Σάββατο 15 Νοεμβρίου 2025

ΝΟΕΜΒΡΙΟΣ 18. ΟΣΙΟΣ ΝΕΚΤΑΡΙΟΣ ΠΡΟΔΡΟΜΙΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΝΟΕΜΒΡΙΟΣ ΙΗ!!

ΝΕΚΤΑΡΙΟΣ ΟΣΙΟΣ ΠΡΟΔΡΟΜΙΤΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Σκεῦος, Παρακλήτου ἐκλογῆς, Πνεύματος Ἁγίου κινύρα, ᾀσμάτων ἡ ἀηδών, θείων ἡ ἡδύλαλος, πολιτευσάμενος, ἰσαγγέλως ἐκόσμησας, Νεκτάριε δήμους, ἀσκητῶν τοῦ Ἄθωνος, καὶ πάντας ηὔφρανας, τέχνῃ ψαλτικῇ σου ἀρτίως, ἐν ταῖς πανηγύρεσι μάκαρ, τῶν Μονῶν χορῶν ὧνπερ προΐστασο.

 

Χαίροις, Μολδαβίας ἀετέ, Χούση καλλιτέκνου στρουθίον, ἐκ φωλεᾶς εὐλαβοῦς, ὅσιε Νεκτάριε, ὁ προερχόμενος, καὶ ψυχῆς σου τὰς πτέρυγας, ὁ διεπετάσας, πρὸς Νεὰμτς ἀοίδιμε, ἐκ σῆς νεότητος, πρὸς Καλνταρουσάνι τὴν Μάνδραν, καὶ πρὸς Ἁγιώνυμον Ὄρος, ὅπερ καθηγίασας ἀσκήσει σου.

 

Σχῆμα, ὁ λαβὼν ἀγγελικόν, ἐν Νεὰμτς Νεκτάριε πάνυ, Παμβασιλέως Χριστοῦ, ἀσιγήτως ἔψαλλες, δόξαν οὐράνιον, ἀποῤῥίψας τὰ πρόσκαιρα, φθαρτὰ καὶ γεώδη, καὶ συντρίψας τάχιστα, πάθη χαμαίζηλα, νήψει προσευχῇ ταπεινώσει, καὶ ὑπακοῇ θεοφόρε, Προδρομῖτα πάτερ χαριτόβρυτε.

 

Πόλου ὡς δωμάτων οἰκιστής, θεαυγὲς Νεκτάριε ῥῦσαι, παναλγεινῶν συμφορῶν, τοὺς ἀνευφημοῦντάς σε, ὥσπερ γλυκύλαλον, καὶ φιλέρημον ὄρνιθα, σεπτοῦ Κουκουζέλους, τὸν ἀκολουθήσαντα, αὐτοῦ χαρίσματος, ταῖς ὁδοῖς τερπνῆς μελῳδίας, ψαλτικῆς καλῶς ἐπιστήμης, καὶ διαγωγῆς ἄγαν θεόφρονος.

 

Δόξα. Ἦχος α΄.

Τὸν ἐν ὁσιότητι καὶ καλλιφωνίᾳ πολιτευσάμενον, ἐκ Ῥουμανίας ἀσκητὴν καὶ Ἄθωνος οἰκήτορα, ὡς δρόσον ἐξ οὐρανοῦ διὰ τοῦ αὐτοῦ φωνητικοῦ χαρίσματος, δροσίσαντα τὰς τῶν Μονῶν πανηγύρεις, Νεκτάριον τὸν Πρωτοψάλτην, ὁλοθύμως τιμήσωμεν κράζοντες· Ταπεινώσεως καὶ ἀσιγήτου εὐχῆς λύχνε ἀείφωτε, ὁ Βίγλαν Μεγίστης Λαύρας φωτίσας, αὐγαῖς ἀσκητικῶν σου κατορθωμάτων, διάλυσον ἡμῶν παθῶν τὴν σκοτόμαιναν, καὶ σῶσον ἐκ θανάτου εὐχαῖς σου τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαῖρε μελῳδικῇ, φωνῇ σου ὁ εὐφράνας, Νεκτάριε τὸν δόντα, σοὶ χάρισμα τὸ θεῖον, καὶ ὄρος Ἁγιώνυμον.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαῖρε μελοποιέ, τῶν ὕμνων Ἐκκλησίας, τῆς Ὀρθοδόξου νέε, Ἀθωνιτῶν πατέρων, διάκοσμε Νεκτάριε.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαῖρε ὁ εὐθαλής, βλαστὸς τῆς Ῥουμανίας, ὁ ἄνθη ἐκβλαστήσας, τοῦ ψαλτικοῦ ἐν Ἄθῳ, χαρίσματος Νεκτάριε.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι ὁ Θεός, ὁ ὑπὸ Νεκταρίου, μεγαλυνθεὶς ὁσίου, Τριὰς ὑπεραγία, θεοπρεπέσιν ᾄσμασι.

 

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε Μῆτερ Θεοῦ, ὑπερευλογημένη, Κυρία τῶν Ἀγγέλων, χριστιανῶν ἡ σκέπη, Κυρία Προδρομίτισσα.

 

Νῦν ἀπολύεις. Τρισάγιον

 

Ἀπολυτίκιον.Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Μελιχρὸν Πρωτοψάλτην τοῦ ὄρους Ἄθωνος, καὶ ἀσκητὴν θεοφόρον, τῆς Ῥουμανίας βλαστόν, ἐξανθήσαντα εὐώδη κρίνα νήψεως, σκληραγωγίας τῆς σαρκός, προσευχῆς καὶ τοῦ Θεοῦ, δι’ ὕμνων δοξολογίαν, τερπνῶν Νεκτάριον πρέσβυν, ἡμῶν ὡς θεῖον μεγαλύνωμεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος πλ.δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ, ἱερὲ Νεκτάριε, τῶν μελῳδῶν καλλονή, μοναστῶν σεμνολόγημα, Προδρομῖτα ὅσιε, ὁ ἐκ Χούση ὁρμώμενος, τῆς Ῥουμανίας, καὶ ὄρος Ἄθωνος, ἀγγελικοῖς σου, ἡδύνας ᾄσμασι, χάριν ἀπείληφας, Κουκουζέλους ἄνωθεν τοῦ ψαλμῳδοῦ, μεθ’ οὗ χαίρεις πάντοτε, ἐν πόλου δώμασι.

 

Πάτερ, ἀηδὼν γλυκύφθογγε, ἐν τοῖς ἐσχάτοις καιροῖς, οἱ πιστοὶ σὲ ὠνόμαζον, Κουκουζέλην ἕτερον, καὶ προσέτρεχον χαίροντες, εἰς πανηγύρεις, Μονῶν τοῦ Ἄθωνος, ἀγγελικοῦ σου, ἀκοῦσαι ᾄσματος, θεῖε Νεκτάριε, ὁ τῇ θείᾳ χάριτι μελοποιός, ἐποφθεὶς πανεύφημος, πατέρων κλέϊσμα.

 

Χαίροις, μονοτρόπων σέμνωμα, σκληραγωγίας πυρσέ, προσευχῆς ἐνδιαίτημα, νοερᾶς καὶ κλέϊσμα, ἀσκουμένων περίδοξον, Ἁγίας Ἄννης, οἰκῆτορ Σκήτεως, καὶ τοῦ Προδρόμου, ἐν Βίγλᾳ Σκήτεως, νέος Νεκτάριε, κτίτωρ καὶ διάκοσμος καὶ ἀσκητής, ἀληθῶς ἰσάγγελος, περιφανέστατε.

 

Μνήμην, τὴν σεπτήν σου ἄγοντες, τῶν φιλεόρτων χοροί,καὶ ἀζύγων συστήματα, τῶν ποθούντων θέωσιν, ἐν τῷ ὄρει τοῦ Ἄθωνος, καὶ Ῥουμανίᾳ, ὑμνολογοῦμέν σε, σεπτῶν Ἀγγέλων, ὡς ἰσοστάσιον, πάτερ Νεκτάριε, Προδρομῖτα ὅσιε μελοποιέ, θαυμαστὲ καὶ πάμφωτε, πυρσὲ ἀσκήσεως.

 

Χαῖρε, ἡσυχίας τέμενος, τῆς σιωπῆς ἀκρεμών, ταπεινώσεως σκήνωμα, ἀσκητὰ Νεκτάριε, τῆς Νεὰμτς Μάνδρας ἔνοικε, Καλνταρουσάνι, σεπτὸν καλλώπισμα, Ἁγίας Ἄννης, ἐν Ἄθῳ Σκήτεως, εὖχος καὶ τίμιον, Βίγλας σεμνολόγημα, μελοποιέ, ψαλμῳδὲ ὑπέρτερπνε, ἀγγέλων σύσκηνε.

 

Χαῖρε, ἀρετῶν Νεκτάριε, παντοδαπῶν λαμπηδών, στιβαρὲ καὶ καλλίφωνε, ὑφηγῆτορ πάνσοφε, μουσικῆς παραδόσεως, τοῦ Βυζαντίου, πυξὶς θεώσεως, χαῖρε πατέρων, ὁσίων καύχημα, Σκήτεως κλέϊσμα, τοῦ Προδρόμου ἔμψυχον ἐν ᾗ εἰκών, Θεοτόκου εὕρηται, ἀχειροποίητος.

 

Δόξα. Ἦχος πλ. β΄.

Περισκεπόμενος ὑπὸ τῆς τοῦ κόσμου προστασίας, τῆς ἁγνῆς Προδρομιτίσσης Θεομήτορος, τὸν μονήρη βίον ἰσαγγέλως διήνυσας Νεκτάριε· γενόμενος ὅθεν εὔχρηστον σκεῦος τοῦ Παρακλήτου Πνεύματος, καὶ Θεῷ καὶ Ἀθωνίταις πατράσιν εὐαρεστήσας, φωνητικῷ σου ταλάντῳ καὶ θεοφιλεῖ ἀγωγῇ σου, ἀπῆλθες Χριστῷ συνεῖναι Πρωτοψάλτα ὅσιε, πιστοῖς τῷ παρέχοντι εὐχαῖς σου τὸ μέγα ἔλεος.

 

Καὶ νῦν... Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος.  Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα·

 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β΄ 1 - 11 )

Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη ; Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 - 10 )

γαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἦχος α΄.

Δεῦτε εὐσεβῶν Ῥουμάνων οἱ δῆμοι καὶ Ἀθωνιτῶν αἱ χορεῖαι, τὸν ἰσαγγέλως πολιτευσάμενον τιμήσωμεν Ὅσιον, θεοφιλῶς τὸ πρῶτον ἐν Μοναῖς Νεὰμτς καὶ Καλνταρουσάνι ἀσκήσαντα,καὶ ἁγιάσαντα εἶτα τὸ Ἁγιώνυμον ὄρος, ῥοαῖς ἀσκητικῶν ἱδρώτων, μελῳδικῶν ὕμνων καὶ δακρύων, ἐν εὐλαβείᾳ κραυγάζοντες· Ὁ ὑπομονῇ, ταπεινώσει, ψαλτικῇ ἐπιστήμῃ καὶ νήψει, ψυχῆς τὸ τριμερὲς καθάρας Νεκτάριε, καὶ λαμπροχίτων εἰσελθὼν εἰς τὰ ἄνω βασίλεια, πλῆσον ἡμᾶς ταπεινοῦ φρονήματος, καὶ ἐν ὑπομονῇ καὶ ἀενάῳ Θεοῦ δοξολογίᾳ, τὸν παρόντα βίον διάγειν ἀξίωσον.

 

Ἦχος β΄.

κ σπόρου καλοῦ Μολδαβῶν γονέων προελθόντα, καὶ βλαστήσαντα πολύχουν ἄσταχυν ἰσαγγέλου πολιτείας, Νεκτάριον τὸν Πρωτοψάλτην τοῦ Ἄθωνος εὐφημήσωμεν, ἐν ἀγαλλιάσει λέγοντες· Ὁ ἀρότρῳ τοῦ Παρακλήτου Πνεύματος, τὴν σὴν γεωργήσας καρδίαν, καὶ δάκρυσιν αὐτὴν καταρδεύσας, εὐχαῖς σου πίανον τὰς ἀνίκμους ἡμῶν καρδίας, πρὸς ἐκβλάστησιν ἀνθέων αἰωνιότητος.

 

Ἦχος γ΄.

νθέου σοφίας πεπληρωμένος, καὶ ἀγγέλων φωναῖς πεπλουτισμένος, ηὔφρανας τοὺς ἐν Ἄθῳ ἀσκουμένους, ἀνεξικακίας καὶ συγχωρητικότητος παλάτιον, ἀσκητὰ Πρωτοψάλτα ἰσουράνιε· ὅθεν τὴν πάνσεπτον μνήμην σου περιχαρῶς ἑορτάζοντες, καὶ τοὺς ἀσκητικούς σου καμάτους μεγαλύνοντες, τὰς θεοπειθεῖς σου εὐχὰς αἰτούμεθα Ῥουμανίας κλέϊσμα, πρὸς ἀρετῆς ὁλοκλήρωσιν καὶ θέωσιν.

 

Ἦχος δ΄.

Τὸ ἥδιστον νέκταρ πιὼν τοῦ μοναχικοῦ πόθου, ἐν Σεμνείοις Νεὰμτς καὶ Καλνταρουσάνι, τὴν πικρίαν τῶν φθαρτῶν καὶ ματαίων ἐδίωξας, καὶ ἐκ τοῦ Θεοῦ μεθύσας ἀγάπης, ἴθυνας πόδας σου εἰς Ἄθωνα Νεκτάριε· σὺ γὰρ ἀσκησάμενος ἐν Σκήτῃ Ἁγίας Ἄννης καὶ Βίγλᾳ ὡς ἀσώματος, καὶ Θεῷ καὶ συνασκηταῖς σου εὐαρεστήσας ψαλτικῇ σου ἐπιστήμῃ μετέστης πρὸς πόλον, ἔνθα ὡς μέροψ τεθεωμένος,οὐ παύεις Κυρίου δεόμενος, ὑπὲρ τῶν πίστει τελούντων τὴν ἀεισέβαστον μνήμην σου.

 

Δόξα. Ἦχος πλ. α΄.

Διαδήματι μελῳδικῆς φωνῆς καὶ ἀρετῶν ψυχοτρόφων ἐστολισμένος, διεκόσμησας τὴν μοναστικὴν τοῦ Ἄθωνος κοινότητα, Νεκτάριε Ὁσίων Πατέρων εὖχος ἀτίμητον· ὅθεν ἀπῆλθες οὐρανίους διακοσμῆσαι δόμους, ὡς Ἀγγέλων ὁμότροπος, ὁ παρὰ Θεοῦ εἰληφὼς τὸ τάλαντον τῆς ψαλμῳδίας, καὶ τὴν χάριν πρεσβεύειν ὑπὲρ τῶν τιμώντων σε.

 

Καὶ νῦν... Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, τῆς Ῥουμανίας βλαστέ, ὁ ἐξανθήσας ἀρετῆς ἄνθη εὔοσμα, ἐν Μάνδρᾳ Καλνταρουσάνι, Νεὰμτς καὶ ὄρει σεπτῷ, Ἄθωνος ἀρτίως, πάτερ ὅσιε, Νεκτάριε τάλαντον, ψαλμῳδῶν ὁ δεξάμενος, εἰκὼν νηστείας, καὶ συντόνου ἀσκήσεως, ἐργαστήριον, προσευχῆς ταπεινώσεως, ὑπακοῆς καὶ νήψεως, διδάσκαλε πάνσοφε, τῆς ψαλτικῆς τέχνης μάκαρ, μαγνήτης τῶν πανηγύρεων, Μονῶν τῶν ἐν Ἄθῳ, ὁ φωνῇ σου μεγαλύνας, Θεὸν τὸν Ὕψιστον.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, ὁ ταπεινώσει πολλῇ, καρδιακῇ εὐχῇ νηστείᾳ καὶ δάκρυσι, τὸν δόλιχον διανύσας, τῆς ἐπιγείου ζωῆς, καὶ εἰς ὕψος θεῖον, τελειώσεως, ἀρθεὶς ὁσιώτατε, Προδρομῖτα Νεκτάριε, τῆς ἀπαθείας, καὶ σεμνότητος σκήνωμα, ὁ ὁμότροπος, τῶν ἀΰλων Δυνάμεων· χαίροις στρουθίον πάντερπνον, ἀσκήσεως μάργαρον, καὶ ἀρετῆς ψυχοτρόφου, περικλεὲς σεμνολόγημα, δι’ ὃν ἐγκαυχᾶται, τοῦ Προδρόμου ἐν τῇ Βίγλᾳ, Σκήτη ἡ πάνσεμνος.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις, ὁ ἀγαπήσας Χριστόν, ἐκ τῆς νεότητός σου χρόνων Νεκτάριε, ὁσίων ἡ κοσμιότης, Ἀθωνιτῶν ἀσκητῶν, ὁ πιὼν τὸ νέκταρ τῆς θεώσεως, περίβλεπτον σέμνωμα, Ῥουμανίας καλλίπαιδος, ἐκ ποτηρίου, διαυγοῦς ταπεινώσεως, καὶ ἀσκήσεως, νυχθημέρου θεόφιλε· ὅθεν ἡμεῖς τὴν μνήμην σου, τιμῶντες ἀείποτε, μελοποιὲ σῶν ᾀσμάτων, οἱ νῦν γευόμενοι νέκταρος, πικρίας τοῦ βίου, ἀποβάλλομεν καὶ θλίψεις, αὐτοῦ πανίερε.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ἀηδόνα γλυκυτάτην Θεοῦ τοῦ μεγαλείου, καὶ ψαλτήριον εὔηχον ἁγίων δοξολογίας, Προδρομίτην Νεκτάριον ὑμνήσωμεν, ὡς ἁγιωνύμου ὄρους Πρωτοψάλτην, καὶ ἀνεπιλήπτου βίου μαργαρίτην, ἐν ἀγαλλιάσει λέγοντες· Ὁ θεωθεὶς κατὰ μέθεξιν ὡς Χριστοῦ φίλος γνήσιος, ἀξίωσον καὶ ἡμᾶς φιλεῖν ἐμπράκτως Αὐτόν, τὸν στεφοδότην σου, δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον

 

Ἀπολυτίκιον.Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Μελιχρὸν Πρωτοψάλτην τοῦ ὄρους Ἄθωνος, καὶ ἀσκητὴν θεοφόρον, τῆς Ῥουμανίας βλαστόν, ἐξανθήσαντα εὐώδη κρίνα νήψεως, σκληραγωγίας τῆς σαρκός, προσευχῆς καὶ τοῦ Θεοῦ, δι’ ὕμνων δοξολογίαν, τερπνῶν Νεκτάριον πρέσβυν, ἡμῶν ὡς θεῖον μεγαλύνωμεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ὁσίων νεαυγῶν, ψαλμῳδῶν κοσμιότης, τῆς Βίγλας οἰκιστά, καὶ Προδρόμου δομῆτορ, τῆς Σκήτεως ηὔφρανας, τῷ ταλάντῳ σοῦ λάρυγγος, δῆμον ἔνθεον, ἁγιωνύμου τοῦ ὄρους, ταπεινώσεως, καὶ ἀρετῆς ἐκμαγεῖον, Νεκτάριε πάντιμε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Περίσκεπε ἀεί, Θεοτόκε σοὺς δούλους, ἐν βίου πειρασμοῖς, καὶ ἀνάγκαις Παρθένε, τοὺς πίστει προσφεύγοντας, προστασίᾳ καὶ χάριτι, τῇ ἀγρύπνῳ σου, ἐν περιστάσεσι Μῆτερ, Προδρομίτισσα, καταφυγὴ Νεκταρίου, ὁσίου ἐν κλύδωσι.

 

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὸν θεοτίμητον, πανοσιώτατον, καὶ φιλακόλουθον, ἐγκωμιάσωμεν, Ἄθωνος νέον ψαλμῳδόν, ἑπόμενον Κουκουζέλους, τοῦ ταλάντου ἅπαντες, ἐκ Βλαχίας ὁρμώμενον, καὶ Προδρόμου Σκήτεως ἐν τῇ Βίγλᾳ δομήτορα, ἐν ἄκρᾳ εὐλαβείᾳ βοῶντες· Χαῖρε Νεκτάριε τρισμάκαρ.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς Χάριτος, τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος πλ.δ΄. Τὴν σοφίαν καὶ λόγον.

Πλημμυρίδα τοῦ βίου διαφυγών, καὶ ἡδέων ἁπάντων ὑπερφρονῶν, σοφῶς ἠκολούθησας, τοῦ Κυρίου ἐντάλμασι, καὶ τὴν ὁδὸν τὴν θείαν, Αὐτοῦ χαίρων ἤνυσας, πνευματοφόρε πάτερ, Νεκτάριε ὅσιε· ὅθεν κληρονόμος, Βασιλείας τῆς ἄνω, ἐδείχθης τοῦ Κτίσαντος, Χριστοῦ τοῦ Παντάνακτος, ἀσκητὰ ἐνθεώτατε, ψαλμῳδὲ νέε Ἄθωνος, Ὃν ὑπὲρ ἡμῶν ἐκτενῶς, τῶν σὲ τιμώντων δυσώπει ἐν ᾄσμασι, καὶ τὴν μνήμην σου, ἐκτελούντων τὴν πάντιμον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐπὶ Ξύλου ἡνίκα τὸν σὸν Υἱόν, ἀναρτώμενον εἶδες Μῆτερ Θεοῦ, ἁγνὴ ἀειπάρθενε, λύπης ἄκρας ἐμπέπλησαι, καὶ μετὰ τρεῖς ἡμέρας, Αὐτὸν ὡς ἑώρακας, ἐκ τάφου ἀναστάντα, ἐν δόξῃ ἐπῄνεσας, χαίρουσα τὸ σθένος, τὴν ἰσχὺν καὶ τὸ κράτος, Αὐτοῦ· ὅθεν ἄχραντε, ὑμνοῦσα τὴν ἔγερσιν, τὴν Αὐτοῦ ἡ ὁμήγυρις, τῶν βροτῶν σοῦ τὴν ἄφραστον, εὔκλειαν δοξάζει ἀεί, καὶ μεγαλύνει τὴν σὴν ὡραιότητα, χαριτόβρυτε, Προδρομίτισσα Δέσποινα.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον· Ὁσιακόν (Λουκ. στ΄ 17 - 23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...  Ζήτει τῇ Παρασκευῇ τῆς Β΄ Ἑβδομάδος.

Ὁ Ν΄ Ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον....

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Τὸν γευσάμενον πικρίας αὐτοῦ συμμοναστοῦ τοῦ φθόνου, καὶ ἀβλαβῆ μείναντα θείᾳ χάριτι, ἐκ δηλητηρίου αὐτῷ πιεῖν δόντος, Πρωτοψάλτην Νεκτάριον τιμήσωμεν, ὡς ταπεινώσεως κέρας αὐτῷ κραυγάζοντες· Ὁ τὴν ἄφατον ἀγάπην τοῦ Χριστοῦ ἐκμιμούμενος, καὶ τὴν στενὴν ὁδὸν βαδίσας τῆς θεώσεως, πλῆσον ἀγάπης τὰς ἐμπαθεῖς ἡμῶν καρδίας, καὶ πολίτας οὐρανῶν ἀνάδειξον τοὺς σὲ μακαρίζοντας.

 

Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς· Νεκταρίου, μελοποιοῦ ὁσίου, ἐγκώμιον. Χ.

ᾨδὴ α΄ . Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Νεολαμπὲς φωτὸς ἀδύτου αὔγασμα, καὶ ἀρετῆς φρυκτωρόν, ψαλμῳδὸν ἡδύπνουν, Ἀθωνίτην ὅσιον, Νεκτάριον τιμήσωμεν, εὐσεβῶν τὰς καρδίας, ὡς ἀηδόνα ἡδύφθογγον, ᾄσμασι τερπνοῖς τὸν ἡδύναντα.

κ τοῦ Θεοῦ ἰσχὺν πολλὴν δεξάμενον, βλάστημα Χούση λαμπρόν, Μολδαβίας κλέος, εὐλαβῶς Νεκτάριον, καὶ ψαλμωδίαν μέλψωμεν, Βυζαντίου μαθόντα, μελοποιὸν ὥσπερ ἄριστον, καὶ Προδρόμου κτίτορα Σκήτεως.

Κανὼν ἐνθέου ἀγωγῆς Νεκτάριε, ἀδιαλείπτου εὐχῆς, καὶ χρηστοηθείας, σταθηρὸν κρηπίδωμα, ταλάντῳ κατηγλάϊσας, μελιῤῥύτου φωνῆς σου,Ἀθωνιτῶν τὰ συστήματα, σπεύδοντα ἀκοῦσαι ᾀσμάτων σου.

Θεοτοκίον.

Τὴν στεινωπὸν καὶ τεθλιμμένην Δέσποινα, ὁδὸν πρὸς ἄνω ζωήν, ὁδηγοῦσαν δεῖξον, ταπεινοῖς οἰκέταις σου, τοῖς ὕμνοις μεγαλύνουσι θαυμασίων σου πλῆθος, καὶ τὸν Υἱόν σου δοξάζουσιν, ᾄσμασι τερπνοῖς Προδρομίτισσα.

 

ᾨδὴ γ΄ . Οὐρανίας ἁψῖδος.

τραπὸν διανύσας, θεοπρεπῶς ὅσιε, βίου ἐκ παιδὸς ἀνεδέξω, χάριν τὸν Ὕψιστον, ὑμνεῖν φωνῇ μελιχρᾷ, Νεὰμτς καὶ Καλνταρουσάνι, οἰκιστὰ εὐάρεστε, τῷ Παντοκράτορι.

ουμανίας κοσμῆτορ, σαῖς προσευχαῖς ἔφθασας, ὕψος ἀρετῶν θεαρέστων, εἰς δυσαντίβλεπτον, καὶ τοῦ Χριστοῦ τῆς Μητρός, Προδρομιτίσσης ἰσχύϊ, ἔπαλξιν Νεκτάριε, πόλου κατέλαβες.

ερώτατε πάτερ, ὑπακοῆς πρόβολε, ταπεινοῦ φρονήματος δεῖκτα, νήψεως ἔσοπτρον, ἐνέδρας τοῦ πονηροῦ, καὶ μισοκάλου Βελίαρ, σαῖς ἐνασκήσεσι.

Θεοτοκίον.

Οὐρανόφοιτε Μῆτερ, χριστιανῶν καύχημα, κρήνη ζωοδόχε τὸ ὕδωρ, πᾶσιν ἐκβλύζουσα, εἰς τὴν ἀγήρω ζωήν, ὄντως ἁλλόμενον στάξον, πᾶσι Προδρομίτισσα, χάριτος νάματα.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Νεκτάριε Ὅσιε, τῆς Μολδαβίας βλαστέ, ἐν χρόνοις νεότητος, Νεὰμτς τὴν θείαν Μονήν, ἐκ πόθου κατῴκησας, ἔνθα τὴν προπαιδείαν, ἀγωγῆς ἰσαγγέλου, ἔλαβες καὶ σὸν θεῖον, πάτερ ηὔξησας πόθον, Χριστῷ ἀφιερῶσαι σαυτόν, Ἄθωνος σέμνωμα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χριστὸν ἡ βαστάσασα, ἐν σαῖς ἀρχάντοις χερσίν, ὡς βρέφος τὸν Κύριον, καὶ Ποιητὴν τοὺ παντός, πανύμνητε Δέσποινα, πάνσεμνε Παναγία, ἐκτενῶς ἐκδυσώπει, Τοῦτον πταισμάτων λύσιν, δοῦναι τοῖς ὑμνηταῖς σου, Παρθένε Θεοκῦμον ἡμῶν, ἔνθερμε πρέσβειρα.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.

ψοποιῷ, σθένει ὅσιε τοῦ Πνεύματος, τοῦ ἁγίου χρόνων ἐκ νεότητος, τῶν γεηρῶν ὤφθης ἀρνητής, σύναυλε ἀγγέλων, μελοποιῶν νέων κορυφή, Νεκτάριε ὁ λάμψας, ἐν Ἄθωνι ὡς φάρος, τηλαυγὴς ἀπαθείας καὶ νήψεως.

Μελῳδικοῖς, φθόγγοις πάτερ σοῦ στόματος, μονοτρόπους Ἄθωνος κατηύφρανας, καὶ ἀγωγῇ σῇ ἀσκητικῇ, πέφηνας ἀγγέλων, φωτολαμπῶν σύσκηνος σεπτέ, Νεκτάριε Προδρόμου, τῆς Σκήτεως ἐν Βίγλᾳ, οἰκιστὰ θεαυγὲς καὶ πανεύφημε.

γκρατευτά, σῶφρον ἄγαλμα σεμνότητος, ὁ δακρύων στίγμασι κοσμούμενος, καὶ ἐργαζόμενος ἀκλινῶς, τὴν εὐχὴν Κυρίου, πρὸς ὕψος ἔφθασας ἀρετῆς, Νεκτάριε παμμάκαρ, ὁ λιπὼν Ῥουμανίαν, καὶ ἐν ὄρει ἀσκήσας τοῦ Ἄθωνος.

Θεοτοκίον.

Λόγον Θεοῦ, ἄχραντε ἐν τῇ νηδύϊ σου, τῇ ἀσπίλῳ ἐνοικήσας Δέσποινα, ὅλος τῆς φύσεως μὴ ἐκστάς, ἄνθρωπος ἐτέχθη, ἐκ τῶν πανάγνων αἱμάτων σου, διπλοῦς μὲν τῇ οὐσίᾳ, ὑποστάσει δὲ Μῆτερ, ἐν μιᾷ καὶ φθορᾶς ἡμᾶς ἔσωσεν.

 

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

σιώτατε πάτερ, νεκρωθεὶς μερίμναις προσκαίρου βίου σου, νήψει καὶ ἀσκήσει, τὸν σὸν νοῦν πρὸς τὸν Κτίστην ἐπτέρωσας, καὶ πρὸς τὴν ἀγήρω, ζωὴν Νεκτάριε ἀνῆλθες, ὡς ἰσάγγελος ὤν τῷ φρονήματι.

Πνευματέμφορε πάτερ, ἀφθαρσίας χαίρων πηγῇ προσεπέλασας, εὐσεβῶς δικαίως, καὶ σωφρόνως τελέσας τὸν βίον σου, καὶ φωτὸς ἀδύτου, λαμπρὲ Νεκτάριε ἐπλήσθης, δόξα κράζων Χριστὲ τῇ δυνάμει Σου.

γευσάμενος φθόνου, καὶ κακίας μάκαρ τῶν συνασκουμένων σου, τοῦ δηλητηρίου, ἡ ἰσχὺς ἀβλαβῆ σὲ ἐτήρησεν, ὅπερ ἔδωκάν σοι, πιεῖν Νεκτάριε φθονούντων, τῆς φωνῆς σου θεόσδοτον τάλαντον.

Θεοτοκίον.

ατρεύεις εὐχαῖς σου, πρὸς Υἱὸν σου ἄχραντον τὰ ἀσθενήματα, σοὶ τῶν προσιόντων, Θεοτόκε ἁγνείας θησαύρισμα, καὶ τὸν βορβορώδη, παθῶν αὐτῶν ἐκπλύνεις ῥύπον, χάριτί σου πολλῇ Προδρομίτισα.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

μήγυρις, εὐσεβῶν τιμῶμέν σε, Πρωτοψάλτα ὄρους Ἁγιωνύμου, ὁ πανηγύρεις Μονῶν ὡραΐσας, σαῖς ψαλμῳδίαις ἀρτίως Νεκτάριε, καὶ Σκήτεων καὶ Καλυβῶν, ἀσκητὰ χριστοφίλητε Ἄθωνος.

μνοῦμέν σε, ἀρετῆς τὸν σύνοικον, ταπεινώσεως τὸν ἄσειστον στῦλον, καὶ γεηρῶν ἀκλινῆ ὑπερόπτην, ὃν στεφοδότης Χριστὸς ἐστεφάνωσεν, ἀφθάρτῳ στέφει ἀληθῶς, ἀγαθῶν θείων δότης, Νεκτάριε.

ἔνσαρκος, τοῦ Ἁγίου Ἄγγελος, Ὄρους πάντας ὁ εὐφράνας φωνῇ σου, τῇ μελιῤῥύτῳ Νεκτάριε ὤφθης, Θεοῦ τῇ χάριτι σκεῦος σεμνότητος, ὑπακοῆς καὶ προσευχῆς, νοερᾶς ἀσκητὰ θεοτίμητε.

Θεοτοκίον.

Συνέτριψας, ἐπηρμένον ὄφεως, διὰ Τόκου σου Παρθένε Μαρία, Θεογεννῆτορ γαυρίαμα πίστει, σοὶ ἐκβοῶμεν ἁγνείας κειμήλιον, καὶ ἀρετῆς ὑπογραμμέ, εὐσεβῶν γλυκασμὲ Προδρομίτισσα.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τὸν Πρωτοψάλτην τοῦ Ἁγίου Ὄρους μέλψωμεν, μελοποιὸν πνευματοφόρον καὶ πανόσιον, ἐκτακέντα ὡς κηρίον δοξολογίᾳ, τοῦ Ὑψίστου καὶ ἀζύγων ἀγαλλίασιν, Ῥουμανίας τὸν βλαστὸν καὶ ῥόδον Ἄθωνος, πόθῳ κράζοντες· Χαίροις μάκαρ Νεκτάριε.

Ὁ Οἶκος.

νθρωπος οὐρανόφρων, ἀνεδείχθης ἀρτίως, ἰσαγγέλως γὰρ πολιτευθείς, τῶν Ἀγγέλων δόξης ἐν Ἐδὲμ ἔτυχες, καὶ χάριν θείαν εἴληφας,  πρεσβεύειν ὑπὲρ τῶν βοώντων·

Χαῖρε, Βλαχίας ὁ μαργαρίτης·

χαῖρε, εὐκλείας τοῦ πόλου δείκτης.

Χαῖρε, ἡ κινύρα Χριστοῦ ἀγαπήσεως·

χαῖρε, θεία λύρα εὐχῆς καὶ ἀσκήσεως.

Χαῖρε, ὅτι κατηγλάϊσας Ἀθωνίτας σῇ φωνῇ·

χαῖρε, ὅτι διεκόσμησας σὴν ψυχὴν τῇ ἀρετῇ.

Χαῖρε, τῆς ψαλμωδίας ἡ καλλίῤῥυτος κρήνη·

χαῖρε, τῆς ἀπαθείας θεοτύπωτος στήλη.

Χαῖρε, τῆς Βίγλας κλέος καὶ καύχημα·

χαῖρε, χορείας ἔμφρονος κλέϊσμα.

Χαῖρε, ψεκὰς τοῦ Θεοῦ δωρημάτων·

χαῖρε, λαμπάς θεαρέστων καμάτων·

Χαίροις, μάκαρ Νεκτάριε.

 

Συναξάριον.

Τῇ ΙΗ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ ὁσίου Νεκταρίου τοῦ Πρωτοψάλτου, τῆς Σκήτεως τοῦ Τιμίου Προδρόμου τοῦ Ἁγίου Ὄρους.

ὅσιος Νεκτάριος, ἐγεννήθη ἐν Χούσῃ τῆς Μολδαβίας ἐν ἔτει 1808 ὑπὸ εὐσεβεστάτων γονέων. Ἐσπούδασε τὴν ψαλτικὴν τέχνην ἐν τῇ Μονῇ Γκόλιαπαρὰ τοῦ Ἕλληνος Ἀρχιερέως Γρηγορίου Ἐφεσίου καὶ ἐξελίχθη εἰς ἄριστον ἱεροψάλτην. Μετὰ τοῦ ἤδη μονάζοντος αὐταδέλφου αὐτοῦ Ἀθανασίου εἰσῆλθεν εἰς τὸν ἀσκητικὸν βίον ἐν τῇ Μονῇ Νεάμτς, ἔνθα καὶ ἐτοποθετήθη Πρωτοψάλτης τοῦ Ῥουμανικοῦ ἀναλογίου. Ποθῶν τὴν ἡσυχίαν καὶ φεύγων ἀποδοχὴν χειροτονίας μετὰ τοῦ Ἀθανασίου ἦλθεν εἰς Μονὴν Τσιολάνου Μπουζάου, ἐρημιτῶν ἀκολουθῶν τρίβοις. Ἀρνούμενος αὖθις χειροτονίαν ἐκεῖσε κατέφυγεν εἰς τὴν Μονὴν Καλνταρουσάνι, ἔνθα καὶ ἔλαβε τὸ Μέγα Ἀγγελικὸν Σχῆμα. Ἐν αὐτῇ μαθητὴς ἐγένετο τοῦ ἁγίου Μακαρίου, τοῦ Πρωτοψάλτου τῆς Ῥουμανικῆς Ἐκκλησίας.

Μετὰ τοῦ αὐταδέλφου αὐτοῦ περὶ τὸ ἔτος 1835 ἦλθον εἰς Ἅγιον Ὄρος καὶ ἐξ αὐτοῦ διὰ προσκύνημα εἰς Ἱεροσόλυμα, διὰ νὰ καταλήξουν εἰς Σκήτην τῆς Ἁγίας Ἄννης τοῦ Ἄθωνος. Ἐν ἔτει 1845 μετῴκησεν εἰς Βίγλαν τῆς Μεγίστης Λαύρας παραμείνας ἐν αὐτῇ ἐπὶ δέκα καὶ ἓξ ἐνιαυτούς. Ἐν ἔτει 1862 κατεστάθη ἐν τῇ Σκήτῃ τοῦ Τιμίου Προδρόμου, ἐν ἧ παρέμεινεν ἐπὶ τεσσαράκοντα ἔτη καὶ ἧς θεωρεῖται νέος κτίτωρ. Ἡ ὑπέρμετρος ἄσκησις τοῦ Νεκταρίου ἦτο θαυμαστή. Ἔψαλλε ὡς ἐνσώματος ἄγγελος ὀνομαζόμενος «Νέος Κουκουζέλης» καὶ ἐλάμπρυνε τῇ ψαλτικῇ αὐτοῦ καλλιφωνίᾳ καὶ τέχνῃ τὰς πανηγύρεις τῶν Ἱερῶν Μονῶν, Σκήτεων καὶ Καλυβῶν τοῦ Ἄθωνος. Νηστευτὴς εἰς τὸ ἔπακρον ἔσχε τὸ χάρισμα τῶν δακρύων καὶ διεκρίνετο διὰ τὸ ταπεινὸν αὐτοῦ φρόνημα. Σοβαρός, εὐλαβής, εὐκατάνυκτος, ἦτο φιλακόλουθος, πρᾶος, σιωπηλός, διδακτικὸς καὶ πάντοτε ἄνω θρώσκων.  Ἐφθονήθη διὰ τὴν ἀηδόφωνον αὐτοῦ μελῳδίαν ἄχρι δηλητηριάσεως αὐτοῦ, ἐξ ἧς ἐσώθη τῇ χάριτι τῆς Παναγίας, ἣν ὡς Προδρομίτισσαν ἰδιαιτέρως ηὐλαβεῖτο. Ἐκοιμήθη κατόπιν ἀτυχήματος ἐν ἔτει 1903. Τὸ τίμια αὐτοῦ λείψανα θησαυρίζονται ἐν Σκήτῃ τοῦ Τιμίου Προδρόμου ἄχρι τῆς κοινῆς ἀναστάσεως. Ἡ ἁγία αὐτοῦ ψυχὴ ψάλλει ἐνώπιον τοῦ θρόνου τοῦ Παντάνακτος Θεοῦ καὶ τῆς Προδρομιτίσσης Θεοτόκου.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.

ασμε Βίγλας καὶ ἡδύπνουν, ῥόδον Σκήτεως Νεκτάριε Προδρόμου, ὁ εὐφράνας χορούς, Ἀθωνιτῶν πατέρων, ἀξίως στέφος εἴληφας, ἀφθαρσίας οὐρανόθεν.

σιε πάτερ ἐν τῷ Ἄθῳ, ταπεινώσει καὶ τερπνῇ καλλιφωνίᾳ, τῷ Κυρίῳ ἡμῶν, Νεκτάριε παμμάκαρ, καὶ Κτίστῃ εὐηρέστησας, θεοφόρε Πρωτοψάλτα.

μνοις σὲ πάντες τὸν ταλάντῳ, τῆς φωνῆς σου μεγαλύναντα τὸν Κτίστην, καὶ χοροὺς μοναστῶν, εὐφράναντα τοῦ Ἄθω, Νεκτάριε γεραίρομεν, οἱ φιλέορτοι προθύμως.

Θεοτοκίον.

σχεν Νεκτάριος Παρθένε, ὁ τοῦ Ὄρους Πρωτοψάλτης τοῦ Ἁγίου ἐναργῆ βοηθόν, ἐν πάσῃ περιστάσει, σὲ Μῆτερ Προδρομίτισσα, θαυμαστὴ Θεογεννῆτορ.

 

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.

Γεηρῶν καὶ ματαίων ὑπερόπτα, ἀσκητὰ θεαυγές, τῆς προσευχῆς ταμεῖον, μελῳδικῶς ὑμνοῦμέν σε κραυγάζοντες· Χαῖρε στόμα θεῖον, ἐμμελῶς τὸ ψάλλον, Νεκτάριε Κυρίῳ.

Κουκουζέλους φωνῆς τῆς μελιῤῥύτου, ὁ τὴν χάριν λαβών, Νεκτάριε καὶ δόξης, ἀναδειχθεὶς ἐν πόλῳ ἰσοστάσιος,ηὔφρανας χορείας, μοναστῶν τοῦ Ἄθω, καὶ πάντων φιλεόρτων.

ς ὁσίων Ἀθωνιτῶν πατέρων, κλέος μελοποιέ, Νεκτάριε Προδρόμου, συνκτίτωρ θείας Σκήτεως τιμῶμέν σε, ὕμνοις Πρωτοψάλτα, καὶ ἀσκητὰ θεόφρον.

Θεοτοκίον.

Μῆτερ τὸν νυσταγμῷ τῆς ἀμελείας, συσχεθέντα κακῶς, σὸν δοῦλον Θεοτόκε, ἡ φέγγος τὸ ἀπρόσιτον κυήσασα, νῦν ἐξάρπασόν με, ἐκ τῆς σκοτομήνης, παθῶν μου δυσωπῶ σε.

 

 

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.

σχὺν ὁ ἐνδυσάμενος θεϊκήν, τὸ ἀνίσχυρον θράσος κατέβαλες, τοῦ δυσμενοῦς, ὅσιε Νεκτάριε ἀγωγῇ, ἀσκητικῇ ταῖς κλίσεσι, σῶν γονάτων νήψει καὶ προσευχῇ· διὸ εὐκλείας θείας, ἀξίως Πρωτοψάλτα, Ἁγίου Ὄρους κατηξίωσαι.

νέος Ἐκκλησίας Χριστοῦ φωστήρ, ὁ φαιδρύνας πιστῶν τὰ συστήματα, μαρμαρυγαῖς, σοῦ ταλάντου τέχνης τῆς ψαλτικῆς, θεοφιλοῦς ἀσκήσεως, καὶ σκληραγωγήσεως τῆς σαρκός, ἠγλάϊσας τοὺς δήμους, ἀζύγων ἐν ἡμέραις, Μονῶν τοῦ Ἄθω πανηγύρεων.

Νεκτάριε παιᾶνα τὸν σωστικόν, ὁ σαλπίζων ταλάντου σου σάλπιγγι, πιστοὺς σοφέ, ἤγειρας πρὸς αἶνον τοῦ Λυτρωτοῦ, Δωρεοδότου Κτίσαντος, σωτηρίαν θέλοντος τῶν βροτῶν· διό σε ἀνυμνοῦμεν, Ἐδὲμ ὡς κληρονόμον, καὶ σαλπιγκτὴν αὐτῆς λαμπρότητος.

Θεοτοκίον.

Χαρίτωσον νῦν πάντας τοὺς εὐλαβῶς, σὲ ὑμνοῦντας σεμνὴ Προδρομίτισσα, ὡς τοῦ Χριστοῦ, τοῦ Παμβασιλέως καὶ Λυτρωτοῦ, Μητέρα σοῦ δεόμεθα· Πλήρωσον αἰτήματα ἀγαθή, ταχέως σῶν ποσφύγων, ὑμνούντων Νεκταρίου, ἀσκητικὰ νῦν κατορθώματα.

 

Ἐξαποστειλάριον. Φῶς ἀναλλοίωτον.

Θεοειδῆ Προδρομίτην, τῶν μοναστῶν νέον κλέος, ὡς Πρωτοψάλτην τοῦ Ἄθω, καὶ μελιχρὸν μελοποιόν, ὕμνοις Νεκτάριον πάντες, μελισταγέσιν, ἐγκωμιάσωμεν πόθῳ.

Θεοτοκίον.

Μνημόνευε σῶν προσφύγων, φαιδρῶς σὲ μακαριζόντων, ὡς παρθενίας ταμεῖον, καὶ συμπαθείας κορυφήν, ἐν πειρασμοῖς καὶ κινδύνοις, Θεογεννῆτορ, χαρὰ παντὸς θλιβομένου.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ἀσκητικοῦ βίον ἴον, τερπνόν Νεκτάριε, ὀδμαῖς τῆς ἀρετῆς σου, ταπεινώσεως ἄκρας, εὐχῆς καὶ ἐπιστήμης τῆς ψαλτικῆς, κατηγλάϊσας Ἄθωνα, καὶ φιλεόρτων χορείας μελοποιέ, Κουκουζέλους ἰσοστάσιε.

 

Μονὴν Νεάμτς ὁ οἰκήσας, ἐν σῇ νεότητι, στρουθίον Μολδαβίαν, καλλικέλαδον ὄντως, Νεκτάριε σὸν σχῆμα ἀγγελικόν, ἐν Σεμνείῳ παρέλαβες, Καλνταρουσάνι γλυκύφθογγε ψαλμῳδέ, Βίγλας ἔνοικε τοῦ Ἄθωνος.

 

Χαῖρε Προμήτορος Ἄννης, ἐν Ἄθῳ Σκήτεως, ὁ πολιστὴς καὶ κτίτωρ, τοῦ Προδρόμου ἐν Βίγλᾳ, τῆς Σκήτεως φωνῇ σου μελῳδικῇ, ὁ τῷ Κτίστῃ Νεκτάριε, εὐαρεστήσας ἀπαύστως Ὃν δυσωπεῖς, ὑπὲρ πάντων εὐφημούντων σε.

 

 

ἀπολαύων εὐκλείας, Χριστοῦ ἐν δώμασι, λαμπρότητος τῆς ἄνω, ὡς ἰσάγγελος μέροψ, θεόθεν πέμψον πᾶσι χάριν τὴν σήν, τοῖς τελοῦσι τὴν μνήμην σου, Ἁγίου Ὄρους γλυκύφθογγε ἀηδών, Πρωτοψάλτα ἱερώτατε.

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε πιστοὶ τὸ νεκταρόβρυτον κρίνον τῆς ψαλτικῆς τέχνης, Νεκτάριον τὸν Προδρομίτην Ὅσιον ἀνυμνήσωμεν, ὡς φρέαρ χαρίτων θείων ἀκένωτον, ζωῆς αἰωνίου ἀναβλύζον νάματα, ἐν κατανύξει κραυγάζοντες· Ὁ ποτίσας πάντας δι’ ἀντλήματος τοῦ δοθέντος σοι, τῆς μελῤῥύτου φωνῆς ταλάντου, εὐχαῖς σου δρόσισον τοὺς σοὶ καταφεύγοντας, καὶ ἑορτάζοντας πίστει τὴν ἁγίαν μνήμην σου.

 

Καὶ νῦν... Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Νέκταρι καθήδυνον σῆς φωνῆς, μοναστῶν χορείας, Προδρομῖτα Ἀθωνιτῶν, Πρωτοψάλτα θεῖε, ὁ γόνος Μολδαβίας, καὶ Πνεύματος ἁγίου, οἶκος Νεκτάριε.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου