Κυριακή 5 Δεκεμβρίου 2021

ΝΟΕΜΒΡΙΟΣ 2. ΟΣΙΟΣ ΓΑΒΡΙΗΛ ΓΕΩΡΓΙΑΣ ΣΑΛΛΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

 

ΝΟΕΜΒΡΙΟΣ Β΄!!

ΓΑΒΡΙΗΛ ΟΣΙΟΣ ΓΕΩΡΓΙΑΝΟΣ ΣΑΛΛΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χαραλάμπους Μ. Μπούσια)

 

ΕΝ   Τῼ   ΜΙΚΡῼ   ΕΣΠΕΡΙΝῼ

 

Μετὰ τὸν Προοιμιακόν, εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Πανόσιε ὁμολογητά, τοῦ Χριστοῦ τῆς πίστεως, ἐν ἀθεότητος ἔτεσι, δήμους ἠγλάϊσας, κεκρυμμένων πάντων, διὰ φόβον πάντιμε, αὐτοὺς δυναστευόντων καὶ ἤγειρας, τρόπαιον πάνσεπτον, Γαβριὴλ πνευματοφόρητε, εὐσεβείας, σαλλότητος τρόποις σου.

 

Παρέδωκας ἔκτυπον εἰς πῦρ, τοῦ ἀθέου Ὅσιε, τυράννου ὄχλου ἐνώπιον, καὶ καθυπέμεινας, Γαβριὴλ στεῤῥόφρον, ὥσπερ ἄλλου πάσχοντος, βασάνους ζοφερὰς καὶ πολύμηνον, ἄλγος καθείρξεως, διὰ πίστιν σου εἰς Κύριον, τὸν Σωτῆρα, ἁπάσης τῆς κτίσεως.

 

Σαλλότητος τρόποις Γαβριήλ, τὸν ἐχθρὸν κατῄσχυνας, καὶ σαῖς μωραῖς προσποιήσεσι, τούτου τὰ ὄργανα, ἐν τῇ Γεωργίᾳ, πάτερ θεοτίμητε, ὁ χάριν εἰληφὼς διοράσεως, ἄνωθεν ἄφθονον, ὥσπερ ἄνθρωπος ἰσάγγελος, καὶ Ὑψίστου, Θεοῦ φίλος γνήσιος.

 

Συνέκδημον ἔχων Γαβριήλ, μάκαρ τὴν εὐσέβειαν, καὶ ὅλος πέλων ἀνάπλεως, τῆς ἀγαπήσεως, τοῦ Θεοῦ σοῦ βίου, τὴν ὁδὸν διήνυσας, καλῶς καὶ φιλανθρώπως, πανεύφημε· ὅθεν τιμῶντές σε, εὐλαβῶς κατασπαζόμενα, σοῦ τὸν τάφον, ἰάσεις ἐκχέοντα. 

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν ὑπὲρ πάντας φιλοῦντα τὸν Κύριον, καὶ μὴ πτοούμενον ὕβρεις βασάνους καθείρξεις καὶ κακώσεις, ἀλλὰ ὁλοθύμως ὑπὲρ τῆς εὐσεβείας ἀγωνιζόμενον, Γαβριὴλ τὸν ὁμολογητὴν εὐφημήσωμεν λέγοντες· Ὁ ἐν  Γεωργίᾳ τυράννους καταισχύνας, καὶ μεγαλύνας Θεοῦ τὸ κράτος ὑπερφυέσι κατορθώμασι, καὶ σαλλότητος τρόποις, ἕλκυσον πρὸς εὐσεβείας τοὺς ἐν ἀγνωσίᾳ καθεύδοντας, καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς τῶν ὕμνοις τιμώντων σε.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

σιε Γαβριήλ, τῆς Γεωργίας νέον, ὡράϊσμα τὴν κλῆσιν, ἐν δυσχειμέροις χρόνοις, Χριστοῦ  καθωμολόγησας.

 

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαῖρε ὁ ποταμός, τοῦ Πνεύματος χαρίτων, ὁ ὕδασιν ἀρδεύσας, τὴν Ἰβηρίαν ἄρτι, ὦ Γαβριὴλ θαυμάτων σου.

 

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαῖρε ὁ ἐκ παιδός, τὸν Ἰησοῦν φιλήσας, καὶ μόχθοις σου ἐγείρας, Αὐτῷ Ναὸν ἐν χρόνοις, ὦ Γαβριὴλ νεότητος.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι, ὁ Θεός, τοῦ Γαβριὴλ καρδίαν, ὁ πλήσας θείου σθένους εὐσέβειαν κηρῦξαι, Τριὰς ἡ ὁμοούσιος.

 

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε, Μῆτερ Θεοῦ, ἡ ῥυομένη πάντας, παγίδων τοῦ ἐχθίστου, ἀσθενειῶν κινδύνων, καὶ πάσης περιστάσεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Πολιτείᾳ ἐνθέῳ καλλωπιζόμενον, Ἀρχιμανδρίτην θεόπνουν, πανευλαβῶς Γαβριήλ, εὐφημήσωμεν ὡς φάρον διοράσεως, καὶ ἀσθενούντων ἰατρόν, οὗ ὁ τάφος δαψιλῶς, ἰσχύος ἐκχέει ῥεῖθρα, βοῶντες· Πάτερ εὐλόγει, θεόθεν πάντας τοὺς τιμῶντάς σε.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

ΕΝ  Τῼ  ΜΕΓΑΛῼ  ΕΣΠΕΡΙΝῼ

         

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

ρχιμανδρίτην θεόπνουν, καὶ γενναιόφρονα, τῆς Ὀρθοδόξου κλέος, Γεωργίας καὶ στῦλον, Χριστοῦ τῆς Ἐκκλησίας νεολαμπῆ, Γαβριὴλ ἐπαινέσωμεν, ὡς εὐσεβείας κραταίωμα καὶ δριμύ, ἀσεβείας ὄντως σύντριμμα.

 

Κλεινῶν ἀρτίως Μαρτύρων, τὰ κατορθώματα, ζηλώσας τὴν εἰκόνα, τοῦ ἀθέου τυράννου, κατέκαυσας πρὸ ὄχλου τῶν ἀσεβῶν, Γαβριὴλ καὶ ἀπείληφας, ἐκ τῶν χειρῶν τοῦ Κυρίου σου Ἰησοῦ, σῆς ὁμολογίας στέφανον.

 

ν τῶ πατρῴῳ σου οἴκῳ, Ναὸν ἐδόμησας, εἰς πεῖσμα τῶν ἀθέων ,ἐν ἀκμῇ ἡλικίας, τῆς σῆς χερσὶν ἰδίοις, ἐγκρατευτά, Γαβριὴλ ὁ καρδίαν σου, ναὸν ποιήσας τῆς Χάριτος τοῦ Θεοῦ, ἀγωγῇ σου ἀχειρότευκον.

 

Διδάσκων πάντας ἀγάπην, Χριστοῦ μετάνοιαν, καὶ προσδοκῶν δευτέραν, ἐπὶ γῆς παρουσίαν, Αὐτοῦ ἐπολιτεύσω, θεοειδὲς, Γαβριὴλ ὡς ἰσάγγελος, καὶ μετὰ πότμον μετέστης πρὸς οὐρανούς, τοῖς Ἀγγέλοις συνευφραίνεσθαι.

 

Ἐν τῆ αὐλῇ τοῦ Κυρίου, Μεταμορφώσεως, Μονῇ ἐν τῇ Ματσχέτᾳ, σὸν πανίερον τάφον, ἐν πίστει προσκυνοῦμεν εἰλικρινῆ,, Γαβριὴλ θαυματόβρυτε, τὸν ἰαμάτων ἐκβλύζοντα ὀχετούς, ὡς χειμάῤῥουν Θείας Χάριτος.

 

Τὴν σὴν πανίερον μνήμην, πανηγυρίζοντες, σεπτὲ Ἀρχιμανδρῖτα, Γαβριὴλ ἐπαινοῦμεν, στεῤῥὰν ὁμολογίαν τοῦ Ἰησοῦ, πρὸ ἀθέων τῆς κλήσεως, δι’ ἣν ὑπήνεγκας θλᾶσιν τῶν σῶν πλευρῶν, καὶ παντίμου σιαγόνος σου.

 

Δόξα. Ἦχος πλ. β΄.

λος φλεγόμενος Γαβριὴλ ἐκ νεότητος, πυρὶ τῆς ἐνσαρκωμένης ἀγάπης τοῦ φιλανθρώπου Κυρίου, κατέκαυσας εὐθαρσῶς ἐνώπιον πλήθους, τὴν τοῦ ἀθέου δυνάστου εἰκόνα ἐν Τιφλίδι, ἐν χρόνοις δυσχειμέροις πανόσιε· ἀγλαΐσας ὅθεν Χριστωνύμων τοὺς δήμους, καὶ καταισχύνας τοὺς ἑσμοὺς τῶν ἀπίστων, τὴν ὁδὸν τοῦ προσωπικοῦ σου Γολγοθᾶ ἤνυσας χαίρων, διὰ πολλῶν βασάνων καὶ θλίψεων·  καὶ νῦν Χριστῷ συναγαλλόμενος, ὡς παῤῥησίαν πρὸς Αὐτὸν ἔχων μεγίστην, μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα·

 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β΄ 1 - 11 )

Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη ; Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν ; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 - 10 )

γαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο  φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον  ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1  -  9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α΄

Δεῦτε πάντες εὐσεβόφρονες τιμήσωμεν, τὸν διὰ μωρῶν προσποιήσεων δεικνύντα τὴν τοῦ Θεοῦ σοφίαν, καὶ διὰ τραχύτητος λόγων τῆς ψυχῆς εὐγένειαν, στῦλον νεόφαντον Χριστοῦ ὁμολογίας, Γαβριὴλ τὸν ἀξιέπαινον λέγοντες· Ὁ κακουχίαις στερήσεσι καὶ στενώσεσιν, ἀρθεὶς εἰς πλατυσμὸν οὐράνιον,  καὶ προσευχῇ καὶ ὁμολογίᾳ πίστεως, τῆς τοῦ Θεοῦ υἱοθεσίας ἀπολαύων, ῥύου ἡμᾶς πάσης περιστάσεως, τοὺς ὑμνοῦντας ἐκθύμως τὴν ἀεισέβαστον μνήμην σου.

 

Ἦχος β΄.

μπαιζόμενος καὶ χλευαζόμενος ὑπὸ τῶν ἀθέων, καὶ τὸν ζυγὸν τοῦ εὐτελισμοῦ ἀναλαμβάνων ἐπωμάδιον, τὸν δόλιχον τοῦ παρόντος βίου ἀμέμπτως διῆλθες, καὶ πρὸς οὐρανίους κατήντησας σκηνώσεις Γαβριὴλ πανθαύμαστε· ὅθεν ἡμεῖς ἐπαινοῦντές σε καὶ τιμῶντες τὴν μνήμην σου, καταστέφομέν σε τοῖς ῥόδοις τῶν ᾀσμάτων, καὶ τὰς θεοπειθεῖς σου εὐχὰς ἐκδεχόμεθα, πρὸς ἀρετῆς ὁλοκλήρωσιν καὶ θέωσιν.

 

Ἦχος γ΄.

Μνημονεύων τοῦ σοῦ γεννήτορος, τοῦ ὀτρύνσει τῶν ἀθέων Ναὸν τοῦ Θεοῦ κατεδαφίσαντος, πρὸς ἄφεσιν τοῦ ἐκείνου φρικτοῦ παραπτώματος, ἐν νεότητι ἐδόμησας Ναὸν χερσί σου ἰδίοις, καὶ δὴ ἐν διωγμοῦ χρόνοις δυσχειμέροις, παρὰ τὸν πατρικόν σου οἶκον Γαβριὴλ θεοτίμητε· ὅθεν πάντες μνημονεύοντες ἀξιοχρέως τῶν κατορθωμάτων σου, τὰς ἀδιαλείπτους σου εὐχὰς ἐκζητοῦμεν πρὸς Κύριον, τὸν παρέχοντα πᾶσι τὸ μέγα ἔλεος.

 

 

 

 

Ἦχος δ΄.

Μισήσας παιδιόθεν Γαβριὴλ τὰ ῥευστὰ καὶ πρόσκαιρα, ζηλωτὴς γέγονας τῶν διαμενόντων εἰς αἰῶνας, ὧν ἠξιώθης δι’ ἀγγελικῆς ἀπολαῦσαι πολιτείας· ὅθεν ὡς Γεωργίας πιστῶν ὁδηγὸν πρὸς σωτηρίαν τιμῶντές σε, καὶ τὸν χαριτόβρυτον τάφον σου πανευλαβῶς ἀσπαζόμενοι, ὡς πρέσβυν προβάλλομέν σε πρὸς Κύριον ἀνύστακτον, τὸν δωρούμενον πᾶσιν ἱλασμὸν καὶ θεῖον ἔλεος.

 

Δόξα. Ἦχος ὁ αὐτός.

Τὸν διδάσκοντα τὰ πλήθη ἐν θεϊκῇ σοφίᾳ, καὶ ἐξοργίζοντα τὰ δαιμόνια τοῖς αὐτοῦ φθέγμασι, Γαβριὴλ τὸν θεόσοφον Ἀρχιμανδρίτην ὑμνήσωμεν, ὡς σκεῦος εὔχρηστον τοῦ Παναγίου Πνεύματος, ἐν ἀγαλλιάσει αὐτῷ βοῶντες· Σαρκοφόρε Ἄγγελε, ὁ τὸν πονηρὸν ἐμπαίξας τῇ σῇ μωρίᾳ, καὶ εἰς ὕψος ἀρετῶν καταντήσας, διὰ τῆς ἰσοβίου σου ἀσκήσεως καὶ κακουχίας, πέμψον ἡμῖν εὐχαῖς σου Ἀγγέλους δεῖξαι, τὴν ἀτραπὸν ἀπάγουσαν πρὸς σωτηρίαν καὶ ζωὴν τὴν αἰώνιον.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. Α΄. Χαίροις ἀσκητικῶν

Χαίροις, ὁ ἐραστὴς ἐκ παιδός, τῆς εὐσεβείας καὶ ἀόκνου ἀσκήσεως, ὁ γόνος τῆς Γεωργίας, θεοειδὲς Γαβριήλ, ἄρτι διαλάμψας, σοῦ φρονήματος, γενναίου πυρσεύμασιν, ἀστραπαῖς προσποιήσεων, μωρῶν σου μάκαρ,, καὶ βολαῖς σῆς σαλότητος, τρόπων Ὅσιε, ὁ ἀθέων τὴν ἔπαρσιν, κατεδαφίσας λόγοις σου, πανσόφοις καὶ πράξεσιν, ἡρωϊκαῖς ἐν ἐσχάτοις, χρόνοις ἐν οἷς ἐβασίλευεν, ἑσμὸς τῶν ἀθέων, ἐν δυσμοίρῳ σου πατρίδι,, θεοφορούμενε.

   

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, εἰκὼν λαμπρὰ Γαβριήλ, καὶ διαυγὴς τῆς τοῦ Χριστοῦ ἀγαπήσεως, ὁ λύχνος ὁ φωτοφόρος, ἀσκητικῆς ἀγωγῆς, ὁ στρουθὸς μονάζον, ἐπὶ δώματος, ὁ πόθον ἀκόρεστον, ἔχων τῆς ἐφαπλώσεως, τῆς Βασιλείας, τοῦ Χριστοῦ ἐν πατρίδι σου, ἥνπερ ἄθεοι, κατεπίεζον τύραννοι· χαίροις, Ὁσίων πρόβολε, πτωχείας θησαύρισμα, τοῦ Ἰησοῦ καὶ σοφίας, τῆς κεκρυμμένης ἀπαύγασμα, Αὐτοῦ ὁ ἐν χρόνοις, τοῖς ἐσχάτοις εὐσεβείας, ἐγείρας τρόπαιον.

 

 

 

 

 

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις, ὁ ἁγιάσας ῥοαῖς, τῶν σῶν δακρύων Γαβριὴλ ἀξιέραστε, τοῦ Μύριαν βασιλέως, τὸν πύργον τοῦ θεαυγοῦς, καὶ Μονὴν Σαμτάβρο, περιώνυμον, τῆς Μεταμορφώσεως, τοῦ Χριστοῦ τῆς ἐχούσης σου, ὡς ὄλβον θεῖον, τάφον τὸν χαριτόβρυτον, τὰ ἰάματα, τοῖς νοσοῦσι προχέοντα, καὶ ἐνεργοῦντα ἄπειρα, ἑκάστοτε θαύματα, τοῖς εὐλαβῶς προσιοῦσιν, αὐτῷ κρουνὲ ἁγιάσματος, πανόσιε πάτερ, ὁ τὴν χάριν οὐρανόθεν, λαβὼν ἰάσεων.

   

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν πίνοντα χυμοὺς φρούτων, καὶ προσποιούμενον τὸν μέθυσον,  μεμεθυσμένην δὲ ἀποκαλέσαντα, τὴν αὐτῶν γευσαμένην καὶ εἰποῦσαν ὅτι χυμὸς αὐτός ἐστι, Γαβριὴλ τὸν Ὅσιον εὐφημήσωμεν οὕτω λέγοντες· Ὁ μεμεθυσμένος ἐκ θείου ἔρωτος, καὶ διὰ μωρίας κρύπτων τὴν σύνοικόν σοι Θεοῦ σοφίαν, ἔμπλησον ἡμᾶς ἀγάπης εἰλικρινοῦς τὰς καρδίας, καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεων.

 

Νῦν ἀπολύεις. Τρισάγιον

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Πολιτείᾳ ἐνθέῳ καλλωπιζόμενον, Ἀρχιμανδρίτην θεόπνουν, πανευλαβῶς Γαβριήλ, εὐφημήσωμεν ὡς φάρον διοράσεως, καὶ ἀσθενούντων ἰατρόν, οὗ ὁ τάφος δαψιλῶς, ἰσχύος ἐκχέει ῥεῖθρα, βοῶντες· Πάτερ εὐλόγει, θεόθεν πάντας τοὺς τιμῶντάς σε.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 
 
 
 
 
 
 
 
Ε Ν   Τ ῼ   Ο Ρ Θ Ρ ῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

κρύπτων θαυμαστῶς, σύνοικόν σοι σοφίαν, τοῦ πάντων Ποιητοῦ, Γαβριὴλ θεοφόρε, μωρῶν προσποιήσεων, τρόποις πάτερ ἀοίδιμε, κατηδάφισας, τὸ ἐπηρμένον ἀθέων, ἅπαν φρύαγμα, καὶ τὴν εἰκόνα προτύπου, αὐτῶν μάκαρ ἔκαυσας.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Πανύμνητε Υἱοῦ, τοῦ Παντάνακτος Μῆτερ, Παρθένε ἀγαθή, ἡ ἀεὶ ἐλεοῦσα, ἡμᾶς καὶ οἰκτίρουσα, τοὺς εἰς σὲ καταφεύγοντας, ῥῦσαι θλίψεων, καὶ πειρασμῶν καὶ κινδύνων, τοὺς ἐν ᾄσμασι, δοξολογοῦντας σὸν Τοκον, καὶ σὲ μεγαλύνοντας.

 

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τιφλίδος ἐκβλάστημα, καὶ Γεωργίας φανέ, νεόφωτε ηὔγασας, φωτοειδὲς Γαβριήλ, πατρίδος σου πέρατα, φέγγει σῆς πολιτείας, φωταυγοῦς καὶ ἀκτῖσι, Κτίστου ὁμολογίας, τοῦ ὀνόματος ἄρτι, ἐνώπιον ἀθέων ἑσμῶν, πάτερ πανόσιε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

ρότρῳ σῆς χάριτος, ξηρὰς καρδίας ἡμῶν, γεώργησον Δέσποινα, τῶν προσκυνούντων πιστῶς, τὸν ἄχραντον Τόκον σου, ἄχραντε Παναγία,, καὶ βοώντων ἀπαύστως· Μῆτερ τοῦ Ζωοδότου, Ἰησοῦ γλυκυτάτη, γεώργιον καρδίας ἠθῶν, δεῖξον τῶν δούλων σου.

 

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὸν ἀκατάβλητον ἔχοντα φρόνημα, καὶ προσποιήσεσιν εὐαρεστήσαντα, μωραῖς Χριστῷ τῷ Λυτρωτῇ τιμήσωμεν εὐσχημόνως, Γαβριὴλ τὸν Ὅσιον Γεωργίας ἐγκαύχημα, Ὀρθοδόξου πίστεως στῦλον τὸν ἀδιάσειστον, ὡς σύντριμμα ἀθέων βοῶντες· Χαῖρε, πνευματοφόρε Πάτερ.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον, φωτὶ τῆς Χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριὰμ ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

 

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον· Ὁσιακόν (Λουκ. στ΄ 17 - 23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Παρασκευῇ τῆς  Β΄ Ἑβδομάδος.

Ὁ Ν΄ Ψαλμός.

 

Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον,...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον....

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Εὐχῆς καρδιακῆς τὸ ἀσίγητον στόμα, παντὶ προσερχόμενον αὐτῷ διδόντα ἄρτον καὶ ἅλας, κατ’ ἔθος Γεωργιανὸν ἀποδείξεως ἀγάπης, καὶ προσευχῆς διὰ ζωὴν τὴν αἰώνιον, Γαβριὴλ τὸν πνευματέμφορον ἀσκητὴν τιμήσωμεν, ἐν εὐλαβείᾳ αὐτῷ βοῶντες· Πάτερ πανιερώτατε, ὁ τῆς τοῦ Θεοῦ υἱοθεσίας ἀπολαύων ὡς Αὐτῷ εὐάρεστος, δὸς ἡμῖν εὐχαῖς σου τὸν ἄρτον τὸν ἐπιούσιον, καὶ ἀξίωσον χαρᾶς τοῦ Παραδείσου τοὺς σὲ μακαρίζοντας.

 

Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς· Γαβριὴλ ἐγκώμιον, Ὁμολογητοῦ Ὁσίου. Χ. Μ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Γενναίῳ φρονήματι, τὸν Ἰησοῦν ὡμολόγησας, ἐσχάτοις ἐν ἔτεσιν, ἐν Γεωργίᾳ τρανῶς, καὶ κατῄσχυνας, ἀθέους καὶ ἀπίστους, σαλλότητος τρόποις σου, Πάτερ πανόσιε.

ρτίως τῆς πίστεως, ἤγειρας τρόπαιον πάνσεπτον, καμάτοις οἰκείοις σου, θεοειδὲς Γαβριήλ, ὁ τὸ φρύαγμα, τυράννων ἐδαφίσας, λαοῦ σθένει Χάριτος, τῆς ἐνοικούσης σοι.

Βολίσι παμφώτοις σου, τῶν διδαγμάτων σου ἔλυσας, ἀθέων σκοτόμαιναν, τὴν ζοφερὰν Γαβριήλ, καὶ ἀνέτειλας, ἐν Γεωργίᾳ ἦμαρ, Χριστοῦ θείας πίστεως, φωτοειδέστατον.

Θεοτοκίον.

ωννύμενοι σθένει σου, τῆς ἐναργοῦς ἀντιλήψεως, σεμνὴ ἀειπάρθενε, καὶ ταχινῆς ἀρωγῆς, ἐκλυτρούμεθα, παθῶν καὶ ἀλγηδόνων, παντοίων Μητρόθεε, κόσμου προσφύγιον.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

δὼν φῶς ἡλίου ἐν Τιφλίδι, ἐπόθησας μάκαρ Γαβριήλ, τῆς ἀθεΐας ζόφωσιν, διῶξαι ἐκ πατρίδος σου, καὶ νοητοῦ τὸ ἄδυτον , Ἡλίου φῶς λάμψαι πέρασι.

χάρις Κυρίου παιδιόθεν, ἐν χρόνοις ἐσχάτοις Γαβριήλ, ἐσκίασέ σε Ὅσιε, πλουσίως καὶ ἠξίωσεν, ὁμολογῆσαι ὄνομα, Αὐτοῦ τρανῶς σὲ τὸ ἅγιον.

Λυπούμενος διὰ τοῦ πατρός σου, ἐδάφισιν πάτερ Γαβριήλ, Ναοῦ οἰκείοις μόχθοις σου, Ναὸν σεπτὸν ἐδόμησας, ἐν ἔτεσι διώξεως, Χριστιανῶν ἐν τῷ οἴκῳ σου.

Θεοτοκίον.

πάκουσον σοῦ τῶν δεομένων, θερμῶς Θεοκῦμον ἀγαθή, καὶ βράβευσον τοῖς δούλοις σου, κατ’ ἄμφω τὴν ὑγίειαν, τοῦ Γαβριὴλ ἐντεύξεσιν, ὁμολογήσαντος Τόκον σου.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Στόμα πάγχρυσον ὁμολογίας, τοῦ Παντάνακτος Θεοῦ ἀρτίως, Γαβριὴλ τῆς Γεωργίας καλλώπισμα, τῆς ἀθεΐας τὸ ἔκτυπον ἔκαυσας, καὶ εὐσεβείας τὸ κράτος ἐτράνωσας, πάτερ Ὅσιε· διὸ καὶ ἀφθόνως ἔλαβες, τὸ χάρισμα θεόθεν τῶν ἰάσεων.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Καταφύγιον ἐμπεριστάτων, Μῆτερ πάναγνε Ὑψίστου Λόγου, περιφρούρει καὶ εὐλόγει τοὺς δούλους σου, ἀνευφημοῦντας πληθὺν θαυμασίων σου, καὶ τὸν Υἱὸν καὶ Θεόν σου δοξάζοντας, παρακλήσεσι σεπτοῦ Γαβριὴλ κοσμήτορος, τῶν ὁμολογητῶν τοῦ θείου Τόκου σου.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Γαβριήλ τῆς Γεωργίας, τιμαλφὲς σεμνολόγημα,, παιδιόθεν τρόποις, ἀγωγῆς τῆς σῆς εὐηρέστησας, Θεῷ Οὗ κλῆσιν τὴν θείαν ὡμολόγησας, τὴν πανίερον, τρανῶς ἀθέων πρὸ βήματος.     

Καταισχύνας τοὺς ἀθέους, Γαβριὴλ τοῖς σοῖς φθέγμασι, καὶ σαλλότητός σου, τρόποις ὑπ’ αὐτῶν κολαστήρια, καὶ ἀνυποίστους βασάνους καθυπέμεινας, διὰ πίστιν σου, εἰς τὸν φιλάνθρωπον Κύριον.

ς στεῤῥοψυχίας λύχνον, Γαβριὴλ παμφαέστατον, καὶ Θεοῦ ἀγάπης, φάρον τηλαυγῆ εὐφημοῦμέν σε, τὸν τὴν πτωχείαν Κυρίου ἀγαπήσαντα, καὶ ἀσκήσαντα, ὑπερφυῶς πάτερ Ὅσιε.

Θεοτοκίον.

Μητροπάρθενε δυσώπει, ἐκτενῶς τὸν εὐΐλατον, Τόκον σου διδόναι, σθένος θριαμβεῦσαι τὸν δόλιον, τοῦ Γαβριὴλ ἱκεσίαις τοῦ παμμάκαρος, ἐκνικήσαντος, ἄρτι ἀθέων συστήματα.

 

ᾨδὴ ε΄. Ἐξέστη  τὰ σύμπαντα.

θύντωρ προσφύγων σου, ἐδείχθης ἀπλανέστατος, πάτερ Γαβριὴλ πρὸς σωτήριαν, οἷς ἐβοήθεις, ὥσπερ πατὴρ συμπαθής, ἐν πτώσεσι ταῖς βιοτικαῖς, πρὸς ταχεῖαν ἔγερσιν, καὶ οὐράνιον ἄνοδον.

σίως ἐβίωσας, καὶ χαίρων διηκόνησας, τὴν δυάδα τῶν πνευματικῶν σου, πατέρων μάκαρ, ἐν Μπετανίας Μονῇ, λαβόντων τὴν χάριν ὁμιλεῖν,, Γαβριὴλ πανθαύμαστε, τοῖς νεκροῖς ὑπὲρ ἔννοιαν.

Νῦν πάντες ὑμνοῦμέν σε, τὸ μέλλον τῆς πατρίδος σου, Γαβριὴλ θεόφρον προειπόντα, καὶ ἐνοράσεις, ἀξιωθεὶς κατιδεῖν, ὡς ἄμεμπτος καὶ θεοειδής, πάτερ ἰσουράνιε, Γεωργίας ἐγκαύχημα.

Θεοτοκίον.

δήγησον δούλους σου, πρὸς τὰς ἐπάλξεις Δέσποινα, πόλου τὰς παμφώτους Θεοτόκε, τοὺς προσκυνοῦντας, σὴν παναγίαν μορφὴν, καὶ σπεύδοντας σῇ ἐπισκοπῇ, καὶ φρουρᾷ καὶ χάριτι, εὐλαβῶς Μητροπάρθενε.

 

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Μονήρους βίου ἐκτύπωμα, κινήσεις σοῦ σαρκίου κατέστειλες, διὰ τῆς καύσεως, τῆς σῆς χειρὸς πάτερ Ὅσιε, σαρκὸς προκρίνας ἄλγη, δεινῆς κολάσεως.

σίων νέων τῆς πίστεως, κοσμῆτορ Γαβριὴλ σὲ ἐνέκλεισαν, ἄθεοι τύραννοι, ψυχιατρίῳ πανεύφημε, μὴ γνόντες μεγαλεῖον, θερμῆς σου πίστεως.

Λαμπρύνεις τάφῳ πανσέπτῳ σου, Μονὴν Κυρίου Μεταμορφώσεως, καὶ τῷ κελλίῳ σου, Πύργον τοῦ ἄνακτος Μύριαν, ἐν ᾧ ἐτελειώθης, θεοφορούμενε.

Θεοτοκίον.

σίων εὖχος ἀτίμητον, καὶ κλέϊσμα Μαρτύρων τῆς πίστεως, Θεογεννήτρια, ἡμῶν εὐχῶν νῦν ἐπάκουσον, καὶ ῥῦσαι δυσθυμίας τοὺς σοὶ προστρέχοντας.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

ρχιμανδρίτην εὐλαβῆ καὶ θεοείκελον, χαριτωθέντα οὐρανόθεν εὐφημήσωμεν, Γαβριὴλ ὡς διοράσεως ἐκμαγεῖον, καὶ Μονῆς Μεταμορφώσεως καλλώπισμα, οὗ ὁ τάφος βρύει ἅπασιν ἰάματα, πόθῳ κράζοντες· Χαίροις Πάτερ πανόσιε.

Ὁ Οἶκος.

γγελοι ἐν τῷ πόλῳ, Γαβριὴλ καὶ χορεῖαι, βροτῶν μελῳδικῶς σε ὑμνοῦσιν, ὥσπερ νέον ὁμολογητήν, καὶ πνευματοφόρον ἀσκητὴν λάμψαντα, ἀκτῖσι διοράσεως· διό σοι εὐλαβῶς βοῶμεν·

Χαῖρε, ὁ γόνος τῆς Γεωργίας·

χαῖρε, ὁ φάρος τῆς εὐσεβείας.

Χαῖρε, τοῦ Χριστοῦ ἀγαπήσεως ἔσοπτρον·

χαῖρε, τοῦ λαοῦ ἐνισχύσεως θέμεθλον.

Χαῖρε, ὅτι στέφος εἴληφας θεῖον ὁμολογητοῦ·

χαῖρε, ὅτι κράτος ηὔξησας τοῦ Παντάνακτος Θεοῦ.

Χαῖρε, ὁ καταισχύνας τοὺς δυνάστας σοῖς λόγοις·

χαῖρε, ὁ ὁ ἀγλαΐσας Γεωργίαν σοῖς τρόποις.

Χαῖρε, φανὸς λαμπρὸς προοράσεως·

χαῖρε,  σκηπτὸς τοῦ πλάνου ἀλάστορος·

Χαῖρε, πιστῶν πρὸς Θεὸν ὁ ἰθύντωρ·

χαῖρε,  ἡμῶν ἐν δεινοῖς παρακλήτωρ·

Χαίροις, Πάτερ πανόσιε.

 

Συναξάριον.

Τῇ β΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Γαβριήλ, τοῦ διὰ Χριστὸν σαλοῦ καὶ ὁμολογητοῦ, ἐν Γεωργίᾳ ἀρτίως ἐκλάμψαντος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Γόνε πάντιμε, Τιφλίδος ῥόδα εὔοσμα, ἄρτι ἐξήνθησας, τῶν ἀρετῶν Γαβριήλ, καὶ δήμους κατηύφρανας,  πιστοὺς οὓς ἄθεοι, κατεπίεζον, δεινῶς καὶ ἐδυνάστευον, ἀλγεινῶς πνευματοφόρε.

ἀστείρευτος, πηγὴ τοῦ ἁγιάσματος, πιστῶν πατρίδος σου, φωτολαμπὲς Γαβριήλ, πιεῖν δὸς ἱκέταις σου, ὕδωρ σωτήριον, ἐπιγνώσεως, Κυρίου καὶ τηρήσεως, ἐντολῶν Αὐτοῦ τῶν θείων.

Τάφον θεῖόν σου, πιστῶς κατασπαζόμενοι, Μεταμορφώσεως, Σεμνείου ἐν τῇ αὐλῇ, Χριστοῦ ἐμπιμπλάμεθα, ἰσχύος Ὅσιε, τὸν ἀρχέκακον, ἐχθρὸν καὶ πολυμήχανον, ἐν τῷ βίῳ θριαμβεῦσαι.

Θεοτοκίον.

δηγήτρια, ἀπλανεστάστη δούλων σου, Θεογεννήτρια, πρὸς οὐρανίους σκηνάς, σοὺς δούλους ὁδήγησον, μέσῳ στενώσεων, καὶ ἀξίωσον, ἡμᾶς ἀνῦσαι δίοδον, ἀρετῶν Μῆτερ ἁγία.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

μνοις σε τιμῶντες μελιῤῥύτοις, και ᾄσμασι Γαβριήλ, πνευματοφόρητε, εὐσεβεῖς ἀείποτε, Γεωργίας σπεύδομεν, τοῦ βίου σου μιμήσασθαι, τὰ κατορθώματα, δι’ ὧν ἀθέων ᾔσχυνας δήμους, καὶ ἐν εὐλαβείᾳ, σὸν προσκυνῆσαι τάφον.

σιε κοσμῆτορ Γεωργίας, εἰκόνα τοῦ νέου Ναβουχοδονόσορος, ὁ μὴ ἀσπασάμενος, σθένει δυναμούμενος, τοῦ Παρακλήτου Πνεύματος, αὐτὴν κατέκαυσας, θεόφρον Γαβριὴλ σῆς καρδίας, τῷ πυρὶ ἀθέων, ἐνώπιον τοῦ ὄχλου.

Στῦλε ἀῤῥαγὲς ὀρθοπραξίας,, ἐστήριξας ἐν ἡμέραις ἀθεότητος, τὸν δυναστευόμενον, ὅμιλον πατρίδος σου, τῶν εὐσεβῶν σαλλότητος, σῶν προσποιήσεων, καὶ βίου εὐαγοῦς βακτηρίᾳ, Γαβριὴλ τρισμάκαρ, τῆς Γεωργίας εὖχος.

Θεοτοκίον.

θυνας τὰ διαβήματά σου, ἐκ χρόνων τῆς σῆς νεότητος πρὸς Κύριον, ᾯ Ναὸν ἀνήγειρας , ἐν πατρῴῳ οἴκῳ σου, καὶ Οὗ τὸ μέγα ὄνομα, καὶ πανσεβάσμιον, ἐδόξασας τῇ σῇ παῤῥησίᾳ, Γαβριὴλ ἐν χρόνοις, ἐσχάτοις ἀθεΐας.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

λβε Γαβριὴλ χρηστοηθείας, νηστείαις καὶ κακουχίαις τὸ σαρκίον σου, κατατήξας πνεῦμά σου, πρὸς Θεὸν ἀνέτεινας, καὶ ἔδειξας τὸ θάῤῥος σου, καὶ παῤῥησίαν σου, τῶν ἀθέων, πάτερ κατενώπιον, δι’ εἰκόνος ἀθέου τῆς καύσεως.

μνων Γαβριὴλ τοῖς λευκανθέμοις, τὴν μνήμην σου καταῤῥαίνομεν, τὴν πάνσεπτον, καὶ κατασπαζόμενοι, ἐν τῷ Πύργῳ Μύριαν, κελλίον σῆς ἀσκήσεως, καὶ θεῖον τάφον σου, ἐν αὐλείῳ, τῆς Μεταμορφώσεως, τοῦ Χριστοῦ Μάνδρας, χώρῳ τιμῶμέν σε.

 

Χαῖρε Γαβριήλ, ψυχῆς γενναιότητος, πυρσὲ νεόφωτε· χαῖρε θεῖον μάργαρον, ὁμολογίας, Χριστοῦ τῆς πίστεως· χαῖρε, ἡμῶν πρὸς Κύριον μεσῖτα ἔνθερμε· χαῖρε φύλαξ, τῶν καταφευγόντων σοι, Γεωργίας προστᾶτα ἀνύστακτε.

Θεοτοκίον.

Μήνιος ἐχθροῦ, σοὺς δούλους ἀπάλλαξον, Θεογεννήτρια, τοὺς ὑμνολογοῦντάς σε, ὡς οἰκετῶν σου, σεπτὸν διάσωσμα, καὶ θεῖον καταφύγιον, ἐν περιστάσεσι, Χριστωνύμων, Παναγία Δέσποινα, χαρμονῆς τῶν μερόπων ἡ πρόξενος.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

ν χρόνοις ἀθεότητος, Θεὸν ὁμολογήσαντα, ἐνώπιον τῶν τυράννων, ἐν Γεωργίᾳ ἀρτίως, καὶ τρόποις προσποιήσεως, αὐτοῦ μωραῖς αἰσχύναντα, δυνάστας εὐφημήσωμεν, νῦν Γαβριὴλ ὡς Ὁσίων, νεολαμπῶν ἐκμαγεῖον.

Θεοτοκίον.

Τῇ βακτηρίᾳ στήριζε, εὐχῶν σου Μητροπάρθενε, τοὺς κλονουμένους ἐν βίῳ, Θεογεννῆτορ καὶ ῥύου, τοὺς δούλους σου ἑκάστοτε, παθῶν κινδύνων θλίψεων, καὶ ἐπηρείας δαίμονος, ταῖς ῥυπτικαῖς σου πρεσβείαις, πρὸς τὸν Υἱόν σου τὸν θεῖον.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος!

όδον Γεωργίας εὔοσμον, θεοειδὲς Γαβριήλ, εὐωδίᾳ σῆς πίστεως, καὶ κατορθωμάτων σου, Χριστωνύμους καθήδυνας, καὶ τῶν ἀθέων, ἑσμοὺς κατῄσχυνας, ὁμολογίᾳ, τῆς εὐσεβείας σου, καὶ κατακαύσεως, τῆς εἰκόνος Ὅσιε ἐγκρατευτά, γένος τὸ Ὀρθόδοξον, τοῦ δυναστεύοντος.

 

Πάτερ Γαβριὴλ ἰσάγγελε, Ἀρχιμανδρῖτα Χριστοῦ, ὁ ἐξ ὅλης καρδίας σου, ἀγαπήσας Κτίσαντος, τὴν πτωχείαν καὶ βίον σου, ὁ δαπανήσας, σοφῶς πλησίον σου, τῇ σωτηρίᾳ, στεφάνους εἴληφας, ἀϊδιότητος, ὡς πιστῶν ὑπέρμαχος καὶ ἀκλινής, καταπέλτης τάχιστος, τῆς ἀθεότητος.

 

Χαῖρε Γαβριὴλ θεόσοφε, ὁ τοῦ ἐχθροῦ μηχαάς, σαῖς μωραῖς προσποιήσεσι, καὶ τῇ σῇ σαλότητι, καταστρέψας ἐν ἔτεσιν, ἐσχάτοις μάκαρ, σοφίας τέμενος, καὶ εὐσεβείας, φωστὴρ νεόφωτε, πλῆθος προσφύγων σου, ηὔφρανας σοῖς ῥήμασι καὶ διδαχαῖς, Γεωργίας σέμνωμα, περικλεέστατον.

   

 

 

 

Μνήμην τὴν σεπτήν σου ἄγοντες, πανευλαβῶς Γαβριήλ, Ὀρθοδόξων συστήματα, προσκυνοῦμεν τάφον σου, ὄντως τὸν χαριτόβρυτον, ἐν τῷ Σεμνείῳ, Μεταμορφώσεως, Χριστοῦ Σαμτάβρο, καὶ ἐμπιμπλάμεθα, θείας δυνάμεως, ἀντιστῆναι μήνυϊ τοῦ πονηροῦ, καὶ ὁδεῦσαι δόλιχον, σαφῶς Ὀρθόδοξον.

 

Δόξα. Ἦχος πλ. α΄.

ς μελίῤῥυτος στρουθὸς εὐσεβείας, Ὀρθοδοξίας ἐκελάδησας ᾄσματα, καὶ ὡς μεγάφωνος σάλπιγξ Θεοῦ ἀγάπης, ἀθέων ἀσίγησας τὰ ἀπύλωτα στόματα, Γαβριὴλ πανθαύμαστε· ὅθεν σε τὸν μονάζοντα ἐπὶ δώματος κακουχίας, καὶ βασάνων παντοίων γεραίροντες, τὰς εὐχάς σου αἰτούμεθα πρὸς καταισχύνην ἀπίστων, καὶ πιστῶν ἀγαλλίασιν καὶ ζωὴν τὴν αἰώνιον.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις χαριτόβρυτε Γαβριήλ, πρότυπον ἀγάπης, διοράσεως λαμπηδών, ἰαμάτων ῥεῖθρον, καὶ θαυμασίων κέρας, Ἀρχιμανδρῖτα θεῖε, πίστεως σέμνωμα.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14)

 

Ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. (Ψαλμ. 145, 2)

***********************************************************

Δρος Χαραλάμπους Μ. Μπούσια

Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας

 

 

 

 

 

 

 

ΚΑΝΩΝ   ΠΑΡΑΚΛΗΤΙΚΟΣ

 

ΕΙΣ ΤΟΝ ΕΝ ΟΣΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ

 

ΓΑΒΡΙΗΛ 

 

ΤΟΝ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΟΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΗΝ

 

ΕΝ ΓΕΩΡΓΙᾼ ΑΡΤΙΩΣ ΕΚΛΑΜΨΑΝΤΑ

 

 

 

 

 

 

 

 

*

*

*   *   *   *   *

*

*

 

 

 

Ἀθῆναι   2014

 

 

ΚΑΝΩΝ   ΠΑΡΑΚΛΗΤΙΚΟΣ

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἐρωδιὸν μελῳδικὸν εὐσεβείας, τὸν κελαδήσαντα Θεοῦ τὴν ἀγάπην, καὶ πίστιν τὴν Ὀρθόδοξον ἐν χρόνοις δεινοῖς, καθεστῶτος μέλψωμεν τῶν ἀθέων προθύμως, Γαβριὴλ πανθαύμαστον Γεωργίας ὡς εὖχος, αὐτοῦ θερμὰς πρεσβείας πρὸς Θεόν, τὴν τοῦ ἐλέους πηγὴν ἐξαιτούμενοι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Γαβριήλ, σὴν χάριν ἡμῖν κατάδειξον. Χ.Μ.Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Γενναίου φρονήματος ἀσκητά, σοφὲ Γεωργίας, πνευματέμφορε Γαβριήλ, καρδίας τῶν σὲ ὑμνολογούντων, ὡς γενναιόφρονα ἔμπλησον Ὅσιε.

Ἀθέων κατάπτωμα Γαβριήλ, ἐνστάσει ἀνδρείᾳ, καὶ σοῖς λόγοις καὶ διδαχαῖς, Χριστοῦ ἐμεγάλυνας τὸ κράτος, ᾯ καὶ πρεσβεύεις ὑπὲρ τῶν τιμώντων σε.

Βυθοῦ ἁμαρτάδων με Γαβριήλ, ἐξάρπασον τάχος, τῇ χειρί σου τῶν πρεσβειῶν, πρὸς Κύριον Οὗ τὴν θείαν κλῆσιν, ἐν ἀθεότητος χρόνοις ἐδόξασας.

Θεοτοκίον.

εόντων ἀνάδειξον καὶ φθαρτῶν, ἡμᾶς ὑπερόπτας, ὑμνητάς σου Μῆτερ Θεοῦ, ἡ θεία πιστῶν πρὸς ἀφθαρσίας, χειραγωγὸς πόλου πάμφωτα δώματα.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

ερώτατε πάτερ, ὁ ἀλγεινὴν κάθειρξιν, Γαβριὴλ στεῤῥῶς ὑπομείνας, ὅτε παρέδωκας, εἰς πῦρ ἀθέου μορφήν, πρὸ τῆς Τιφλίδος τοῦ ὄχλου, καῦσόν μου ὡς φρύγανα, πάθη πρεσβείαις σου.

γενναία σου δρᾶσις, καὶ εὐσθενὴς ἔνστασις, μάκαρ Γαβριὴλ πρὸ ἀθέων, στίφους κατηύφρανας, τῆς Γεωργίας πιστούς, καὶ πάντας τοὺς Ὀρθοδόξους, αἰτουμένους Ὅσιε, θείας πρεσβείας σου.

Λυπηρῶν τὴν ὁμίχλην, ἡμῶν ταχὺ σκέδασον, Γαβριὴλ φωτὶ πρεσβειῶν σου, πρὸς τὸν Θεάνθρωπον, δοξάσαντά σε τρανῶς, θαυματουργίαις τρισμάκαρ, ὡς φανὸν τῆς πίστεως, νεολαμπέστατον.

Θεοτοκίον.

Σωτηρίας πρὸς ὅρμον, τὸν γαληνὸν ἴθυνον, Κεχαριτωμένη Παρθένε, Θεογεννήτρια, ὡς ἀπλανὴς τῶν πιστῶν,  οἰακοστρόφος ἐν δίναις, ποντουμένων Δέσποινα, βίου πανύμνητε.

γίασον, τοὺς σὲ γεραίροντας Ὅσιε Γεωργίας, πνευματέμφορε Γαβριὴλ ἀθέων ὡς σύντριμμα, Θεὸν ὁ δοξάσας τῇ σῇ ἐνστάσει.

πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

σίων λαμπὰς νεοφανῶν ὑπέρφωτε, σεπτὲ Γαβριὴλ μωραῖς ὁ προσποιήσεσι, μεγαλύνας ὄνομα, τοῦ Χριστοῦ καὶ αἰσχύνας τὸ σύστημα, ἀθέων ἴσθι πάντων βοηθός, ἐν πάσαις τοῦ βίου περιστάσεσι.

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.

ἑτοίμη ἀντίληψις, τῶν καταφευγόντων σοι πάτερ Ὅσιε,, Γαβριὴλ πέμψον τὴν χάριν σου, οὐρανόθεν πᾶσιν εὐφημοῦσί σε.

Νῦν τοὺς τρόπους σου σέβοντες, πάτερ τῆς σαλλότητος ἐκδεχόμεθα, τὰς λιτάς σου πρὸς τὸν Ὕψιστον, πᾶσι τὸν δωρούμενον τὸ ἔλεος.

Χαῖρε πάτερ θειότατε, Γαβριὴλ βοῶντες πυρσὲ ἁπλότητος, ταπεινώσεως καὶ νήψεως, σὰς εὐχὰς πρὸς Κύριον αἰτούμεθα,

Θεοτοκίον.

πειρόγαμε Δέσποινα, τὸν Παμβασιλέα Χριστὸν ἡ τέξασα, λογισμοὺς σῶν δούλων κάθαρον, πρὸς Αὐτὸν ὑσσώπῳ σῶν δεήσεων.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

ῦσαι Γαβριήλ, ἐπηρείας τοῦ ἀλάστορος, οὗ σαλότητος τῶν τρόπων σου ὀφρύν, κατεπάτησας ἀρτίως, τοὺς τιμῶντάς σε.

θυνον ἡμᾶς, Γαβριὴλ πρὸς ὁλοκλήρωσιν, ἀρετῆς ἐν Γεωργίᾳ ὁ σεμνῶς, ταπεινῶς καὶ εὐλαβῶς πολιτευσάμενος.

Νέε ἀσκητά, Γεωργίας ὁ τῷ τάφῳ σου, ἁγιάσας τοῦ Σαμτάβρο τὴν Μονήν, ταῖς πρεσβείαις σου ἁγίαζε σοὺς πρόσφυγας.

Θεοτοκίον.

τῶν χοϊκῶν, ἐναργὴς προστάτις Δέσποινα, ῥύου πάντας πειρασμῶν καὶ συμφορῶν, τοὺς λαμπρῶς σε εἰς αἰῶνας μακαρίζοντας.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Μακάριε Γαβριὴλ ἐγκαύχημα, Ὀρθοδόξου Γεωργίας ὁ χάριν τῆς διοράσεως καὶ ἰαμάτων, λαβὼν θεόθεν, εὐλόγει σοὺς πρόσφυγας, καὶ ῥύου νόσων ἀλγεινῶν, τοὺς τιμῶντας ἀσκήσεως πόνους σου.

άματα ὡς κρουνὸς ἀείῤῥυτος, ἀναβλύζει ὁ σὸς πάνσεπτος τάφος, ἐν τῇ Μονῇ Γαβριὴλ τοῦ Σαμτάβρο, θεοειδὲς ἀσκητὰ ὁ σαλότητος, μωράνας τρόποις σου ἐχθρούς, τοῦ Χριστοῦ, πᾶσι νέμοντος ἔλεος.

Νεόφωτον ἄστρον ὡς τῆς πίστεως, κατεφώτισας λαὸν Γεωργίας, ἐν ἀθεΐας καθεύδοντα κλίνῃ, καὶ πρὸς Χριστὸν Γαβριὴλ μάκαρ, ἴθυνας, τὸν Φωτοδότην Ἰησοῦν, τοὺς ἀκούοντας θείων ῥημάτων σου.

Θεοτοκίον.

Κατάπαυσον τῆς σαρκὸς σκιρτήματα, καὶ δεινὰς ἐπαναστάσεις Παρθένε, τῇ πανσθενεῖ χάριτός σου ἰσχύϊ, καὶ ἀντιλήψεως σθένει ἀγρύπνου σου, ἡ ἐλεοῦσα ἀκλινῶς, Θεοτόκε τοὺς σὲ μεγαλύνοντας.

γίασον, τοὺς σὲ γεραίροντας Ὅσιε Γεωργίας, πνευματέμφορε Γαβριὴλ ἀθέων ὡς σύντριμμα, Θεὸν ὁ δοξάσας τῇ σῇ ἐνστάσει.

χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τῆς ταπεινώσεως βάθρον ἀσάλευτον, καὶ τοῦ Χριστοῦ ἀγαπήσεως πρόβολον, τὸν μετερχόμενον τρόπους σαλλότητος, πρὸς καταισχύνην ἀθέων τιμήσωμεν, νῦν Γαβριὴλ ὡς ἡμῶν πρέσβυν ἔνθερμον.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον· κατὰ Λουκᾶν (Κεφ. στ΄ 17 - 23 ).

Τῷ καιρῷ ἐκείνῳ,  ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου 

Ἰδιόμελον. Ἦχ. πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με, ὁ Θεός…

Γαβριὴλ πανθαύμαστε, Ἀρχιμανδρῖτα θεόφρον, Ἐκκλησίας σέμνωμα, ῥεῖθρον διειδέστατον, ταπεινώσεως, ὁ λαβὼν ἄνωθεν, δαψιλῶς τὴν χάριν διοράσεως, ἁγίαζε, τοὺς εὐφημοῦντάς σε, ὡς τῆς ἀθεότητος σύντριμμα, καὶ στήριγμα ἀσάλευτον, Γεωργιανῶν ἐν τοῖς ἔτεσι, τοῖς ἐσχάτοις πάτερ, καὶ πίστει καταφεύγοντας ταῖς σαῖς, λιταῖς πρὸς Κτίστην τὸν εὔσπλαγχνον, καὶ παντελεήμονα.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

νδρικῶς ἠγωνίσω, Γαβριὴλ κατ’ ἀθέων, καὶ καθυπέμεινας, βασάνους κατωδύνους, διὰ τὴν παῤῥησίαν, Ὀρθοδόξου σου πίστεως,, φρουρὲ ἡμῶν ἐν δεινοῖς, τοῦ βίου καὶ ἀνάγκαις.

Τιμιώτατε πάτερ, Γαβριὴλ ὁ δομήσας, Ναὸν ἐν οἴκου σου, αὐλῇ εἰς πεῖσμα πάντων, ἀθέων ἱκετῶν σου, τὰς καρδίας χρηστότητος, δεῖξον ναοὺς ἱερούς, τῶν σοὶ καταφευγόντων.

σκητὰ θεοφόρε, Γαβριὴλ Γεωργίας, εἰς πῦρ μερίμνῃ σου, ὁ παραδοὺς εἰκόνα, ἀθέου πρὸ τοῦ ὄχλου, τῶν ὀμμάτων, κατάκαυσον πυρὶ τῶν σῶν πρεσβειῶν, κἀμοῦ τὰ πάθη πάτερ.

Θεοτοκίον.

Δεομένη μὴ παύσῃ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Θεογεννήτρια, ὑπὲρ τῶν οἰκετῶν σου, καὶ πάντων Χριστωνύμων, Γαβριὴλ τὰ παλαίσματα, ὑμνούντων τοῦ νεαυγοῦς, φωστῆρος Γεωργίας.

 

ᾨδὴ  η΄. Τὸν Βασιλέα.

πάκουσον μου, καὶ ῥῦσαι πλάνου μανίας, Γαβριὴλ τοὺς πιστῶς σε τιμῶντας, ὥσπερ στόμα θεῖον, Χριστοῦ ὁμολογίας.

σχύος πλῆσον, τῶν ἱκετῶν σου καρδίας, Γαβριὴλ ὁ δυνάμει τῇ θείᾳ, καταισχύνας ἄρτι, ἀθέων τὰς χορείας.

Ξενίας θείας, ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου, Γαβριὴλ καταξίωσον πάντας, ὧνπερ ἀπολαύεις, ὡς ἀσκητὴς θεόπνους.

Θεοτοκίον.

δήγησόν με, πρὸς σωτηρίας λειμῶνας, εὐανθεῖς Θεοτόκε Παρθένε,, ᾄσμασιν εὐτάκτοις, τὸν μεγαλύνοντά σε.

 

ᾨδὴ θ΄. Κυρίως  Θεοτόκον.

Νικήτωρ κατ’ ἀθέων, Γαβριὴλ τρισμάκαρ, ὁ ἐποφθείς, νικητὰς τοὺς τιμῶντάς σε, κατ’ ἐναντίων ἁπάντων ἐχθρῶν κατάδειξον.

Χαρίτων θείων φρέαρ, Γαβριὴλ θεόθεν, δός μοι πιεῖν ὕδωρ σῆς ἀντιλήψεως, καὶ προστασίας καὶ σκέπης, πάτερ πανθαύμαστε.

Μωρίας ἄρτι τρόπους, Γαβριὴλ θεόφρον, ὁ μετελθὼν πρὸς Κυρίου τῆς κλήσεως, δοξολογίας, βοήθει τοῖς σοὶ προστρέχουσι.

Θεοτοκίον.

Μνημόνευε σῶν δούλων, Κεχαριτωμένη, μεγαλυνόντων πληθὺν θαυμασίων σου, καὶ δοξαζόντων Υἱόν σου τὸν πανσεβάσμιον.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις χαριτόβρυτε Γαβριήλ, πρότυπον ἀγάπης, διοράσεως λαμπηδών, ἰαμάτων ῥεῖθρον, καὶ θαυμασίων κέρας, Ἀρχιμανδρῖτα θεῖε, πίστεως σέμνωμα.

Χαίροις προσποιήσεσιν ὁ μωραῖς, καταισχύνας στῖφος, τῶν ἀθέων καὶ τῶν πιστῶν, Γαβριὴλ χορείας, ἀρτίως Γεωργίας, εὐφράνας θεοφόρε, πάτερ πανεύφημε.

Χαίροις ὁ κηρύξας τῆς σῆς ψυχῆς, ὅλῃ τῇ ἐφέσει, πνευματέμφορε Γαβριήλ, τὸν Ἐσταυρωμένον, Θεοῦ Ὑψίστου Λόγον, καὶ δι’ Αὐτὸν βασάνους, καταδεξάμενος.

Μάνδρας τοῦ Σαμτάβρο ὁ οἰκιστής, Μτσχέτας ἀντιλήπτωρ, χαριτόβρυτε Γαβριήλ, καὶ τῆς Γεωργίας πιστῶν ὁ παρακλήτωρ, ὑπάρχεις προσκυνούντων, τάφον τὸν θεῖόν σου.

Χαίροις διοράσεως ὁ κανών· χαίροις ἰαμάτων, ὁ ἀστείρευτος ποταμός, Γαβριὴλ στεῤῥόφρον, σαλλότητός σου τρόποις, ἀθέους ὁ αἰσχύνας, πάτερ πανόσιε.

Ῥῦσαι τοὺς τιμῶντάς σε συμφορῶν, ἄλγους δυσιάτου, ἀσθενείας καὶ πειρασμῶν, Γαβριὴλ τοὺς πίστει, τιμῶντάς σου τὴν μνήμην, καὶ μελῳδοῦντας τρόπους, σῆς προσποιήσεως.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, θεοφόρον Γαβριήλ, τὸν Ἀρχιμανδρίτην ἐν ὕμνοις, τῆς Γεωργίας φανόν, τὸν νεολαμπέστατον, ἐγκωμιάσωμεν, ὡς φωστῆρα τῆς πίστεως, τὴν νύκτα ἀθέων, καθεστῶτος λύσαντα, καὶ ἀνατείλαντα, ἦμαρ εὐσεβείας βοῶντες· Χαῖρε, ὁ δεξάμενος χάριν, δυσωπεῖν Χριστὸν ὑπὲρ προσφύγων σου.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου