Ἱερεμία εἰς τέλος.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς. Ἦχος γ΄. Ἐπεσκέψατο ἡμᾶς.
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς Ἐκκλησίας τὸν θεῖον ἀνευφημήσωμεν, ἀρχιεράρχην ὄντως, μοναζόντων δὲ τύπον, τὸν ἔλεγχον τοῦ ψεύδους τὸν ἀκραιφνῆ, τὸν κλεινὸν Ἱερεμίαν· καὶ γὰρ ἐπέστη ἡ τούτου πανευκλεής, μνήμη ἅπαντας εὐφραίνουσα.
Τῶν ἀρετῶν σε δοχεῖον καλοῦμεν Ὅσιε, ὡς τῆς εἰρήνης φίλον, τῆς ἀγάπης ἐργάτην, ταμεῖον σωφροσύνης καὶ προσευχῆς, ἐνδιαίτημα ἄσυλον, δικαιοσύνης εἰκόνα καὶ πρεσβευτήν, τῶν τιμώντων σε μακάριε.
Σταυρονικήτα σὺ κτίτωρ Μονῆς ἐκέκλησο· καὶ γὰρ τῆς χερσονήσου, Ἄθωνός τε Σιναίας, Ἀχρίδος καὶ Πεκίου, Βαλκανικῆς, ἐν Χριστῷ ὡς διέτρεξας, ἀνασκοπούμενος ἕδρας κανονικάς, ὀρθοδόξοις παραδόσεσι.
Σφετεριστοῦ σῆς καθέδρας φυσιωθέντος δεινῶς, καὶ θρόνου ἐλεγχθέντος, ἀμνησίκακος ἔστης, πρῶτος σὺ ζηλώσας τὴν ἐντολήν, τοῦ Δεσπότου καὶ εἰρήκας· Στῶμεν καλῶς στῶμεν πάντες ὡς ἀδελφοί, ταῖς γνησίοις παραδόσεσι.
Δόξα. Ἦχος πλ. α΄.
Ἐν ψυχαῖς ταπεινῶν, ἀναπαύεται Κύριος· παθοκτόνος γὰρ ἡ μακαρία ταπείνωσις πρὸς τὴν ἄληκτον χειραγωγεῖ ζωή. Ψυχὴ δὲ καθαρὰ σκεῦος ἐκλογῆς εἰκότως ἂν κληθείη, κῆπός τε κεκλεισμένος καὶ πηγὴ ἐσφραγισμένη καὶ θρόνος αἰσθήσεως, πληρουμένη εὐωδίας πνευματικῆς καὶ φανωτάταις θεωρίαις φωτιζομένη. Οἷα εὐφραινόμενος καὶ τὸν ἀσκητικὸν ἀνύσας ἀγῶνα, τὴν ἀγάπην ἐνεκολπώσω Χριστοῦ, καὶ δι’ αὐτῆς πᾶν εἶδος ἀρετής, Ἱερεμία Ὅσιε, ἐν ἀρχιερεῦσιν ἠγαπημένε· διὸ αἰτοῦμέν σε, τὴν Μονήν σου διαφύλαττε, ὡς ἀοίδιμος κτίτωρ πρὸς Θεόν, καὶ τὰ πυρφόρα βέλη τοῦ Βελίαρ, τὰ καθ’ ἡμῶν κινούμενα ἀπόσβεσον, λυτρούμενος ἡμᾶς τῇ μεσιτείᾳ σου, ἐκ τῶν σκανδάλων αὐτοῦ, Ἱεράρχα ἀξιΰμνητε.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α'.
Σὺ ἐν Ἰορδάνῃ βαπτισθείς, ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς ἐπιφανείας σου! φιλάνθρωπε Κύριε, δόξα σοι.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ὁ λαμπρότατος τῆς Χριστοῦ, Ἐκκλησίας μύστης, τῶν πατρώων προασπιστής, ἀταξίας μάστιξ, Ἱερεμίας μέγα,ς ὁ ταπεινὸς ἡγήτωρ, σκεῦος τῆς χάριτος.
.jpg)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου