Δευτέρα 25 Ιανουαρίου 2021

ΙΑΝΟΥΑΡΙΟΣ 26. ΜΝΗΜΗ ΕΠΙ Τῌ ΑΠΕΙΛῌ ΣΕΙΣΜΟΥ ΚΑΙ ΑΛΛΩΝ ΣΥΜΦΟΡΩΝ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΙΑΝΟΥΑΡΙΟΣ ΚΣΤ΄!!

ΕΠΙ ΑΠΕΙΛΗΣ ΣΕΙΣΜΟΥ, ΘΕΪΚΗΣ ΟΡΓΗΣ, ΠΥΡΟΣ, ΛΟΙΜΟΥ, ΚΑΤΑΚΛΥΣΜΟΥ, ΣΥΜΦΟΡΩΝ, ΑΝΑΓΚΗΣ, ΛΙΜΟΥ, ΝΟΣΩΝ, ΚΑΚΩΣΕΩΝ, ΑΙΡΕΤΙΖΟΝΤΩΝ, ΕΠΙΘΕΣΕΩΝ ΕΧΘΡΩΝ, ΕΜΦΥΛΙΟΥ ΠΟΛΕΜΟΥ, ΑΙΦΝΙΔΙΟΥ ΘΑΝΑΤΟΥ, ΠΕΙΡΑΣΜΩΝ, ΚΑΙ ΠΑΣΗΣ ΑΛΛΗΣ ΒΛΑΒΗΣ, ΘΛΙΨΕΩΣ ΚΑΙ ΠΕΡΙΣΤΑΣΕΩΣ

ΑΚΟΛΟΥΘΙΑ

(Γεωργίου Γαλανοπούλου)

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Δοξάσωμεν σήμερον πιστοί, Κύριον φιλάνθρωπον, ἐν μελιχροῖς θείοις ᾄσμασι, τὸν λόγῳ κτίσαντα, ἅπασαν τὴν κτίσιν, ὁρατήν, ἀόρατον, πηλῷ τε πλαστουργήσαντα ἄνθρωπον, θεία Εἰκόνι του, δι’ ὃν, χρόνῳ ἐνηθρώπησεν, εἰς τὸ σῶσαι, τοῦτον ἁμαρτήσαντα.

 

Ψαλμοῖς ἀνυμνήσωμεν Θεόν, εὐσεβῶν συστήματα, δόξαν Αὐτῷ ἀναμέλποντες, καὶ πίστει κράζοντες· Πάτερ Λόγε, Πνεῦμα Τριὰς ἀκατάληπτε, σεισμοῦ τῆς ἀπειλῆς πάντας λύτρωσαι, τοὺς προσκυνοῦντάς Σε, καὶ τὸν κλόνον τῆς γῆς κατάπαυσον, τῶν δ’ ἀνέμων, τὰς ὁρμὰς μετάβαλε.

 

Ὡς αὔρα Θεὲ ὤφθης ποτέ, λεπτοτάτῃ δούλῳ σου, Θέσβης πατρίδος βλαστήματος, Προφήτῃ οὐ πυρί, συσσεσιμῶ οὐδέ τε, Μωσῇ τῷ δυσήχῳ δέ, Σιναίῳ κατιδόντι Σε Δέσποτα, θυέλλῃ γνόφῳ τε, ἐντολὰς πλαξὶ παρέδωκας, δοξαζόντων, δόξαν σου τὴν ἄῤῥητον.

 

Σεισμοῦ ἀπειλῆς, θυμοῦ τ’ ὀργῆς, ῥῦσαι παντοδύναμε, τοὺς Σὲ θερμῶς ἱκετεύοντας, καὶ γῆν στερέωσον, μεθ’ ἡμῶν σῷ φόβῳ, θείων προσταγμάτων σου, τῇ πέτρᾳ ἀσαλεύτως τῆς πίστεως, ἁμαρτανόντων Σοι, καθ’ ἑκάστην πλημμελήμασι, μετανοίᾳ δ’ αὖθις ἐπιστρέφοντας.

 

Δόξα. Ἦχος β΄.

Τῆς φοβερᾶς τοῦ σεισμοῦ ἀπειλῆς, τῆς δικαίας ὀργῆς σου, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, δικαιοκρίτα Κύριε, ἐλευθέρωσον τὸ πλᾶσμά σου, καὶ ἐμφύτευσον ἐν ταῖς καρδίαις ἡμῶν, τὸν φόβον τῶν θείων ἐντολῶν σου, ἵνα εἰρηνεύοντες δοξάζομέν Σε, τὸν μόνον φιλάνθρωπον Δεσπότην, καὶ Λυτρωτὴν ἡμῶν Θεόν. Καὶ προσκυνοῦντες πιστῶς, τὴν Τριαδικὴν μονοκρατορίαν, τὴν ἐκ τοῦ μὴ ὄντος, τὰ πάντα τῷ λόγῳ συστήσασαν, καὶ ἄνθρωπον ἐκ χοός, πνοῇ ἀθανάτῳ, δημιουργήσασαν, τῷ δέει ἐκβοῶμεν· Κύριε, δόξα σοι.

 

Καὶ νῦν. Ὁ αὐτός. Ὅτε ἐκ τοῦ ξύλου.

Τείχισον Σταυρῷ μονογενοῦς, πάντας τοὺς ὑμνοῦντάς σε Μῆτερ, ἡγιασμένε Ναέ, ἔμψυχον Παλάτιον, τοῦ Βασιλέως Θεοῦ, Θεοτόκε ἀπείρανδρε, καὶ σῶσον τοὺς πίστει, Ὄνομα πανάγιον, ὁμολογοῦντάς Σου, ἵνα μὴ σατᾶν ἀφαρπάσῃ, πλᾶσμα ὑπὲρ ὅ, ὁ Υἱός Σου, κράτος ταῖς παλάμαις κτείνας ἔλυσε.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Σῶσον Χριστιανῶν, τὸ γένος τῆς ὀργῆς σου, δικαιοκρίτα Σῶτερ, καὶ γῆς τὸν κλόνον παῦσον, πιστῶς σὲ ἱκετεύομεν.

 

Στ.: Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, σαλευθήτω ἡ γῆ.

Νεῦσον Τριαδική, Θεότης οὐρανόθεν, ἡμῶν παρακαλούντων, κοπαύουσα θαλάσσης, τὸν σάλον γῆς τὸν κλόνον τε.

 

Στ.: Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ’ ἡμῶν.

Ἅγιος εἶ Θεέ, καὶ θαυμαστὸς ἐν πᾶσι, βοήσωμεν τῷ Κτίστῃ, αἰτούμενοι ῥυσθῆναι, ἡμᾶς σεισμοῦ δονήσεως.

 

Δόξα. Ἦχος β΄.

Τῆς τοῦ σεισμοῦ φοβεροτάτης ἀπειλῆς, τοῦ σαλεύοντος γῆς τὰ θεμέλια, καὶ τῆς βλάβης παντὸς ἑτέρου κινδύνου ἐκλύτρωσαι τὴν κληρονομίαν σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ μηδέποτε δεόμεθά σου, ἀποστρέψης ἀφ’ ἡμῶν τὸ πρόσωπόν σου, διὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, καὶ τῆς σῆς ἀγαθότητος δωρούμενος πᾶσι, τοῖς προσκυνοῦσί σε πιστῶς, τὸ μέγα σου ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Ῥῦσαι πάντας Χριστέ, Ἁγίων Σου πρεσβείαις, καὶ τῆς ἁγνῆς Μητρός σου, σεισμοῦ τοὺς προσκυνοῦντας, Τριάδα ὁμοούσιον.

 

 

 

 

 

 

 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ὁ ποιῶν τὴν γῆν τρέμειν, ἐπιβλέπων τοῖς ὄμμασι, ῥῦσαι ἐκ σεισμοῦ τὸν λαόν σου, καὶ θυμόν σου ἀπόστρεψον, μακρὰν ἡμῶν φθορᾶς ἐλευθερών, λυτρούμενος ἀνάγκης καὶ δεινῶν, συμφορῶν τε σοὺς οἰκέτας πανευλαβῶς, φόβῳ καὶ πίστει κράζοντας· δόξα Σοι ὦ Τριὰς προσκυνητή, δόξα Σοι Θεὲ ἐπουράνιε, δόξα Σοι Παντοκράτορ Βασιλεῦ, μόνε φιλάνθρωπε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὸν λαὸν τῆς Ἑλλάδος σκέπε φρούρει καὶ φύλαττε, Σῶτερ τῆς Μητρός Σου πρεσβείαις, ἐξ ἐχθρῶν ἐπιθέσεως, καὶ λύτρωσαι σεισμοῦ πυρὸς ἡμᾶς, παθῶν κινδύνων νόσων συμφορῶν, καταπαύων τὴν ὀρφήν σου, ὅπως ψαλμοῖς, βοῶμεν τῇ τεξάσῃ σε· χαῖρε τῶν Ὀρθοδόξων ἡ ἐλπίς, χαῖρε ἡμῶν μεσίτρια, χαῖρε ἡ προστασία γηγενῶν, τεῖχος ἀπόρθητον.

 

Ἀπόλυσις.

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τοῦ παραδόξου θαύματος! Θείᾳ νεύσει ταχύ, ἄνεμος ἐκόπασε, καὶ φόβος τῶν Μαθητῶν, ἁλῷ κατέπαυσε· διὸ ἀπειλῆς σεισμοῦ, καὶ τῆς ἐξάρδεως τούτου ἐκλύτρωσαι, τοὺς δούλους σου λυτρωτά, καὶ ἑνοποίησον γῆς, πάντα ῥήγματα· ὅπως πίστει προσκυνοῦμεν, σὲ τὸν πολυεύσπλαγχνον, τὸν δωρούμενον πᾶσιν, ἱλασμὸν καὶ μέγα ἔλεος.

 

Βαβαὶ τῶν σῶν θαυμασίων Θεέ! Οὐρανόθεν βλέπεις, καὶ ποιεῖς γῆν τρέμουσαν, σταυρούμενος Γολγοθᾶ, ταύτην δ’ ἐσάλευσας, διέῤῥηξας τοῦ Ναοῦ, τὸ καταπέτασμα, μνήματος ἤνοιξας· ἀνέστησας τοὺς νεκρούς, πολλοῖς ὀφθέντας, καὶ τρόμῳ παρέχοντας· ὅθεν παῦσον γῆς τὸν κλόνον, σὲ καθικετεύομεν, ἀχαρίστων ὁ δῆμος, εὐεργέτα πολυέλεε.

 

Σεισμοῦ λαὸν ἐλευθέρωσον, καὶ ἀνάγκης ῥῦσαι, ἡμᾶς παντοδύναμε, δοξάζοντας σὴν φρικτήν, οἰκονομίαν Χριστέ, δι’ ἧς ἔσωσας φθορᾶς, βροτῶν τὸ γένος, ζωὴν χαρισάμενος· διὸ δὸς χριστιανοῖς, τῶν ὀφλημάτων τὴν λύσιν βοώντων σοι· ὦ Θεὲ ἡμῶν οἰκτῖρμον, δέξαι τὴν μετάνοιαν, καὶ παράσχου σὴν χάριν, λυτρωθῆναι τῆς κολάσεως.

 

 

 

Ἕτερα. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασι.

Ποίοις, πνευματικοῖς ῥήμασι, μεγαλύνωμεν Τριάδος κράτος, ὕμνοις λιγυροῖς προσφθεγγόμενοι, οὐχ ἀξίως νῦν οἱ ἀχάριστοι, καὶ ἁμαρτωλοὶ τοῦτο ποιοῦμεν, τὸ σύμπαν, σὺ ἐκ μὴ ὄντων, λόγῳ ἔκτισας, πηλῷ τε, Ἀδὰμ χερσί, σαῖς ἐπλαστούργησας, πηγὰς δ’ ἔστησας ὑδάτων, ἐν σοφίᾳ πάντα, ὦ Τριὰς ἡ προσκυνητή· διὸ γῆν ἀσάλευτον, δὸς ἔχειν, σεισμοῦ ἀπαλλάττουσα.

 

Ποίοις, ᾀσματικοῖς ἄνθεσιν, οὐχ ἀκάνθινον πλέξομεν στέφος, τῷ ἐν τῷ Κρανίῳ δι’ ἄφατον, ἔλεος λησταῖς συσταυρωθέντι, οὐρανῶν φριττόντων, γῆς τρεμούσης· ἥνπερ συσσείσας Σωτήρ, νεκροὺς ἀνέστησας, ἡμᾶς δέ, τῆς ἀπειλῆς σεισμοῦ ἐκλύτρωσαι, σοῦ δεομένους δακρύοις, καὶ ἐκ βλάβης τήρει, ἀτρώτους οἰκίας λαοῦ, ναούς σου δ’ ἀπήμονας, ἵν’ εἰς αἰῶνα, σὲ δοξάζομεν.

 

Ποίοις, μελῳδικοῖς ᾄσμασιν, ἀνυμνήσωμεν τὸν Ζωοδότην, ὄρη τῇ παλάμῃ ἁπτόμενον, καὶ τοῖς ἠφαιστείοις καπνίζοντα, τὸν ἀβύσσους βλέποντα ὑψόθεν· δαιμόνων, τὸν καταλύτην καὶ ἀντίδικον, ἀνθρώπων, τὸν εὐεργέτην, καὶ διδάσκαλον, τὸν οὐρανοῖς ἐνοικοῦντα, πανταχοῦ παρόντα, δεομένων τὸν ἀρωγόν, νοσούντων θεράποντα, καὶ πιστῶν, θεῖον ἀγαλλίαμα.

 

Δόξα. Ἦχος πλ. β΄.

Ἔσεισας τὴν γῆν σῷ νεύματι, καὶ ἔσχισας ὑδάτων φύσιν, τῇ προστάξει σου Μωσεῖ, ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ Κύριε· τοῦ Ἰορδάνου τὰ ὕδατα, τῇ μηλωτῇ Ἠλιοῦ διέῤῥηξας, τῇ ἀηττήτῳ σου ἰσχύει, καὶ ἐκ τῆς πέτρας ὕδωρ ἐξέβλυσας, τὸν πικρὸν ἐν τῇ Μεῤῥᾷ· καὶ τῷ ἀνέμῳ κελεύσας, ἐν τῇ λίμνῃ Γεννησαρέτ, τὸν φόβον τῶν Μαθητῶν σου, κατέπαυσας καὶ συνέσεισας τὴν γῆν, ἐν τῷ σταυροῦσθαί σε, ὑπὸ λαοῦ ἀχαρίστου καὶ ἀγνώμονος· ἡμῶν δὲ τῶν ἁμαρτωλῶν οἰκετῶν σου, πάντα φόβον ἀπέθου, καὶ τὸν κλόνον παῦσον ταχύ, τῆς δικαίας ὀργῆς σου μακρόθυμε, ὅπως τοῖς ᾀσματικοῖς μέλεσιν, ἰσαγγέλῳ βιοτῇ, δοξολογοῦμεν τῷ κράτει σου, προσκυνοῦντες τὴν Τριαδικὴν Θεότητα, σὺν Πατρί, Υἱῷ τε καὶ Ἁγίῳ Πνεύματι.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Βασιλειῶν Δ΄ τὸ Ἀνάγνωσμα (Κεφ. β΄, 1-13).

Ἐγένετο, ἐν τῷ ἀνάγειν Κύριον ἐν συσσεισμῷ τὸν Ἠλιού, ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύθη Ἠλιοὺ καὶ Ἐλισσαιὲ ἐκ Γαλγάλων. Καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἐλισσαιέ· Κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με ἕως Βαιθήλ. Καὶ εἶπεν Ἐλισσαιέ· Ζῆ Κύριος, καὶ ζῆ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Βαιθήλ. Καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθὴλ πρὸς Ἐλισσαιὲ καὶ εἶπον πρὸς αὐτόν· Εἰ ἔγνως, ὅτι Κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; Καὶ εἶπε· Κἀγὼ ἔγνωκα, σιωπάτε. Καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἐλισσαιέ· Κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με εἰς Ἱεριχώ. Καὶ εἶπεν Ἐλισσαιέ· Ζῆ Κύριος καὶ ζῆ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Ἱεριχώ. Καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἱεριχῷ πρὸς Ἐλισσαιὲ καὶ εἶπον πρὸς αὐτόν· Εἰ ἔγνως ὅτι σήμερον λαμβάνει Κύριος ἐπάνωθεν τῆς κεφαλῆς σου; Καὶ εἶπε· Καί γε ἐγώ, ἔγνων, σιωπᾶτε. Καὶ εἶπεν αὐτῷ Ἠλιού· Κάθου δὴ ὦδε, ὅτι Κύριος ἀπέσταλκέ με ἕως εἰς τὸν Ἰορδάνην. Καὶ εἶπεν Ἐλισσαιέ· Ζῆ Κύριος καὶ ζῆ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἐπορεύθησαν ἀμφότεροι, καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν καὶ ἔστησαν ἐξεναντίας μακρόθεν καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ Ἰορδάνου. Καὶ ἔλαβεν Ἠλιοὺ τὴν μηλωτὴν αὐτοῦ καὶ εἴλησε καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ διηρέθη τὸ ὕδωρ ἔνθεν καὶ ἔνθεν, καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ. Καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ Ἠλιοὺ εἶπε πρὸς Ἐλισσαιέ· Αἴτησε τί ποιήσω σοι πρὶν ἢ ἀναληφθῆναί με ἀπὸ σοῦ. Καὶ εἶπεν Ἐλισσαιέ· Γεννηθήτω δὴ δισσῶς ἐν πνεύματι σου ἐπ’ ἐμέ. Καὶ εῖπεν Ἠλιού· Ἐσκλήρυνας τοῦ αἰτήσασθαι· ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, καὶ ἔσται σοι οὕτως, καὶ ἐὰν μή, μὴ γένηται. Καὶ ἐγένετο αὐτῶν πορευομένων, ἐπορεύοντο καὶ ἐλάλουν, καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων, καὶ ἀνελήφθη Ἠλιοὺ ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν. Καὶ Ἐλισσαιὲ ἑώρα καὶ ἐβόα· Πάτερ, Πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ καὶ οὐκ εἶδεν αὐτόν· ἔτι καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέῤῥηξεν αὐτὰ εἰς δύο ῥήγματα. Καὶ ὕψωσε τὴν μηλωτὴν Ἠλιού, ἣ ἔπεσεν ἐπάνωθεν Ἐλισσαιέ, καὶ ἐπέστρεψεν Ἐλισσαιέ, καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ἰορδάνου καὶ ἔλαβε τὴν μηλωτὴν Ἠλιού, ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξε τὸ ὕδωρ καὶ οὐ διέστη, καὶ εἶπε· Ποῦ ὁ Θεὸς Ἠλιοὺ ἄπφω; Καὶ ἐπάταξε τὰ ὕδατα, καὶ διεῤῥάγησαν ἔνθεν καὶ ἔνθεν, καὶ διέβη Ἐλισσαιέ.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. ΙΘ΄, 1-6, 12, 16, 19-21)

Ἰδοὺ Κύριος καθήσεται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσονται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. Καὶ ταραχθήσεται τὸ πνεῦμα αὐτῶν ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ παραδώσω τὴν Αἴγυπτον εἰς χείρας κυρίων σκληρῶν· τάδε λέγει Κύριος Σαβαώθ. Καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν, ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται. Τάδε λέγει Κύριος· ποῦ εἰσὶ νῦν οἱ σοφοί σου; Καὶ ἀναγγειλάτωσάν σοι, καὶ εἰπάτωσαν· Τί βεβούλεται Κύριος Σαβαώθ ἐπ’ Αἴγυπτον; Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες, ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου Σαβαώθ, ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς. Καὶ ἔσται Θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ. Καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κυρίῳ, ἐν χώρᾳ Αἰγύπτου· ὅτι κεκράξονται πρὸς Κύριον, καὶ ἀποτελεῖ αὐτοῖς ἄνθρωπον, ὃς σώσει αὐτούς. Καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις· καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσι θυσίαν καὶ δῶρον, καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ καὶ ἀποδώσουσι.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. ξγ΄, 1-15)

Ἐπίβλεψον ἐκ τοῦ οὐρανοῦ Κύριε, καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης σου. Ποῦ ἐστὶ τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἠνέσχου ἡμῶν Κύριε; Σὺ γὰρ εἶ Πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς· ἀλλὰ σὺ Κύριε, Πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς ἀπ’ ἀρχῆς τὸ ὄνομά σου ἐφ’ ἡμᾶς ἐστί. Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας τὰς καρδίας ἡμῶν, τοῦ μὴ φοβεῖσθαί σε; Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρὸν κληρονομήσομεν τοῦ ὄρους τοῦ ἁγίου σου. Οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου· ἐγενόμεθα ὡς τὸ ἀπαρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ’ ἡμᾶς. Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται, ὡσεὶ κηρὸς τήκεται ἀπὸ πυρός· καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους σου, καὶ φανερὸν ἔσται τὸ ὄνομά σου τοῖς ὑπεναντίοις σου· ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται. Ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν πλήν σου· καὶ τὰ ἔργα σου ἀληθινά, καὶ ποιήσεις τοῖς ὑπομένουσί σε ἔλεος. Συναντήσεται γὰρ ἔλεος τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. Καὶ νῦν, Κύριε, Πατὴρ ἡμῶν σὺ εἶ, ἡμεῖς δὲ πηλός, καὶ σὺ ὁ Πλάστης ἡμῶν· ἔργα χειρῶν σου πάντες ἡμεῖς. Μὴ ὀργίζου ἡμῖν Κύριε ἕως σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. Καὶ νῦν ἐπίβλεψον Κύριε, ὅτι λαός σου πάντες ἡμεῖς.

 

 

 

 

 

 

 

Λιτή. Ἦχος α΄.

Τὴν σαλευθεῖσαν κτίσιν, ἐπανάγαγε παντοδύναμε Θεέ, εἰς τὴν φυσικὴν ταύτης ἁρμονίαν, τοῖς πᾶσιν εἰρήνην τὴν σὴν δωρούμενος. Δικαία γὰρ ἐστίν, ἐφ’ ἡμᾶς ἡ ὀργή σου, τοὺς ἑκουσίως καὶ ἀκουσίως ἁμαρτάνοντας, καθ’ ἑκάστην νύκτα καὶ ἡμέραν, καὶ λυπούντων σφόδρα, τὴν σὴν ἀγαθότητα. Μὴ ἀποστρέψης τὸ ἔλεος σου ἀφ’ ἡμῶν, δεόμεθά σου εὔσπλαγχνε, μηδὲ διασκεδάσῃς τὴν διαθήκην σου, ὅτι χειρῶν ἐσμὲν πλαστούργημα. Ὁ δι’ ἡμᾶς ἐνανθρωπήσας σαρκί, καὶ Σταυρὸν καὶ θάνατον καταδεξάμενος, ἵνα σώσῃς ἐκ παραβάσεως, ἀνθρώπων τὸ γένος, μακρόθυμε Κύριε δόξα Σοι.

 

Ἦχος β΄.

Δεῦτε χριστιανῶν ἡ ὁμήγυρις, συνελθόντες ἐν οἴκῳ Κυρίου, ἐκτενῶς καθικετεύσομεν, Χριστὸν τὸν Θεὸν ἡμῶν, ὅπως καταπαύσῃ τῆς γῆς τὸν κλόνον, καὶ τῶν ἀνέμων τὰς ὁρμάς, εἰς τὸ μὴ βλάπτεσθαι τὸ πλάσμα του, καὶ αἰφνιδίου θανάτου ἀφανίζεσθαι. Αὐτῷ οὖν πιστοὶ ἀνακράξομεν, τῷ ἀθανάτῳ Δεσπότῃ καὶ Σωτῆρι Λυτρωτῇ· Σῶτερ, διαφύλαξον ἡμᾶς κινδύνων ἀτρώτους, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος γ΄.

Πολλοῖς ἁμαρτήμασιν, ἐν ῥαθυμίᾳ βιοῦντες, παρεπικραίνομεν Χριστέ, ἀεὶ τὴν σὴν ἀγαθότητα· διὸ καὶ τῇ νεύσει σου, τὴν γῆν ταράττεις, καὶ ὅσα βούλει ποιεῖς, ἀναμένων πάντων, λογισμοῦ ἐπιστροφῆν, τῶν πιστῶς ἐκβοώντων· Κύριε δόξα Σοι.

 

Ἦχος δ΄.

Τίς σου τὰ φρικτὰ θαυμάσια, ὦ Θεὲ ἐξυμνήσειε; Τίς σοῦ τὸ ὕψος τῆς δόξης, καὶ προνοίας σου τὸ βάθος, ἱκανῶς ἐκδιηγήσειεν; ἢ τίς σοῦ τὸ φιλάνθρωπον καὶ μακρόθυμον, ἀξίως ἐπαινέσειε; Τὸ γὰρ πάντα ἐν σοφίᾳ ἐποίησας. Μηδεὶς ἡμῶν ταῦτα τολμᾶ κατανοεῖν, ἄνευ τῆς τοῦ παναγίου σου Πνεύματος δωρεᾶς, καὶ τῆς τοῦ σοῦ φωτισμοῦ ἐνισχύσεως. Ὅτι δικαίως ἀγανακτεῖς καθ’ ἡμῶν, λυπούντων σὲ σφοδρῶς, πολλοῖς ἁμαρτήμασι, καὶ συνέχεις τὴν κτίσιν, τῇ νεύσει ἢ τὴν ἀποστροφήν, τοῦ θείου προσώπου σου, ἀλλὰ καὶ τῇ κελεύσει σου· διὸ παράσχου ἡμῖν πανοικτῖρμον, πταισμάτων τὴν ἄφεσιν, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος πλ. β΄.

Κύριε Βασιλεῦ, ἴσμεν ὅτι τὰ πάντα φρίσσει καὶ τρέμει, ἀπὸ προσώπου τῆς δυνάμεώς σου· διὸ δεόμεθά σου μακρόθυμε, καὶ βοῶμέν σοι φιλάνθρωπε, ἐν ναῷ ἁγίῳ σου· ῥῦσαι ἡμᾶς τῆς ἀπειλῆς τοῦ σεισμοῦ, καὶ ὑδάτων

 

 

Ἦχος βαρύς.

Ἀπονέκρωσον τῆς σαρκὸς σκιρτήματα, καὶ ἐμφωλεύοντα ψυχῇ, ἐκρίζωσον πάθη, τῆς μετανοίας συσσεισμῷ, δεόμεθά σου ἐκτενῶς, τοῦ παντὸς Δημιουργέ· ὁ ἰώμενος τῶν ἀνθρώπων τὰς νόσους, ἴασαι τὰ συντρίμματα ἐκ τοῦ σεισμοῦ, τῆς δικαίας σου ὀργῆς, πολυέλεε Χριστέ· καὶ δώρησαι τοῖς πιστοῖς, τῶν πταισμάτων ἱλασμόν, εἰρήνην τῷ κόσμῳ σου, καὶ ἡμῖν τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ὁ συνέχων φόβῳ τὴν κτίσιν, καὶ τὸν κόσμον πανσόφως κυβερνῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ποιεῖς ὡς βούλει σύ, τὴν μετάνοιαν ἀναμένων πάντων τῶν βροτῶν· ὅτι χαρὰ γίγνεται ἐν τῷ οὐρνῷ, καθὼς ἐν τῷ Εὐαγγελίῳ εἴρηκας, ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Τούτων οὖν ἀκριβῶς μιμνησκόμενοι, δεόμεθά σου πολυέλεε, ὅπως καταπαύσῃς τὴν δικαίαν ὀργήν σου, ἐφ’ ἡμᾶς τοὺς ἀξιοκατακρίτους, καὶ ἅπασαν τὴν φύσιν, εἰς τὴν οἰκείαν ἁρμονίαν ἐπανάγῃς, εἰς τὸ μηκέτι ζημιοῦσθαι τὸ πλᾶσμά σου, στοιχείοις καὶ καιρῶν μεταβολαῖς, παρέχων εἰρήνην, καὶ σωτηρίαν ταῖς ψυχαῖς ἡμῶν.

 

Καὶ νῦν. Ὁ αὐτός.

Ἡ τὸν ἀχώρητον Θεὸν ἐν οὐρανοῖς, χωρήσασα ἐν μήτρᾳ σου, Θεοκυῆτορ Μαριάμ, ταῖς μητρικαῖς σου πρεσβείαις, ἱλέωσαι παρακαλοῦμέν σε, τοῦ λυτρωθῆναι πάντας ἡμᾶς, κινδύνων καὶ θλίψεων, σεισμοῦ, πυρός, λιμοῦ τε καὶ λοιμοῦ, νόσων, κακώσεων, ἀνάγκης, ὀδύνης, αἱρετιζόντων ἐχθρῶν, ἐπηρειῶν τοῦ πονηροῦ, καὶ ἀπὸ πάσης περιστάσεως, ὅπως ἀεὶ σὲ μακαρίζομεν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. δ΄. Κύριε εἰ καὶ κριτηρίῳ.

Πράϋνον, ὀργήν σου δικαίαν Χριστέ μου, ἐπὶ τοῖς σὲ ἁμαρτάνουσι, καθ’ ἑκάστην ὥραν ἡμέρας, καὶ νυκτὸς τοῖς πλημμελήμασιν· ἔχεις πληθὺν οἰκτιρμῶν, ἀμέτρου σου χρηστότητος, καὶ διὰ τοῦτο, πίστει βοῶμεν, δὸς ἡμῖν πταισμάτων ἄφεσιν.

 

Στ.: Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ, ἀπ’ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.

Λύτρωσαι, ἡμᾶς ἀπειλῆς σφοδροτάτου, σεισμοῦ καὶ πάσης κακώσεως, σὲ παρακαλοῦμεν οἰκτίρμον, καὶ ναοῖς σου καταφεύγομεν, δοῦναι Τριάδι πιστῶς, τὴν δόξαν καὶ προσκύνησιν, ἵνα δωρήσῃς τοῖς αἰτουμένοις, ἱλασμὸν καὶ μέγα ἔλεος.

 

 

 

Στ.: Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου, ἐπὶ τοὺς φοβουμένους αὐτόν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ.

Κλύδωνος, ἁλὼς τῆς ἰσχῦος ἀέρος, πυρὸς μανίας καὶ ὕδατος, τοῦ κατακλυσμὸν προκαλοῦντος, πνιγεροῦ λαὸν ἀπάλλαξον· παῦσον τὸν γῆς κλονισμόν, κυμάτων τὴν ἐπέλασιν, τὰς τῶν ἀνέμων λαίλαπας Σῶτερ, καὶ ἐχθρῶν πᾶσαν κακόνοιαν.

 

Δόξα. Ὁ αὐτός.

Δεῦτε πιστοί, τὴν Τρισυπόστατον Θεότητα ἱκετεύσωμεν, Πατέρα σὺν Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, σεισμοῦ ὅπως ῥύσῃ κατάκριτον λαόν, ἁμαρτάνοντα ταῖς πράξεσι, ἐννοίαις, ῥήμασι, πάσῃ βιοτῇ, γεωργοῦντα τοῖς πάθεσι. Φόβος ἄμετρος, τρόμος γεένης, πάντας συνέχει, σαλευομένην κτίσιν βλέποντας· ὅθεν δαβιτικῶς, ἐκ καρδίας, τῷ παντεπόπτῃ τὴν ᾠδήν, ψαλμικοῖς μέλεσιν ἐκβοήσωμεν· ὡς θαυμαστὰ Θεέ, πάντα τὰ ἔργα καὶ ἐξαίσια, ἃ σοφίᾳ ἐποίησας, κυβερνᾶς καὶ ἐπιβλέψεις. Αὖθις δ΄ ἐπανάγαγε, ἁρμονίας τῇ τάξει, ὡς βούλει σὺ τῇ γῇ, καὶ μακροθύμησον, ἐπὶ θνητοὺς οἰκέτας, σὲ παροργήσαντας, παντάναξ Σῶτερ, δόξα σοι.

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ὁ ποιῶν τὴν γῆν τρέμειν, ἐπιβλέπων τοῖς ὄμμασι, ῥῦσαι ἐκ σεισμοῦ τὸν λαόν σου, καὶ θυμόν σου ἀπόστρεψον, μακρὰν ἡμῶν φθορᾶς ἐλευθερών, λυτρούμενος ἀνάγκης καὶ δεινῶν, συμφορῶν τε σοὺς οἰκέτας πανευλαβῶς, φόβῳ καὶ πίστει κράζοντας· δόξα Σοι ὦ Τριὰς προσκυνητή, δόξα Σοι Θεὲ ἐπουράνιε, δόξα Σοι Παντοκράτορ Βασιλεῦ, μόνε φιλάνθρωπε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὸν λαὸν τῆς Ἑλλάδος σκέπε φρούρει καὶ φύλαττε, Σῶτερ τῆς Μητρός Σου πρεσβείαις, ἐξ ἐχθρῶν ἐπιθέσεως, καὶ λύτρωσαι σεισμοῦ πυρὸς ἡμᾶς, παθῶν κινδύνων νόσων συμφορῶν, καταπαύων τὴν ὀρφήν σου, ὅπως ψαλμοῖς, βοῶμεν τῇ τεξάσῃ σε· χαῖρε τῶν Ὀρθοδόξων ἡ ἐλπίς, χαῖρε ἡμῶν μεσίτρια, χαῖρε ἡ προστασία γηγενῶν, τεῖχος ἀπόρθητον.

 

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τὸν σάλον τῆς ἁλώς, καταπράϋνον Σῶτερ, καὶ γῆς τὸν κλονισμόν, θείᾳ νεύσει σου παῦσον, εἰρήνην δωρούμενος, τοῖς πιστῶς προσκυνοῦσί σε, καὶ κραυγάζουσι· δόξα τῇ σῇ δυναστείᾳ, παντοδύναμε, ὡς θαυμαστά σου τὰ ἔργα, σοφίᾳ ἃ ἔκτισας.

Δόξα.

Θαλάσσῃ Ἐρυθρᾷ, διεσάλευσας πάλαι, ὡς χεῖρας Μωϋσῆς, ὕψωσε πρὸς τὰ ἄνω, τεμὼν τῇ προστάξει σου, ῥάβδῳ πόντον κλονούμενον, ἔνθα Ἰσραήλ, διεβιβάσθη ἀτρώτως, καὶ τὰ ἅρματα, τοῦ Φαραῶ σὺν τοῖς ἵπποις, βυθῷ ἐκολπώθησαν.

Καὶ νῦν. Θεοτοκίον.

Ἀγγέλων γλυκασμός, καὶ παρθένων ἡ δόξα, πιστῶν ἡ χαρμονή, καὶ ἀντίληψις πάντων, σὺ εἶ Μητροπάρθενε, ἱκετῶν σου ἐκλύτρωσιν· δέξαι δέησιν, τῆς ταπεινῆς μου καρδίας, καὶ μεσίτευσον, Υἱῷ τῷ μονογενῇ σου, παθῶν μου ῥυσθῆναί με.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Λαὸν ρῦσαι Δέσποτα φοβεροτάτου σεισμοῦ, δεινῶν περιστάσεων τὸν σὲ λυποῦντα σφοδρῶς, πολλοῖς ἁμαρτήμασι· λύτρωσαι νοσημάτων, κλύδωνος καὶ ἀνάγκης, παῦσον ὀργὴν δικαίαν, ἐφ’ ἡμᾶς παντεπόπτα, καὶ δώρησαι εἰρήνην τῇ γῇ, τὴν θεοβράβευτον.

Δόξα.

Εἰρήνης τὸν ἄρχοντα φῶς καὶ πηγὴν τῆς ζωῆς, θερμῶς ἱκετεύομεν ὅπως θυμὸν καὶ ὀργήν, πραΰνῃ τοῦ παύσασθαι, κλόνον σύμπαντος κόσμου, καὶ ὁρμὴν τῶν ἀνέμων, κλύδωνα τῆς θαλάσσης, ἠφαιστείων τὴν λάβαν, μὴ θνήσκειν αἰφνιδίως ἡμᾶς, τοὺς ἁμαρτάνοντας.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν μόνην ἀκήρατον καὶ Θεοτόκον ἁγνήν, Μητέρα πανάχραντον τοῦ Ποιητοῦ καὶ Θεοῦ, ἀξίως ὑμνήσωμεν, ᾄσμασι μελιῤῥύτοις, καὶ ᾠδαῖς γλυκυτάτοις, χαῖρε ταύτῃ βοῶντες· ἀειπάρθενε Κόρη, χαῖρε ἡ σωτηρία, τοῦ βροτείου φυράματος.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Σῶτερ κόπασον τῆς γῆς, κλόνον καὶ κλύδωνος ὁρμήν, καθικετεύομεν πιστῶς, δοῦλοί σου οἱ ἁμαρτωλοί, θυμόν σου δ’ ἄφες καὶ φυσικήν, δὸς ἁρμονίαν, πάσῃ νῦν τῇ κτίσει, μηκέτι ἀγανακτῶν, κατὰ τῶν σὲ λυπούντων, τοῖς ἀμπλακήμασιν· ὅθυεν σὴν εἰρήνην δώρησαι φιλάνθρωπε, λογισμὸν μετανοίας, πταισμάτων λύσιν, καὶ σωτηρίαν, ψυχαῖς ἡμῶν δοξαζόντων σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε ῥάβδος Ἰεσσαί, ἡ ἐκβλαστήσασα ἁγνή, χαῖρε ἡ κλίμαξ Ἰακώβ, δι’ ἧς κατέβη ὁ Θεός, ἐνανθρωπήσας ἵνα βροτοὺς ἑλκύσῃ ἄνω· χαῖρε πύλη, στάμνε τοῦ μάννα, πόκε σκηνή, τοῦ Δανιὴλ τὸ ὄρος τὸ ἀλατόμητον, βᾶτε Μωϋσέως ἄφλεκτε, νεφέλη πλὰξ τὸ ἀμάραντον ῥόδον, καὶ Σολομῶντος ἡ θεία κλίνη, ἣν δυνατοί, περικυκλοῦσι.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, σαλευθήτω ἡ γῆ.

Στ.: Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ’ ἡμῶν.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Μᾶρκον (Κεφ. δ΄, 36-41): Τῷ καιρῷ ἐκείνῳ οἱ μαθηταὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσι τὸν Ἰησοῦν, ὡς ἦν ἐν τῷ πλοίῳ...

Ὁ Ν’ ψαλμός.

Δόξα: Πάντων σοῦ Ἁγίων, πρεσβείαις παντεπόπτα, γῆς κόπασον τὸν κλόνον, καὶ δὸς ἔλεος πᾶσι.

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Δεῦτε τῖς ὕμνοις λαοί, δοξολογίαν μετ’ εὐχαριστίας, ἀναπέμψωμεν Κυρίῳ, τὴν Τριαδικὴν πιστῶς, προσκυνοῦντες Θεότητα, ἐξαιτούμενοι παρ’ αὐτῆς, ῥυσθῆναι δεινῶν περιστάσεων, σεισμοῦ ἀπειλῆς, καὶ πυρὸς γεέννης, ἡμᾶς τοὺς ἁμαρτωλοὺς καὶ κατακρίτους. Καὶ πόθῳ δῶμεν αἴνεσιν, ἐκβοῶντες τῷ Δημιουργῷ καὶ Λυτρωτῇ· οἴκτειρον Σῶτερ τὸ πλᾶσμά σου, ὁ δι’ ἡμᾶς ἐνανθρωπήσας σαρκί, εὐδοκῆσαι Θεός, Σταυρὸν ἑκουσίως καὶ ταφὴν καταδεξάμενος, καὶ ἀναστὰς ἐν δόξῃ, εἰς τὸ σῶσαι τὸν ἄνθρωπον.

 

Εἶτα, οἱ δύο Κανόνες.

Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Αἰνῶν Θεῷ, σεισμοῦ λυτρούμενον δέομαι.

ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Αἰνέσαι τὴν δόξαν σου, Τριὰς ὁ τάλας πειράσομαι· διὸ νοῦν μου φώτισον, καὶ στόμα πλάτυνον νῦν, ὅπως ᾄσμασι, δοξάσω σε ἀξίως, καὶ πίστει προσκύνησιν, δῷ τῇ δυνάμει σου.

κέτης προσπίπτω σοι, ῥοαῖς δακρύων δεόμενος, φιλάνθρωπε Κύριε, ῥῦσαι σεισμοῦ ἀπειλῆς, σὸν πλαστούργημα, καὶ γῆς τὸν κλόνον παῦσον, τῷ θείῳ σου νεύματι, ἐξ ὕψους δόξης σου.

Νεκροὶ ἐξηγέρθησαν, τῇ σῇ Σταυρώσει μὴ φέροντες, Θεὲ ὅτε ἔσεισας, ἐκ θεμελίων τὴν γῆν, καὶ διήνοιξας, μνημεῖα Ζωοδότα, καὶ νῦν μακροθύμησον, ἡμᾶς λυτρούμενος.

Θεοτοκίον.

Κόρη ἐκύησας, τῇ σῇ νηδύϊ σαρκούμενον, Υἱὸν Θεοῦ σύμπαντα, δρακὶ τοῦ φέροντα, καὶ διέμεινας, Παρθένος μετὰ τόκον, ὡς πρὶν οὖσα πάναγνε, φρικτὸν μυστήριον.

 

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Ὦ Ζωοδότα, πρόσδεξαι ᾆσμα ἡδύ. Γεωργίου.

ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.

δὴν θεοΰφαντον πλέξομεν ὕμνοις, φιλέορτοι ᾄδοντες, θαυμαστὴν δύναμιν, Θεοῦ τοῦ παναληθῶς, τὰ σύμπαντα ἐκ μηδενός, δημιουργήσαντος.

Ζωὴν ἐνυπόστατον ἔδωκας πρώτῳ, ἀνθρώπῳ φυσήμασι, σῆς πνοῆς πλάσαντι, Θεὲ κατ’ εἰκόνα σήν, τ’ ὀμοίωσιν, πρὸ ἐντολῆς, καταπατήσαντι.

πῶς διηγήσομαι, τέρατα ξένα, σημεῖα ἐξαίσια, ἀπορῷ Κύριε!  Διό μοι δὸς φωτισμόν, τοῦ μέλεσι Δαβιτικοῖς, ψάλλειν σου πρόνοιαν.

Θεοτοκίον.

θνείαν ἀλλοίωσιν εὐπρεπεστάτην, Υἱῷ Σου πρεσβεύουσα, μητρικῶς δίδου μοι, Παρθένε τῷ ταπεινῷ, μετάνοιαν καὶ ἱλασμόν, τῶν ἐγκλημάτων μου.

 

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Νομή σου ἀνθρώπους πλανωμένους, Χριστὲ ἐπανάγεις πρὸς τρυφήν, κηρύττων τὴν μετάνοιαν, ἁμαρτημάτων ἄφεσιν, καὶ γῆς ἑδράζεις τρέμουσαν, παύων τὸν κλόνον τῇ νεύσει σου.

Θυμόν σου τὸν δίκαιον ἀπόθου, καὶ πράϋνον θείαν σου ὀργήν, ἐπὶ τοὺς ἁμαρτάνοντας, ὦ Σῶτερ πολυέλεε· διὸ θαλάσσης κλύδωνα, καὶ σάλον τάχυ κατάπαυσον.

ξ ὕψους ὁρᾶς τὴν γῆν καὶ τρέμει, τὰ ὄρη ἁπτόμενα χειρί, τῇ σῇ Θεὲ καπνίζονται, ὡς ψάλλει σε δοξάζοντα, Δαβὶδ ὁ ἐνθεότατος, ὕμνον κἀμεῖς νῦν σοῖ ᾄδομεν.

Θεοτοκίον.

Μῆτερ Θεοῦ σὲ ἀνυμνοῦμεν, Ἀδάμ τε καὶ Εὔας τὴν ἀράν, λυτρώσασα τῷ τόκῳ σου, τῶν γηγενῶν τὸ ἄθροισμα, ἐν μελιῤῥύτοις ᾄσμασι, καὶ μοναζόντων συστήματα.

 

Ἕτερος. Στερεωθήτω ἡ καρδία μου.

Δοξολογίαν πάντες δῶμεν νῦν, Θεῷ φιλανθρώπῳ, σεισμοῦ ἀπειλῆς, ἐλευθερῶσαι καὶ δεινῶν, δεομένους νυχθημερόν, καὶ πραΰναι αὐτοῦ δίκαιον θυμόν, σῶσαι πλᾶσμά του.

ἐπιβλέπων οὐρανόθεν γῇ, ποιεῖς τρεμαμένην, Χριστὲ ὁ Θεός, ἐκ θεμελίων τῷ σεισμῷ, καὶ ὑδάτων συστήματα, μεταβάλλεις κατὰ βούλησιν, λόγῳ σου ἃ ἔκτισας.

Τίς τὰς ἀβύσσους τῶν κριμάτων σου, ἐξιχνιάσειε παντάναξ Σωτήρ; ἢ τὴν δικαίαν σου ὀργήν, ἐφ’ ἡμᾶς ἁμαρτάνοντας, δυνηθῆναι καταπαύσειε  πλὴν εἰ δῷ μετάνοιαν.

Θεοτοκίον.

δων ᾠδήν σοι, κράζω Δέσποινα, ῥῦσαί με ἐκ πάσης κατακρίσεως, δεινῶν παγίδων τοῦ ἐχθροῦ, καὶ φλογὸς τῆς κολάσεως, μητρικαῖς σου παρακλήσεσιν, Υἱῷ πανοικτίρμονι.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τὰ σύμπαντα δόξαν σοι προσάγει Σῶτερ Χριστέ, Ἀγγέλων στρατεύματα καὶ γηγενῶν ἡ πληθύς, καλῶς γὰρ ἐποίησας, κτίσιν λόγῳ χειρί σου, νοερὰν ὑλικήν τε, ἣν κυβερνᾶς τῇ νεύσει, προνοῶν ἐπὶ πᾶσι· διό σου δεόμεθα θερμῶς, τήρει ἀσάλευτον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μετάνοιαν δώρησαι τοῖς ἀστατοῦσι Χριστέ, πολλοῖς πλημμελήμασι παροργιζόντων ἀεί, τὴν σὴν ἀγαθότητα, φαύλαις τε συνηθείαις, καὶ αἰσχραῖς βλασφημίαις, σφόδρα ἁμαρτανόντων, ἑκουσίᾳ βουλήσει, πρεσβείαις τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων σου.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Συσσεισμῷ ποτὲ Θεσβίτης, οὐχ ἑώρακε Κύριε, ἀλλὰ λεπτοτάτῃ, αὔρᾳ τούτῳ σὺ προσωμίλησας· ὅθεν κἀμῖν πρὸς ὠφέλειαν δὸς εὔκρατον, γῆς τὸν ἄνεμον, παύων τὸν κλόνον τῇ νεύσει σου.

ποχούμενον προεῖδε, σὲ τῷ πόλῳ ἀστράπτοντα, θρόνῳ ὁ Προφήτης, κύκλῳ Χερουβεὶμ καθεζόμενον, ὃν τρέμει πᾶσα ἡ κτίσις, ἀνυμνούμενον, τὸν συνέχοντα, πέρατα γῆς τῇ δυνάμει σου.

κετεύομεν βοῶντες, τῶν δεινῶν ἐλευθέρωσον, πλᾶσμά σου καὶ ῥῦσαι, νόσων χαλεπῶν περιστάσεων, ὦ παντοδύναμε Σῶτερ, καὶ δὸς οὔρειον, ἔχειν ἄνεμον, τὰ ποντοπόρα πληρώματα.

Θεοτοκίον.

Σὺ Παρθένε νόμον δόντα, ἐν Σιναίῳ ἐκύησας, Πνεύματος ἐλεύσει· ὅθεν τοῦτον νῦν ἐκδυσώπησον, δοῦναι ἡμῖν σωτηρίας, τὴν ἀπόφασιν, ὅτ’ ἐλεύσεται, κρῖναι βροτούς, οὕσπερ ἔπλασεν.

 

Ἕτερον. Ἐν Πνεύματι προβλέπων.

Πυρὸς γεέννης ῥῦσαι ἡμᾶς παμβασιλεῦ, καὶ δικαίαν ἔπαρον ὀργήν σου ἀγαθέ· δὸς μετανοίας τὰς τρίβους κατανοῆσαι, τῶν δωρεῶν σου τῷ φωτὶ ἐργαζομένους, πάντα τὰ σὰ τηρεῖν προστάγματα.

ευμάτων ποταμίων κινήσεις συστροφάς, καὶ ἀνέμων δύναμιν μετάβαλλε Χριστέ· τῇ μηλωτῇ Ἰορδάνης διεχωρίσθη, Τιβεριάδι τ’ ἡ ὁρμὴ ἐκμηδενίσθη, πάντα γὰρ ποιεῖς, ὅσα βούλει σύ.

φρὺς τοῦ νοητοῦ ἐτροπώθη Ἀμαλήκ, καὶ δαιμόνων ἔνεδρα ἐγένετο καπνός· τὴν τοῦ Σωτῆρος ἀνθρώποις ἐπιδημίαν, ἐμφαντικῶς καὶ σκιωδῶς, θεῖοι Προφῆται, προὔφησαν, καὶ τούτου ἐξαίσια.

Θεοτοκίον.

Σὲ Κόρη θεία κλίνη προεῖδε Σολομών, δυνατῶν κυκλοῦσάν σε, ἀμέτρητος πληθύς· ὁ Ἡσαΐας ὡς πύλην τὴν κεκλεισμένην, ἐν ᾗ ἀφθόρως Ἰησοῦς γαστρὶ εἰσέλθῃ, οὕτως δὲ Λόγος ἐξελεύσεται.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Μανίας ἐκλύτρωσαι, κατακλυσμοῦ τοὺς δούλους σου Σῶτερ, καὶ σεισμοῦ φρικώδους ῥῦσαι, ἔνεδρα λῦσον, δαιμονικῶν πειρασμῶν, ἁπάσας τὰς θείας ἀρετάς, ἔνδον δὸς σῇ χάριτι, καλὸν ἔχειν γεώργιον.

ργὴν καταπράϋνον, τὴν σὴν δικαίαν εὔσπλαγχνε, πάντας ἐκλυτρούμενος κινδύνων, παῦσον ἐγκάτων, τὸν κλόνον σῇ νεύσει τῆς γῆς, θαλάσσης κλυδώνιον σφοδρόν, καὶ ἀνέμων κίνησιν, βλαπτικὴν ἐξαιτούμεθα.

ψόθεν ἐπίβλεψον, ἐπὶ τὴν κληρουχίαν σου Σῶτερ, ὅτι πίστει ἱκετεύει, σὲ τὸν Δεσπότην, Δημιουργὸν τοῦ παντός, θεμέλια στήσαντα τῆς γῆς, καὶ ὑδάτων ῥεύματα, φυσικὴν ἔχει κίνησιν.

Θεοτοκίον.

Λοιμώδη νοσήματα, ἡμῶν ταχὺ ἐκδίωξον, χεῖρας ἐπηρμένας πρὸς Υἱόν Σου, ἔχουσα Μῆτερ, τὸν χωρητὸν σῇ γαστρί, καὶ πᾶσιν ἀχώρητον Θεόν, ὅνπερ σωματώσασα, παρθενίαν ἐφύλαξας.

 

Ἕτερος. Τὴν σὴν εἰρήνην δὸς ἡμῖν.

Δεινῶν λυτροῦται τοὺς πιστούς, ὁ Ἐμμανουήλ, νόσων τε συμφορῶν, καὶ θλίψεων ῥύεται, τῆς γῆς ἀβυσσαλέα ῥήγματα, νεύσει διανοίγει, καὶ γεφυρώνει αὖθις.

πὶ τὴν πέτραν ἣν Χριστός, κελεύει ναούς, ἔπηξεν ἱερούς, βροτῶν πλῆθος πίστει καὶ ὁμολογίᾳ, ἐμφορούμενον, οὓς τήρει ἀτρώτους, θερμῶς ἀπιστοῦμεν.

Ξοάνοις οὐ τὸ λατρευτόν, γλυπτοῖς τε Μωσῇ, εἶναι ἔφη Θεός, καὶ Βάαλ κατήσχυνε, πῦρ οὐρανόθεν κατερχόμενον, ὃ εἶδε Προφήτης, ἀλλ’ ἡμεῖς δ’ ἀπιστοῦμεν.

Θεοτοκίον.

κουσον θύγατερ Δαβίδ, βοᾷ σοι ἁγνή, Ἄνακτος γὰρ Μητέρα λέγει, Βασίλισσα γεννήσει, ἐκ σοῦ τεχθησόμενος, δίχα φθορὰν μήτρας, Λόγος Θεοῦ ἐξέλθει.

 

 

 

 

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

πὸ Ἀγγέλου τὰς πτέρυγας, τοῦ φύλακος ἡμῶν δὸς φιλάνθρωπε, ἔχειν ἀλώβητον, πάσης ἀνάγκης ἑκάστοτε, καὶ πειρασμῶν ποικίλων, τοῦ πολεμήτορος.

Τὴν θλίψιν πόῤῥῳ ἀπέλασον, τὰ κύματα ἐχθρῶν καταδίωξον, μὴ ἡμᾶς βλάπτεσθαι, πίστει θερμῶς σοῦ δεόμεθα, βασιλευόντων Ἄναξ, καὶ φρούρει ἅπαντας.

ητόρων γλῶσσαι πολύφθογγοι, τὰ σὰ ἐξιστορεῖν οὐ δεδύνηται, μεγαλουργήματα, ὅτι τὰ σύμπαντα ἔστησας, Θεὲ τῷ λόγῳ μόνῳ, ἁρμονικότατα.

Θεοτοκίον.

ρᾷς πῶς πόντῳ βυθίζομαι, ῥοπῇ τῆς ἁμαρτίας πρὸς ὄλισθον, ἔχων Μητρόθεε; ὅθεν πρὸς ἄνω ἰθύνουσα, Χριστοῦ τῆς Βασιλείας, τρίβους διόρθωσον.

 

Ἕτερος. Τὸν Προφήτην Ἰωνᾶν.

λαρότητος φωτί, ὦ ὡραῖε κάλλει σύ, ἡμῶν φρένας φωτισμοῦ, προσευχῆς διηνεκοῦς, νῦν πλήρωσον, καὶ σωτηρίας τρίβοις κατεύθυνον.

γρυπνίαις ἐκτενῶς, ἱκετεύω Λυτρωτήν, σὺν πιστοῖς χριστιανοῖς, λύτρωσαί με πειρασμῶν, τοῦ δράκοντος ὀργῆς θεϊκῆς, νόσων καὶ θλίψεων.

Σωτηρίαν ἐκζητῶ, τὰ ἡδέα νουνεχῶς, λείπω ὄπισθεν Θεοῦ, τειχιζόμενος Σταυρῷ, καὶ φθέγγομαι, σεισμοῦ τῆς βλάβης, ῥῦσαί με Δέσποτα.

Θεοτοκίον.

Μολυνθέντα με αἰσχραῖς, ἁμαρτίαις τὴν ψυχήν, ἱκετεύω σε θερμῶς, νῦν ἀπόπλυνον ἁγνή, καὶ κάθαρον, παντοίου ῥύπου, δεινῶν κακώσεων.

 

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Ἀπειλῆς ἐκλύτρωσαι, σεισμοῦ Χριστὲ τοὺς σοὺς δούλους, καὶ θυμόν σου δίκαιον, ἁμαρτωλοῖς ποίει πρᾶον, ἔχεις γάρ, μακροθυμίαν ἀνείκαστόν γε, πρόνοιαν, φιλανθρωπίαν ἄῤῥητον πᾶσι· διὸ οἴκτειρον ἀνθρώπους, νῷ μεταγνῶντας, τῆς αἰωνίου φλογός.

Ὁ Οἶκος.

Πᾶσα ἡ κτίσις, φόβῳ συνεχομένη, δοξάζει Θεέ, τὴν σὴν παντοδυναμίαν καὶ ἀγαθότητα. Θαμβοῦνται οὐρανοί, ἐξίστανται νόων Τάξεις, φρίττουσι δαίμονες καὶ γηγενεῖς τρόμῳ συστελλόμενοι, οὐ τολμῶσι κατιδεῖν σου, τοῦ προσώπου τὸ κάλλος τὸ ἄῤῥητον Σωτήρ, διὰ τὸ ἐφάμαρτον τῆς βροτείας φύσεως. Σὺ γάρ, ἐπιβλέπων πρὸς τὴν γῆν, ποιεῖς αὐτὴν τρέμειν, τῇ δ’ ἐπιτιμήσει σου, παύει τάχυ τοῦ ἀνέμου ἡ δύναμις· ὅθεν, προσδεχόμενος τὴν μετάνοιαν ἡμῶν, σοῦ δεόμεθα φιλάνθρωπε, στῆσον αὖθις τῇ γῇ εἰς τοὺς πόδας αὐτῆς, καὶ δὸς ἁρμονικῶς κινεῖσθαι τὴν κτίσιν, οὐ ἀτάκτῳ καὶ βιαίᾳ ῥοπῇ, τοῖς οὐρανίοις κυκλόθεν σώμασι, καὶ οἴκτειρον πάντας ἡμᾶς, λυτρούμενος, τῆς αἰωνίου φλογός.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ μεγάλου σεισμοῦ.

Πράϋνον Σῶτερ, ὀργήν σου τὴν δικαίαν,

καὶ στῆσον αὖθις τῇ γῇ, σῇ θείᾳ νεύσει,

σεισμοῦ ἀπειλῆς, λυτρούμενος οἰκέτας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ξενοφῶντος καὶ τῆς συμβίας αὐτοῦ Μαρίας καὶ τῶν τέκνων αὐτοῦ Ἀρκαδίου καὶ Ἰωάννου.

Καὶ γῆν λιπόντας, τοὺς περὶ Ξενοφῶντα,

Ἁβρᾷ ξενίζω τοῦ λόγου πανδαισίᾳ.

Παισὶν ἅμ' ἠδ' ἀλόχῳ Ξενοφῶν θάνεν εἰκάδι ἕκτῃ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεών, τοῦ ἐπιλεγομένου Παλαιοῦ.

Τὸν χοῦν παλαιὲ Συμεὼν ἀπεξύσω,

Ἐχθροῦ παλαιοῦ λεπτύνας εἰς χοῦν κάραν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνανίου πρεσβυτέρου καὶ Πέτρου δεσμοφύλακος καὶ τῶν σὺν αὐτοῖς ἑπτὰ στρατιωτῶν.

Πέτρος σὺν ἑπτὰ τὴν θάλασσαν εἰσέδυ,

Οἷς Ἀνανίας ἡδέως συνεισέδυ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀμωνᾶς ἐν εἰρήνῃ τελειοῦται.

Ζωῆς Ἀμωνᾶς νῆμα πληρώσας ἅπαν,

Ζωὴν ἐφεῦρεν, οὔποτε πληρουμένην.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γαβριὴλ ἐν εἰρήνῃ τελειοῦται.

Σὺν τῷ Γαβριὴλ τῷ Νόων πρωτοστάτῃ,

Καὶ Γαβριὴλ ἵστησι Χριστὸς τὸν νέον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δύω Μάρτυρες, οἱ ἐν Φρυγίᾳ, τυπτόμενοι τελειοῦνται.

Βάκλοις ἀθληταὶ τραυματισθέντες δύω,

Στεφθέντες εὗρον τὴν συνούλωσιν τάχει.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ξενοφῶντος, κτήτορος τῆς ἐν Ἄθῳ Ἱ. Μ. Ξενοφῶντος.

 

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Κλήμεντος, τοῦ ἐν τῶ Ὄρει Σαγματίῳ ἀσκήσαντος, πλησίον τῆς Βοιωτίας.

Κλήμης ὁ θεῖος ἐν μεταρσίῳ στύλῳ,

ἀρθεὶς ἀνέπτει πρὸς μονὰς οὐρανίους.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γερμανοῦ τοῦ ἐν Σαγματ

Γέρας ἀρετῶν, Γερμανός γεγαιρέσθω,
ὡς τῶν γεηρῶν, λελοιπὼς πᾶσαν τέρψιν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δαυίδ, βασιλέως τῆς Γεωργίας

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρκαδίου τοῦ Βγιαζνικόφσκϊυ Ῥωσσίας

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γαβριήλ, Μητροπολίτου Νόβγκοροντ καὶ Ἁγίας Πετρούπολης

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Κυρίλλου, Μητροπολίτου Καζάν

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀνακομιδὴς τῶν λειψάνων τοῦ Ὁσίου Θεοδώρου τοῦ Στουδίτου, ἐπὶ Πατριάρχου Μεθοδίου, ἐν ἔτει 844 μ. Χ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

περήφανον τοῦ ἑωσφόρου θέλημα, σὺ ἐταρτάρωσας, καὶ παραβάντας Ἀδάμ, τρυφῆς ἐξωστράκισας, ἀποστασήσαντος παντοδύναμε, σοὶ γὰρ φωστῆρες, ἄστρα φῶς ὑπακούουσιν, ἡμεῖς δ’ οὐ.

Μεγαλύνει σε τὰ σύμπαντα δοξάζοντα, πάντα τὰ ἔργα σου, ὅτι σοφίᾳ αὐτά, τῷ λόγῳ σου ἔκτισας, ἄνθρωπον δ’ ἔπλασας, σοὶ κραυγάζοντα· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

στερέωσας τῇ πίστει Παῖδας ἔμφρονας, Τρεῖς σὲ δοξάσαντας, μέσῳ καμίνου φλογός, Τριάδα τυπώσαντος, τὴν ἀδιαίρετον, ὦ πανάγαθε, κἀμὰς ἀεὶ τῷ φόβῳ σου, πίστει τ’ ἀγάπῃ συντήρει.

Θεοτοκίον.

Νεκρωθεῖσάν μου καρδίαν αὖθις ζώωσον, σῇ θείᾳ χάριτι, καὶ πρὸς Υἱὸν καὶ Θεόν, Παρθένε πρεσβείᾳ σου, σῶσον ὡς σώτειρα, οὖσα ἄσπιλε, ἡ σωτηρία τῶν βροτῶν, γλυκασμὸς τῶν Ἀρχαγγέλων.

 

Ἕτερος. Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ.

γαλλιάσει ὄντως θεϊκῇ, καὶ Πνεύματι πιστῶς ἐμφορούμενος βοῶ· μύρων ὀσμῆς σου ὀπίσω ἔδραμον, ἔρωτι Χριστὲ πυρούμενος· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

δυπαθείαις πάσαις ἡ ψυχή, μολύσμασι σατᾶν ὑποφέρει βλαπτικῶς, ῥέπει ὁ νοῦς πλείστοις ἁμαρτήμασι, πράττων ἑκουσίως, Κύριον λύπην διδόντα πολλήν· διὸ ταράττει τὴν γῆν.

Διὰ πυρὸς διέρχει πειρασμούς, ἀλλ’ ὅπλῳ τοῦ Σταυροῦ, τούτους μάκρυνον ψυχή, ἔφη ψαλμοῖς, Προφητάναξ ἔνθεος, οὐ μήν, ἀλλὰ καὶ δι’ ὕδατος, ἐξαγαγῶν Ἀθλητῶν, χοροὺς εἰς ἀναψυχήν.

Θεοτοκίον.

πὸ τὴν σκέπην τρέχομεν τὴν σήν, οἱ δοῦλοί σου ἁγνὴ ἐκζητοῦντες ἀρωγήν, φρούρει πιστούς, καὶ ποίμνην συντήρησον, οὖσαν ἐν Ἑλλάδι ἄτρωτον, τὴν ἀνυμνοῦσαν ἀεί, σὲ θεοφθόγγοις ᾠδαῖς.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Οἶδα ὅτι σὺ ῥοαῖς δακρύων, ἀνθρώπων πιστῶν ὑπάρχεις εὐσυμπάθητος· ὅθεν ἱκετεύομεν, πόθῳ δὲ σοὶ λέγομεν, ὀργῆς σεισμοῦ ἐκλύτρωσαι, κινδύνων θλίψεων, τοὺς δούλους σου, καὶ βλάβης παντοίας, σὲ Χριστὲ ὑμνοῦντας, ἀπαύστως εἰς αἰῶνας.

Νεῦσον οὐρανόθεν πανοικτῖρμον, καὶ στῆσον τὴν γῆν σεισμοῦ εἶναι ἀκλόνητον, σὺ γὰρ ταύτην ἔκτισας, καὶ ἄνθρωπον ἔπλασας, οἰκοῦντα ταύτην δ’ ἔθηκας, καὶ σὲ δοξάζοντα, ἀλλ’ ὔστερον, αἰσχραῖς ἁμαρτίαις, παροργίσαντά σε, χοΐ ἔδωκας πάλιν.

Δεῦτε θεοφρόνων αἱ χορεῖαι, Κυρίῳ Σωτῆρι δῶμεν νῦν προσκύνησιν, ῥῦσαι ἀλαλάζοντες, καὶ φωναῖς κραυγάζοντες, ἡμᾶς πυρὸς κακώσεων, σεισμοῦ καὶ θλίψεων, ὡς ἔσωσας Ἁγίοις Τρεῖς Παῖδας, ἐξ ἑπταπλασίως, καμίνου καιομένης.

Θεοτοκίον.

σο ἡμῶν θῦρα σωτηρίας, Παρθένε παρακαλοῦμέν σε, ὡς ἔφησαν πύλην ἐπουράνιον, βᾶτον ἀκατάφλεκτον, Προφῆται θρόνον τράπεζαν, πόκον τὸν ἔνδροσον, καὶ κλίμακα, σκηνὴν ναὸν ὄρος, κἀμεῖς δὲ Μητέρα, Θεοῦ ὁμολογοῦμεν.

 

Ἕτερος. Ὃν φρίττουσιν Ἄγγελοι.

Γλῶσσα νῦν ὡς κάλαμος, ὀξύγραφος ἐμή, ἐδείχθης πανάγαθε, ὑμνοῦσα σὲ πιστῶς, ψαλμοῖς μελιῤῥύτοις, ἱκεσίαις θερμαῖς, οἷς δοξολογοῦμεν, ἀπαύστως εἰς αἰῶνας.

στῶτες οἱ Ἅγιοι, κυκλόθεν ἱερῶς, σοὶ ὕμνον προσάδουσι, κἀμεῖς δ’ ἁμαρτωλοί, ἐνάρετον βίον, καὶ ἔργα ἀγαθά, οὐκ ἔχομεν δοῦναι· διὸ ταράττεις κτίσιν.

θρηνῶν ἀκούσματα, καρδίας στεναγμοί, κραυγὴ ταπεινώσεως, ἡμάρτηκα Θεέ, ἐλέησον Σῶτερ, βοῶμέν σοι πιστῶς, γοερῶς αἰτοῦντες, ἵνα σεισμοῦ ῥυσθῶμεν.

Θεοτοκίον.

ωννύμεθα Δέσποινα, δυνάμει κραταιᾷ, τῇ σῇ ἀνακράζοντες· ἡ ῥίζα Ἰεσσαί, βλαστήσασα Λόγον, σὺ ὑπάρχεις ἁγνή, ἡ καθαρωτέρα ἡλιακῶν ἀκτίνων.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Οἴκτειρον Χριστέ, καὶ φεῖσαι τοῦ πλάσματος, ὃ πεπλαστούργησας, ὀργῆς ἀπειλῆς σεισμοῦ, πυρὸς μανίας, νόσων καὶ θλίψεων, ῥυόμενος καὶ πράϋνον, ὡς εὐσυμπάθητος, τὸν θυμόν σου, ἵνα σὲ δοξάζομεν, καὶ ποιοῦμεν ἀεί, τὸ σὸν θέλημα.

Μέμνησο ἡμῶν, ἐν ὥρᾳ τῆς κρίσεως, καὶ ἀποφάσεως, αὐτοκατακρίτων γάρ, ὄντως παντάναξ, ἀπολυτρούμενος, πυρὸς τοῦ αἰωνίζοντος, ὡς δικαιότατος, μετανοίας, τρόποις ἐνδεικνύμενος, δεξιοῖς σου προβάτοις δ’ ἀρίθμησον.

δω σοι Σωτήρ, ἀπαύστως τοῖς μέλεσι, καθικετεύοντα, κράτυνον λυτρούμενον, ἔθνος Ἑλλήνων, ἐχθρῶν ἁλώσεως, αἱρετιζόντων στόματα, φιμώτρῳ ἔμφραξον, καὶ κινδύνων, πάντων ἐλευθέρωσον, τοὺς πιστῶς προσκυνοῦντας τῷ κράτει σου.

Θεοτοκίον.

λεως γενοῦ, Χριστὲ παρακλήσεσι, Μητρός σου σώσασθαι, οἰκοῦντας γῆν ἐκ σεισμοῦ, λαοῦ Ἑλλάδος, πιστῶν τὸ ἄθροισμα, καὶ ὀρθοδόξους ἄπαντας, ἐκ περιστάσεων, τοὺς βοῶντας· χαῖρε βᾶτε ἄφλεκτε, ἡ κυήσασα Λόγον πανάγιον.

 

Ἕτερος. Τὴν φωτοφόρον νεφέλην.

Γινώσκομεν ἐν τῇ πίστει, βυθὸν σοφίας ἔχειν σε, Σῶτερ ἀπύθμενον τῷ νῷ, καὶ ὅτι πάντα οἶδας, προνοίᾳ σῇ δὲ θαυμαστῇ, τὴν γῆν κυκλικῶς ἡλίου, ἔστησας καὶ ταύτην θεμελίοις, συνταράττεις τῷ σεισμῷ, νεύματι σῷ.

σθι προστάτης τῶν πίστει, σὲ δοξαζόντων ἀπαύστως φιλάνθρωπε σὺν τοῖς χοροῖς, Ἀγγέλων καὶ Ἁγίων, καὶ ἐν τῷ βήματι ἡμᾶς, ἐμφόβους παράστησον, καὶ λύτρωσαι, τοῦ πυρὸς τοῦ ἀσβέστου, νῦν δὲ θλίψεων, καὶ βλάβης ἐξελοῦ.

ὔδασι πᾶσαν κτίσιν, ἐπιστηρίξας καὶ τὴν γῆν, ὁ τῶν ἀνέμων λόγῳ σῷ, τὴν κίνησιν ἰθύνων, τὸν τῆς ἁλὼς κλυδωνισμόν, καὶ ὅριον ψάμμου σοφῶς θέμενος, ἵνα γνῶμεν τὸ ὕψος, τῆς σῆς σοφίας Χριστέ, δὸς φῶς ἡμῖν.

Θεοτοκίον.

ψηλοτέρα ὑπάρχεις, τῶν οὐρανῶν Θεοτόκε, τιμιωτέρα Χερουβείμ, νόων ἐνδοξοτέρα· ὅθεν χαρίτωσον σεμνή, τὸν πλέξαντα σοὶ ᾠδὴν ἡδύφθογγον, σὺν πρεσβείαις Ἁγίων, καὶ ἀπήμονας συντήρει τοὺς πιστούς.

 

 

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ἀπόστολοι ἐκ Περάτων.

Ἀπὸ Θρακῶν ἄχρι Κρήτης, γῆν τῆς Ἑλλάδος καὶ νήσους, ῥῦσαι σεισμοῦ καὶ κινδύνων, παρακαλοῦμέν σε Σῶτερ, καὶ δὸς εἰρήνην τῷ κόσμῳ, τοῖς δ’ ὀρθοδόξοις τὸ νῖκος.

Ἕτερον, ὅμοιον.

Τοὺς μεταστάντας τοῦ βίου, σεισμῷ θαλάσσῃ ἀέρι, δοκιμασίαις τε πάσαις, καὶ φυσικαῖς καταστροφαῖς, ἀνάπαυσον Σώτερ κόλποις, Πατριαρχῶν καὶ Δικαίων.

Θεοτοκίον.

Εἶδε Μωσῆς ἐν Σιναίῳ, Βᾶτον σὲ ἄφλεκτον ἁγνή, θαῦμα θαυμάτων δηλοῦσα, τὸ ἀειπάρθενον ἐν σοί, ὡς πρὸ τοῦ τόκου Παρθένος, ἐν τούτῳ μείνασα αὖθις.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Δεῦτε πιστοὶ συνελθόντες ὕμνοις προσοίσωμεν, Χριστῷ τῷ Ζωοδότῃ, τῷ συστήσαντι κτίσιν, τῷ λόγῳ καὶ κρεμάσαντι οὐρανόν, ὡσεὶ δέῤῥιν καὶ ὕδατα, πάντα πηγαῖς συναχθῆναι ὅπως ὀφθῇ, τῆς ξηρᾶς εἰπόντα πρόσωπον.

 

Τὴν ἐντολὴν παραβάντα τοῦ σοῦ προστάγματος, τοῦ Παραδείσου ἅμα, τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ, ἐξώρισας καὶ ἔδωκας τὴν ἀράν, τῷ βροτείῳ φυράματι, καὶ συνταράττεις τῇ νεύσει σου τρόμῳ γῆν, ἐμβαλὼν ἐφ’ ἁμαρτάνοντας.

 

Τίς ἂν ἐκφύγειε Σῶτερ θνητὸς δυνήσεται, ἀπὸ ὀργῆς θυμοῦ σου, ἁμαρτίαις ποικίλαις, ἑκὼν καὶ ἀκουσίως πεποιηκώς; Πλὴν πηγαῖς τῶν δακρύων του, τῆς μετανοίας ἐκπλύνειε ῥυπαρόν, οὐ βολίδι τοξευθήσεται.

 

Ῥῦσαι σεισμοῦ καὶ ἀνάγκης δεινῶν καὶ θλίψεων, κακώσεων κινδύνων, συμφορῶν πάσης βλάβης, αἱρέσεων μανίας κατακλυσμοῦ, πειρασμῶν πυρὸς ὕδατος, τῶν ἀλλοφύλων Ἑλλάδος πιστὸν λαόν, καὶ νοσοῦντας Σῶτερ ἴασαι.

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε πιστοί, στησώμεθα χορείαν, καὶ οἴκοις Θεοῦ σπεύδοντες, προσοίσωμεν τὸν ὕμνον, τῷ Δημιουργῷ καὶ Πλάστῃ ἁπάσης τῆς κτίσεως, πανευλαβῶς ἀνακράζοντες· Κύριε παντοκρᾶτορ, ὃν πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου τῆς δυνάμεώς σου, ἔπαρον τὴν δικαίαν σου ὀργήν, ἀφ’ ἡμῶν τῶν ἁμαρτωλῶν καὶ κατακρίτων, καὶ παῦσον ταχέως τὸν κλόνον τῆς φῆς, τὰ συντρίμματα ἰώμενος, τῶν ἀνθρώπων τῷ γένει, ὅπως ἀπαύστως σὲ δοξάζομεν. Μακροθύμησον φιλάνθρωπε, δεόμεθά σου, ἐπὶ τὴν κληρονομίαν σου τήνδε, καὶ ῥῦσαι τὸν χριστεπώνυμον τῆς Ἑλλάδος λαόν, ἀπὸ πάσης ἐνεστώσης ἀπειλῆς. Ἐξελοῦ δὲ νῦν ἡμᾶς, τῆς τυραννίδος τῶν παθῶν, τοῦ ἀρχεκάκου ἐχθροῦ, τρόποις μετανοίας ἐνδεικνύμενος, καὶ παράσχου ἄφεσιν πταισμάτων, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Ὅπου δοξολογεῖται τὸ ὄνομά σου Κύριε, ἐκεῖθεν καὶ καταργεῖται τοῦ βελίαρ τὰ ἔνεδρα, οὐ δύναται γὰρ ἀκούειν Ἀγγέλων τὸν Τρισάγιον ὕμνον· διὸ αἰτοῦμέν σου, τὰ πυρφόρα αὐτοῦ βέλη, τὰ καθ’ ἡμῶν κινούμενα ἀπόσβεσον· καὶ ἀπειλῆς σεισμοῦ ἐκλύτρωσαι λαόν, τὴν σὴν πραΰνων ὀργήν, παντοδύναμε Ἰησοῦ, ὁ Θεὸς ἠμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Φύλαττε σεισμοῦ ἡμᾶς ἀπειλῆς, κλονίζοντος Σῶτερ, γῆς τὰ ἔγκατα καὶ ψυχαῖς, ἰῷ μολυνθείσαις παθῶν, δὸς μετανοίας, σεισμὸν σωτηριώδη, ὠφελιμώτατον.

Σῶσον ἡμᾶς Σῶτερ ἐκ πειρασμῶν, νόσων καὶ κινδύνων, περιστάσεων δυσχερῶν, καὶ κἀμοὶ πρὸς δόξαν, ὑφάναντί σοι ὕμνοις, δὸς ἀρετῶν τὸν πλοῦτον, καὶ θείαν φώτισιν.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῆς ἀπειλῆς σεισμοῦ ἡμᾶς ῥῦσαι Σῶτερ, παρακαλοῦμέν σε πιστῶν αἱ χορεῖαι, χριστιανῶν τοῖς δάκρυσι θυμὸν καὶ ὀργήν, πράϋνον ἐφ’ ἁμαρτάνουσι, περιστάσεων τε δεινῶν, λύτρωσαι καὶ συμφορῶν, καὶ παντοίας ἀνάγκης, πυρὸς ἀσβέστου γεένης φρικτῆς, φιλανθρωπίᾳ τῇ σῇ πολυεύσπλαγχνε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Δικαιοκρίτα, ῥῦσαι ὀργῆς σου. Ἐν δὲ τοῖς Θεοτοκίοις: Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Δικαίαν σου στρέψον ὀργὴν μακράν, φιλάνθρωπε Σῶτερ, ἀφ’ ἡμῶν τῶν ἁμαρτωλῶν, σφοδρῶς σὲ λυπούντων βλασφημίαις, καὶ παῦσον κλόνον τῆς γῆς τῇ κελεύσει σου.

λύος τοῖς πάθεσι τῆς ψυχῆς, ὡς ὗς κυλινδοῦμαι, τῷ βορβόρῳ ἁμαρτιῶν, ἀλλὰ δὸς μετάνοιαν πρὸ τέλους, ἐπιστροφήν μοι φρενῶν ὡς τὸν ἄσωτον.

Κυκλοῦσί με Κύριε οἱ ἐχθροί, ἐπαναστατοῦσι, λογισμοί τε δαιμονικοί, καὶ τάραχον ἔνδον μοι ποιοῦσι, σεισμῷ καθάπερ σὺ νῦν δ’ ἐλευθέρωσον.

Θεοτοκίον.

Γεώργησον σπόρον τῶν ἀρετῶν, ψυχαῖς ἡμῶν Μῆτερ, μητρικαῖς σου λιταῖς Υἱῷ, κοπάζουσα ζάλην τῶν κυμάτων, ὡς ἀρωγὸς τοῦ βροτείου φυράματος.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

χαρίστων σου δούλων, ἁμαρτωλῶν πρόσδεξαι, πάσας Ἰησοῦ τὰς δεήσεις, καὶ τὰ αἰτήματα, ἐκδεχομένων σου νῦν, τῷ σῷ ἀμέτρῳ ἐλέει, καὶ σεισμοῦ ἐκλύτρωσαι, πάντας μακρόθυμε.

ταμὰς τῶν δαιμόνων, καὶ μιαρὰς φάλαγγας, πόῤῥῳ καταδίωξον Σῶτερ, ἀπολυτρούμενος, τοὺς προσευχῇ ἐκτενῶς, θερμῇ καθικετευόντων, τὸν ἀπερινόητον, καὶ προσκυνούντων σε.

ργῆς ῥῦσαι δικαίας, τοὺς ψαλμικῶς ὄνομα, μέγιστον Θεὲ σοὶ ᾀδόντων, τηρῶν ἀπήμονας, τῆς φοβερᾶς ἀπειλῆς, σεισμοῦ πλημμύρας κινδύνων, οὓς σῶσον δεόμεθα, νόσων καὶ θλίψεων.

Θεοτοκίον.

κ δεινῶν ῥῦσαι πάντας, ὡς συμπαθὴς Δέσποινα, τῆς ψυχῆς καὶ σώματος νόσους, βαλσάμῳ χάριτος, σαῖς μητρικαῖς πρὸς Θεόν, πανευπροσδέκτοις πρεσβείαις, καὶ γεέννης λύτρωσαι, τοὺς ἀνυμνοῦντάς σε.

Ἐκλύτρωσαι, Τριαδικὴ τοῖς προσώποις μιᾷ Θεότης, πάσης νόσου ἡμᾶς σεισμοῦ, ἀνάγκης καὶ θλίψεως, λατρευτικῶς πίστει σὲ προσκυνοῦντας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Σεισμοῦ ἀπειλῆς, κινδύνων περιστάσεων, ὀργῆς θεϊκῆς, ἀνάγκης βλάβης, θλίψεων συμφορῶν, ἡμᾶς ῥῦσαι καὶ νόσων, σοὶ πιστῶς ἀνακράζομεν, καὶ τοῦ βρυγμοῦ ὀδόντων καὶ πυρός, τοῦ αἰωνίου Τριὰς παντεπίσκοπε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Καταπράϋνον κύματα, εἰδωλολατρείας δεινῶν αἱρέσεων, τῶν ἐχθρῶν ἀθέων φρύαγμα, καὶ σεισμοῦ ἡμᾶς Χριστὲ ἀπάλλαξον.

αθυμίαν ἐκδίωξον, λύπην τῆς καρδίας ἡμῶν ἀφάνισον, σὴν εἰρήνην Σῶτερ βράβευσον, καὶ χαρᾶς φωτὶ πλῆσον τοὺς δούλους σου.

σχὺν δίδου τοῖς πάσχουσι, στρέψον σὴν ὀργὴν ἀφ’ ἡμῶν φιλάνθρωπε, καὶ σεισμοῦ Ἑλλάδος λύτρωσαι, τὸν λαὸν πιστῶς δοξολογοῦντά σε.

Θεοτοκίον.

ἁγνὴ δυσωποῦμέν σε, ἡμῖν ὁ Υἱός σου ὁ πολυεύσπλαγχνος, ὅπως ἵλεως γενήσηται, τοῦ ἐλευθερώσασθαι τοῦ δράκοντος.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Τῇ δρακὶ Θεέ, σῇ περικρατεῖς τὰ σύμπαντα· ὅθεν νῦν κράτησον, τὴν ἡμῶν ῥοπήν, πρὸς ἁμαρτίαν, καὶ δὸς καιρὸν πρὸς μετάνοιαν.

ναρχε Τριάς, δὸς τοῖς σὲ ὑμνοῦσιν φώτισιν, τοῖς δὲ λατρεύουσί σε πίστει θερμῇ, σὴν θείαν χάριν, καὶ πάντας ἐλέους ἔμπλησον.

εύματα ἁλώς, καὶ ὁρμὰς ἀνέμων κόπασον, Χριστὲ ὡς ἐν Γενησαρέτ, Μαθητῶν φόβον ἀπώσας, γαλήνην τ’ ἡμῖν δωρούμενος.

Θεοτοκίον.

ώμην ταῖς ψυχαῖς, καὶ τοῖς σώμασι δυσώπησον, ἡ ἀχώρητον χωρήσασα γαστρί, τοῦ χορηγῆσαι ἡμῶν, Κυρίῳ Μητρόθεε.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

πόδεξαι, μετανοίας δάκρυσι, τὸν προσπίπτοντα Χριστὲ σὸν οἰκέτην, ἔργοις αἰσχροῖς, ἀσωτίαις βιοῦντα, ἀλλὰ θερμῶς καὶ πιστῶς δυσωποῦντά σε, καὶ λύτρωσαι ὀδυνηρᾶς, ἀπειλῆς τοῦ σεισμοῦ, καὶ κολάσεως.

Σατᾶν Θεέ, ἐγενόμην παίγνιον, ἡδοναῖς τῆς ἁμαρτίας δουλεύσας, ὅτι παθῶν, ἡ ψυχὴ ἐμολύνθη, καὶ ὡς ἰχθῦν ἐν θαλάσσῃ ἐζώγρησεν, ἀλλὰ πρὸ τέλους ἐκβοῶ· αἰωνίου πυρὸς Σῶττερ σῶσόν με.

πόστρεψον, ἀφ’ ἡμῶν μακρόθυμε, τὴν δικαίαν σου ὀργήν, γῆς τὸν κλόνον, νόσους δεινάς, πειρασμοὺς τῶν δαιμόνων, θλίψεις ὀνείδη θαλάσσης τὸν τάραχον, κινδύνους βλάβας συμφοράς, καὶ παντοίαν ἀνάγκην ἐκδίωξον.

Θεοτοκίον.

Γαλήνιον, ἡμῖν βίον δώρησαι, μητρικῇ σου πρὸς Υἱὸν παῤῥησίᾳ, ὅτι τροφός, γλυκασμὸς καὶ ἀγάπη, βροτῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια· διὸ ὑμνοῦμέν σε πιστῶς, προσκυνοῦντες Παρθένε, τὸν τόκον σου.

Ἐκλύτρωσαι, Τριαδικὴ τοῖς προσώποις μιᾷ Θεότης, πάσης νόσου ἡμᾶς σεισμοῦ, ἀνάγκης καὶ θλίψεως, λατρευτικῶς πίστει σὲ προσκυνοῦντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἀντιλήπτωρ τῶν χριστιανῶν πέλεις Κύριε, καὶ Σωτὴρ ἁπάντων τῶν πιστῶν τῷ ἐλέει σου· σὺ γὰρ ὄντως, τὴν γῆν ποιεῖς τοῦ τρέμειν συσσεισμῷ· διὸ λύτρωσαι τῆς ἀπειλῆς, καὶ τῆς δικαίας σου ὀργῆς, τοὺς πιστῶς δεομένους σου, ἴασαι τοὺς νοσοῦντας, καὶ ῥῦσαι τοὺς δαιμονῶντας, ἡμᾶς ἐκ βλάβης ἐξελοῦ, καὶ ἀνάγκης πολυεύσπλαγχνε.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, σαλευθήτω ἡ γῆ.

Στ.: Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ’ ἡμῶν.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ιδ΄, 23-34).

Τῷ καιρῷ ἐκείνῳ, ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι· ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ. Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα, ἐταράχθησαν λέγοντες· ὅτι φάντασμα ἐστί, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Ευθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· Θαρσεῖτε, ἐγὼ εἰμί, μὴ φοβεῖσθε. Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα. Ὁ δὲ εἶπεν· Ἐλθέ· καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι, ἔκραξε λέγων· Κύριε, σῶσόν με. Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε! Εἰ τί ἐδίστασας; Καὶ ἐμβάντων αὐτῶν εἰς τὸν πλοῖον ἐκόπασεν ὁ ἀνεμος· οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς, Θεοῦ υἱὸς εἶ. Καὶ διαπεράσαντες, ἦλθον εἰς τὴν γῆν Γενησαρέτ. 

Ὁ Ν΄ ψαλμός.

Δόξα: Πάντων σοῦ Ἁγίων, πρεσβείαις παντεπόπτα, γῆς κόπασον τὸν κλόνον, καὶ δὸς ἔλεος πᾶσι.

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Μὴ ἡμᾶς φιλάνθρωπε, σαρκὸς τοὺς μεμολυσμένους, φρεσὶν ἀστατεύοντας, καὶ σοὶ καταφεύγοντας, ἀποῤῥίψῃς νῦν· Κύριε ἅπαντας, σεισμοῦ ἀπάλλαξον, τὸν θυμόν σου καταπράϋνον, ἴασιν δώρησαι, ἄμφω καὶ κινδύνων ἐκλύτρωσαι, θλίψεων περιστάσεων, καὶ τῶν χαλεπῶν συμφορῶν τοῦ βίου· ὅπως ἀνυμνοῦμεν, πληθὺν σῶν θαυμασίων ἀληθῶς, καὶ μεγαλύνομεν ᾄσμασι, πρόνοιάν σου ἄφατον

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

σχὺν Σταυροῦ σου δίδου αἱρέσεων τὰ θράση τὴν τῶν βαρβάρων ὀφρύν, καὶ ἔπαρσιν δαιμόνων, κατάβαλε ἐν τάχει, ἵνα χαίροντες μέλπομεν· Ὁ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἶ.

ργήν σου πόῤῥῳ στρέψον τὴν δικαίαν Σωτὴρ ἀφ’ ἡμῶν τῶν ἁμαρτωλῶν, γῆς κόπασον τὸν κλόνον, παλίῤῥοιαν κυμάτων, ἠφαιστείων ἐκβράσματα, καὶ τῶν ἀνέμων ὁρμάς, κελεύσει σου τῇ θείᾳ.

οπῇ τῆς ἁμαρτίας παραβάσει τῆς Εὔας κινούμενοι καὶ Ἀδάμ, ἀνθρώπων ἅπαν γένος, λυποῦμέν σε οἰκτῖρμον, ἀχαρίστως διάγοντες· διὸ παράσχου ἡμῖν, ἐλέους σου τὸν πλοῦτον.

Θεοτοκίον.

δού σε καθορῶμεν ἀπειρόγαμον Νύμφην ὥσπερ κατεῖδε Μωσῆς, ἐν τῷ Σιναίῳ Βᾶτον, φλογὶ παραδοθεῖσαν, ἀλλὰ δ’ ἄφλεκτον μείνασα· διὸ τὴν φλόγα παθῶν, ἡμῶν σβέσον Παρθένε.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Γῆς παῦσον, κλόνον τὸν φοβερόν, ἐκζητεῖ σε, πλημμυρὶς Ὀρθοδόξων Χριστέ μου, καὶ τοῦ Παραδείσου, ἀξίωσον σοὺς δούλους.

Ἑλλάς, πᾶσα παρακαλεῖ, λαὸν σῶσον, ἐκ σεισμοῦ ἀπαύστως σὲ ὑμνοῦντα, καὶ δοξολογοῦντα, Σωτήρ μου εἰς αἰῶνας.

Σῶσον παντάναξ, ἡμᾶς δεινῶν νοσημάτων, συμφορῶν τε, κακίας ἀνθρώπων, καὶ θεομηνίᾳ, μὴ ἐπιτρέψῃς βλᾶψαι.

Θεοτοκίον.

δύνης ῥῦσαι, τῶν οὐρανῶν πλατυτέρα, γηγενῶν τ’ ἁγνὴ ἁγιωτέρα, ἡμᾶς σὲ ὑμνοῦντας, καὶ σκέπε ἐκ κινδύνων.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Σωτήριον νῦν τρίβον, δεῖξον ἐξαιρέτως, ὦ Ζωοδότα κἀμοὶ τὸν προσφέροντα, τόνδε τὸν ὕμνον, καὶ πάντας διάσωσον.

ρδὰς τῶν ἀλλοπίστων, ἀφάνισον Σῶτερ, ἡμᾶς τοὺς ἐπαπειλοῦντας, δουλῶσθαι οἰκτρῶς, καὶ ὑπερμάχει Ἑλλήνων, τῶν ἀνυμνούντων σε.

πὸ τὴν θείαν σκέπην, φρούρει πανοικτῖρμον, τοὺς σοὺς οἰκέτας ἀτρώτους, σεισμοῦ τῆς φθορᾶς, καὶ ἀσαλεύτους ναούς σου, δὸς ἔχειν πάντοτε.

Θεοτοκίον.

ψίστου ἡ καθέδρα, σὺ ὑπάρχεις Μῆτερ· διὸ δυσώπει Υἱόν σου, σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον, ὁμολογοῦντάς σε.

 

 

 

 

 

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Ῥῦσαι τῶν παγίδων τοῦ πονηροῦ, ἡμᾶς τοὺς ὑμνοῦντας, μεγαλεῖά σου Λυτρωτά, ἐνάρετον βίον, παράσχου καὶ γῆς κλόνον, κατάπαυσον ταχέως, θείᾳ προστάξει σου.

Φύσις τῶν ὑδάτων τρέμει πολλῷ, γῆ σεισμῷ στενάζει, καὶ ἀὴρ οὐ τῷ δροσισμῷ, φέρει τοῖς ἀνθρώποις, ἀλλ’ ἰσχυρῶς κινεῖται· διὸ Χριστὲ σὺ πάντα, στῆσον καὶ ἅρμοσον.

Λύτρωσαι ὑδάτων κατακλυσμοῦ, πυρὸς τῆς μανίας, ἐξ ἐγκάτων τῆς γῆς σεισμοῦ, ἐκ λιμοῦ ἀνάγκης, οἰκτῖρμον σοὺς οἰκέτας, καὶ δώρησαι σὴν χάριν, ψυχοσωτήριον.

Πράϋνον ὀργήν σου τὴν θεϊκήν, καὶ θυμόν σου Σῶτερ, ἐφ’ ἡμᾶς τοὺς ἁμαρτωλούς, πόρνους καὶ βλασφήμους, ἐκ φαύλης συνηθείας, καὶ ὀλιγοπιστίαν, ἡμῶν ἐπαύξησον.

Ἱκεσίαις δέξαι πάντων ἡμῶν, τῶν πιστῶς τιμώντων, ὦ Τριὰς κράτος σου ψαλμοῖς, ὑδάτων τὸ ῥεῦμα, καὶ κύματα θαλάσης, κινεῖσθαι εὐθυβόλως, πραέως κέλευσον.

Ὥσπερ Νινευΐτας πάλαι Θεέ, ἔσωσας ὀργήν σου, καταπαύσας τὴν θεϊκήν, τούτους μεταγνῶντας, κἀμᾶς σῶσον οἰκτῖρμον, καὶ ἔπαρον θυμόν σου, τὸν δικαιότατον.

Σάλον τῆς θαλάσσης κλυδωνισμόν, δύναμιν κυμάτων, ἠφαιστείων τε κλόνον γῆς, καὶ ὁρμὰς ἀνέμων, κατεύνασον Χριστέ μου, δεξάμενος ὡς ἄσωτον, ἐπιστρέφοντας.

Ὕψωσον τὰς χεῖράς σου πρὸς Θεόν, σὲ παρακαλοῦμεν, ὑπὲρ δούλων ἁμαρτωλῶν, Θεοτόκε Μῆτερ, τῶν σοῦ ὑμνολογούντων, τὸ μέγα ὄνομά σου, ὡς πρέσβυς ἔνθερμος.

Ὕβριν ἀποδίωξον ἐφ’ ἡμῶν, πάθη ψυχοφθόρα, δυσπιστίαν καταλαλιάν, τὴν φιλαργυρίαν, σὺν τῇ φιληδονίᾳ, καὶ ἀρετῶν ἀντίδος, καρπὸν πανάγαθε.

Μή μλοι δὸς Θεὲ σὲ καταφρονεῖν, τῶν παραγγελμάτων καὶ θελήματος ἀγνοεῖν, ἀλλὰ φωτισμόν σου, καὶ χάριν σὴν παράσχου, τὴν δαψιλῆ λυτρούμενον, πάσης θλίψεως.

Νόσων τάχυ ἴασαι λοιμικῶν, τοὺς σὲ προσκυνοῦντας, ὦ Θεότης Τριαδική, νήσους τῆς Ἑλλάδος, καὶ τὴν ξηρὰν δὸς ἔχειν, ἐκ τοῦ σεισμοῦ ἀτρώτους, πυρὸς καὶ ὕδατος.

Τοὺς δοξολογοῦντάς σε ὦ Τριάς, μέλεσι καὶ ὕμνοις, σὺν θεράπουσιν ἱεροῖς, ῥῦσαι ἐκ κινδύνων, σεισμοῦ καὶ πάσης βλάβης, κατακλυσμοῦ τ’ ἀνάγκης, σώζουσα ἅπαντας.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Ῥῦσαι, ἐκ σεισμοῦ ἡμᾶς Χριστέ, τῶν Χριστιανῶν ἀντιλήπτωρ, φρουρὲ καὶ φύλαξ στεῤῥέ, τῶν βροτῶν Διδάσκαλε, ὁ στηριγμὸς τῶν πιστῶν, Ὀρθοδόξων ὁ πρόμαχος, ὁ κτίσας τῷ λόγῳ, σύμπαντα καὶ πλᾶσμά σου, ἐπιστασίᾳ τηρῶν, καὶ δεήσεις πρόσδεξαι δούλων, ὅπως αἰφνιδίου θανάτου, πάντας ἐκλυτρώσῃς καὶ κολάσεως.

Τῆς θεομηνίας τοῦ σεισμοῦ, τοῦ κατακλυσμοῦ τῶν ὑδάτων, θαλάσσης κλυδωνισμοῦ, λαίλαπος ἀνέμων τε, τυφώνων λαύρου πυρός, νοσημάτων κακώσεων, κινδύνων ἀνάγκης, πάσης περιστάσεως, αἱρετιζόντων δεινῶν, θλίψεων σὺν πειρατηρίοις, πειρασμῶν δαιμόνων ἐχθρῶν τε, καὶ λιμοῦ ἡμᾶς Χριστὲ ἐκλύτρωσαι.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου