Τρίτη 12 Ιανουαρίου 2021

ΔΕΚΕΜΒΡΙΟΣ ΙΕ. ΟΣΙΟΣ ΠΑΥΛΟΣ ΕΝ ΛΑΤΡῼ ΑΚΟΛΟΥΘΙΑ

 

ΔΕΚΕΜΒΡΙΟΣ ΙΕ΄!!

ΠΑΥΛΟΣ ΟΣΙΟΣ ΕΝ ΛΑΤΡῼ

ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)

 


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν γ΄ τῆς Ὀκτωήχου καὶ γ’ τοῦ Ὁσίου. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Παῦλε, μοναστῶν ἡ καλλονή, βλάστημα τερπνὸν τῆς ἐρήμου, Ὁσίων καύχημα, Λάτρου σεμνολόγημα, πιστῶν τὸ στήριγμα, τοὺς ἐκ πόθου τελοῦντάς σου, τὴν πάνσεπτον μνήμην, καὶ τὴν τῶν λειψάνων σου προσπτυσσομένους σορόν, ῥῦσαι περιστάσεως πάσης, καὶ τῆς τοῦ πυρὸς καταδίκης, ταῖς πρὸς τὸν Δεσπότην σου ἐντεύξεσιν.

 

Οἶκον, τῆς Τριάδος σεαυτόν, ἐναπεργασάμενος, Πάτερ θεομακάριστε, οἶκον ἐπ’ ὀνόματι ταύτης ἀνήγειρας· ἐν ἐρήμοις ἀβάτοις τε τοῦ Λάτρου εἰσδύσας, ὡς Μωσῆς τὸ Σίναιον ὄρος κατώκησας, ἔνθα εἰληφὼς θεῖον νόμον, μοναστῶν συστήματα ὄντως, ἐκδιδάσκεις ἄριστα θεσπέσιε.

 

Ἔχων παῤῥησίαν πρὸς Θεόν, ποίμνην ἣν πολλοῖς συνεστήσω, ἱδρῶσιν Ὅσιε, πρέσβευε φυλάττεσθαι ἐπηρειῶν τοῦ ἐχθροῦ, ἐθνικῆς ἐξ ἐφόδου τε, πυρὸς καὶ μαχαίρας, πάσης ἐπιθέσεως, ἐπιβουλῆς πονηρᾶς· σὲ γὰρ πολιοῦχον καὶ σκέπην, ἔχουσα ἐν σοὶ τὰς ἐλπίδας, μετὰ Θεὸν κέκτηται μακάριε.

 

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Στένω, ἐκ βαθέων τῆς ψυχῆς, ὅταν ἐννοήσω μου Κόρη, τὰ πλημμελήματα, τύπτω δὲ τὸ στῆθός μου, κράζων τό· Ἥμαρτον, καὶ προσπίπτω σοι Δέσποινα, ζητῶν μεταγνῶναι, πάλιν δὲ ἠλίθιος ὢν, περιπείρομαι· Οἴμοι τῇ κακῇ συνηθείᾳ. Ταύτης οὖν με λύτρωσαι τάχει, καὶ πρὸς σωτηρίαν καθοδήγησον.

Ἢ Σταυροθεοτοκίον

Σκότος, ἐνεδύσατο ποτέ, ἥλιος ὁρῶν σε ἐν ξύλῳ, Σῶτερ κρεμάμενον, ἔφριξαν δὲ κάτωθι τὰ καταχθόνια, καὶ νεκροὶ ἐξανέστησαν, ἐῤῥάγησαν πέτραι, καὶ τὰ ἐπουράνια πάντα ἐξέστησαν, σοῦ δὲ τῷ Σταυρῷ παρεστῶσα, ἔκλαιεν ἡ ἄχραντος Κόρη, ἀνυμνολογοῦσά σε φιλάνθρωπε.

 

Καὶ τὰ λοιπὰ τοῦ Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

 

 

 

Ἀπολυτίκιον Ἦχος α'

Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν Παῦλε· νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανὼν τοῦ Ὁσίου.

ᾨδὴ α’. Ἦχος α’. Χριστὸς γεννᾶται.

Καὶ νῦν σοι μέλος ἐφύμνιον, προσάγειν ἐν ἀνοίξει τοῦ στόματος, Παῦλε θεοφόρε σπεύδοντι, βράβευσόν μοι τοῦ λέγειν ταῖς σαῖς εὐχαῖς, Ὅσιε τὴν χάριν, ὡς ἀγῶνας τοὺς σεπτοὺς ἀνακηρύξω σοι.

Ἀπὸ νεότητος Ὅσιε, ζυγὸν τὸν τοῦ Κυρίου ἀράμενος, καὶ σῆς καρδίας ταῖς αὔλαξι, τοῦτον ἐγκατασπείρας, πνευματικὸν ἄσταχυν ἐδρέψω, τὸν στηρίζοντα ψυχὰς θεομακάριστε.

Ἱδρώτων πλείστων ἀντείληφας, τὴν ἄνω Βασιλείαν ὡς ἄσαρκος, ἐν γῇ βιώσας καὶ σώματι, ζήσας τὴν τῶν Ἀγγέλων διαγωγήν· νῦν οὖν ἐν ὑψίστοις, τῇ Τριάδι παρεστὼς ἡμῶν μνημόνευε.

Θεοτοκίον.

Ῥευστήν μου σάρκα Θεόνυμφε, λαβὼν ἐκ Σῶν αἱμάτων ὁ ἄσαρκος, καὶ φάτνῃ τεχθεὶς βουλήματι, ταύτην τὴν προσληφθεῖσαν θεοποιεῖ, σάρκα Θεομῆτορ, ἐξ ἑνώσεως αὐτὴς ὁ ὑπεράγαθος.

 

ᾨδὴ γ΄. Τῷ πρὸ τῶν αἰώνων.

Ὢ τῆς σῆς ἀνδρείας, ὢ ψυχῆς τῆς γενναίας ἀοίδιμε· σὺ γὰρ τὰς μύλας τῶν λεόντων, θλάσαι τῶν ἀοράτων ποθῶν, δύω λίθους ἔφερες, ὑπερμεγέθεις καιρῷ τῆς νυκτός, ἄχθος ἐπωμάδιον.

Τίς σου τοὺς ἀγῶνας, ἐξειπεῖν κατ’ ἀξίαν δυνήσεται; Σὺ γὰρ ὁδοὺς τὰς τραχυτέρας, τῆς ἐρήμου βαδίζων, ὠμὰς τὰς βαλάνους ἤσθιες, γεῦσιν ἐθίζων, τὴν σὴν ἐντρυφᾷν, πόνοις τῆς ἀσκήσεως.

Ὁ θεόπτης πάλαι, Μωϋσῆς τῆς ἐν βάτῳ ἠξίωτο, μυστικωτέρας θεωρίας· ὁ δὲ πάντιμος Παῦλος, πυρὶ ἐκραγέντι ἄνωθεν, αὐτὸς ἐπέγνω σαφῶς ἑαυτόν, ἄκαυστα φλεγόμενον.

Θεοτοκίον.

Ἄναρχος ὢν φύσει, ὡς Θεὸς καὶ Πατρὶ Λόγος ἰσότιμος, τὴν ὑπὸ τὸν χρόνον κατεδέξω, γεννηθεὶς ἐκ Παρθένου ἀρχήν, φύσει φανεὶς ἄνθρωπος, καὶ νηπιάσας ὡς βρέφος Χριστέ, ὤφθης σπαργανούμενος.

Ὁ Εἱρμός

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Κυβερνώμενος σθένει παντουργικῷ, καὶ ἱστίῳ πτερούμενος τοῦ Σταυροῦ, κούφως διέπλευσας τὸ τοῦ βίου κλυδώνιον, καὶ πρὸς θείους ὄντως, λιμένας κατήντησας, ἀρετῶν ἐμπορίαν πολλὴν ἐπαγόμενος, ἥνπερ τῷ Δεσπότῃ, προσκομίσας τῶν ὅλων, τὸ εὖ δοῦλε ἤκουσας, καὶ τὰ τούτοις ἀκόλουθα· διὸ Παῦλε μακάριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ἐν φωναῖς μεγαλύνομεν, καὶ ὑμνοῦντες βοήσωμεν· ἡ τῆς χαρᾶς αἰτία, Παρθένε ὑπάρξασα, τοὺς τιμῶντάς σε σῶζε, καὶ σκέπε πρεσβείαις Σου· ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παῤῥησίαν, οἰκτείρειν βραβεύειν τε, νοσημάτων τὴν ἴασιν· διὰ τοῦτο βοῶμέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν ἄχραντον Τόκον Σου.

Ἢ Σταυροθεοτοκίον.

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ἠλάλαζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· ὁ μὲν κόσμος ἀγάλλεται δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται ὁρώσης σου τὴν σταύρωσιν, ἥν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε, ᾗ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.

 

ᾨδὴ δ΄. Ῥάβδος ἐκ τῆς ῥίζης

Ὕπνῳ νικηθέντι σοι ποτέ, καιρῷ τῷ τῆς νεότητος, καὶ πρὸς τὴν πάννυχον ὀκλάσαντι, στάσιν ὁ σὸς κατιδών, τίμιος διδάσκαλος, Πέτρος κατὰ κόῤῥης Πάτερ παίει, καὶ σοὶ τὸ ῥάπισμα δούς, δίδωσιν εὐθὺς καὶ τὴν ἴασιν.

Σκεῦος ἁγιώτατον ὀφθείς, τὸ μῦρον τὸ οὐράνιον, Χριστὸν ἐδέξω, τῇ καρδίᾳ σου, καὶ τὴν λαμπάδα τῆς σῆς, καρτερᾶς ἀσκήσεως, διὰ πολιτείας ἐναρέτου, ἀνάψας εἰλικρινῶς, πρὸς νυμφῶνα θεῖον εἰσέδραμες.

Θεῷ κατὰ μόνας ὁμιλῶν, καὶ τούτῳ συγγινόμενος, ἀμέσως Παῦλος ὁ Πατὴρ ἡμῶν, οὐδέποτε νικηθείς, ὑπὸ ὕπνου γέγονε, μετὰ τὴν πληγὴν τοῦ διδασκάλου, ἀλλ’ ὥσπερ ἄσαρκος ὤν, ἄγρυπνος ἀεὶ ἐχρημάτισε.

Θεοτοκίον.

Ἔχων Λόγε θρόνον οὐρανόν, τὴν γῆ δὲ ὑποπόδιον, μήτραν Παρθένου σωματούμενος, εἰσέδυς καὶ πενιχρόν, σπήλαιον κατώκησας, ὑπὸ δὲ τῶν μάγων βασιλέων, Περσίδος ὡς βασιλεύς, δῶρα καὶ φιλάνθρωπος εἴληφας.

 

 

ᾨδὴ ε’. Θεὸς ὢν εἰρήνης.

Ἰλύος παθῶν ἐκκαθάρας τὸν νοῦν, ἀκηλίδωτον ἔσοπτρον γέγονας, ἐλλάμψεις ταῖς τοῦ Πνεύματος δεχόμενος ἀεί· ὅθεν σοι ὁ πειράζων, ἠσχύνετο προσβάλλων, τῆς ἐμφύτου κακίας, τὸ ἀσθενὲς ἐκδιδασκόμενος.

Σοφίαν τὴν ὄντως Χριστὸν τὸν Θεόν, σῇ καρδίᾳ κτησάμενος ἔνοικον, τὸν ἄσοφον κατέβαλες κακίας σοφιστήν, ποσί σου τοῖς ὡραίοις, σοφίσμασι ποικίλοις, δελεάζειν σὲ Παῦλε, τὸν θεοσόφιστον, πειρώμενον.

Φωτὸς ὢν δοχεῖον, ἡμέρας υἱός, τὸν τοῦ σκότους ἐξεφαύλισας ἄρχοντα, τὸν ὥσπερ ἐνεδρεύοντα, λέοντα κατὰ σοῦ, τῆς γῆς σεισμοὺς καὶ κλόνους, πετρῶν ἐξ ἀναιδείας, σχεδιάζοντα Παῦλε, καὶ φαντασίαις φρυαττόμενον.

Θεοτοκίον.

Ῥιφέντα τὸν πρῶτον Ἀδὰμ ἐξ Ἐδέμ, ἀεὶ Παρθένε Κόρη Θεόνυμφε, ὁ Λόγος ὁ προάναρχος ἐκ Σοῦ σωματωθείς, καὶ φάτνῃ τῶν ἀλόγων, ἀνακλιθεὶς ὡς βρέφος, τὸ ἡμέτερον γένος, τῆς ἀλογίας ἐλυτρώσατο.

 

ᾨδὴ στ’. Σπλάγχνων Ἰωνᾶν.

Ὥσπερ ὁ Σωτήρ Χριστὸς ὁ Θεὸς ἡμῶν, ὀλίγοις λαὸν ἄρτοις ἐκόρεσε πολυάριθμον· καὶ ὁ Παῦλος ὡσαύτως ὁ μύστης Χριστοῦ, ἀμφορέως σμικροτάτου βραχὺ νάματος, πλείστους κατακόρως ηὔφρανε, καὶ τὸν κόρον δηλοῖ τὸ περίττευμα.

Παύεις τὸν αὐχμόν εὐχαῖς σου θεσπέσιε, καὶ λύεις λιμὸν τὸν ἀπειλούμενον, δι’ ὑδάτων τε, τῶν ὑψόθεν ῥαγέντων μεθύσκεις τὴν γῆν, καὶ ποτίζεις τὰς ἀνίκμους ταύτην αὔλακας, αὔξων καὶ πλουτίζων χάρισι, καὶ πληθύνων αὐτῆς τὰ γεώργια.

Ἄπονον ζωὴν ἐν πόνοις ἀπείληφας, καὶ πόνων δεινῶν παύεις τὴν κάκωσιν, τῶν ἐκ πίστεως, αἰτουμένων λαμβάνειν ἰάσεις ἐκ σοῦ, πανσεβάσμιε Πατέρων ἐγκαλλώπισμα· ὅθεν λῦσον τὰς ὀδύνας μου, τῆς ψυχῆς καὶ τοῦ σώματος δέομαι.

Θεοτοκίον.

Λόγε τοῦ Πατρὸς Υἱὲ Θεοῦ ἄναρχε, καὶ γόνε μητρὸς ἁγνῆς Θεόπαιδος, προαιώνιος ὡς Θεός, καὶ ὡς ἄνθρωπος πρόσφατος ὤν, ἐν σπηλαίῳ ἐχωρίθης ὁ ἀχώρητος· ὅθεν πάντες ἐκπληττόμενοι, προσκυνοῦμεν τὸ μέγα μυστήριον.

Ὁ Εἱρμός

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβὼν διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.

 

 

 

 

Συναξάριον

Τῇ ΙΕ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὀσίου Παύλου τοῦ νέου, τοῦ ἐν τῷ ὄρει τοῦ Λάτρου.

Eἰ καὶ νεωστὶ ὤφθη Παῦλος τῷ βίῳ,
ἀλλ’ οὖν ἴσος πέφηνε τοῖς πρὶν πατράσιν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου .

Ἐλευθέριος, ὡς ἀδουλόνους φύσει,
σπάθας θεωρῶν, οὐκ ἐδουλοῦτο πλάνῃ.

 Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἀγία Μάρτυς Ἀνθία, ἡ μήτηρ τοῦ Ἁγίου Ἐλευθερίου, περιχυθεῖσα τῷ τοῦ υἱοῦ νεκρῷ, ξίφει τελειοῦται.

Δίδωσι μήτηρ νεκρικὸν κόσμον τέκνῳ,
αὐτὴ ἑαυτὴν συγκεκομμένην σπάθαις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Κορέμμων ὁ ἔπαρχος, πιστεύσας τῷ Χριστῷ, καὶ βαπτισθείς, ξίφει τελειοῦται. 

Ἀθλήσεως οὐκ εἶχε Κορέμμων κόρον,
ἕως ἐτμήθη τὸν αὐχένα τῷ ξίφει.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δύο Δήμιοι Μάρτυρες, πιστεύσαντες τῷ Χριστῷ, ξίφει τελειοῦνται.

Θεόν σε γνόντας Δημίους δύω Σῶτερ,
ἄλλοι κατακτείνουσι δήμιοι ξίφει.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐλευθερίου τοῦ Κουβικουλαρίου.

Ἐλευθέριος οὐχ ὑπέπτηξε ξίφος.
ἐλευθέριον γὰρ εἶχε νοῦν παντὸς φόβου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγία Ὁσιομάρτυρος Σωσάννης, τῆς εἰς ἄνδρα μετασχηματισθείσης, καὶ ὀνομασθείσης Ἰωάννης.

Σωσάννα, ὢ πῶς ἡ πάλαι καὶ ἡ νέα,
τοὺς συκοφαντῶν οὐ διέδρασαν λόχους!

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Βάκχος ο Νέος, ξίφει τελειοῦται.

Μὴ δεύτερόν τις, μηδὲ Βάκχον τὸν νέον,
ἐν τοῖς ἀθληταῖς ταττέτω διὰ ξίφους.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Στεφάνου ἀρχιεπισκόπου Σουρόζας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γουρία

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ’. Οἱ Παῖδες εὐσεβείᾳ.

Ὡς ἥλιος ἐκλάμψας, τὴν ἑώαν εὐθὺς κατεφώτισας, εἰς δὲ τὸν στύλον ἀνελθών, ὡς ἐν μέσῳ οὐρανοῦ ἑστώς, οἰκουμένης δᾳδουχῶν τὴν ὅλην εὔφρανας, ὁ τῶν Πατέρων βοῶν Θεὸς εὐλογητὸς εἶ.

Μακρύνας φυγαδεύων, σεαυτὸν τῶν κοσμικῶν συγχύσεων, καὶ ἐν ἐρήμῳ ψαλμικῶς, αὐλισθεὶς θεομακάριστε, προσεδέξω τὸν Θεὸν ἐν τῇ καρδίᾳ σου, ἀγγελικῇ φυλακῇ τὸν σὲ φρουροῦντα.

Ἑώρας τὰς κολάσεις, τὰς ἐκεῖ διανοίας τῆς ὄμμασι, καὶ φιλανθρώπῳ σου ψυχῇ, τὴν καρδίαν ὀδυνώμενος, ἐν τοῖς δάκρυσι σαυτὸν ἀεὶ κατέβρεχες, ὥσπερ Δαβὶδ ἐν καιρῷ νυκτὸς τὴν κλίνην.

Θεοτοκίον.

Ὁ ἄσαρκος σαρκοῦται, καὶ ὁ ἄχρονος ἐν χρόνῳ γίνεται, καὶ σπαργανοῦται δι’ ἡμᾶς, ὁ τὴν γῆν σπαργανῶν Κύριος, ἐν ὁμίχλῃ, σὰρξ αὐτὸς ὑπὲρ κατάληψιν, ἀναλλοιώτως ὀφθεὶς ἐξ ἀπειράνδρου.

 

ᾨδὴ η΄. Θαύματος ὑπερφυοῦς.

Σύντονον μετὰ Δαβὶδ εὔρυθμον μέλος, παναρμόνιον ἔψαλλες λέγων· ὡς αἱ παρακλήσεις σου, τὴν ψυχήν μου θεοπρεπῶς, φιλανθρώπῳ σου ῥοπῇ παντάναξ ηὔφραναν· διὸ καὶ γηθόμενος ἐκραύγαζες· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Νέμων σοι τὰ δι’ ἐφέσεως ὁ κτίστης, νεαρῷ τυρῷ σε δεξιοῦται, καὶ τρισὶν ἐκτρέφει σε θριδακίνας θεοπρεπῶς, ὡς ἐκ βρέφους πᾶσαν ὄρεξιν πατήσαντα· χειρὶ δὲ ἀγγέλου ταῦτα δίδωσιν, ὡς Ἀγγέλων τὴν πολιτείαν ζηλώσαντι, τῷ δεδοξασμένῳ Παῦλε θεοφόρε.

Ἴσχυσαν ἀποφυγεῖν τὴν καταδίκην, τρεῖς κατάδικοι δέσμιοι ἄνδρες, ὡς λιποτακτήσαντες, λειτουργίας τῆς τοῦ κοινοῦ· ἡ γὰρ σχοῖνος ἀοράτως δι’ ὀνόματως, λυθεῖσα τοῦ σοῦ Πάτερ πανένδοξε, τοὺς δεσμίους ἐκ τῶν κινδύνων ἐῤῥύσατο, μόνη φερομένη χερσὶ τοῦ κατασχόντος.

Θεοτοκίον.

Ἥλιον δικαιοσύνης ἡ τεκοῦσα, δι’ ἀστέρος συγκαλεῖται μάγους, ἐν χρυσῷ καὶ σμύρνῃ τε, καὶ λιβάνῳ καινοπρεπῶς, προσκυνοῦντας τὸν ἀτρέπτως νηπιάσαντα· ὅνπερ οἱ ποιμένες ἐμεγάλυναν, καὶ Ἀγγέλων πληθὺς ἀνυμνεῖ δοξάζουσα, ὡς καὶ κατ’ οὐσίαν Θεόν, καὶ βροτὸν φύσει.

Ὁ Εἱρμός

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

 

 

 

ᾨδὴ θ΄. Μυστήριον ξένον.

Φημίζουσι τὴν πρὸς Θεὸν παῤῥησίαν σου, καὶ ἅπερ ἐτέλεσας, μετὰ τὴν πρὸς Αὐτὸν ἐκδημίαν, ἐξαίσια ἔργα· πολλοὺς τῷ ἐλαίῳ γὰρ τῆς σῆς φωταγωγοῦ, νοημάτων ἐκ ποικίλων ἠλευθέρωσας.

Ὁλόφωτον σοῦ τὴν ψυχὴν ἔχων Ὅσιε, ὡς μύρῳ τῆς χάριτος, ὅλος καταρδευθείς, ἐν ἐλαίῳ δαίμονας διώκεις, λεπροὺς ἐκκαθαίρων, καὶ βρωθείσας κεφαλάς, καὶ φυμάτων χαλεπῶν παύων δριμύτατα.

Ῥηγνύμενος πίστει σατᾶν ὁ παμπόνηρος, θεωρῶν ἱστῶντά σε, θραῦσιν τὴν τῶν βοῶν, τῆς λυχνίας τῆς σῆς ἐν τῷ μύρῳ· καὶ γὰρ ἐξ αὐτῶν μιᾶς χρισθείσης, ἡ φθορὰ καὶ τὰς ἄλλας, τὰς αὐτῆς ψαυούσας πέφευγεν.

Θεοτοκίον.

Συνέλαβες χρόνοις ἐσχάτοις ἐν μήτρᾳ Σου, Ὃν Πατὴρ ἐγέννησεν, Υἱὸν πρὸ αἰώνων ἀῤῥεύστως, ἀπείρανδρε Μῆτερ· διὸ καὶ ἀστὴρ τὸν ἐπουράνιον δηλοῖ, καὶ ἡ γῆ σὺν τῷ σπηλαίῳ τὸν ἐπίγειον.

Ὁ Εἱρμός

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

 

Ἐξαποστειλάριον. Τοῖς μαθηταῖς συνέλθωμεν.

Δαβιτικῶς ἐξήνθησας, ἐν τῷ οἴκῳ Κυρίου, ὡς φοῖνιξ Πάτερ Ὅσιε, τοὺς καρποὺς τῶν σῶν πόνων, εἰς ἑκατὸν νῦν πληθύνων· ὅθεν νέφος δαιμόνων, τοῖς ὄμβροις τῶν δακρύων σου, Παῦλε μάκαρ βυθίσας, παρὰ Χριστοῦ, γέρα καὶ βραβεῖα νίκης ἐδέξω, καὶ τῶν θαυμάτων πάνσοφε, ἀφθονόπλουτον χάριν

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου