Κυριακή 12 Οκτωβρίου 2025

ΟΚΤΩΒΡΙΟΣ 25. ΑΓΙΟΣ ΜΑΚΑΡΙΟΣ ΠΑΦΟΥ ΑΚΟΛΟΥΘΙΑ

 

ΟΚΤΩΒΡΙΟΣ ΚΕ

ΜΑΚΑΡΙΟΣ ΠΑΦΟΥ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

μπεριστάτων προστάτην ἐγκωμιάσωμεν, Μακάριον φωσφόρον, Πάφου τὸν ἀρχιθύτην, ὡς εὔχρηστον δοχεῖον καὶ ἱερόν, Παρακλήτου τὸν λάμψαντα, μαρμαρυγαῖς πρὸς τοὺς πάσχοντας προσφορᾶς, καὶ ὁμολογίας λάμψεσι.

 

Τὸν ἐνθεώτατον Πάφου ἱεροφάντορα, τροφὸν πενήτων πάντων, καὶ διδάσκαλον θεῖον, Μακάριον φωστῆρα τῆς ἀρετῆς, καὶ χρηστότητος σύνοικον, ἀνευφημήσωμεν δῆμοι τῶν εὐσεβῶν, ὡς τῆς πίστεως θησαύρισμα.

 

ερομύστην θεόπνουν ἐκθύμως μέλψωμεν, Μακάριον ἐν ὕμνοις, ὡς συλλήπτορα θεῖον, πενήτων καὶ νοσούντων παναλγεινῶς, ἰατρὸν ἑτοιμότατον, καὶ εὐποιΐας ἀδάμαντα τιμαλφῆ, Παφηνῶν ποιμένα ἄγρυπνον.

 

ς φωταυγῆ Ἱεράρχην λαμπρῶς Μακάριον, ποιμαντικῶν ἀγώνων, καὶ θαυμάτων ἀκτῖσι, φωτίσαντα τὸν κόσμον πανευλαβῶς, μακαρίσωμεν ψάλλοντες· Χαῖρε θεόσδοτε πάντων χειραγωγέ, πρὸς οὐράνια σκηνώματα.

 

Δόξα. Ἦχος β΄.

Τὸν ἀπλανῆ Παφηνῶν ποδηγέτην πρὸς βίον κρείττονα, εὐποιΐαις διαλάμψαντα εὐφημήσωμεν, Μακάριον τὸν πνευματοφόρον ἱεράρχην, αὐτῷ ἀξιοχρέως κραυγάζοντες· Ὁ τὰς χρείας τῶν καμνόντων θεραπεύσας καὶ κρήνη ὀφθεὶς ἀκένωτος ἰάσεων, τῇ δοθείσῃ σοι χάριτι δαψιλῶς θεόθεν, ὑγιείας ἔκχεε νάματα τοῖς εὐλαβῶς τιμῶσί σε.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου

 

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαῖρε ὁ θαυμαστός, τῆς Πάφου ποιμενάρχης, Μακάριε θεόφρον, κενωτικῆς ἀγάπης, χειμάῤῥους ὁ ἀστείρευτος.

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Χαῖρε τῶν Παφηνῶν, θεοειδὲς ἐπόπτα, Μακάριε τρισμάκαρ, ὁ εὐποιΐας ἔργοις, κοσμήσας ποιμασίαν σου.

 

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Χαῖρε τὸ τοῦ Χριστοῦ, ὁμολογίας στόμα, κηρύγμασιν ὁ λάμψας, Μακάριε πανσόφοις, Ὀρθοδοξίας αὔγασμα.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι ὁ Θεός, ἰσχὺς πιστῶν καὶ σκέπη, καὶ ἀρωγὴ ἑτοίμη, Τριὰς ὑπεραγία, τοῦ Μακαρίου δύναμις.

 

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε ἡ τῶν πιστῶν, καταφυγὴ καὶ σκέπη, ἰσχὺς καὶ προστασία, σεμνὴ Θεογεννῆτορ, Παρθένε παμμακάριστε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

ν σκηναῖς τῶν μακάρων ἀναπαυόμενον, ἀρχιερέα τῆς Πάφου σεμνὸν πραέα ἁπλοῦν, καὶ ἀμίαντον πιστοὶ ἐγκωμιάσωμεν, ὕμνοις Μακάριον τερπνοῖς, ὡς ἀγάπης φρυκτωρόν, βοῶντες· Χριστῷ πρεσβεύων, ὑπὲρ ἡμῶν μὴ ἐλλείπῃς, τῶν προστρεχόντων τῇ σῇ χάριτι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

πόλυσις.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·  Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Μακάριε πάτερ ἱερέ, Πάφου σεμνολόγημα, καὶ Ἐκκλησίας διάκοσμε, χάρις τοῦ Πνεύματος, ἔδειξέ σε κρήνην, ὄντως πολυχεύμονα, λαοῦ πρὸς πόλον καθοδηγήσεως, βρύσιν ἀστείρευτον, θαυμασίων καὶ ἰάσεως, ἀσθενούντων πολύῤῥυτον χείμαῤῥον.

 

Μακάριε μάκαρ εὐσεβεῖς, Πάφου κατηγλάϊσας, τῇ ἐνοικούσῃ σοι χάριτι, ποδηγεσίᾳ σου, ἀπλανεῖ συντόνοις, βίου σου παλαίσμασι, καὶ συμπαθείᾳ πρὸς πάντα στένοντα, θεομακάριστε, καὶ Κυρίῳ εὐηρέστησας, ἰσαγγέλῳ σεμνὲ πολιτείᾳ σου.

 

Μακάριε πάσχουσι δεινῶς, πόθῳ διηκόνησας, τοῖς ἐν ἀγνοίᾳ καθεύδουσι, διδασκαλίας σου, ἀστραπαῖς παμφώτοις, πάτερ κατεφώτισας, δογμάτων τῶν ὀρθῶν ἀκροθίνιον, ὁ αἱρετίζοντας, στηλιτεύσας καὶ ἀγέλην σου, Πάφου σώσας ἐκ πάσης αἱρέσεως.

 

Μακάριε σκεῦος ἀρετῆς, ὅλον ἀφιέρωσας, σαυτὸν Θεῷ πανοικτίρμονι, τῷ Παντοκράτορι, καὶ Αὐτοῦ πτωχείαν, ἀγαπήσας πλοῦτόν σου, διένειμας καρδίας τοῖς πένησι, καὶ ἠκολούθησας, τῶν ἱεραρχῶν τοῖς βήμασιν, κατεχόντων ὡς πρότυπον Κύριον.

 

Μακάριε παῦσον τὰς ὁρμάς, τῆς βροτῶν κακότητος, ταῖς σαῖς θερμαῖς παρακλήσεσιν, ὡς εὐσυμπάθητος, πρὸς τὴν Αὐταγάπην, τὸν Χριστὸν πανόσιε, καὶ πᾶσι σὲ τιμῶσιν ἐφάπλωσον, ἐκ τῆς εὐκλείας σου, ὕψους ἀρετὴν θεάρεστον, ὡς νεφέλην φωτόλαμπρον ἔνθεε.

 

Μακάριε χάριτος πηγή, ἀναβλύζεις νάματα, ἠθῶν χρηστότητος, νήψεως, βίου ἁπλότητος, ταπεινοφροσύνης, καὶ ἀόκνου δράσεως, πρὸς σωτηρίαν ποίμνης ἐλλόγου σου, ἣν ὁ Θεάνθρωπος, σοὶ ἐνεπιστεύθη, ἔνθεε ποιμενάρχα, τῆς Πάφου θεόφιλε.

 

Δόξα. Ἦχος πλ. β΄.

Τὸν θεοπρόβλητον Πάφου ἀρχιποίμενα, Χάριτι Θείᾳ ὀφθέντα αὐτῆς ὁλκάδος κυβερνήτην, Μακάριον τιμήσωμεν τὸν πανσεβάσμιον, ὡς Ἐκκλησίας ὡράϊσμα, ἐν κατανύξει λέγοντες· Ὁ τὰς ἀσθενείας ἄμφω τῶν ἀνθρώπων ἰώμενος καὶ αὐτοὺς λυτρούμενος φθορᾶς κακοδόξων, ὡς δοξάσας ἔργοις καὶ λόγοις τὸν Ὕψιστον, μὴ παύσῃ Αὐτὸν ἡμῖν ἱλεούμενος, τοῖς σὲ μακαρίζουσι.

 

Καὶ νῦν... Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος.  Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος.Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. δ΄ 20 - 28)

Τέκνον, συντήρησον καιρὸν καὶ φύλαξαι ἀπὸ πονηροῦ καὶ περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνθῇς· ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. Μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆςσου καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου. Μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας· ἐν γὰρ λόγῳ γνωσθήσεται σοφία καὶ παιδεία ἐν ῥήματι γλώσσης. Μὴ ἀντίλεγε τῇ ἀληθείᾳ καὶ περὶ τῆς ἀπαιδευσίας σου ἐντράπηθι. Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ' ἁμαρτίαις σου καὶ μὴ βιάζου ῥοῦν ποταμοῦ. Καὶ μὴ ὑποστρώσῃς σεαυτὸν ἀνθρώπῳ μωρῷ καὶ μὴ λάβῃς πρόσωπον δυνάστου. Ἕως τοῦ θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας καὶ Κύριος ὁ Θεὸς πολεμήσει ὑπὲρ σοῦ.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 13 - 18 )

Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν· κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἔστι λίθων πολυτελῶν, οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι. Μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα· ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαί, καὶ πᾶσαι αἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ· ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλής.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. δ´ 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἰδιόμελα. Ἦχος α΄.

Δεῦτε πιστοὶ Μακάριον μεγαλύνωμεν, Πάφου τὸν πνευματοφόρον καὶ σημειοφόρον Ἐπίσκοπον, ὡς ὁσίων πατέρων σεμνολόγημα, καὶ ἱεραρχῶν θεοπνεύστων ἐγκαύχημα ἐν εὐλαβείᾳ ψάλλοντες· Ὁ ἀγωνισάμενος ὑπὲρ τῆς λογικῆς σου ἀγέλης, καὶ τῇ δοθείσῃ σοι χάριτι ἀπλανῶς ποιμάνας τοὺς ἄρνας σου, εὐλόγει, ἁγίαζε καὶ τήρει ἀσινεῖς κακοβούλων καὶ κακοδόξων τοὺς σὲ μεγαλύνοντας.

 

Ἦχος β΄.

Τὸν ζηλωτὴν τῆς τοῦ Χριστοῦ πτωχείας, πλούσιον ἐν ἔργοις συμπαθείας καὶ εὐποιΐας, Μακάριον τιμήσωμεν, ὡς ἐπίγειον ἄγγελον καὶ οὐράνιον ἄνθρωπον· οὗτος γὰρ θεοφιλῶς πολιτευσάμενος, καὶ κενώσας ἑαυτὸν ταῖς τῶν πλησίον ἀνάγκαις, χάριν εἴληφε Κυρίῳ πρεσβεύειν, ὑπὲρ τῶν τιμώντων αὐτοῦ τὸ μνημόσυνον.

 

Ἦχος γ΄.

ποστολικῆς ἐπαρχίας Πάφου, τοῦ Παύλου καὶ Βαρνάβα διάδοχον, ὡς πνευματέμφορον κήρυκα τῆς ἀληθείας, καὶ πατέρα εὔστοργον τῶν αὐτοῦ κατὰ πνεῦμα τέκνων, Μακάριον μακαρίζομεν, οὕτω λέγοντες· Ὁ δοξάσας τὸν Ὕψιστον ποιμαντικῇ ἐπιστήμῃ καὶ θεραπείᾳ τῶν ἀλγεινῶς πασχόντων, ἀξίωσον καὶ ἡμᾶς Αὐτὸν δοξάζειν λόγοις καὶ πράξεσι καὶ σῶσον ἐκ θανάτου εὐχαῖς σου τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος δ΄.

ς ἐνδιαίτημα τοῦ Παρακλήτου Πνεύματος καὶ σκήνωμα ἐναρέτου πολιτείας ἀνυμνοῦμέν σε, Μακάριε πανθαύμαστε· σὺ γὰρ ποιήσας, διδάξας καὶ θεραπεύσας, ὡς Χριστός, ὁ Σωτὴρ πάντων, μάλιστα δὲ πιστῶν, ὁ εὐσυμπάθητος, ἀπῆλθες Αὐτῷ συγχαίρειν αἰωνίως, τῶ παρέχοντι ἡμῖν εὐχαῖς σου τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Δόξα. Ὁ αὐτός.

Φιλεόρτων Παφηνῶν τὰ πλήθη δεῦτε συνελθόντα ὕμνοις καὶ ᾄσμασι πανηγυρίσωμεν σήμερον, ἐπὶ τῇ θείᾳ μνήμῃ Μακαρίου, τοῦ θεοπροβλήτου τῆς Πάφου ἱεράρχου, καὶ τὴν ἱκετήριον αὐτοῦ χάριν ἐκδεχόμενοι οὕτως εἴπωμεν· Ὁ θεαρέστως τὸν ἀγῶνα περατώσας καὶ κληρονομήσας ζωὴν τὴν αἰώνιον, μὴ παύσῃ τοῦ Κυρίου δεόμενος, ὑπὲρ τῶν ἐκθύμως τιμώντων σε.

 

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, Ἱεραρχῶν καλλονή, τῶν Παφηνῶν ὁ φωτοφόρος διδάσκαλος, Μακάριε θεοφόρε, τῆς Ἐκκλησίας ἀστὴρ παμφαὴς καὶ φέγγος Θείας Χάριτος, ὁ Κύπρον τὴν εὔανδρον, καταυγάσας τοῖς θαύμασι, σημειοφόρε, ἀστραπαῖς τῶν ἰάσεων, καὶ πυρσεύμασιν, ἐνδεῶν ἀντιλήψεως, χαίροις, ὁ λύσας ζόφωσιν, τοῦ ἄλγους τῶν θλίψεων, καὶ χαλεπῶν νοσημάτων ἀκτῖσι τῆς ἰατρείας σου, φωτόλαμπρε πάτερ, σῶν ἀμνῶν ἐμπεριστάτων, πυξὶς ἀλάνθαστε.

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Χαίροις, ὁ ἐν σοφίᾳ πολλῇ, διαποιμάνας τὸν λαὸν τὸν φιλόχριστον, τῆς Πάφου καὶ διανείμας, πλοῦτον καρδίας πτωχοῖς, ἀρωγὲ πασχόντων ἑτοιμότατε, Μακάριε πάντιμε, ἐπισκόπων εὐπρέπεια, θεοπροβλήτων, τιμαλφὲς ἐνδιαίτημα, καὶ θησαύρισμα, ἀρετῶν πολυτίμητον· ὅθεν τὴν θείαν μνήμην σου, λαμπρῶς μεγαλύνοντες, τῶν φιλεόρτων οἱ δῆμοι ἀπεκδεχόμεθα χάριν σου, ἣν πᾶσι παρέχεις, ἐπικαλουμένοις πίστει, σὸν θεῖον ὄνομα.

 

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Χαίροις, ὁ Παφηνῶν ἐποφθείς, ὡς ἀληθῶς ἱερομύστης σοφώτατος,  Μακάριε μέγα κλέος, τῆς Ἐκκλησίας Χριστοῦ, ὁ λαβὼν τὴν χάριν ὁδηγήσεως, πιστῶν πρὸς τελείωσιν, καὶ τὴν παῦσιν κακότητος, τῶν σοὶ σπευδόντων, μετὰ πίστεως Ὅσιε, ἐγκαλλώπισμα, ἀρετῆς καὶ χρηστότητος, πάτερ πανιερώτατε, σὸν βίον τὸν πρόσκαιρον, ὁ διελθὼν ὡς ὁ Κτίστης, εὐεργετῶν καὶ ἰώμενος, Χριστὸς ὁ παρέχων, τὴν ὑγίειαν καὶ ῥῶσιν ἡμῖν καὶ ἔλεος.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν ὑψίκομον τῆς εὐσεβείας καὶ ἀρετῆς φοίνικα καὶ κέδρον εὐωδεστάτην ποιμαντικῆς ἐπιστήμης, Μακάριον μεγαλύνωμεν, ἐν κατανύξει λέγοντες· Ὁ εὐαρεστήσας ἀμέμπτῳ σου βίῳ Κυρίῳ καὶ ποιμαντικοῖς σου τρόποις τῇ τῶν Παφηνῶν ἐλλόγῳ ποίμνῃ, ἀξίωσον καὶ ἡμᾶς Αὐτῷ εὐαρεστεῖν λόγοις καὶ πράξεσι θερμαῖς σου, ἱεράρχα δεήσεσι.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

ν σκηναῖς τῶν μακάρων ἀναπαυόμενον, ἀρχιερέα τῆς Πάφου σεμνὸν πραέα ἁπλοῦν, καὶ ἀμίαντον πιστοὶ ἐγκωμιάσωμεν, ὕμνοις Μακάριον τερπνοῖς, ὡς ἀγάπης φρυκτωρόν, βοῶντες· Χριστῷ πρεσβεύων, ὑπὲρ ἡμῶν μὴ ἐλλείπῃς, τῶν προστρεχόντων τῇ σῇ χάριτι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

πόλυσις.

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν Τάφον Σου, Σωτήρ.

Μακάριε σεπτέ, ἀρετῆς κοσμιότης, σεπτῶν ἱεραρχῶν, ἐγκαλλώπισμα θεῖον, τῆς Πάφου ὡράϊσμα, θείας Χάριτος σκήνωμα, ὁ τὰ στίγματα, ἐν σώματί σου βαστάζων, τοῦ Παντάνακτος, ἐν συμπαθείας σου κόλποις, ἱκέτας σου βάσταζε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

χείμαστε λιμήν, ἐν δειναῖς τρικυμίαις, Παρθένε ἀγαθή, τῶν ναυτίλων τοῦ βίου, τὸν τάραχον κόπασον, τῶν παθῶν μου καὶ θλίψεων, καὶ ὁδήγησον, πρὸς γαληνότατον ὅρμον, θείας Χάριτος, τὸν μεγαλύνοντα πόθῳ, πληθὺν θαυμασίων σου.

 

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Μακάριον Ὅσιον ἱεραρχῶν κορυφήν, ἐν Πάφῳ ποιμάναντα τὴν λογικὴν τοῦ Χριστοῦ, ἀγέλην τιμήσωμεν, θεοπρεπῶς ἐν ὕμνοις, ἀρετῆς ὡς πυξίον, γνώμονα συμπαθείας, καὶ πηγὴν σωτηρίας, βοῶντες ἐν αἰσίαις φωναῖς· Χαῖρε, πανθαύμαστε!

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν ἔνθερμον πρέσβειραν πρὸς τὸν Σωτῆρα Χριστόν, Υἱὸν τὸν πανάχραντον αὐτῆς τὸν μονογενῆ, σεμνὴν Ἀειπάρθενον, μέλψωμεν Θεοτόκον, ὡς πιστῶν σωτηρίας, πρόξενον καὶ αἰτίαν χαρμονῆς αἰωνίου, τῶν ὕμνοις μελῳδούντων αὐτήν, θείοις καὶ ἄσμασι.

 

Μετὰ τὸν Πολυέλαιον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

ργοις καὶ ῥήμασιν, εὐαρεστήσαντα, Χριστῷ τιμήσωμεν, σοφὸν Μακάριον, ἱερομύστην θαυμαστὸν ἐν ᾄσμασι μελιῤῥύτοις, Πάφου τῆς καλλίπαιδος, ποδηγέτην ὡς ἄριστον, Χάριτι τοῦ Πνεύματος τὸν λαὸν ὁδηγήσαντα, πρὸς θέωσιν πιστῶς ἐκβοῶντες· Χαῖρε, σοφὲ ἱεροφάντορ.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Εὐαγγέλιον· Ἱεραρχικόν ( Ἰω. ι΄ 9 - 16): Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται... Ὅρα τὸ εἰς τὴν Λειτουργίαν τοῦ Χρυσοστόμου, Νοεμβρίου ΙΓ.

Ὁ Ν΄ Ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον,....

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός...

Πλούτῳ εὐχῶν διαπύρων τοὺς πτωχοὺς τῷ πνεύματι εὐεργετήσαντα, καὶ φαρμάκῳ τοῦ Παρακλήτου Πνεύματος, τὸν ἰώμενον πᾶσαν νόσον τιμήσωμεν, Μακάριον τὸν Ὅσιον Πάφου ἱερομύστην, ἐν ἀγαλλιάσει λέγοντες· Ὁ ἀφάτῳ συμπαθείᾳ ἑαυτὸν τοῖς πλησίον κενώσας καὶ ἀπλανῶς ποιμάνας τοὺς λογικούς σου ἄρνας, Χριστὸν ἡμῖν ἱλέωσαι, τοῖς λαμπρῶς εὐφημοῦσί σε.

 

Εἶτα ὁ κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ Ἀκροστιχίς· Μακάριον μέλπω, Ἅγιον Πάφου ἱεράρχην. Χ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Μακάριον ἄνθεσι, τὸν ἱεράρχην τὸν Ἅγιον, ᾠδῶν καταστέψωμεν τὸν θεαυγῆ ὡς σεπτόν, ὁμηγύρεως, τῶν Παφηνῶν ποιμένα, αὐγαῖς ὁσιότητος, τὸν διαλάμψαντα.

γῶσι κλεΐσαντα, τιμίοις Πάφον τὴν εὔσημον, Μακάριον μέλψωμεν, ποιμαντικοῖς ἀληθῶς, πρὸς ἀνύψωσιν, αὐτοῦ ἀμνῶν πρὸς πόλον, μοχθήσαντα ψάλλοντες· Χαῖρε τρισόλβιε.

Κοσμῆτορ Μακάριε, τῆς Ἐκκλησίας τοῦ Κτίσαντος, ἡ Πάφος σεμνύνεται, ποιμαντορίᾳ τῇ σῇ, καὶ ὁ σύλλογος, τῶν Ὀρθοδόξων λόγοις, σοφοῖς καὶ διδάγμασιν, ἀκριβεστάτοις σου.

Θεοτοκίον.

πείρανδρε Δέσποινα, τοὺς σὲ τρανῶς μεγαλύνοντας, πρὸς πόλον κατεύθυνον, τοῦ Μακαρίου λιταῖς, κατευθύναντος, τῶν Παφηνῶν χορείας, πρὸς τρίβους χρηστότητος, καὶ ὁσιότητος.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

εόντων τοῦ βίου ὑπερόπτα, Μακάριε θεῖε ζηλωτά, ἀῤῥεύστων κατηξίωσαι, σταυρόν σου ἐπωμάδιον, ὃν ἔδωκέ σοι Κύριος, ἆραι Αὐτοῦ κατενώπιον.

θύντωρ τῆς Πάφου τῶν ἐλλόγων, ἀμνῶν σωτηρίας πρὸς νομάς, ὑπάρχων ἀπλανέστατος, Μακάριε διέσωσας, ἐξ ἐπιβούλων πίστεως, αὐτοὺς παμμάκαρ Ἐπίσκοπε.

ν ἔδωκε σοὶ ἡ Ἐκκλησία, σταυρὸν ποιμασίας τοῦ λαοῦ, ἀνέλαβες γηθόμενος, Μακάριε τρισόλβιε, καὶ τῷ Χριστῷ παρέδωκας, αὐτὸν μετὰ τὴν σὴν κοίμησιν.

Θεοτοκίον.

Ναὲ τοῦ Θεοῦ ἡγιασμένε, πυράφλεκτε Βάτε καὶ χρυσοῦν, σεμνὴ θυμιατήριον, ψυχὰς αὐχμώσας δρόσισον, τῶν οἰκετῶν σου Δέσποινα, τῶν σῶν δεήσεων νάμασι.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Δεῦτε μέλψωμεν, τὸν ἱεράρχην, ὕμνοις πρέπουσι, τὸν θεοφόρον,  πανευσήμου Πάφου ὄντως Μακάριον, ποιμαντορίας σταυρὸν ἐπωμάδιον, ἀναλαβόντα τοῦ Πνεύματος χάριτι, ὕμνοις ψάλλοντες· Μακάρων σὺν ὁμηγύρεσι, κατάταξον ἡμᾶς εὐχαῖς σου Ἅγιε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

χειρότευκτε, Ὑψίστου θρόνε, παναμώμητε, Θεογεννῆτορ, ἐν ἀγκάλαις σου Αὐτὸν ἡ βαστάσασα, ταῖς παναχράντοις τοὺς δούλους σου βάσταζε, σὲ μεγαλύνοντας κόλποις ἐν θείαις σου, πόῤῥω τάχιστα, διώκουσα πειρατήρια ἡμῶν, καὶ θλίψεις Δέσποινα πανύμνητε.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Μάκαρ ὄντως ἀρχιθῦτα Πάφου Κύπρου Μακάριε, συμπαθείας κέρας, πρὸς ἐμπεριστάτους καὶ στένοντας, κενωτικῆς κρήνη ὤφθης ἀγαπήσεως, καὶ τηρήσεως, στῦλος δογμάτων ἀσάλευτος.

χων στήριγμα καρδίας ἱερὸν Εὐαγγέλιον, καὶ Σταυρὸν Κυρίου, Πάφου ἱεράρχα Μακάριε, ποιμαντορίας σου δόλιχον διήνυσας, θείᾳ χάριτι, ὡς ἰσουράνιος ἄνθρωπος.

Λαμπηδὼν φιλοπονίας ἀστραπαῖς θείων ἔργων σου, ηὔγασας τὸν κόσμον, καὶ ἀκτῖσι ποιμαντορίας σου, ἐζοφωμένας καρδίας κατεφώτισας, παμφαέστατε, ἱεροφάντορ Μακάριε.

Θεοτοκίον.

Παναγία Θεοτόκε σωτηρίας ἡ πρόξενος, γένους τῶν ἀνθρώπων,  Κεχαριτωμένη βοήθησον, τοῖς σὲ τιμῶσιν ὁδεῦσαι τρίβον δύσβατον, τὴν ἀπάγουσαν, ἐκ γῆς πρὸς ἄνω σκηνώματα.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

ς στῦλον ἀκράδαντον καὶ ἄσειστον θεμέλιον, πίστεως Μακάριε παμμάκαρ, σὲ μελῳδοῦμεν, τὸν ταχινὸν Παφηνῶν, συλλήπτορα βίου ἐν δεινοῖς, καὶ πρὸς πόλου δώματα, ὁδηγὸν ἀπλανέστατον.

νύστακτε ἔφορε τῆς ποίμνης σου Μακάριε, λογικῆς ἐν Πάφῳ τῇ εὐάνδρῳ, ἐξ ἐπηρείας, αἱρετικῶν καὶ στυγνῶν, ἀπίστων διέσωσας αὐτόν, ὀρθοδόξοις λόγοις σου, καὶ ἀκμαίῳ φρονήματι.

Γηθόμενοι μέλπομεν τοὺς πόνους σου Μακάριε, Πάφου ἱεράρχα θεοφόρε, τοὺς νυχθημέρους, πρὸς κτῆσιν τῆς ἀρετῆς, εὐχῆς ἐραστὰ καρδιακῆς, καὶ ἀμνῶν ἐλλόγων σου, ἀπλανῆ χειραγώγησιν.

Θεοτοκίον.

σχύος τῶν δούλων σου καρδίας πλῆσον, Δέσποινα Κεχαριτωμένη Θεοτόκε, σοῦ θείου Τόκου καὶ σθένους πλεῦσαι καλῶς, τὸ πέλαγος βίου ἀγαθή, ὄντως πολυκύμαντον, σωσιβίῳ προνοίας σου.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

λέτης ὤφθης Μακάριε, λαοῦ σου ἀγνωσίας καὶ θλίψεων, παραμυθίᾳ σου, καὶ θεοσόφοις σου φθέγμασι, ἱερομύστα Πάφου πανιερώτατε.

Νῦν ὕμνοις θείοις καὶ ᾄσμασι, τὴν μνήμην σου τιμῶμεν Μακάριε, τὴν ἀεισέβαστον, σημειοφόρε Ἐπίσκοπε, τῆς Πάφου ὁ ἰάσεις πιστοῖς δωρούμενος.

Πατέρων κλέος κοσμούμενος, φιλοπονίᾳ ἄκρᾳ Μακάριε, καὶ ἀγαθότητι, τὴν Ἐκκλησίαν ἠγλάϊσας, τῆς Πάφου ἱεράρχα λαμπρῶς τιμῶσάν σε.

Θεοτοκίον.

γνὴ τοῖς σοὶ καταφεύγουσιν, ἐν βίου χαλεπαῖς περιστάσεσι, Θεογεννήτρια, δίδου ἀφθόνως τὰ πρόσφορα, ἁγίου Μακαρίου θερμαῖς δεήσεσι.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

ν τῆς ἀγάπης εὐγενῶς ἀγωνισάμενον, στίβῳ πρὸς ποίμνης λογικῶν ἀμνῶν τελείωσιν, Πάφου θεῖον ἱεράρχην ἀξιοχρέως, ταπεινόφρονα ἁπλοῦν καὶ εὐσυμπάθητον, φιλεόρτων οἱ χοροὶ ἀνευφημήσωμεν, πόθῳ κράζοντες· Χαίροις ὄντως Μακάριε.

Ὁ Οἶκος.

γγελος ἐν τῇ Πάφῳ, φωτοπάροχος ὤφθης, Μακάριε λαμπρὲ Ἱεράρχα· εὐσεβείας κρηπὶς σταθηρά, καὶ τῆς σῆς ἀγέλης ἰθυντὴρ ἄριστε πρὸς θέωσιν, ἐπάκουσον ἡμῶν νῦν ἐκ ψυχῆς βοώντων·

Χαῖρε, ὁ ἄμεμπτος Ἱεράρχης·

χαῖρε, ὁ ἄγρυπνος ποιμενάρχης.

Χαῖρε, ὁ ἰθύνας λαόν σου πρὸς θέωσιν·

χαῖρε, ὁ πατήσας Βελίαρ τὴν ἔπαρσιν.

Χαῖρε, μάχαιρα ἀμφίστομος πλάνης τῶν αἱρετικῶν·

χαῖρε, γέφυρα μετάγουσα εὐσεβεῖς πρὸς οὐρανόν.

Χαῖρε, ἄγρυπνον ὄμμα Παφηνῶν χριστωνύμων·

χαῖρε, ἔνθεον στόμα τῶν ἠθῶν τῶν ἀρίστων.

Χαῖρε, σεμνὸς τῆς ποίμνης σου ἔφορος·

χαῖρε, λαμπρὸς τῆς χάριτος πρόβολος.

Χαῖρε, πιστῶν ἀσθενούντων ἀκέστωρ·

χαῖρε, ἡμῶν τρυχομένων συλλήπτωρ·

Χαίροις, ὄντως Μακάριε.

 

Συναξάριον.

Τῇ ΚΕ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ ὉσίουΜακαρίου, ἐπισκόπου Πάφου.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Φωτοπάροχε παναληθῶς Μακάριε δοχεῖον Πνεύματος, τοῦ Παναγίου λαμπρόν, σαγήνῃ τῶν λόγων σου λαὸν ἐζώγρησας, πρὸς εὐλάβειαν, εἰς τὸν Σωτῆρα Κύριον, δι’ ἡμᾶς τὸν σταυρωθέντα.

Ὁσιώτατε σὲ στέφομεν Μακάριε ᾠδῶν τοῖς ἄνθεσι, δι’ οὗ καμάτοις σεπτοῖς, ἡ Πάφος σεμνύνεται καὶ ἀπολαύουσα, εὐωδίας σου, διαγωγῆς θεόφρονος, ἀκλινῶς σὲ μεγαλύνει.

Ὑπερένδοξε Μακάριε τιμῶμέν σε ὡς ὀλετήριον, ἀσθενειῶν χαλεπῶν, καὶ στήριγμα ἄσειστον ἐλλόγου ποίμνης σου, ἐν στενώσεσι, τῆς κλονουμένης πάντιμε, Παφηνῶν ἱεροφάντορ.

Θεοτοκίον.

κεσίας σου θερμὰς Θεογεννήτρια πρὸς θεῖον Τόκον σου, ζητοῦντες ὡς ἀπλανῆ, ὑμνοῦμεν ἰθύντειραν σὲ πρὸς τελείωσιν, τῶν σπευδόντων σοι, καὶ Μακαρίου σκάμματα, ἀνυμνούντων ἱεράρχου.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

χων φλόγα μάκαρ ἀνημμένην Μακάριε, εὐσεβείας ἐν καρδίᾳ σου, ποίμνην σου ἐθέρμανες, λογικὴν θεόσδοτε, τῆς Πάφου ἣν ἐφώτισας, αὐγαῖς ῥημάτων σου, πανσόφων, καὶ σεμνῆς ἀγωγῆς σου, ἀστραπαῖς παμφώτοις, ἱερομύστα Πάφου.

έκτης εὐποιΐας ἔργων ὤφθης, Μακάριε ἱεράρχα ὁ τοὺς κάμνοντας, συντηρῶν τοὺς στένοντας, ἀναψύχων ἔνδοξε, καὶ διατρέφων πένητας σεπτῇ μερίμνῃ σου, ἐν Πάφῳ, ἧς τροφὸς παρακλήτωρ, γέγονας καὶ μύστης, θεόσδοτος τρισμάκαρ.

νωθεν εὐλόγει ὑμνητάς σου, καὶ τάχιστα δυσθυμίας ῥύου ἔνθεε, σὲ τοὺς μακαρίζοντας, καὶ τιμῶντάς μνήμην σου, τὴν θεαυγῆ Μακάριε, τῆς Πάφου πρόεδρε, ὁ δυσωπῶν, Χριστὸν ἀσιγήτως, πέμψαι οὐρανόθεν, ἡμῖν ἰσχὺν καὶ ῥῶσιν.

Θεοτοκίον.

άβδον Ἀαρὼν ὡς ἄλλην Μῆτερ, καὶ βίβλον τῆς παρθενίας θεοχάρακτον, πάντες εὐφημοῦμέν σε, Παναγία Δέσποινα, οἱ Μακαρίου σκάμματα νῦν μεγαλύνοντες, δοξάσαντος, σὸν πάνσεπτον Τόκον, ῥήμασι καὶ ἔργοις, σεπτῆς ποιμαντορίας.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Χαῖρε ἀρετῆς, Χριστοῦ θείας πίστεως ἠθῶν χρηστότητος, καὶ ἀρχῶν τηρήσεως, Εὐαγγελίου κανὼν Μακάριε, πανευλαβῶς κραυγάζοντες ἀπεκδεχόμεθα, σὰς πρεσβείας, πρὸς Χριστὸν τὸν εὔσπλαγχνον, Οὗ τὴν κλῆσιν λαμπρῶς ἐμεγάλυνας.

τῆς ἀρετῆς, εἰκὼν θεοχάρακτος ἠθῶν χρηστότητος, γνώμων ὁ εὐθύτατος, καὶ ἀρχῶν τηρήσεως Εὐαγγελίου κανών, Μακάριε, πανευλαβῶς κραυγάζοντες αἰνοῦμεν πόνους σου, ἐν τῇ Πάφῳ, πρὸς Χριστοῦ διάδοσιν, ἀληθείας ποιμὴν θεοπρόβλητε.

Νῦν ὡς θαυμαστόν, τιμῶντες Μακάριε σὲ ἀρχιποίμενα, Πάφου μεγαλύνομεν, ποιμαντικούς σου ἀγῶνας Ὅσιε, πρὸς σωτηρίαν ποίμνης σου ἣν καθωδήγησας, πρὸς λειμῶνας, εὐανθεῖς πανίερε, τοὺς ἐν πόλῳ ἀλήκτου τερπνότητος.

Θεοτοκίον.

Χαῖρε τοῦ Θεοῦ, σεμνὴ Μῆτερ Δέσποινα, τρανῶς κραυγάζοντες, πόθῳ δυσωποῦμέν σε· Τοῦ Μακαρίου θερμαῖς δεήσεσι, ἀφθόνως πέμψον ἄνωθεν ἡμῖν τὸ ἔλεος, τοῦ Υἱοῦ σου ἄχραντε, το ἄμετρον, τὸ ἄμετρον τοῖς ὑμνοῦσι, πληθὺν θαυμασίων σου.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

εραρχῶν ὡράϊσμα, τῆς Πάφου μέγα κλέϊσμα, ὁ ἀναργύρως παρέχων, τοῖς ἀσθενοῦσιν ἰάσεις, πνευματοφόρε Ὅσιε, θεοειδὲς Μακάριε, Κυρίῳ εὐηρέστησας, σῇ ἀκραιφνεῖ πολιτείᾳ, καὶ πρὸς πιστοὺς συμπαθείᾳ.

Θεοτοκίον.

Τῆς σωτηρίας πρόξενε, ἀνθρώπων Μητροπάρθενε, δέξαι ἡμῶν ἱκεσίας, μεγαλυνόντων σε πόθῳ, καὶ πέμψον πᾶσιν ἄνωθεν, τοὺς οἰκτιρμοὺς τοῦ Τόκου σου, τοὺς ἀμετρήτους Δέσποινα, καὶ τοῦ ἀπείρου ἐλέους, τοὺς ὀχετοὺς Θεοτόκε.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος!

Χαῖρε, θαυμαστὲ Μακάριε, Ἱεραρχῶν καλλονή, Πάφον ὁ τὴν καλλίπαιδα, τῇ ποιμαντορίᾳ σου, εὐποιΐας σου πράξεσιν, κατακοσμήσας καὶ ἀντιλήψει σου, πρὸς τοὺς ἀλγοῦντας καὶ χρείαν ἔχοντας· χαῖρε ὁ ἄμισθος, ἰατρὸς πανόσιε τῶν ἀσθενῶν· χαῖρε θείας Χάριτος, ταμεῖον ἄσυλον.

 

Χαῖρε, θεαυγὲς Μακάριε, Κυπρίων νήσου φανέ, Πάφου θεῖον ὡράϊσμα, Ἐκκλησίας σέμνωμα, καὶ ἀγάπης ἐκτύπωμα, ὁ θεραπεύων  ἀνάγκας ποίμνης σου, καταφευγούσης σῇ θείᾳ Χάριτι· χαῖρε ἀνύστακτε, λογικῆς ἀγέλης σου ὁ λυτρωτής, ἐκ δεινῶν αἱρέσεων, καὶ βίου θλίψεων.

 

Χαῖρε, παμφαὲς Μακάριε, φωστὴρ πτωχείας Χριστοῦ, ὁ τῆς ποίμνης σου πένητας, καὶ πτωχοὺς ἐξ ὅλης σου, ἀγαπήσας θεσπέσιε, καρδίας ἄστρον φωτολαμπέστατον, τῆς εὐποιΐας καὶ ἀντιλήψεως, πρὸς πάντα στένοντα, ἀλγεινῶς καὶ κάμνοντα ὡς ἀληθῶς· χαῖρε εὐσυμπάθητε, πάτερ πανόσιε.

 

Χαῖρε, ὁ τὸ ἀντιμίσθιον, τῆς σῆς σεμνῆς ἀγωγῆς, οὐρανόθεν δεξάμενος, ἱεράρχα πάντιμε, Πάφου πάνυ Μακάριε, ὁ δαπανήσας πᾶσαν ἰκμάδα σου, ἐμπεριστάτοις τοῖς χρείαν ἔχουσι, στένουσι κάμνουσιν, ἀσθενοῦσιν ἄρνασι παναλγεινῶς, λογικοῖς καὶ ἅπασι, πτωχοῖς καὶ πένησι.

 

Δόξα. Ἦχος πλ. α΄.

Τῶν πνευματοφόρων ἱεραρχῶν ἀκροθίνιον, χάριν λαβόντων ἐκπληροῖς πιστῶν τὰ αἰτήματα, Μακάριον, Πάφου τὸ ἔμψυχον σεμνολόγημα, πανευλαβῶς τιμήσωμεν ψάλλοντες· Ὁ οὐρανόθεν δαψιλῶς λαβὼν τὴν χάριν τῶν θαυμασίων, καὶ θεραπεύσας πάντας τοὺς ψυχικῶς καὶ σωματικῶς νοσοῦντας, ἐπάκουσον καὶ ἡμῶν δεομένων σου, καὶ κούφισον τὰς ἀλγηδόνας τῶν μακαριζόντων σε.

 

Καὶ νῦν... Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Χαίροις, ὁ ἀστείρευτος ποταμός, προσφορᾶς πρὸς πάντας, τοὺς ἀλγοῦντας καὶ ἐνδεεῖς· χαίροις Ἐκκλησίας, τῶν Παφηνῶν ἐπόπτης, Μακάριε συλλήπτωρ, καὶ ἀγαλλίαμα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου