Κυριακή 26 Οκτωβρίου 2025

ΝΟΕΜΒΡΙΟΣ 1. ΑΓΙΟΣ ΔΑΒΙΔ ΑΥΤΟΚΡΑΤΩΡ ΤΡΑΠΕΖΟΥΝΤΟΣ ΚΑΙ ΣΥΝ ΑΥΤῼ ΜΑΡΤΥΡΕΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΝΟΕΜΒΡΙΟΣ Α!!

ΔΑΒΙΔ ΚΟΜΝΗΝΟΣ ΑΥΤΟΚΡΑΤΩΡ ΤΡΑΠΕΖΟΥΝΤΟΣ

ΒΑΣΙΛΕΙΟΥ, ΓΕΩΡΓΙΟΥ & ΜΑΝΟΥΗΝ ΥΙΩΝ ΑΥΤΟΥ

& ΑΛΕΞΙΟΥ ΑΝΕΨΙΟΥ ΑΥΤΟΥ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τὸν θεοσύλλεκτον δῆμον, τοῦ αὐτοκράτορος, Δαβὶδ τοῦ στεῤῥοψύχου, καὶ αὐτοῦ τῆς τριάδος, υἱῶν σὺν Ἀλεξίῳ ἀνεψιῷ, τῷ αὐτοῦ εὐφημήσωμεν, ἀναβοῶντες· Νεόαθλοι ἐκλεκτοί, εὐσεβείας βάθρα χαίρετε.

 

Τὸν εὐλαβῆ Τραπεζοῦντος, ἔσχατον ἄνακτα, Δαβὶδ Νεομαρτύρων, τὸ ὀσφράδιον πάντες, τιμήσωμεν οἱ δῆμοι τῶν εὐσεβῶν, ὡς ἀνδρείας ἐκτύπωμα, καὶ θεῖον σέμνωμα πίστεως ἀκραιφνοῦς, Ἰησοῦ τοῦ Παντοκράτορος.

 

Τοῦ μαρτυρίου τὴν τρίβον, στεῤῥῶς βαδίσαντες, τῆς ἀθανάτου δόξης, κοινωνοὶ καὶ εὐκλείας, ἐδείχθητε ἀρτίως ἄναξ Δαβίδ, σὺν τριάδι τῶν τέκνων σου, καὶ Ἀλεξίῳ σῷ θείῳ ἀνεψιῷ, ἐν τῇ Βασιλίδι πόλεων.

 

Τοῖς ἐκτελοῦσι τὴν μνήμην, ὑμῶν τὴν πάνσεπτον, παρέχετε ὑψόθεν, δωρεῶν θείων πλοῦτον, Δαβὶδ τῆς Τραπεζοῦντος ἄναξ στεῤῥέ, καὶ οἰκεῖοί σου σύναθλοι, Ἄγαρ υἱῶν οἱ πατήσαντες ἀκλινῶς, ἐπηρμένον ὄντως φρύαγμα.

 

Δόξα. Ἦχος β΄.

Ἀθλητικὸν ἐν Κωνσταντινουπόλει ἀγῶνα ὑπῆλθες, σὺν τοῖς τρισὶν υἱοῖς σου, Βασιλείῳ Μανουὴλ καὶ Γεωργίῳ, καὶ Ἀλεξίῳ τῷ ἀνεψιῷ σου, Δαβὶδ αὐτοκράτορ Τραπεζοῦντος θειότατε, καὶ μαρτυρικῆς εὐκλείας ἠξίωσαι. Χριστὸν γὰρ εὐθαρσῶς ὁμολογήσας, καὶ τυράννων ἀπίστων τὸ θράσος καταισχύνας, ὁμότιμος τῶν πάλαι ἀθλητῶν, ἐν δυσχειμέροις δουλείας ἀνεδείχθης χρόνοις. Καὶ νῦν Νεομαρτύρων συνὼν χορείαις, σὺν τῇ ἐκλεκτῇ συνοδείᾳ σου, Χριστὸν ἀκλινῶς δυσώπει ὑπὲρ τῶν τιμώντων, τὴν πανίερόν σου ἄθλησιν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Νέος ἐν ἀθληταῖς, ἐδείχθης αὐτοκράτορ, Δαβὶδ λαμπρῶς ἀθλήσας, ὑπὲρ τοῦ Ζωοδότου, ἐν Βασιλίδι πόλεων.

 

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Ἄναξ κλεινὲ Δαβίδι, σὺν σῶν υἱῶν τριάδι, καὶ Ἀλεξίῳ ξίφει, ἐτύθητε ἀνόμων, ὑπὲρ Χριστοῦ τῆς πίστεως.

 

Στ.: Πεφυτευμένοι ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν ἐξανθήσουσι.

Τέκνα σεμνὰ Δαβίδ, πρὸ τῆς μητρὸς Ἑλένης, ὑμῶν τῆς στεῤῥοψύχου, ὀμμάτων ὥσπερ ἄρνες, στυγνῶς ἐσφαγιάσθητε.

 

Δόξα. Τριαδικόν.

Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, τρισάκτινε Θεότης, διάλυσον τὰ σκότη, τῶν πίστει δοξαζόντων Σε.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἄνακτος προσευχαῖς, Δαβὶδ τοῦ νεοάθλου, καὶ τῶν αὐτοῦ συνάθλων, κατάπεμψον Παρθένε, ἡμῖν τὴν θείαν χάριν Σου.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τραπεζοῦντος εὐφήμως βασιλέα τὸν ἔσχατον, μέλψωμεν Δαβὶδ τὸν γενναῖον καὶ στεῤῥὸν Νεομάρτυρα, σὺν θείῳ Βασιλείῳ Μανουήλ, καὶ πάνυ Γεωργίῳ τοῖς αὐτοῦ, τέκνοις καὶ τῷ Ἀλεξίῳ ἀνεψιῷ ἀλκίμῳ ἀνακράζοντες· Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ δι’ εὐχῶν ὑμῶν πιστοῖς, νέμοντι ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.

Πανεύφημοι Μάρτυρες Χριστοῦ, δῆμε θεοσύλλεκτε, Δαβὶδ ἀνάκτων ὡράϊσμα, καὶ ἐγκαλλώπισμα, νεοάθλων πάντων, σὺν τριάδι τέκνων σου, καὶ τῷ ἀνεψιῷ σου ἠθλήσατε, ὑπὲρ τῆς πίστεως καὶ δεινῶς ἐσφαγιάσθητε, μιαιφόνοις, χερσὶ τρισμακάριστοι.

 

Μαρτύρων ζηλώσας ἀτραπούς, ἐν ἐσχάτοις ἔτεσι, Δαβὶδ κατήσχυνας ἔκγονα, τῆς Ἄγαρ ἄριστε, καὶ τῆς Βασιλίδος, χθόνα ἐπορφύρωσας, αἱμάτων τῶν τιμίων σου χεύμασι, θεομακάριστε, προελόμενος τὸν θάνατον, τῆς τοῦ Κτίστου, ἡμῶν ἀπαρνήσεως.

 

Δαβὶδ Τραπεζοῦντος ἡγεμών, χρηματίσας ἔνθεος, ἀρτίως μάκαρ ἐσφράγισας, διὰ τοῦ αἵματος, σοῦ καὶ τῶν υἱῶν σου, τὴν ἁγίαν πίστιν σου, πρὸς Κύριον τὸν μόνον Θεάνθρωπον, Ὃν νῦν ἱκέτευε, ἀνατεῖλαι ἦμαρ ἥδιστον, τῶν Ποντίων, πιστῶν ὁμηγύρεσι.

 

Μετὰ τὴν σφαγὴν τῶν σῶν υἱῶν, χαίρων ἠκολούθησας, αὐτῶν τοῖς βήμασιν ἔνδοξε, καὶ νίκης τρόπαιον, ἔστησας ἐν χρόνοις, τοῖς ἐσχάτοις Ἅγιε, ἐν Κωνσταντινουπόλει τὸ ὄνομα, προφέρων Κτίσαντος, Ἰησοῦ Δαβὶδ τὸ πάνσεπτον, ὑπὲρ μέλι, γλυκαῖνον τὸν λάρυγγα.

 

Χερσὶ συσχεθεὶς Ἄγαρ υἱῶν, ὥσπερ θεῖον σφάγιον, κάρας ἀπότμησιν ἤνεγκας, καὶ κατεπλήγωσας, σοῦ τῇ εὐψυχίᾳ, μισοχρίστων φρύαγμα, Δαβὶδ Τραπεζουντίων ἀγλάϊσμα· ὅθεν ἀνέδραμες, πρὸς παλάτιον ὑπέρφωτον, Βασιλείας, Χριστοῦ τῆς ἀτέρμονος.

 

Τριὰς αὐταδέλφων ἀθλητῶν, τοῦ Δαβὶδ βλαστήματα, ὁμοφρονοῦντες ἐτύθητε, καθάπερ σφάγια, πρὸ σεπτῶν ὀμμάτων, τοῦ ὑμῶν γεννήτορος, τοῦ εἶτα στεῤῥοψύχως βαδίσαντος, ὑμῶν τὰ βήματα· ὅθεν σὺν αὐτῷ γεραίρομεν, Ἀθλοφόροι, ὑμῶν τὸ μαρτύριον.

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον, ἐν τῇ τοῦ μετοπώρου ὥρᾳ, συνελθόντες Ὀρθοδόξων οἱ δήμοι εὐφημήσωμεν, τοὺς Νεομάρτυρας τοῦ βασιλείου τῆς Τραπεζοῦντος, σὺν Ἀλεξίῳ τοὺς τρεῖς τοῦ ἄνακτος Δαβὶδ γόνους, Βασίλειον Μανουὴλ καὶ Γεώργιον, μετὰ τοῦ γεννήτορος αὐτῶν ἀθλήσαντας ἐν Κωνσταντινουπόλει. Αὐτῶν οὖν θαυμάζοντες τὴν γενναιότητα, τὴν μνήμην πιστῶς τελέσωμεν, καὶ τὰς πρεσβείας ἐκζητήσωμεν, ἵνα δόξης καὶ ἡμεῖς κρείττονος τύχωμεν.

Καὶ νῦν... Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος.  Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ  Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μέτ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἐξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α´.

Εὐφραίνου ἐν Κυρίῳ ἡ φιλόθεος Ποντίων ὁμήγυρις, καὶ τέρπου Ὀρθοδόξων ἁπάντων ὁ σύλλογος, τελοῦντες τὴν ἀεισέβαστον μνήμην Δαβὶδ τοῦ ἄνακτος. Οὗτος γὰρ οὐρανόφρονι γνώμῃ, τὴν κιβδηλίαν τῶν ἐκγόνων τῆς Ἄγαρ ὑποδείξας, ὑπὲρ τῆς πίστεως τοῦ Σωτῆρος Χριστοῦ ἐκτάνθη ὡς σφάγιον. Χρεωστικῶς οὖν σήμερον αὐτὸν μακαρίζοντες, τὰς πρὸς Κύριον τὸν Θεὸν ἡμῶν πρεσβείας αὐτοῦ ἐκδεχόμεθα, πρὸς ἀρετῆς τελείωσιν καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Τὴν πίστιν τῶν Πατέρων ὁμολογῶν πρὸ τοῦ βήματος, τοῦ πορθητοῦ Μωάμεθ Δαβὶδ στεῤῥόψυχε, ὑπὲρ αὐτῆς προθυμότατα θανεῖν προείλου, σὺν τῇ τριάδι τῶν υἱῶν σου καὶ Ἀλεξίῳ τῷ ἀνεψιῷ σου. Σφαγιασθεὶς οὖν ὡς πρόβατον, ὡς θῦμα εὐπρόσδεκτον καὶ ἱερεῖον ἄμωμον προσηνέχθης τῷ Κτίστῃ, ἀθανάτων ἀξιωθεὶς ἐπάθλων, καὶ πρεσβευτὴς ἡμῶν γενόμενος πρὸς Αὐτὸν θερμότατος.

 

Ἦχος γ΄.

Ἀνδρειοτάτῃ ψυχῇ καὶ ἑνὶ φρονήματι, ὁμαίμονες τρισάριθμοι Βασίλειε Μανουὴλ καὶ Γεώργιε, ἐν ἐσχάτοις ἠθλήσατε χρόνοις· ὑμεῖς γὰρ σὺν τῷ παναλκίμῳ ὑμῶν πατρὶ Δαβὶδ τῷ ἄνακτι, τὰς κεφαλὰς ὑπεκλίνατε τῇ μαχαίρᾳ τοῦ πολεμάρχου τυράννου· καὶ νῦν σὺν αὐτῷ Κυρίῳ συνόντες, μὴ παύσησθε πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν δεόμεθα.

 Δόξα. Ἦχος δ΄.

Τῆς εὐσεβείας ἀμφιασάμενοι θώρακα, τῆς δυσσεβείας ἐστηλιτεύσατε τὴν ἀπάτην, φωνῇ πεπαῤῥησιασμένῃ, Νεομάρτυρες θεῖοι οἱ σὺν Δαβὶδ τῷ αὐτοκράτορι ἀθλήσαντες· καὶ νῦν τῆς ἄνω ζωῆς τὰ ἀγαθὰ δρεπόμενοι, ἐκ τῆς τῶν Ἄγαρ υἱῶν τυραννίδος ἀπαλλάξατε, τὴν χειμαζομένην καὶ στένουσαν Ποντίων χώραν, ὑμῶν θεοπειθέσι δεήσεσι.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ δι’ ἀγάπην Χριστοῦ, καὶ τῶν πατέρων θείαν πίστιν τὴν πάνσεπτον, Δαβὶδ Τραπεζοῦντος ἄναξ, οἴκου τοῦ σοῦ ἀσφαλῆ, βίον μεγαλόφρον, ἀπωσάμενος· προκρίνας γὰρ θάνατον, τῆς Χριστοῦ ἀπαρνήσεως, σφαγὴν κατεῖδες, τῶν τριῶν μάκαρ τέκνων σου, ὧν τοῖς βήμασιν, εὐθαρσῶς ἠκολούθησας· ὅθεν καὶ ἀμαράντινον, χρυσόπλοκον στέφανον, παρὰ Κυρίου ἐδέξω, ἀξίως πᾶσι τοῦ νέμοντος, τὰ γέρα τὴν κλῆσιν, τοῖς Αὐτοῦ ὁμολογοῦσι, τὴν πανσεβάσμιον.

 

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Χαίροις, ὁ Νεομάρτυς Χριστοῦ, τῶν Κομνηνῶν αὐτοκρατόρων ὁ ἔσχατος, ἐν πόλει τῇ Βασιλίδι, ὁ σῶν αἱμάτων ῥοαῖς, κατ’ ἐχθρῶν ἀπίστων, στήσας τρόπαια· Μωάμεθ γὰρ ἔνδοξε, στεφανῖτα καλέσας σε, σὺν τοῖς σοῖς τέκνοις, Ἰησοῦν ἀπαρνήσασθαι, σὲ προσέταξεν, ἀλλ’ ἠσχύνθη ὁ δόλιος· ὅθεν καὶ ξίφος ἄνομον, ἐγείρας ἀπέκοψε, τὰς κεφαλὰς τῶν υἱῶν σου, τοῦ Ἀλεξίου θεσπέσιε, τοῦ ἀνεψιοῦ σου, καὶ τὴν σὴν Δαβὶδ γενναῖε, Μαρτύρων πρόβολε.

 

Στ.: Πεφυτευμένοι ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν ἐξανθήσουσι.

Χαίροις, τῶν αὐταδέλφων τριάς, τοῦ αὐτοκράτορος Δαβὶδ γόνοι πάντιμοι, τοῦ κλέους τῆς Τραπεζοῦντος, καὶ νεοάθλων πυρσοῦ, οἱ προσενεγκόντες, τῷ Παντάνακτι, ἀκμὴν τῆς νεότητος, ὥσπερ δῶρον ἀτίμητον, σὺν Ἀλεξίῳ, συγγενεῖς ὑμῶν ἔμφρονι, καὶ φοινίξαντες, τῆς Κωνσταντινουπόλεως, χθόνα στεῤῥὲ Βασίλειε, ἀνδρεῖε Γεώργιε, καὶ Μανουὴλ γενναιόφρον, τρισσοφαέστατον πύρσευμα, ψυχῆς ἀριστείας, εὐκλεῶν Νεομαρτύρων, Χριστοῦ τῆς πίστεως.

 

Δόξα. Ἦχος πλ. δ΄.

Δεῦτε φιλομάρτυρες πάντες ἐν ψυχικῇ ἀγαλλιάσει, Δαβὶδ τὸν ἄνακτα καὶ τὴν αὐτοῦ γεραρὰν συνοδείαν, ὕμνος καὶ ᾄσμασι τιμήσωμεν. Οὗτοι γὰρ ὁμοφρόνως διήνυσαν, τοῦ μαρτυρίου τὸ σκάμμα, ἐν τῇ δακρυβέκτῳ Κωνσταντινουπόλει, καὶ ἰσοτίμους στεφάνους ἔλαβον, ἐκ χειρῶν τοῦ ἀθλοθέτου Κυρίου. Αὐτῶν οὖν καὶ ἡμεῖς τὴν μνήμην νῦν ἑορτάζοντες, τὰς πρὸς τὸν Κύριον πρεσβείας αὐτῶν ἐξαιτούμεθα, ἵνα ἤρεμον καὸ ἡσύχιον βίον διάγωμεν.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τραπεζοῦντος εὐφήμως βασιλέα τὸν ἔσχατον, μέλψωμεν Δαβὶδ τὸν γενναῖον καὶ στεῤῥὸν Νεομάρτυρα, σὺν θείῳ Βασιλείῳ Μανουήλ, καὶ πάνυ Γεωργίῳ τοῖς αὐτοῦ, τέκνοις καὶ τῷ Ἀλεξίῳ ἀνεψιῷ ἀλκίμῳ ἀνακράζοντες· Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ δι’ εὐχῶν ὑμῶν πιστοῖς, νέμοντι ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τὸν μέγαν Κομνηνόν, καὶ Κυρίου ὁπλίτην, τιμῶντες εὐλαβῶς, σὺν αὐτοῦ τοῖς συνάθλοις, Δαβὶδ τρισμακάριστον, Τραπεζοῦντος τὸν ἔσχατον, δεῦτε ἄνακτα, ἐγκωμιάσωμεν πόθῳ, ὡς νεόαθλον, στεῤῥὸν αὐτοῦ τὰς πρὸς Κτίστην, λιτὰς ἐξαιτούμενοι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ποντίων εὐσεβῶν, οἱ χοροὶ καθ’ ἑκάστην, τιμῶντές Σε ἀγνή, Θεοτόκε Παρθένε, βοῶμεν· πανύμνητε, Μῆτερ Σουμελιώτισσα, διαφύλαττε, ἡμᾶς ἀτρώτους ἐκ πάσης, τοῦ ἀλάστορος, τοῦ μιαροῦ ἐπηρείας, τοὺς Σοὶ καταφεύγοντας.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὡς βάθρον νεότευκτον τῆς Ἐκκλησίας Χριστοῦ, στηρίχεις συστήματα τῶν φιλεόρτων Δαβίδ, τῶν μνήμην τιμώντων σου, τὴν φωταυγῆ καὶ θείαν, βασιλεῦ Τραπεζοῦντος, καὶ νεοάθλων κῦδος, ὁ συντρίψας τὴν πλάνην, ἀπίστων ἄρτι Ἄγαρ υἱῶν, πίστεως ἄκμονι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σὲ τεῖχος ἀκράδαντον καὶ ταχινὴν ἀρωγόν, κατέχοντες Δέσποινα οἱ τῶν Ποντίων χοροί, βοῶμεν ἀείποτε· σκέπε τοὺς προσκυνοῦντας, Σὴν ἁγίαν εἰκόνα, ἐξ Ἀθηνῶν ἣν πάλαι, εἰς Μελᾶ θεῖον ὄρος, μετήνεγκον σεπτοὶ ἀσκηταί, Σουμελιώτισσα.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὴν ὑπὲρ πίστεως, Κυρίου κλίναντα, κάραν τοῖς ξίφεσιν, ἀνόμων μέλψωμεν, προθύμως ἔνδοξον Δαβὶδ νεόαθλον τὸν γενναῖον, σὺν αὐτοῦ συμμάρτυσι τέκνοις ὕμνοις ἐμπρέπουσι, καὶ τῷ συγγενεῖ αὐτοῦ Ἀλεξίῳ κραυγάζοντες, φωναῖς μελισταγέσιν ἀπαύστως· Χαῖρε πλειὰς Νεομαρτύρων.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, Σουμελιώτισσα σεμνὴ ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ κεχαριτωμένη.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στ.: Πεφυτευμένοι ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν ἐξανθήσουσι.

Εὐαγγέλιον· ζήτει τὸ τοῦ Ἁγίου Δημητρίου.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεήμον, ἐλέησόν με ὁ Θεός...

Τῆς εὐσεβείας ποτισθεὶς θείῳ νέκταρι, τὸ κώνειον τῆς ἀσεβείας ἀπέπτυσας, προκρίνας θάνατον τῆς τοῦ Χριστοῦ ἀρνήσεως, Δαβὶδ Τραπεζοῦντος αὐτοκράτορ. Καὶ Χριστῷ προσάγων ὡς δῶρον αἱμάτων σου τὰ ῥεῖθρα, τῶν υἱῶν σου τριάδος Μανουὴλ Γεωργίου καὶ Βασιλείου, καὶ ἀνεψιοῦ σου Ἀλεξίου τὰ χεύματα, χάριν εὗρες πρεσβεύειν, ὑπὲρ ἀναψύξεως τῶν στενόντων προσφύγων σου.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν ἁγίων οὗ ἡ ἀκροστιχίς: Δαβὶδ ἄνακτι, καὶ συνάθλοις αἶνος. Χ. Μ. Μπ.

ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Δαβὶδ αὐτοκράτορα, τῆς Τραπεζοῦντος τὸν ἔσχατον, τὸν συναγαλλόμενον, Νεομαρτύρων χοροῖς, νῦν τιμήσωμεν, πιστοὶ ἀξιοχρέως, ἡμῶν ὡς τῆς πίστεως, ἄριστον πρόμαχον.

Ἀνδρείας ἐκτύπωμα, καὶ ἀριστείας ἀνάκτορον, Δαβὶδ θεοστήρικτε, εὖχος λαμπρὸν Κομνηνῶν, ἐπεσφράγισας, ἀθλητικοῖς σου πόνοις, καὶ τέλει εὐψύχῳ σου, τὴν βασιλείαν σου.

Βολαῖς σῆς ἐνστάσεως, Δαβὶδ καὶ σῆς γενναιότητος, Μωάμεθ διέλυσας, τοῦ πορθητοῦ τὴν ἀχλύν, τῆς οἰήσεως, καὶ ἔδειξας τοῖς πᾶσι, ψυχῆς σου εὐγένειαν, καὶ ὡραιότητα.

Θεοτοκίον.

Ἰσχὺς καὶ εὐπρέπεια, ἀνάκτων Σουμελιώτισσα, καὶ κράτος καὶ δύναμις, τοῦ βασιλέως Δαβίδ, σθένος δώρησαι, Ποντίοις ἀκτικροῦσαι, τὸν πλάνον ἀλάστορα, σὲ μεγαλύνουσι.

 

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Δαβὶδ βασιλέως Τραπεζοῦντος, τὰ σκάμματα τὰ μαρτυρικά, συμφώνως ἀνυμνήσωμεν, φιλομαρτύρων σύλλογοι, καὶ πόθῳ μελῳδήσωμεν, αὐτοῦ τοὺς θείους συμμάρτυρας.

Ἀλέξιον τὸν ἀνεψιόν σου, καὶ τὴν σὴν τριάδα τῶν υἱῶν, Δαβὶδ κλεινοὺς ἀνέδειξας, Κυρίου Νεομάρτυρας, ὡς τῶν ἀπίστων φρύαγμα, εὐτόλμως καταπατήσαντας.

Νεόαθλε Μάρτυς γεγηθότες, Ποντίων ἁπάντων οἱ χοροί, καὶ Ὀρθοδόξων τάγματα, Δαβὶδ στεῤῥὲ τὴν μνήμην σου, τὴν θείαν ἑορτάζοντες, Χριστὸν ἐκθύμως δοξάζομεν.

Θεοτοκίον.

Ἀπείρανδρε κεχαριτωμένη, μορφὴν προσκυνοῦντες Σὴν σεπτήν, πιστῶς Σουμελιώτισσα, ἐν κατανύξει κράζομεν· ὑπάρχεις τῶν προσφύγων Σου, χαρὰ ἰσχὺς καὶ κραταίωμα.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Τὸν αἰσχύναντα, στυγνὸν Μωάμεθ, καὶ ἀθλήσαντα, ἀνδρειοφρόνως, δι’ ἀγάπην τοῦ Κυρίου τιμήσωμεν, Δαβὶδ τὸν θεῖον βοῶντες νεόαθλε, σὺν τῇ σεπτῇ συνοδείᾳ σου πρέσβευε, τῷ Παντάνακτι δοθῆναι τοῖς σὲ γεραίρουσιν, ἰσχὺν πατῆσαι πλάνων τὴν δυσσέβειαν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἣν μετήνεγκον, ἐκ τῆς Ἀτθίδος, ὁ Σωφρόνιος, καὶ ὁ Βαρνάβας, Σὴν εἰκόνα εἰς Μελᾶ τὰ δυσπρόσιτα, ὄρη ἁγνὴ Μῆτερ Σουμελιώτισσα, πανευλαβῶς προσκυνοῦντες κραυγάζομεν· ῥῦσαι ἅπαντας Ποντίους μανίας ὄφεως, καὶ δῆμον εὐσεβῶν αὐτοῦ κακώσεως.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Κράτος τῶν υἱῶν τῆς Ἄγαρ, τῶν στυγνῶν μὴ πτοούμενος, ὤτρυνας υἱούς σου, νεαροὺς ἀθλῆσαι στεῤῥότατα, καὶ ὑπομεῖναι Δαβὶδ αὐχένων ἔκτμησιν, δι’ εὐσέβειαν, καὶ τὴν ἀγάπην τοῦ Κτίσαντος.

Τῶν Μαρτύρων ἀνεδείχθης, τῶν ἀρχαίων ὁμόζηλος, ἐν ἐσχάτοις χρόνοις, βασιλεῦ Δαβὶδ ἀξιάγαστε, ὁ κατιδὼν τὸ μαρτύριον τῶν τέκνων σου, τὸ κατώδυνον, πρὸ τῆς σεπτῆς σου ἀθλήσεως.

Ἱερεῖον ὥσπερ θεῖον, καὶ ἀμνὸς ἐθελόθυτος, ἔκλινας σὴν κάραν, πρὸ Δαβὶδ τοῦ ξίφους δημίων σου, καὶ κατεφοίνιξας Κωνσταντινουπόλεως, λόφον Ἅγιε, τοῦ Μαρμαρᾶ ὑπερκείμενον.

Θεοτοκίον.

Κάθαρόν με ἐκ τῶν ἔργων, τοῦ βορβόρου Μητρόθεε, οἰκτιρμῶν σου ῥείθροις, καὶ ψυχῆς χιτῶνα ἀπόπλυνον, κἀμοῦ ῥοαῖς μητρικῶν σου παρακλήσεων, πρὸς Ὃν ἔτεκες, ἀφράστως Σουμελιώτισσα.

 

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

Ἀλέξιον ἔδειξας, συναθλητήν σου ἄριστον, τὸν ἀνεψιόν σου αὐτοκράτορ, προηγηθέντα, σοῦ μαρτυρίου Δαβίδ· μεθ’ οὗ χαίρεις νῦν ἐν οὐρανοῖς, ὡς σεπτὸς νεόαθλος, καὶ τῆς πίστεως πρόμαχος.

Ἰσχὺς καὶ εὐπρέπεια, τῶν βασιλέων ἔνδοξε, ἴθυνας πρὸς ἄθλησιν σοὺς παῖδας, τοὺς τρισαρίθμους, καὶ πρὸς σκηνὰς οὐρανῶν, παμφώτους ὑπέρλαμπρε Δαβίδ, Τραπεζοῦντος κλέϊσμα, καὶ Ποντίων ἀγλάϊσμα.

Σὴν ἄθλησιν σέβοντες, ὑμνοῦμεν παῤῥησίαν σου, καὶ προσήλωσίν σου εἰς πατρώαν, πίστιν ἀλκίφρον, Μαρτύρων νέων πυρσέ, Δαβὶδ βασιλέων τιμαλφές, κόσμημα καὶ πάγχρυσον, εὐσεβείας διάδημα.

Θεοτοκίον.

Ὑπέραγνε Δέσποινα, σεμνὴ Σουμελιώτισσα, τοὺς ἐκδεχομένους σὰς πρεσβείας, πρὸς τὸν Υἱόν Σου, καὶ Ποιητὴν τοῦ παντός, Υἱοῦ Σου τῶν θείων δωρεῶν, ἔμπλησον καὶ χάριτος, μυροθήκας ἀνάδειξον.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Νῦν ὕμνοις στέφομεν μνήμην σου, τὴν θείαν καλλιμάρτυς νεόαθλε, Δαβὶδ καὶ κράζομεν· πρὸς τὴν ζωὴν τὴν ἀνέσπερον, ὁδήγησον εὐχαῖς σου, τοὺς ἀνυμνοῦντάς σε.

Ἀθλήσας σὺν τοῖς βλαστήμασι, Δαβὶδ τοῖς νεαροῖς σου κατήσχυνας, τὸν δυσσεβέστατον, Μωάμεθ καὶ κατηγλάϊσας, πιστοὺς τοὺς ἐν ὁμίχλῃ, δουλείας στένοντας.

Θυσίαν τῷ Παντοκράτορι, Θεῷ σαυτὸν Δαβὶδ καρτερόψυχε, σεπτὴν προσήνεγκας, καὶ τὴν τριάδα τῶν τέκνων σου· μεθ’ ὧν νῦν συναγάλλῃ, ἐν θείοις δώμασι.

Θεοτοκίον.

Λαμπὰς ἁγνείας Μητρόθεε, λαμπάδας σωφροσύνης ἀνάδειξον, Σουμελιώτισσα, τοὺς εὐλαβῶς καταφεύγοντας, τῇ θείᾳ χάριτί Σου, καὶ Σαῖς δεήσεσι.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Βασιλοπαίδων ἀθλητῶν τριάδα μέλψωμεν, σὺν Ἀλεξίῳ συγγενεῖ αὐτῶν ἐν ᾄσμασι, καὶ Δαβὶδ τῆς Τραπεζοῦντος τὸν βασιλέα, νεοάθλων εὐκλεῶν ὡς ἐκτυπώματα, καὶ νεόδρεπτα τῆς εὐσεβείας λείρια, πόθῳ κραυγάζοντες· Νεομάρτυρες χαίρετε.

Ὁ Οἶκος.

Ἄριστοι Ἀθλοφόροι, ἀνεδείχθητε ἄρτι, Δαβὶδ συναθληταὶ τροπαιοῦχοι, σὺν αὐτῷ ἐπηρμένην ὀφρύν, τῶν υἱῶν τῆς Ἄγαρ ἐν δεινοῖς ἔτεσι, δουλείας οἱ πατήσαντες· διὸ ὑμῖν φαιδρῶς βοῶμεν·

Χαῖρε, τριὰς τῶν βασιλοπαίδων·

χαῖρε, ὁμὰς τῶν Νεομαρτύρων.

Χαῖρε, βασιλέων Δαβὶδ ἐγκαλλώπισμα·

χαῖρε, νεοάθλων Ἀλέξιε καύχημα.

Χαῖρε, στῦλε γενναιότητος, ὦ Δαβὶδ φωτοειδές·

χαῖρε, φάρε καρτερότητος ἐν ταῖς λύπαις φωταυγές.

Χαῖρε, στεῤῥοψυχίας τὸ τρισάκτινον σέλας·

χαῖρε, ἀνδραγαθίας το τρισάριθμον κέρας.

Χαῖρε, λαμπὰς Δαβὶδ γενναιότητος·

χαῖρε, ἰκμὰς λαοῦ εὐσεβόφρονος.

Χαίρετε, τείχη τῆς εὐσεβείας·

χαίρετε, αὖχη τῆς Ἐκκλησίας.

Νεομάρτυρες χαίρετε.

 

Συναξάριον.

Τῇ Ἀ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν ἐν τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ, καὶ ὥρᾳ τετάρτη τῆς νυκτός, τῷ ξίφει τελειωθέντων· Δαβὶδ τοῦ Μεγάλου Κομνηνοῦ βασιλέως τῆς Τραπεζοῦντος, καὶ τῶν τριῶν αὐτοῦ υἱῶν· Βασιλείου, Γεωργίου, Μανουήλ, καὶ τοῦ ἀνεψιοῦ Ἀλεξίου τοῦ διαδόχου, ἐν ἔτει 1463ῳ, ἐν Κωνσταντινουπόλει.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Ὁ μισόχριστος, ἐξ Ἀδριανουπόλεως, Δαβὶδ ἐκέλευσε, ἐχθρὸς σὲ τάχος ἐλθεῖν, εἰς πόλιν τοῦ Βύζαντος, σὺν τοῖς οἰκείοις σου, ἵνα πίστιν σου, τὴν ἀκραιφνῆ καὶ ἄμωμον, δοκιμάσῃ αὐτοκράτορ.

Ἴον πίστεως, νεόδρεπτον καὶ ἥδιστον, ἀνδρείας λείριον, τῇ εὐωδίᾳ τῶν σῶν, καμάτων ἐμύρισας, πιστῶν τὰ τάγματα, νῦν κραυγάζοντα· Χαῖρε Δαβὶδ ἀήττητε, στρατιῶτα τοῦ Κυρίου.

Σοῦ τὸ σκήνωμα, Δαβὶδ ἀνδρείας σέμνωμα, καὶ τῶν συνάθλων σου, τὰ σκήνη τὰ ἱερά, Ἑλένη ἡ σύνευνος, ἡ σὴ ἐζήτησε, καὶ ὀρύξασα, τάφος αὐτὰ κατέθεσεν, ἐν τῇ Κωνσταντινουπόλει.

Θεοτοκίον.

Ἀειπάρθενε, σεμνὴ Σουμελιώτισσα, ὑπὸ τὴν σκέπην Σου, τήρει ἀεὶ τὸν χορόν, Ποντίων τὸν σπεύδοντα, τῇ ἀντιλήψει Σου, καὶ κραυγάζοντα· Χαῖρε θερμὴ προστάτις μου, Παναγία Θεοτόκε.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Ἴθυνας τὰ διαβήματά σου, πρὸς ἄκρον τῶν ἐφετῶν δι’ ἐναθλήξσεων, καρτερᾶς νεόαθλε, ἄναξ γενναιότατε, σὺν τῇ τριάδι τέκνων σου, δοξάζων Κύριον, καὶ κράζων· Δι’ ἀγάπην Σου Σῶτερ, προαιροῦμαι πόνους, καὶ θάνατον Παντάναξ.

Νέων Ἀθλοφόρων κοσμιότης, Δαβὶδ Τραπεζοῦντος ἄναξ ἐνδοξότατε, ἄθλησιν ἠγώνισαι, θαυμαστὴν ἐν ἔτεσιν, ἐσχάτοις σὺν τοῖς τέκνοις σου· μεθ’ ὧν ἐν δώμασι, παμφώτοις οὐρανῶν συναγάλλῃ, ἔνθα τῶν Μαρτύρων, συγχαίρουσιν οἱ δῆμοι.

Ὅμιλον γενναίων νεοάθλων, ὑμνῶ καὶ γεραίρω ᾄσμασιν ἐμπρέπουσι, τὸν στεῤῥῶς ἀθλήσαντα, καὶ καταπατήσαντα, τῶν δυσσεβῶν τὸ φρύαγμα, ἐν πόλει Βύζαντος, Δαβὶδ τῶν Κομνηνῶν βασιλέων, ἔσχατον σὺν τέκνοις, αὐτοῦ καὶ Ἀλεξίῳ.

Θεοτοκίον.

Σῶσαι τοὺς πιστῶς ἀσπαζομένους, εἰκόνα τὴν Σὴν σεπτὴν Σουμελιώτισσα, ἐκ παγίδων ὄφεως, κατωδύνων θλίψεων, κινδύνων καὶ στενώσεως, Θεογεννήτρία, τὴν νῦν ἐν τῷ Βερμίῳ τῷ ὄρει, τεθησαυρισμένην, ἀσύλητον ὡς ὄλβον.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Χαίρετε στεῤῥοί, τρισάριθμοι Μάρτυρες, νέοι τῆς πίστεως, εὐγενῆ βλαστήματα, Δαβὶδ ἀνδρείου, τῷ ὄντι ἄνακτος, οἱ πρὸς αὐτοῦ ἀθλήσαντες, ὀμμάτων ἄριστα, καὶ ὡς ἄρνες, τμῆσιν ὑπομείνατες, τοῦ αὐχένος ὑμῶν καρτερότατα.

Μάρτυς νεαυγής, Χριστοῦ ἀναδέδειξαι, Δαβὶδ περίδοξε, βασιλέων καύχημα, τῆς Τραπεζοῦντος, καὶ ἀγαλλίαμα, τῶν νεοάθλων κράζοντες· τὴν θείαν μνήμην σου, ἐγκωμίων, στέφομεν τοῖς ἄνθεσι, καὶ ᾀσμάτων τοῖς κρίνοις ἀείποτε.

Μέμνησο ἡμῶν, τῶν πίστει τιμώντων σε, Δαβὶδ τρισόλβιε, ὡς ἀνάκτων πρότυπον, καὶ νεοάθλων, στεῤῥῶν προπύργιον, καὶ πέμψον δόσεις χάριτος, ὑψόθεν ἅπασιν, ὀρθοδόξοις, τοῦ σεπτοῦ Παντάνακτος, Ἰησοῦ τοῦ δεσπόζοντος κτίσεως.

Θεοτοκίον.

Πάνσεμνε ἁγνή, τῆς κυοφορίας Σου, τῆς ὑπὲρ ἔννοιαν, μέγα τὸ μυστήριον, ἀναβοῶμεν, Σουμελιώτισσα· Θεὸν γὰρ ἐσωμάτωσας, τὸν Ὑπερούσιον, Ὃν δυσώπει, πέμψαι τοῖς οἰκέταις Σου, ἄμφω ῥῶσιν ψυχῆς τε καὶ σώματος.


 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Δαβὶδ ἀνάκτων ἔσχατον, τῆς Τραπεζοῦντος μέλψωμεν, τὸν ἐν ἐσχάτοις τοῖς χρόνοις, αὐτοῦ ἐμψύχῳ ἐνστάσει, τὸν Ἰησοῦν δοξάσαντα, καὶ πίστει ἐναθλήσαντα, σὺν τοῖς αὐτοῦ βλαστήμασι, καὶ Ἀλεξίῳ ἐν πόλει, τῇ Βασιλίδι γενναίως.

Θεοτοκίον.

Τῷ μάκτρῳ Σῶν δεήσεων, ἀπόσμηξον τὰ δάκρυα, τῶν προστρεχόντων ἐν πίστει, τῇ παναγίᾳ Σου σκέπῃ, ἁγνὴ Σουμελιώτισσα, Ποντίων μέγα καύχημα, καὶ προσκυνούντων πάντοτε, ἐν κατανύξει καρδίας, τὴν Σὴν ἁγίαν εἰκόνα.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Χαίροις, Ἀθλητὰ τῆς πίστεως, ὁ ἐν ἐσχάτοις καιροῖς, ἐκτμηθεὶς τὸν αὐχένα σου, διὰ τὴν εὐσέβειαν, καὶ Χριστοῦ τὴν ἀγάπησιν, Δαβὶδ στεῤῥόφρον, ἀνάκτων σέμνωμα, καὶ νεοάθλων, κανὼν εὐθύτατε, πόθῳ κραυγάζοντες, τὴν ἁγίαν μνήμην σου χρεωστικῶς, νῦν πανηγυρίζομεν, ἀξιοθαύμαστε.

 

Χαίροις, συνοδεία πάνστεπτε, βασιλοπαίδων κλεινέ, Μανουήλ τε Γεώργιε, καὶ στεῤῥὲ Βασίλειε, τοῦ Δαβὶδ τέκνα ἄνακτος, λυχνία θάῤῥους, ψυχῆς τρισσόφωτε, τῆς ἀσεβείας ἡ ἐκδιώξασα, ζόφον καὶ ἅπαντας, εὐσεβεῖς αὐγάσασα μαρμαρυγαῖς, εὐσθενοῦς ἐνστάσεως, καὶ ἐναθλήσεως.

 

Χαίροις, Τραπεζοῦντος ἔσχατε, ἄναξ γενναῖε Δαβίδ, ὁ προκρίνας τὸν θάνατον, τῆς Χριστοῦ ἀρνήσεως, καὶ ὡς πρόβατον ἄκακον, κλίνας σὴν κάραν, ἐχθρῶν τοῖς ξίφεσιν, ἐν Βασιλίδι, πασῶν τῶν πόλεων, κράζοντες ἅπαντε, ἐκτελοῦμεν μνήμην σου τὴν ἱεράν, καὶ Χριστὸν δοξάζομεν, τὸν σὲ ἰσχύσαντα.

 

Χαίροις, ζηλωτὰ ἀθλήσεως, τῶν παλαιῶν ἀθλητῶν, εὐψυχίας ἀρχέτυπον, τοῦ Μωάμεθ ἔπαρσιν, ὁ συντρίψας τῷ ἄκμονι, τῶν σῶν καμάτων, καὶ μαρτυρίου σου, ἐν Βασιλίδι, πασῶν τῶν πόλεων, Δαβὶδ  ακάριε, πόθῳ ἀνακράζοντες πανευλαβῶς, ἄγομεν τὴν μνήμην σου, τὴν ἀεισέβαστον.

 

Δόξα. Ἦχος πλ. α΄.

Ὡς διαπρύσιος κῆρυξ τῆς εὐσεβείας, καὶ μιμητὴς τῶν κατορθωμάτων τῶν πάλαι ἀθλητῶν τῆς πίστεως, ὑπὲρ Χριστοῦ εὐθαρσῶς ἤθλησας σὺν τοῖς τρισὶν υἱοῖς σου, Γεωργίῳ Μανουὴλ καὶ Βασιλείῳ, ἅμα τῷ ἀνεψιῷ σου Ἀλεξίῳ Δαβὶδ ἄναξ ἀοίδιμε. Σφαγεὶς οὖν ὡς λογικὸν ἱερεῖον, τῆς οὐρανίου δόξης ὤφθης κληρονόμος, ἧς καὶ ἡμᾶς ἀξίωσον τοὺς τιμῶντας τὴν ἀεισέβαστον μνήμην σου, εὐχαῖς σου ἀδιαλείπτος πρὸς Κύριον.

Καὶ νῦν... Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις ἄναξ ἔσχατε Κομνηνῶν, ὁ στεῤῥῶς ἀθλήσας, σὺν τριάδι τῶν σῶν υἱῶν, καὶ ἀνεψιῷ σου, ἀλκίμῳ Ἀλεξίῳ, Δαβὶδ Νεομαρτύρων, ἔμπνουν θησαύρισμα.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου