Παρασκευή 29 Ιανουαρίου 2021

ΣΕΠΤΕΜΒΡΙΟΣ 4. ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΘΕΟΔΩΡΟΥ ΧΑΤΖΗ ΑΚΟΛΟΥΘΙΑ

ΣΕΠΤΕΜΒΡΙΟΣ Δ΄!!

ΘΕΟΔΩΡΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΧΑΤΖΗ

ΕΥΡΕΣΙΣ ΛΕΙΨΑΝΩΝ

ΑΚΟΛΟΥΘΙΑ

(Γεωργίου Γαλανοπούλου)

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Ἤστραψεν ὡς ἥλιος, ἐκ γῆς λαγόνων φανέρωσις, τῶν λειψάνων σου Ἅγιε, καὶ τούτων κατάθεσις, σεπτῶς γενομένη, θείας σου ἀνακομιδῆς, ἐκ νήσου Λέσβου ναοῖς μακάριε· καὶ γὰρ σὲ ἐθαυμάστωσε, μετὰ τὸν θάνατον Κύριος, τοῖς πιστῶς αἰτουμένοις σοι, δοῦναι χάριν ἀείῤῥοον.

 

Χαίρει νῦν γενέτειρα, ἐν σοὶ τρισμάκαρ Θεόδωρε, Νεομάρτυς πανένδοξε, ᾗ ἥλιον ὄμμασι, κατεῖδες τὸ πρῶτον, ὅτι λειψάνου σου μερίς, ταύτῃ ἐδόθη ἡ χαριτόβρυτος, ἐκβλύζουσα ἰάματα, τοῖς προσιοῦσι ἀσπάσασθαι, ποθητῶς μετὰ πίστεως, καὶ τιμῆσαί σε ᾄσμασι.

 

Δίδως ἀεὶ χάριν σου, τῶν σῶν λειψάνων πανεύφημε, Νεομάρτυς Θεόδωρε, τοῖς πόθῳ προστρέχουσι, κατασπαζομένοις, μετ’ εὐλαβείας ἐν ναῷ, τῆς Θεοτόκου Τρουλωτῆς κώμης, Πύργων Θερμῆς καὶ λέγουσιν· ὦ ἀριστεῦ παναοίδιμε, τοὺς ὑμνοῦντάς σε λύτρωσαι, ἐκ βελῶν τοῦ ἀλάστορος.

 

Μόθωνος ὁ πάνσεπτος, ναὸς Προδρόμου τὸ σῶμά σου, ὑπὸ γῆν χρόνοις πλείοσι, κατεῖχε Νικόδημος, δ’ ὁ Ἁγιορείτης, βίβλοις ἐγνώρισεν ἡμῖν, καὶ ὅτε ἦλθε καιροῦ τὸ πλήρωμα, μυρίπνοά σου λείψανα, πᾶσιν ἐδόθησαν ἔνδοξε, εἰς χαρὰν τῶν τιμώντων σε, καὶ δαιμόνων φυγάδευσιν.

 

Δόξα. Ἦχος δ΄.

Τῆς σεπτῆς ἀνακομιδῆς τῶν ἱερῶν σου λειψάνων, μνείαν σήμερον ποιούμεθα, Νεομάρτυς Θεόδωρε· καὶ ἀγαλλόμενοι ψυχικῶς, ἐκβοῶμέν σοι πίστει· δώρησαι ἡμῖν Ἀθλητά, τὴν ἀείῤῥυτον τῶν θαυμάτων χάριν, ἣν ἐκ Θεοῦ ἀπείληφας, τῇ τοῦ αἵματος προθύμῳ γνώμῃ ἐκχύσει, πρεσβεύων ἀπαύστως, ὑπὲρ τῶν τιμώντων σε.

 

 

 

 

 

Καὶ νῦν. Θεοτοκίον

Σήμερον ἀγάλλεται, σὺν Σοὶ Παρθένε Θεόδωρος, Νεομάρτυς ὁ ἔνδοξος, ὁ πρὶν ἀρνησίθρησκος, ἀλλὰ μετανοίας, εὑρὼν σωτήριον ὁδόν, ὑπὲρ Υἱοῦ Σου αἷμα ἐξέχεε· διὸ Αὐτὸν δυσώπησον, ὅπως ἐν ὥρᾳ τῆς κρίσεως, παραβλέψῃ τὰ πταίσματα, τῶν πιστῶς ἀνυμνούντων Σε.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ἔφανεν ἐκ τῆς γῆς, τὸ λείψανόν σου Μάρτυς, πιστοὺς νῦν κατατέρπον, καὶ θείας εὐωδίας, τὴν νῆσον Λέσβου ἔπλησε.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Ἡ ἀνακομιδή, τοῦ θείου σου λειψάνου, Θεόδωρε τρισμάκαρ, κατηύγασε χαρίτων, τοὺς πίστει ταύτην μέλποντας.

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Μόθωνος ὁ ναός, κατεῖχε κεκρυμμένον, Θεόδωρε σὸν σκῆνος, τῆς Τρουλωτῆς δ’ ὁ οἶκος, κατέχει νῦν μερίδα σου.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι ὦ Τριάς, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, ἣν προσκυνοῦμεν πίστει, ᾄδοντες τὸν τὸν Τρισάγιον.

 

Καὶ νῦν. Θεοτοκίον

Πρέσβευε Σῷ Υἱῷ, ὦ Μῆτερ τοῦ Ὑψίστου, μετὰ τοῦ Ἀθλοφόρου, τοῖς εὐσεβέσι δοῦναι, τῶν ὀφλημάτων ἄφεσιν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Ὁ ποιμενικὸς αὐλός.

Ἀνακομιδὴν σεπτήν σου πανηγυρίζομεν, θείου λειψάνου, Θεόδωρε σήμερον· καὶ τὰς σὰς χάριτας Ἅγιε ἐξαιτούμεθα, ἃς ἐκβλύζεις τοῖς πίστει, προσερχομένοις σοι· διὸ πρέσβευε θερμῶς τῷ Χριστῷ, Μάρτυς πολύαθλε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ἀνατέταλκε σήμερον, φωτοφόρος πανήγυρις, ἡ ἐκ γῆς λαγόνων θεία φανέρωσις, σεπτοῦ λειψάνου τρισμάκαρος, Χριστοῦ Νεομάρτυρος, Θεοδώρου καὶ ναῷ, Θεοτόκου μετάθεσις, ἀναβλύζοντος, τοῖς πιστοῖς οὐρανίαν καὶ πλουσίαν, χάριν ἔνθεον δοθεῖσαν, παρὰ Θεοῦ τοῦ παντάνακτος.

 

Ἡ γενέτειρα σῶμά σου, Νεομάρτυς ἐδέδεικτο, τάφῳ κρυπτομένῳ καὶ φανερούμενον, καθάπερ ἥλιος σήμερον, πομπῇ λιτανεύουσα, ἐξαστράπτον ἀστραπάς, θεϊκὰς μυριπνόους τε καὶ ἐκβλύζοντα, δωρεὰς ὡς τοῦ Πνεύματος δοχεῖον, σκεῦος εὔχρηστον Δεσπότου, ὑπὲρ χρυσὸν ἀποστίλβοντα.

 

Νῆσος Λέσβου παντάπασα, τὰ σὰ λείψανα δέχεται, νῦν χεῖρας κροτοῦσα καὶ ἀγαλλίασιν, πιστὸς λαὸς εἰσδεξάμενος, ὁπλῖτα μακάριε, θυμιάμασι ναοῖς τοῖς ἁγίοις κατάθεσιν, ποιεῖ πάνδημον, σὺν λαμπάσι καὶ ὕμνοις ἀναπέμπων, τῷ Θεῷ δοξολογίαν, καὶ σοὶ τιμὴν παναοίδιμε.

 

Μνήμην ἄγομεν χαίροντες, οἱ φιλέορτοι Ἅγιε, ἀνακομιδῆς τοῦ σεπτοῦ λειψάνου σου, καὶ σὲ τιμῶμεν ἐν μέλεσι, θεόφρον Θεόδωρε, ἄνθος Πύργων τῆς Θερμῆς, Ὀρθοδόξων ὑπέρμαχε, τὸν κηρύξαντα, παῤῥησίᾳ τὴν πίστιν τοῦ Σωτῆρος, καὶ αἰσχύναντα βελίαρ, τὰ πονηρὰ γεραίροντας.

 

Τοῖς λειψάνοις σου Ἅγιε, μετὰ πόθου ὑμνοῦντές σε, νῦν περιχαρῶς προσπτυσσώμεθα, ψυχαῖς καρδίαις καὶ χείλεσι, καὶ θείαν εἰκόνα σου, καταβρέχωμεν πιστῶς, τοῖς δακρύοις καὶ κλίσεσι, τῶν γονάτων αἰτούμενοι πρεσβείαν, πρὸς Χριστὸν εὐμενεστάτην, σὴν Νεομάρτυς Θεόδωρε.

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον ἐξέλαμψεν ἡμῖν, ἡμέρα πανσεβάσμιος, ἡ τῆς ἀνακομιδῆς τῶν λειψάνων πανήγυρις, τοῦ Νεομάρτυρος Θεοδώρου τοῦ Χατζῆ· δεῦτε οὖν πανευλαβῶς, ὀστέα μυρίπνοα ἀσπασώμεθα, καὶ ᾄσμασιν ἐγκωμιάσωμεν τοῦτον λέγοντες· χαίροις, τῶν Πύργων Θερμῆς θεῖος βλαστός, τῆς νήσου Λέσβου δόξα, καὶ Μυτιλήνης ὀχύρωμα· χαίροις, Ἐκκλησίας Μάρτυς, ὁ ἐν τῷ Ἰωάννου Προδρόμου Μόθωνος ναῷ, ἐπὶ χρόνοις ὑπὸ γῆν κρυπτόμενος· χαίροις, τῶν Ὀρθοδόξων στηριγμός, ἀλλοδόξων ἔλεγχος, δαιμόνων δίστομος ῥομφαία, καὶ εὐσεβῶν σεμνὸν ἐγκαλλώπισμα. Ἀλλ’ ὦ παμμακάριστε Ἀθλοφόρων ὁμότροπε, καὶ Ἀθλητῶν ὁμόσκηνε, χαρίτωσον ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε, τῇ τῶν λειψάνων σου μυρεστικῇ εὐωδίᾳ, καὶ πρέσβευε Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.      

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

 

 

 

 

Λιτή. Ἦχος α΄.

Ἀγαλλιάσθω νῦν ἐν Κυρίῳ φαιδρῶς, ἡ κώμη Πύργων τῆς Θερμῆς, ἐπὶ τῇ ἱερᾷ μετακομιδῇ τοῦ πανσέπτου λειψάνου, τοῦ πολυάθλου Νεομάρτυρος. Ἰδοὺ γὰρ τοῦτο προτίθεται, πρὸς ἀσπασμὸν παρὰ τῶν πιστῶν, ἐν τῷ ναῷ τοῦ Ἀθλοφόρου, μετανεχθὲν εὐλαβῶς, ἐκ τοῦ ναοῦ τῆς Τρουλωτῆς, τῆς Θεομήτορος· διὸ αὐτῷ περιχαρῶς βοήσωμεν, τῶν φιλεόρτων αἱ χορείαι, ἑορτὴν συστησάμεναι· ἁγίασον ἡμᾶς τοὺς ὑμνοῦντάς σε, τῇ θείᾳ χάριτί σου, καὶ ταῖς τῶν θαυμάτων σου πλουσίαις δωρεαῖς, Θεόδωρε πανένδοξε.

 

Τέρπου σήμερον καὶ χόρευε, ἡ ἁγιοτόκος νῆσος Λέσβος, τιμῶσα πανδήμως τὰ θεῖα λείψανα, τοῦ Ἁγίου Νεομάρτυρος· ἐν γὰρ τῷ ταπεινῷ αὐτοῦ ναῷ, θήκη πολυτίμητος μετενεχθεῖσα, μερίδας τούτων φέρουσα, θεοβράβευτον χάριν, ἐπιδαψιλεύει τοῖς πιστῶς κατασπαζομένοις ταῦτα· ὅθεν ποθητῶς, τῷ ἀγωνοθέτῃ ἀριστεῖ Ἀθλοφόρῳ, προσπέσωμεν λέγοντες· αἴτησαι ἡμῖν τοῦ δοῦναι ἱλασμόν, ταῖς εὐπροσδέκτοις πρεσβείαις σου, πρὸς τὸν φιλάνθρωπον Θεόν, Θεόδωρε παμμακάριστε.

 

Δόξα. Ἦχος β΄.

Τὴν παρὰ Θεοῦ δοθεῖσάν σοι χάριν, τοῖς μυριστικοῖς σου λειψάνοις κατάπεμψον ἡμῖν παναοίδιμε, τοῖς τιμῶσιν ἱερῶς, τὴν ἀνάμνησιν τῆς ἑορτῆς, τῆς σεπτῆς ἀνακομιδῆς σου, καὶ καταθέσεως αὐτῶν, καὶ σὲ ᾀσματικῶς γεραίρουσι, Νεομάρτυς κράζοντας· ῥῦσαι ἡμᾶς ἐκ κακοδόξων αἱρέσεων, βλάβης τοῦ δολίου πτερνιστοῦ, ἐχθρῶν ἀπειλῆς καὶ ἁλώσεως, καὶ ἀξίωσον καθορᾶν, τὸ ἀμήχανον κάλλος, καὶ τὴν γλυκύτητα τοῦ προσώπου τοῦ Θεοῦ, δωρουμένου τοῖς πᾶσι, τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον

Ὡς ὑψηλοτέρα ὑπάρχουσα τῶν οὐρανῶν Θεοτόκε, καὶ ἀνωτέρα τῶν Χερουβείμ, καὶ πασῶν τῶν Ἀσωμάτων Τάξεων, ἀσπόρως Θεὸν Λόγον τέτοκας· Ὃν ἱκέτευε ἀπαύστως, ἰσχυραῖς μητρικαῖς Σου παρακλήσεσι, πιστοὺς ἀπήμονας τηρεῖν, ἐκ βλάβης τοῦ ἀλλοτρίου, καὶ ἡμῖν δοῦναι ἔλεος.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Κώμη λαμπρὰ τῶν Πύργων Θερμῆς ἐν σοὶ σεμνύνεται, τρισμάκαρ Θεόδωρε, καὶ Λέσβος ἀγαλλιᾶται, καὶ συγχορεύει φαιδρῶς, Μυτιλήνης πόλις ἡ περίδοξος· πιστῶν δ’ ἡ ὁμήγυρις, ἐν ναῷ σου προσέρχεται, τιμὴν διδοῦσα, εὐλαβῶς τοῖς λειψάνοις σου, καὶ τοῖς ἄσμασι, μεγαλύνει σε κράζουσα· πάρεσο πρέσβυς ἔνθερμος, ἡμῶν πρὸς Δεσπότην σου, ὡς παῤῥησίαν μεγάλην, ἔχεις Αὐτῷ παμμακάριστε, καὶ δώρησαι χάριν, τοῖς ἀσπαζομένοις πόθῳ, σὰ Μάρτυς λείψανα.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Ὤφθη ἐκ τῶν λαγόνων τῆς γῆς, τὸ κεκρυμμένον ἑκατὸν ὀγδοήκοντα, τρισσίν τε χρόνοις σου σῶμα, ἐν Μόθωνος τῷ Ναῷ, πρὸς τιμὴν Προδρόμου, Μάρτυς ἔνδοξε· καὶ πάντας κατηύφρανε, καὶ χαρὰν ἐδωρήσατο. ἁπάσῃ Λέσβῳ, μερὶς τούτου ἐδόθη γε, εὐλογίας χάριν, τῇ πατρίδι σου· ὅθεν πιστῶς προσπίπτομεν, αὐτῷ ἀσπαζόμενοι, ἐν Τρουλωτῆς θείῳ οἴκῳ, καὶ σὲ ὑμνοῦμεν μελίσμασι, Χριστοῦ Ἀθλοφόρε, ἐξαιτούμενοι πρεσβείαν, τὴν σὴν πρὸς εὔσπλαγχνον.

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Φύλαξ τῆς κώμης Πύργων Θερμῆς, πέλεις Θεόδωρε Χατζῆ τρισμακάριστε, τὸ κλέος τῶν Χριστωνύμων, Ἑλλήνων ὁ ἀρωγός, εὐσεβούντων πάντων τὸ κραταίωμα· διὸ τῷ ἁγίῳ σου, νῦν ναῷ εἰσιέμεθα, λείψανα θεῖα, ἀσπαζόμενοι χαίροντες, τὰ μετενεχθέντα, ὧδε πρότερον, βρύζοντα χάριν ἄφθονον, τὰ νόσους διώκοντα, καὶ πειρασμοὺς ψυχολέθρους, καὶ τοὺς πιστοὺς ἁγιάζοντα, οὓς φρούρει καὶ σκέπε, τόνδε δ’ ἱερόν σου οἴκον, τήρει ἀσάλευτον.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ἰδού, ἐξέλαμψε σήμερον, φωτοφόρος ἡμέρα, ἡ τοῦ εὐκλεοῦς Θεοδώρου τοῦ Χατζῆ, μνεία τῆς λειψάνων ἀνακομιδῆς, ἐκ τοῦ ναοῦ Ἰωάννου τοῦ Προδρόμου, κειμένου ἐν τῇ θέσει Μόθωνι, καὶ μετένεξις μερίδος, εἰς τὴν γενέθλιον τούτου κώμη, τῶν Πύργων τῆς Θερμῆς· διὸ φιλέορτοι, ἑορτὴν συστησάμενοι, σπουδάσωμεν εὐλαβῶς, ἐν τῷ Οἴκῳ Τρουλωτῆς τῆς Θεοτόκου, κατασπασθῆναι ταῦτα, καὶ βοῆσαι τῷ Νεομάρτυρι· χαίροις, Χριστοῦ λαμπρὲ ἀριστεῦ, ὁ τοῖς φρικτοῖς σου παθήμασι, τὸν σὸν Δεσπότην ἐμιμήσω· χαίροις, Ἀθλητὰ καλλίνικε, ὁ ἐν Μυτιλήνῃ ἐκχύσας ἑκουσίως τὸ αἷμά σου, ὑπὲρ τῆς πίστεως, ἣν θυμῷ ποτὲ ἠρνήθης· χαίροις, ὁ τοῖς τιμίοις λειψάνοις σου, καταρδεύων πιστοῖς τὰς χάριτας, φρουρῶν Ἑλλήνων τὸ γένος, καὶ τοῖς ἐκ πόθου σὲ μεγαλύνουσι, βραβεύεις πλουσίως, ἁγιασμὸν καὶ εὐλογίαν· πρέσβευε οὖν, πρὸς Θεὸν τὸν φιλάνθρωπον, δωρηθῆναι εἰρήνην τῇ οἰκουμένῃ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

 

 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Ὁ ποιμενικὸς αὐλός.

Ἀνακομιδὴν σεπτήν σου πανηγυρίζομεν, θείου λειψάνου, Θεόδωρε σήμερον· καὶ τὰς σὰς χάριτας Ἅγιε ἐξαιτούμεθα, ἃς ἐκβλύζεις τοῖς πίστει, προσερχομένοις σοι· διὸ πρέσβευε θερμῶς τῷ Χριστῷ, Μάρτυς πολύαθλε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴ α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ὀστέα σου σεπτά, τὰ ἀνακομισθέντα, τιμῶμέν σου πιστῶς, Νεομάρτυς Κυρίου, Θεόδωρε ἔνδοξε, Ἀθλοφόρε καλλίνικε, ἐξαιτούμενοι σὴν θείαν χάριν πλουσίως, ἵνα λάβομεν, ἰσχὺν κατὰ τῶν δαιμόνων, Σταυρῷ ὁπλιζόμενοι.

Δόξα.

Ἐκ Μόθωνος Ναῷ, τοῦ Προδρόμου ἐξῆλθεν, ὡς ὄρθρος φαεινός, τῶν λειψάνων σου θήκη, μυρίπνοος Ἅγιε, Νεομάρτυς Θεόδωρε, τούτων δὲ μερίς, τῇ γενεθλίᾳ σου κώμῃ, Πύργων τῆς Θερμῆς, μετήχθη ὅπως ἐν πίστει, λαὸς ἁγιάζηται

Καὶ νῦν. Θεοτοκίον.

Ἀγγέλων γλυκασμός, καὶ παρθένων ἡ δόξα, πιστῶν ἡ χαρμονή, καὶ ἀντίληψις πάντων, Σὺ εἶ Μητροπάρθενε, Θεοῦ Λόγον ἡ τέξασα· δέξαι δέησιν, τῆς ταπεινῆς μου καρδίας, καὶ μεσίτευε, ἀεὶ ὡς Μήτηρ Υἱῷ Σου, παθῶν λυτρωθῆναί με.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἡμέρα ἐξήστραψε σεπτῆς ἀνακομιδῆς, λειψάνων φανέρωσις συστῆσαι μνήμην ἡμᾶς, καλοῦσα ἑόρτιον, δοῦναι τῷ Θεοδώρῳ, ᾄσμασι μελιῤῥύτοις, ἃ εὐλαβῶς τιμῶμεν, ἀσπαζόμενοι ταῦτα, καὶ χάριν αἰτούμεθα πιστῶς, οἱ φιλομάρτυρες.

Δόξα.

Ἀνάμνησιν ἄγομεν τὴν σήμερον οἱ πιστοί, ἡμέρα πανεύσημον ἐν οἴκῳ Πύργων Θερμῆς, μερίδος κατάθεσιν, Κόρης ἀειπαρθένου, ἱερῶν σου λειψάνων, ἵνα καθαγιάσῃς, σὴν γενέτειρα κώμην, Θεόδωρε Ἀθλοφόρε, ἡμῶν θεῖον καύχημα.

Καὶ νῦν. Θεοτοκίον.

Μαρία Θεόνυμφε Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, πιστῶν καταφύγιον ἀπεγνωσμένων ελπίς, νοσούντων ἀνόρθωσις· δίδου πιστοῖς Σὴν χάριν, καὶ λαὸν σκέπε φρούρει, ἴασαι ἀσθενοῦντας, καὶ παράσχου εἰρήνην, Υἱόν Σου δυσωποῦσα θερμῶς, γεένης ῥύσασθαι.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Τῶν ἱερῶν τοῦ Θεοδώρου λειψάνων, ἄγομεν μνείαν νῦν ἀνακομιδῆς του, καὶ ἀσπαζόμενοι αὐτά, βοῶμεν πιστῶς· βράβευσον σὴν χάριν Ἅγιε, Ὀρθοδόξοις Χριστιανοῖς, καὶ σατᾶν ἐκλύτρωσαι, δολοπλόκων παγίδων, τοὺς προσιόντας πόθῳ καὶ τὴν σήν, ἐπιτελοῦντας φωσφόρον πανήγυριν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσωμεν λαλεῖν Παναγία, εὐεργεσίας Σου πιστῶς οἱ ἀχάριστοις, καὶ Σὲ ψαλμοῖς οὐ παύσωμεν δοξάζειν ἀεί, ὅτι γένος ἠλευθέρωσας, τῶν ἀνθρώπων τοῦ πονηροῦ, ἐν γαστρὶ κυήσασα τὸν Θεὸν καὶ Δεσπότην, Ἀδαμιαίου θρήνου καὶ φθορᾶς, Ὃν ἐκδυσώπει λυτρώσασθαι δούλους Σου.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον μαρτυρικόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ἐξεχύθη ἡ χάρις τῶν λειψάνων σου, Μάρτυς Κυρίου, καὶ κατηύγασε τὰς καρδίας τῶν πιστῶν, τῇ μυρεστικῇ αὐτῶν εὐωδίᾳ, ἐπὶ τῇ σεπτῇ ἀνακομιδῇ, μεταθέσει καὶ καταθέσει· διὸ χαρμοσύνως ἄγοντες ἑόρτιον μνήμην, εἰλικρινῶς κατασπαζόμεθα, τὴν μερίδα τῶν ὀστέων σου, συμφώνως βοῶντες· αἴτησαι ταῖς πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, εὐπροσδέκτοις σου Θεόδωρε πρεσβείαις, εἰρήνην ταῖς ψυχαῖς τῶν τιμώντων σε, καὶ τὸ μέγα ἔλεος.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον, ἐν δὲ τῇ η΄ καὶ θ΄ ᾠδῇ: Γεωργίου.

ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιᾶ.

νάμνησιν ἄγομεν πιστοί, πνευματικῶς εὐφραινόμενοι σήμερον, θείας ἀνακομιδῆς, τῶν ἱερῶν σου λειψάνων Θεόδωρε, σὺν τῇ μεταθέσει αὐτῶν, μερῖδος εἰς κώμην σου.

Βροτῶν γένος χαίρει ποθητῶς, τῇ φανερώσει τῶν θείων λειψάνων σου, Μάρτυς παναοίδιμε, Πύργων Θερμῆς γαλακτότροφον βλάστημα, ὅτι ὡς ἡλίου, ἀκτὶς ἐκ γῆς νῦν ἀνέτειλαν.

Γραφαῖς ὁ Νικόδημος Πατήρ, τόπον ταφῆς ὦ Θεόδωρε ἔδειξε, Μόθωνος ναὸν σεπτόν, τοῦ Βαπτιστοῦ ὑποχθονίως θέμενον· ἀλλ’ ἰδοὺ εἰς δόμον οἰκεῖς, στεῤῥὲ τῆς πατρίδος σου.

Θεοτοκίον

Δοχεῖον τοῦ Πνεύματος ἁγνή, ἁμαρτιῶν καθαρθεῖσα γεγένησαι, ὅτε κατεσκήνωσεν, ἐν Σῇ γαστρί, Λόγος Θεοῦ ὁ ἄχρονος, σάρκα προσλαβὼν χρονικῶς, ἑκὼν δ’ ἐνηνθρώπησεν.

 

ᾨδὴ γ΄. Ὁ μόνος εἰδώς.

ώρων ἀπόγονοι σεπτήν, λειψάνου σου επάνοδον, εἰς τὴν σὴν κώμην καὶ ἀνεκραύγαζον· Θεόδωρε ὧδε ἥκεις ἔνδοξε, ἐν οστέοις, ᾤκησον Τρουλωτῆς εἰς ἄτρωτον, Θεοτόκου ναὸν καλῶς Ἅγιε.

Ζῶν Μάρτυς ἐδόξασας Χριστόν, ὁμολογίᾳ πίστεως, ὡς ἀριστεὺς στεῤῥὸς καὶ ἀήττητος· ἐδόξασέ σε δ’ ἀντίδος Κύριος, μετὰ πότμον, χάριτος πλουτισμόν μακάριε, ὃν ἡμῖν τάχει, δίδως τοῖς θαύμασι.

λίου τῆς δόξης ἀστραπαί, οἱ λόγοι σου κατέπληξαν, Ἀγαρηνῶν ἀπίστων το ἄθροισμα, τῶν δὲ λειψάνων σου Μάρτυς θαύματα, οὐ μετρῶνται· ὅθεν σοὶ βοῶμεν Θεόδωρε· τὴν σὴν χάριν, δὸς πᾶσιν ἀδάπανον.

Θεοτοκίον.

Θεὸν Ὃν συνέλαβες γαστρί, ἐλεύσει τῇ τοῦ Πνεύματος, τοῦ παναγίου ἄχραντε τέτοκας, τηρήσασα παρθενίαν ἄφθορον, ὡς ἡ Βάτος, ἄφλεκτος καιομένη ἔμεινε, δεξαμένη Σὺ πῦρ τῆς Θεότητος.

 

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ἡ Λέσβος ἅπασα, σήμερον δέχεται, ἅγια λείψανα, τὰ θαυματόβρυτα, τοῦ Νεομάρτυρος Χριστοῦ, ἐκ γῆς ἀνακομισθέντα· καὶ τιμᾶ κατάθεσιν, καὶ μετάθεσιν πάντιμον, λαὸς Τρουλωτῆς ναῷ, Θεοτόκου μερίδος τῶν, μετὰ θυμιαμάτων καὶ ὕμνων, ᾄδων τὸ Πύργων Θερμῆς τέκνον.

Δόξα.

Τὰ χαριτόβρυτα, καὶ θεῖα λείψανα, κατασπασώμεθα, πάντες φιλέορτοι, τοῦ Θεοδώρου Ἀθλητοῦ, ἐν Λέσβῳ ἁγιοτόκῳ, ἅπερ κατετέθησαν, ἐν ναοῖς καὶ βοήσωμεν· ῥῦσαι περιστάσεων, τοὺς τιμῶντάς σε Ἅγιε, καὶ ἐκ προβατοσχήμου λύκου, φρούρει ἡμᾶς ἀεὶ ἀτρώτους.

Καὶ νῦν. Θεοτοκίον.

Θεοῦ ἀπόῤῥητον, βουλὴν ὡς ἤγγειλε, Σὲ παναμώμητε, ὁ Ἀρχιστράτηγος, σεμνοπρεπῶς ἔφης αὐτῷ· ἰδοὺ ἡ δούλη Κυρίου· ὥσπερ εἶπας γένοιτο, ὑπακούω τῷ Πλάστῃ μου, ἅμα κατεσκήνωσε, Σῇ γαστρὶ ὁ ὑπέρθεος, Ἀδὰμ γένος φθορᾶς ἵνα σώσῃ· ὅθεν ὑμνοῦμέν Σε Παρθένε.

 

 

 

 

ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι τῇ θείᾳ.

δετε τὰ λείψανα πιστοί, καὶ εὐφράνθητε, τοῦ Θεοδώρου ἐν ναῷ, κατατεθέντα εὐλαβῶς, ὡς θεῖον θησαύρισμα, τὰ θαυμαστῶς, πληθὺν ἰάσεων βλύζοντα, καὶ θεραπείαν παθῶν ἐπομβρίζοντα.

Κήδει νῦν ὦ Μάρτυς καὶ ἡμᾶς, μετὰ θάνατον, εὐεργετεῖν μυρεστικῶς, τῇ τῶν λειψάνων σου σορῷ, δωρούμενος χάριτας, τὰς μυστικάς· διὸ τιμῶμέν Σου Ἅγιε, τὴν ἐμφανῆ τοῦ σοῦ σκήνους φανέρωσιν.

Λύπην ἀποθέσατε μακράν, οἱ φιλέορτοι, ὁρῶντες θήκην ἱεράν, τοῦ Νεομάρτυρος Χριστοῦ, ἐκ γῆς ἀναλάμψασαν, ὡς ἀστραπή, καὶ εἰς τὴν κώμην μερὶς τούτων, Πύργων Θερμῆς, τηλαυγῶς περιήστραψε.

 Θεοτοκίον.

Μήτηρ παρθενεύουσα ὡς πρίν, Κόρη γέγονας, τεκοῦσα Λόγον τοῦ Θεοῦ, ἄνευ ὠδίνων μητρικῶν, Ἀδὰμ ἐκλυτρώσαντα, Εὔαν τ’ ἀρᾶς, θανατώσαντα τὸν θάνατον, ξύλῳ Σταυροῦ, καὶ τὸν ἅδην νεκρώσαντα.

 

ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.

Νεκρωθέντος σου τρισμάκαρ, ὑπὸ τὴν γῆν χρόνοις πολλοῖς, ἐν τῷ τάφῳ Ἀθλοφόρε, τὸ σῶμά σου ἔμεινεν, ὃ ἀνεκομίσθη καὶ φωτός, πληρώσαντος σῇ νήσῳ, εἰς Μυτιλήνην ἠγάγετο.

Ξενοχόδος ἦσθα οἴκῳ, ὁδοιπορούντων ἀριθμοῦ, καὶ πλεόντων ὅτε ἔζεις, ὢν πᾶσι φιλάδελφος, ὡς μιμητὴς μάκαρ Ἰησοῦ, καὶ νῦν ξενοδοχεῖται, θείῳ ναῷ, τὸ σὸν λείψανον.

κηρύξας Χριστοῦ πίστιν, μετὰ παῤῥησίας ἐχθροῖς, καὶ ἀθλήσας ἐν βασάνοις, ἀγχόνῃ λιπὼν βίον, σῶν λειψάνων δώρησαι σοφέ, Θεοῦ πλουσίαν χάριν, τοῖς ὀρθοδόξως ὑμνοῦσί σε.

Θεοτοκίον.

Παναγία τὰς αἰτήσεις, πλήρου αἰτουμένων πιστῶς, καὶ δυσώπει τὸν Υἱόν Σου, τοῖς πᾶσι δῷ ἔλεος, ὅταν ἔλθῃ κρῖναι ὡς Κριτής, ἡμῶν τὰς ἁμαρτίας, ὦ εὐσυμπάθητε Δέσποινα.

 

ᾨδὴ στ΄. Ἐκύκλωσεν ἡμᾶς ἔσχατη ἄβυσσος.

ωννύμενοι τῇ σῶν λειψάνων χάριτι, βοῶμέν σοι Θεόδωρε, ἀσπαζόμενοι τοῖς χείλεσιν αὐτά· ῥῦσαι πάσης βλάβης, τὸν πιστὸν λαόν, σὺ γὰρ θερμὴν τὴν παῤῥησίαν, ἔχεις πρὸς Κύριον.

Σπουδάσωμεν ταχὺ πρὸς οἶκον ἅγιον, ἐκ πόθου ἀσπαζόμενοι, χαριτόβρυτα μυρίπνοα ὀστᾶ, θείου Ἀθλοφόρου, Χριστοῦ Ἀθλητοῦ, ἐν τῷ ναῷ τῆς Θεοτόκου, πάντες φιλέορτοι.

Τὰ λείψανα τοῦ Θεοδώρου σήμερον, ἐκ τάφου ἐξανέτειλαν, καὶ εἰς πόλιν Μυτιλήνης ἱερῶς, μετακομισθέντα πρὸς ἁγιασμόν, χαρᾶς ἀφάτου λαὸν Λέσβου, ἅπαντα ἔπλησαν.

Θεοτοκίον.

μνοῦμέν Σε πιστῶς Παρθένε ἄνασσα, τὸ γένος το ἀνθρώπινον, τὴν Ἐδὲμ ἀπολάβοντες διὰ Σοῦ, ἣν διὰ παράβασιν ὠλέσαμεν· Σὺ γὰρ σαρκί, τὸν Θεοῦ Λόγον ἐκυοφόρησας

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Θεοδώρου εὔχαρις, λαμπρὰ ἡμέρα, αὖθις ἀνατέταλκε, λειψάνων ἀνακομιδῆς· ὅθεν αὐτὰ ἀσπασώμεθα, χάριν πλουσίαν, πιστοὶ ἀρυόμενοι.

Ὁ οἶκος.

Ἐν τῷ ταπεινῷ τοῦ Μόθωνος ναῷ Ἰωάννου τοῦ Προδρόμου, τῆς ἐνορίας τῆς Ζωοδόχου Πηγῆς Βαρειᾶς, ἐπὶ χρόνοις τῆς δουλείας τῶν ἐκ τῆς Ἄγαρ, ἐτάφη ὑπὸ Χριστιανῶν τὸ ἀθλητικὸν σῶμα τοῦ Νεομάρτυρος Θεοδώρου τοῦ Χατζῆ, ὡς καὶ ὁ Νάξιος θεῖος Νικόδημος, τὸ τοῦ Ἄθωνος συγγραφικὸν μέγιστον κλέος ἐγγέγραπτο, καὶ πλεῖστοι ἕτεροι. Τοῦτο τὴν σήμερον ἡμέραν ἀνεκομίσθη ἱερῶς, ὑπὸ τοῦ ποιμενάρχου τῆς Μυτιλήνης Ἰακώβου, καὶ μερὶς τούτου μετεκομίσθη τοῖς ὑστέροις καιροῖς, εἰς τὴν γενέθλιον κώμην τοῦ Ἀθλοφόρου τῶν Πύργων τῆς Θερμῆς, ἧς μνείαν ὡσαύτως ποιούμεθα. Προστρέξωμεν οὖν περιχαρῶς, καὶ πόθῳ ἀσπασώμεθα τὰς μερίδας τῶν λειψάνων του, ἐν τῷ ἀρχαιοτάτῳ ναῷ τῆς Θεοτόκου τῆς Τρουλωτῆς, καὶ ἀλλαχοῦ ἐν τῇ νήσῳ Λέσβῳ, ἔνθα κεῖνται ὡς ὄλβος πολυτίμητος, χάριν πλουσίαν πιστοὶ ἀρυόμενοι.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Δ' τοῦ αὐτοῦ μηνός, ἡ εὕρεσις τοῦ λειψάνου τοῦ Ἁγίου Νεομάρτυρος Θεοδώρουν τοῦ Μυτιληναίου, ἐν ἔτει 1967.

Ἐκ λαγόνων γῆς, ἱερῶς ἀνεγάνη,

ἡ σὴ νῦν σορὸς λειψάνων, Νεομάρτυς.

Τετάρτῃ, Θεοδώρου μυρίπνοα ὀστέα, Μόθωνι ἐξῆλθον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Προφήτου Μωϋσέως τοῦ Θεόπτου

Οὐκ ἐκ πέτρας νῦν, ουδ᾿ ὀπισθίων μέρει,

Μωσῆ θεωρεῖς, ἀλλ᾿ ὅλον Θεὸν βλέπεις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, Ἐπισκόπου Ἀντιοχείας τῆς μεγάλης, καὶ τῶν σὺν αὐτῷ Ἁγίων τριῶν παίδων Ἀμμωνίου, Δονάτου καὶ Φαῦστου, οἳ διὰ ξίφους ἐτελειώθησαν.

Ὁ Χριστὸν αὐτὸν Bαβύλας θύων πάλαι,

Χριστῷ προθύμως θύεται διὰ ξίφους.

Ὑπὲρ μεγίστου Δεσπότου Θεοῦ Λόγου,

τρέχουσι θερμῶς πρὸς ξίφος τὰ παιδία.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Βαβύλας, ὁ διδάσκαλος ἐν Νικομηδείᾳ καὶ οἱ Ὀγδοήκοντα Τέσσαρσι Μαθητῶν αὐτοῦ, ξίφει τελειοῦνται.

Μαθήσεώς σοι μισθὸς ἐκ τῶν παιδίων,

Βαβύλα θεῖε τῆς τομῆς κοινωνία.

Αῖνον προσῆξαν τῷ Θεῷ παῖδες πάλαι,

οἱ νῦν δὲ παῖδες τὰς ψυχὰς αὐτῶν ξίφει.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ἑρμιόνης, θυγάτηρ τοῦ Ἀποστόλου Φιλίππου τοῦ Διακόνου

Χωρεῖς πρὸς αὐτοὺς οὐρανοὺς Ἑρμιόνη,

Ἑρμαῖον εὑρηκυῖα τὴν σωτηρίαν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Θεότιμος καὶ Θεόδουλος, οἱ δήμιοι, ἐν εἰρήνῃ τελειοῦνται.

Θεότιμος τέθνηκε σὺν Θεοδούλῳ,

τιμὴν σὺν αὐτῷ δουλικὴν δοὺς Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ἱερουσαλήμ, καὶ τῶν τριῶν τέκνων αὐτῆς Κεγούρου, Σεκενδίνου καὶ Σεκένδου τῶν Μαρτύρων

Πόλον Ἱερουσαλὴμ ἄνω σὺν τέκνοις,

ᾤκησε Παύλου τὴν ἐπώνυμον πόλιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Κεντυρίωνος, Θεοδώρου, Ἀμμιανοῦ, Ἰουλιανοῦ καὶ Ὠκεανοῦ

Ὁ Κεντυρίων πῦρ πόθου θείου πνέων,

ψυχὴν προθύμως εἰς τὸ πῦρ ἀποπνέει.

Τριττοῖς ἀθληταῖς, ἡ πυρὰ κλῖμαξ ξένη,

δι' ἧς ἀνῆλθον οὐρανοῦ πρὸς τὸ πλάτος.

 

Τῇ αὐτῇ, ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πετρωνίου, Χαριτίνης, Ζαρβήλου (ἢ Σαρβήλου), Θαθουήλ, καὶ Βεβαίας.

Ὑπῆρχε Χριστὸς τῷ Πετρωνίῳ πέτρα,

ἀνωτέρῳ μένοντι πειρασμῶν βίας.

Ὅπερ δι’ ἐυχῆς εἶχε σαρκὸς τὴν λύσιν,

ἰδοὺ δι’ εὐχῆς λαμβάνει Χαριτίνη.

Τμηθέντες ἄμφω Θαθουὴλ καὶ Βεβαία,

Ζωὴν βεβαίαν εὗρον ἀντ᾿ ἐψευσμένης.

Βέβηλον ὁ Ζάρβηλος οὐ σέβων σέβας,

ἀνδρῶν βεβήλων χερσὶ βάλλεται λίθοις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Τριῶν Χιλιάδων Ἑξακοσίων Εἰκοσιοκτὼ Μαρτύρων τῶν ἐν Νικομηδείᾳ

Ἑξακοσίους Χριστὲ καὶ τρισχιλίους,

σὺν συνάθλοις ἥνωσας Ἀγγέλοις ἄνω

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνθίμου τοῦ ἐν Κεφαλληνίᾳ

Ἄνθιμος ἀνθήσας ἐν οἴκῳ Κυρίου,

ἀνθεῖ θαυμάτων τὴν μυρίπνοον χάριν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Γεωργίου τουπικλῆν Καρασταμάτη, ἐξ Ἁγίας Παρασκευής Κρήνης Μικρᾶς Ἀσίας. 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Σὲ νοητήν.

Φῶς αἰσθητόν, τοῦ ἡλίου σήμερον, οὐχ’ ὑπερήλαμψεν ἡμῖν, ἐβόα Λέσβου ὁ λαός, ὅτι ὁ Θεόδωρος, τάφῳ ἐξανέτειλε, καὶ τῶν σεπτῶν περιήστραψε, λειψάνων του ὡς ἀκτῖνες, ἡ λάρναξ μύροις εὔοσμος.

Χαῖρε στεῤῥέ, ἀπολαύων δόξης σου, τοῖς σοῖς λειψάνοις οἱ πιστοί, κάτοικοι Πύργων τῆς Θερμῆς, σὲ ὑποδεχόμενοι, Μάρτυς ἀνεκραύγαζον, ἐν τῷ ναῷ κατατέθοντες, τῆς Θεοτόκου μερίδα, τοῦ σοῦ θείου σκήνωματος.

Ψυχοφελής, Νεομάρτυς δέδειξαι, ὅτι αἱμάτων τοῖς κρουνοῖς, καταρδεύσας φρένας βροτῶν, νῦν λειψάνων χάριτι, θαύματα ἰάσεων, τοῖς ἀσθενοῦσι καὶ κάμνουσιν, ἐπιδαψιλεύεις τάχει, καὶ ῥύει πάντας θλίψεων.

Θεοτοκίον.

ἀληθῆ, τῆ τρυφῆς Παράδεισε, ἀποκύησασα Ζωῆς, ἐνυποστάτου ἀρχηγόν, Μῆτερ προαιώνιον, Λόγον τὸν συνάναρχον, μετὰ Πατρός τε καὶ Πνεύματος, τὸν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

 

ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες.

Γλυκυτάτης μέθης ἐμπλησθείς, ὁ Χριστώνυμος δῆμος, τὰ σὰ λείψανα τρισμάκαρ, ᾠδαῖς θείαις ἀνυμνεῖ, σὴν χάριν αἰτούμενος· εὐλογεῖτε τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, κραυγάζων εἰς αἰῶνας.

ν καμίνῳ παῖδας εὐσεβεῖς, ὦ Θεὲ ἐλυτρώσω, τὴν φλόγα τρέπων εἰς δρόσον, καὶ ἐν τάφῳ ὡς χρυσοῦν, κατέκρυψας σκήνωμα, Θεοδώρου χάριν μετατιθεμένου, τοῖς πᾶσι δωρουμένου, καὶ νῦν τιμωμένου, μερίσι μερισθέντος

ς κατεῖδε λείψανα τὰ σά, λαὸς μετ’ εὐφροσύνης, ἠγαλλιάσατο πάνυ, καὶ χαρᾶς πεπληρωθείς, ἐβόησε λέγων σοι· Ἀθλοφόρε χάριν, παράσχου τοῖς πίστει, ὀστέα σου τιμῶντας, καὶ ἀσπαζομένους, εἰς νόσων ἰατρείαν.

Θεοτοκίον.

υσαμένη γένος τῶν βροτῶν, Σὲ ὑμνοῦμεν Παρθένε, καὶ Τόκον Σου προσκυνοῦμεν, Ὃν ἀσπόρως ἐν γαστρί, ἐδέξω καὶ τέτοκας, Βασιλέα πάσης τῆς κτίσεως μόνον, λυτρούμενον τοὺς πίστει, ἀνυμνολογοῦντας, Αὐτὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τῦπον τῆς ἁγνῆς λοχείας σου.

Γλῶσσα ἐξειπεῖν οὐ δύναται, τοῦ Θεοδώρου ἄθλους, θαύματα ἄμετρα, ὑπὲρ τὴν πληθύν, ψάμμου θαλάσσης καὶ ἄστρων τε, ἃ λειψάνων μερίδες ἐκβλύζουσι· ταῦτα τοῦ Αθλοφόρου, πανευλαβῶς λαὸς ἀσπάζεται.

λεως γενοῦ Θεόδωρε, δυσωπῶν μεθ’ Ἁγίων, τὸν πολυεύσπλαγχνον, τῶν παναληθῶς, περιχαρῶς ἀνυμνούντων σε, καὶ τὰ λείψανα τιμώντων σου, μνήμην δὲ σεβασμίαν, μακαριζόντων παναοίδιμε.

λην πρὸς Θεὸν διάνοιαν, ἐν τῇ ἀθλήσει ἔχων, Πλάστην ἐδόξασας, ἀντιδοξασθείς, καὶ δαψιλῶς ἐπιβάβρευσον, δωρεὰς σῶν λειψάνων νῦν ἔνδοξε, χάριτος καὶ εἰρήνης, τοῖς ὀρθοδόξως ἀνυμνοῦσί σε.

Θεοτοκίον.

ψωσον Υἱῷ τὰς χεῖράς Σου, ὑπὲρ ἡμῶν παρθένε, Ὃν ἀπεκύησας, ὡς Μήτηρ Αὐτοῦ, τὴν σωτηρίαν δωρήσασθαι, μετανοίας τὰς τρίβους δεικνύουσα, σὺν θείαις Θεοδώρου, θερμαῖς πρεσβείαις καὶ ἐντεύξεσι.

 

Ἐξαποστειλάριον. Ἦχος δ΄. Γυναῖκες ἀκουτίσθητε.

Ἡμέρα πανηγύρεως, ἰδοὺ ἡμῖν ἐπέφανε, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, ἀξιοχρέως τιμῶντες, τὴν μνείαν ἀνακομιδῆς, λειψάνων σου Θεόδωρε, ἃ πόθῳ ἀσπαζόμεθα, αὐτῶν λαμβάνοντες χάριν, ἁγιασμὸν τ’ εὐλογίαν.

Ἕτερον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τῆς ἀνακομιδῆς σου, ἄγομεν μνήμην ἱεράν, λειψάνων Μάρτυς Κυρίου, κατασπαζόμενοι πιστῶς, καὶ σαῖς λιταῖς ἐκζητοῦμεν, Θεόδωρε πρὸς Δεσπότην.

Ἕτερον. Ὅμοιον.

Σὺν Μωϋσῇ τῷ Θεόπτῃ, Βαβύλᾳ τῷ ὀνομαστῷ, τῇ ἰατρῷ Ἑρμιόνῃ, τὸν πανευΐλατον Θεόν, ἱκέτευε Νεομάρτυς, δοῦναι ἡμῖν παθῶν λύσιν.

Θεοτοκίον.

Σκέπε Παρθένε ἀπαύστως, τοὺς ἀνυμνοῦντας εὐλαβῶς, τὴν ἱεράν Σου εἰκόνα, ἐν τῷ ἁγίῳ Σου ναῷ, καὶ εὔχου μονογενῇ Σου, δοῦναι πιστοῖς σωτηρίαν.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Τὸ αἰσθητὸν κρύπτει φῶς του, σήμερον ἥλιος, καὶ ἀνατέλλει ὄρθρος, λαμπροτάτης ἡμέρας, λειψάνων σου ἡ φανέρωσις ὑπὸ γῆν, Θεοδώρου ἐν Μοθώνι· ὅθεν αὐτὰ ἀσπασώμεθα ἀδελφοί, ἵνα θείαν χάριν λάβωμεν.

 

Λαὸς τῆς Λέσβου προσπίπτει, θείοις λείψανοις σου, Θεόδωρε παμμάκαρ, Ἀθλοφόρε Κυρίου, αἰτούμενος σῆς χάριτος δωρεάς, καὶ ὑμνεῖ σε μελίσμασι, κατασπαζόμενος πίστει δ’ ἀνευφημεῖ, τὴν πανένδοξόν σου ἄθλησιν.

Πύργων Θερμῆς φιλεόρτων, δῆμος θεόληπτος, μερίδα τῶν λειψάνων, Θεοδώρου τιμῶντες, ἐκθύμως αἰτησώμεθα παρ’ αὐτοῦ, πειρασμῶν ἀπολύτρωσιν, τὴν ἰατρείαν σωμάτων τε και ψυχῶν, καὶ εἰρήνην θεοβράβευτον.

 

Περιπτυξώμεθα πάντες, καρδίαις χείλεσι, λειψάνων τὴν μερίδα, ὡς ἀδάπανον ὄλβον, Σωτῆρος Νεομάρτυρος εὐκλεοῦς, Θεοδώρου ἣν κέκτηται, τῆς Θεοτόκου ὁ οἶκος τῆς Τρουλωτῆς, χάριν βλύζουσα ἀείῤῥοον.

 

Δόξα. Ἦχος πλ. α΄.

Ὦ Νεομάρτυς, Πύργων Θερμῆς θεῖον βλάστημα, καὶ Μυτιλήνης κλέος, εἰς πᾶσαν ἀληθῶς τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· μαρτυρικοῖς περιβεβλημένος ἄθλοις, στεῤῥᾶς ὁμολογίας, τῶν Ἀγαρηνῶν κατήσχυνας, τὴν βέβηλον καὶ ψευδώνυμον πίστιν, εὐτελεστάτην χαλκοῦ, καὶ διεκήρυξας τὴν Ὀρθόδοξον, ὡς χρυσὸν εἰπών· ὅθεν τὸ ζῆν λιπὼν ἀγχόνῃ, ναῷ ἐν Μόθωνι ἐτάφης, καὶ χρόνοις πλείστοις ὕστερον ἔφαναν, τὰ μυρίπνοα λείψανά σου, εὐλογίαν πιστοῖς δωρούμενα, καὶ χάριν δαψιλῆ παρέχοντα, πρὸς νόσων ἰατρείαν, καὶ τῶν θλίψεων μάκρυνσιν·  ἀλλ’ ὦ παμμακάριστε Θεόδωρε, ὁ ἀντιλήπτωρ τῶν πενήτων, καὶ ἀδικουμένων ἀρωγός, μὴ παύσῃ ἱκετεύειν Χριστῷ, ὑπὲρ τῶν πιστῶς τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Μεγαλύνομέν Σε Μαριὰμ Θεοτόκε, καὶ ὑμνολογοῦμεν, συμφωνίαις ᾀσμάτων, Ἁγιάσσου τὴν ἔφορον, πιστῶν τὸ πρπύργιον, τὴν γηγενῶν σωτηρίαν, καὶ καταλλαγὴν ἡμῶν πρὸς Θεόν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Μνήμην τῆς σεπτῆς ἀνακομιδῆς, θείων σου λειψάνων, νῦν τελοῦμεν περιχαρῶς, Θεόδωρε μάκαρ, καὶ χάριν σὴν ἐν πίστει, αἰτούμεθα σωθῆναι, πάντες πρεσβείαις σου.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου