Πέμπτη 28 Ιανουαρίου 2021

ΜΑΪΟΣ 8.ΟΣΙΟΣ ΦΙΛΟΘΕΟΣ ΖΕΡΒΑΚΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΜΑΪΟΣ Η΄!!

ΦΙΛΟΘΕΟΣ ΟΣΙΟΣ ΖΕΡΒΑΚΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Γεωργίου Γαλανοπούλου)

 


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχος δ’  καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ, ἱερὲ Φιλόθεε, θείαν στολὴν ἀληθῶς, σεαὐτὸν προσενήνοχας, ἀρετῶν ἐπίπονον, τὴν ἀγάπην κτησάμενος, Γραφῶν μελέτην, ἄκραν ταπείνωσιν, Θεοῦ τὸν φόβον, τὴν καθαρότητα, πίστιν συμπάθειαν, τοῖς πτωχοῖς δεικνύμενος καὶ προσευχήν, ὑπὲρ τοῦ ποιμνίου σου, πέμπων πρὸς Κύριον.

 

Ὅσιε, Πάτερ Φιλόθεε, διὰ Χριστὸν τὸν Θεόν, καρτερῶς σὺ ὑπήνεγκας, ἀσκητῶν γυμνάσματα, ἐν τῷ Ὄρει τοῦ Ἄθωνος, Θεοβαδίστῳ Σιναίῳ Πάρῳ γε, ἴσος Πατράσιν, ἀναδεικνύμενος, πρέσβυς θερμότατος, ὑπὲρ τῶν τιμώντων σου πανευλαβῶς, μνήμην σὺν παλαίσμαισι, ψαλμοῖς καὶ ᾄσμασι.

 

Μάνδραν, Λογγοβάρδας ᾤκησας, Λακώνων θεῖε βλαστέ, Ἐκκλησίας τὸ καύχημα, μοναζόντων ἔρεισμα, ἱερέων τὸ σέμνωμα, θεοσεβείας λαμπὰς γὰρ ἄσβεστος, σὺ ὤφθης πλάνας τεμὼν αἱρέσεων· ὅθεν τὴν μνήμην σου, Πάτερ τὴν πανένδοξον ᾀσματικοῖς, ὕμνοις μεγαλύνομεν, Χριστὸν δοξάζοντες.

 

Θείᾳ, ἀγάπῃ πυρούμενος, πρὸς τὸν Νυμφῖον Χριστόν, ἱερεὺς περιβόητος, ἐν Ἑλλάδι δέδειξαι, τὸ ὑπήκοον δείξας σου, τοῖς διδασκάλοις, παρ’ οἷς ἐφοίτησας· διὸ στεφάνων, τῆς δόξης ἔτυχες, Πάτερ Φιλόθεε, ἱλασμὸν καὶ ἔλεος παρὰ Θεοῦ, πᾶσιν ἐξαιτούμενος, ταῖς σαῖς δεήσεσι.

 

Δόξα. Ὁ ἀυτός.

Δεῦτε χριστωνύμων χορεῖαι, τιμήσωμεν τὴν μνήμην ἐν ὕμνοις, τοῦ θεοφόρου Πατρὸς ἡμῶν, καὶ Λογγοβάρδας Μονῆς ἡγουμένου, Φιλοθέου τοῦ Ὁσίου· οὗτος γάρ, τὰς ἀρετὰς ἐν τῇ ἀσκήσει γεωργήσας, καὶ πᾶσιν εὐσυμπάθητος τῇ φιλαδελφίᾳ ὀφθείς, σκεῦος τῆς χάριτος ἐγένετο, καὶ τοῦ Λόγου καθαρὸν ἐνδιαίτημα, ὡς ἀκτὶς τοῦ νοητοῦ Ἡλίου ἐξαστράψας· καταφύγιον χρηματίσας, τῶν ἐν περιστάσεσιν ἀδελφῶν, ὁδηγὸς πρὸς ἐπιστροφὴν τῶν πεπλανημένων, ἁμαρτωλῶν συγχώρησις καὶ τῶν μοναστῶν ποδηγέτης ἄριστος. Διό, λιπὼν ἐν γῇ τὰ πρόσκαιρα, εἰς οὐρανοὺς ἐλήλυθε τῷ πνεύματι, παρεστὼς τῷ Θρόνῳ τῆς Τριαδικῆς Θεότητος, Ἣν ἐκτενῶς ἐκδυσωπεῖ, ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἀεισέβαστον μνήμην αὐτοῦ.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Μνήμην τὴν ἱεράν, τιμήσωμεν ἐνθέως, πιστοὶ τοῦ Φιλοθέου, μελίσμασιν ὑμνοῦντες, ποιμένα θεοφώτιστον.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Βίον ταῖς ἀρεταῖς, Φιλόθεε κοσμήσας, εἰς τὴν Σιὼν ἀπῆλθες, σεπτῶς τὴν οὐρανίοις, Τριάδι παριστάμενος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Πάντες οἱ εὐσεβεῖς, τοῦ Φιλοθέου ἄθλους, γεραίρουσιν ᾀσμένως, σεπτὴν δ’ αὐτοῦ εἰκόνα, ἀσπάζονται γηθόμενοι.

 

Δόξα.

Πάτερ πόνοις σκληροῖς, διδασκαλίαις ἔργοις, ἐδόξασας Δεσπότην, ὑφ’ Οὗ ἄφθαρτον στέφος, ἀπείληφας οὐράνιον.

 

Καὶ νῦν. Θεοτοκίον.

Πρέσβευε μητρικῶς, ἁγνὴ Θεοκυῆτορ, μετὰ τοῦ Φιλοθέου, Υἱῷ Σου ἀναστάντι, ἡμᾶς γεέννης ῥύσασθαι.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Χαίρει σήμερον, ἐν σοὶ ἐνθέως, Πάτερ Ὅσιε, ἡ γῆ Μολάων, ὅτι ἐκ ταύτης ἔφυς Φιλόθεε· καὶ συγχορεύει τὸ Ὄρος τὸ Ἅγιον, ἡ Λογγοβάρδα τῆς Πάρου δ’ ἀγάλλεται· ὅθεν ἅπαντες, τὰ σὰ ὑμνοῦσι παλαίσματα, καὶ μνήμην σου ἑορτάζουσι, δοξάζοντες Θεὸν τὸν σὲ δοξάσαντα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, γ’ τῆς Ἑορτῆς καὶ γ’ τοῦ Ὁσίου. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.

Ἐκ ῥίζης γονέων εὐσεβῶν, ἐν Λακώνων ἔφυσε, τῇ γῇ βλαστὸς θεοφύτευτος, καὶ ἀνθοστόλιστος, δοὺς καρποὺς εὐχύμους, ἀρετῶν ἀκρότητι, πρὸς βρῶσιν εὐσεβῶν καὶ ἀνάπτυξιν, ταῖς διδαχαῖς αὐτοῦ, Λογγοβάρδας ὁ ἡγούμενος, καὶ τῆς Πάρου καύχημα σεβάσιον.

 

Ἀνέτειλε μνήμη ἡ φαιδρά, Φιλοθέου σήμερον, ἐν ᾗ πιστῶν σπεύδει ἄθροισμα, ᾠδαῖς τιμήσασθαι, τὸ μυροδοχεῖον, τοῦ Ἁγίου Πνεύματος, καὶ πάντιμον εἰκόνα ἀσπάσασθαι, τοῦ θεοῤῥήμονος, ἐκβοώντων· παναοίδιμε, μὴ ἐλλίπῃς πρεσβεύειν πρὸς Κύριον.

 

Ἀγῶσι διέλαμψας σκληροῖς, καὶ ναοὺς ἀνήγειρας, ἐν νήσῳ Πάρῳ Φιλόθεε, Χριστῷ δεόμενος, αὐστηρᾷ νηστείᾳ, καὶ ἐπιλαβόμενος, τὸν πόθον καρδιῶν πρὸς ἀνύψωσι, τῶν προσιόντων σοι, πεπραγμένα ἐξερεύξασθαι, οὓς πρὸς τρίβους σωτηρίας ἴθυνας.

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον ἐπέλαμψεν ἡμῖν, ὡς ὄρθος νοητῆς ἀνατολῆς, ἡ πανέορτος μνήμη τοῦ σοφοῦ ἱερέως καὶ διδασκάλου, τοῦ ἀρίστου ἐξομολόγου τῶν ἁμαρτωλῶν, τὴν Ἐκκλησίαν φαιδρύνουσα. Δεῦτε οὖν φιλέορτοι, τοῦτον ἐπαξίως τιμήσωμεν, ᾀσματικοῖς ἄνθεσι καὶ ἐγκωμίοις, ὡς τῷ Θεῷ δουλεύσαντα ἱερῶς, καὶ ἁπάσας τὰς θείας ἀρετάς, θεοφιλεῖ πολιτείᾳ γεωργήσαντα λέγοντες· Χαίροις, γῆς Λακώνων ὁ βλαστός, ὄρους Ἄθωνος ἄνθος, καὶ τῆς Πάρου καρπὸς ἡδύτατος, ἐκ ῥίζης ἀγαθῆς καὶ εὐσεβοῦς· χαίροις, τῶν ἱερέων δόξα, μοναζόντων τὸ ἑδραίωμα, πεπλανημένων ὁ ὁδηγὸς καὶ Ὀρθοδόξων κέρας· χαίροις, ὁ θεοφώτιστος ποιμήν, ὁ πρὸς νομὰς σωτηρίας, τοὺς λογικοὺς Χριστοῦ ἐκθρέψας ἄρνας, ὡς ἀνὴρ φιλόθεος. Ἀλλ’ ὦ συνώνυμε φίλε τοῦ Θεοῦ, πανσεβάσμιε Φιλόθεε, πιστὲ ἐργάτα τοῦ ἀμπελῶνος, Πάτερ ὁσιώτατε, μὴ παύσῃ ἱκετέυειν θερμῶς, τὸν πανοικτίρμονα Θεόν, ὑπὲρ τῶν εὐλαβῶς τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

 

 

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

 

 

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

 

 

 

 

 

 

 

 

 

Λιτή. Ἦχος α΄.

Εὐφραινέσθω σήμερον πνευματικῶς, ἡ τοῦ Χριστοῦ ἁγία Ἐκκλησία, ἐπὶ τῇ φωτοφόρῳ μνήμῃ τοῦ Ὁσίου Φιλοθέου· οὗτος γὰρ ἔδραμεν, ἐκ νεότητος πρὸς Θεόν, τὰ τῆς πίστεως μεμαθηκὼς ἀρίστως, ὡς φοιτητὴς φιλομαθέστατος, καὶ τὰ τῆς μοναστικῆς πολιτείας, ὡς δόκιμος ἐργάτης, ἐν τῷ μυστικῷ ἀμπελῶνι, τοῦ Νυμφίου Ἰησοῦ· ὅθεν, ὄργανον ἀνεδείχθη, τοῦ Παρακλήτου Πνεύματος ἡδύμελον, ἀνεγείρας ναοὺς καὶ μονάς, πρὸς δόξαν Θεοῦ, ἐν τῇ νήσῳ Πάρου τὰ ψυχοσωτήρια μηνύματα, σαλπίσας φωνῇ κηρυκτικῇ, πρὸς πλουτισμὸν θεοσεβείας, ἁγιασμὸν καὶ μέγα ἔλεος, πρέσβυς ἡμῶν ὑπάρχων εὐπαῤῥησίαστος.

 

Ἦχος β΄.

Δεῦτε θεόφρονες σήμερον, συνελθόντες ἐν οἴκοις Κυρίου, τιμήσωμεν τοῖς μελιῤῥύτοις μέλεσι, τὸν Ὅσιον Φιλόθεον, τὴν θείαν μνήμην αὐτοῦ ἐπιτελοῦντες εὐλαβῶς· ὅτι, ὡς φιλόστοργος Πατήρ, ἐξένισε ξένους καὶ ἔθρεψε πτωχούς, καὶ ὡς ποιμὴν τῶν λογικῶν Χριστοῦ προβάτων, εἰς νομὰς σωτηρίας κατηύθυνε, πιστῶν τὰ συστήματα, συγχωρήσας πλῆθος ἁμαρτημάτων, ἐν τῷ ἱερῷ μυστηρίῳ τῆς ἐξομολογήσεως. Καὶ νῦν τῷ πνεύματι παριστάμενος, τῷ Θρόνῳ τῆς Τρισηλίου Θεότητος, πρεσβεύει ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος γ΄.

Ὅσιε Πάτερ, θεοφώτιστε ποιμήν, σοφὲ διδάσκαλε, Λογγοβάρδας γέρον, ποδηγέτα μοναστῶν καὶ ὁδηγὲ Ὀρθοδόξων, μακάριε Φιλόθεε, μὴ ἐλλίπῃς δυσωπεῖν, σὸν Δεσπότην ἀδιαλείπτως, τοῦ ἐλεήσαι καὶ σῶσαι τὰς ψυχὰς τῶν πιστῶς τιμώντων τὴν θείαν μνήμην σου.

 

Ἦχος δ΄.

Τὸν πολυκύμαντον βίον καὶ τραχύν, ἐν ὁσιότητι διαπλεύσας Πάτερ, καὶ τῇ φιλοσοφίᾳ ἀρετὰς γεωργήσας, ἦλθες πρὸς τὰ ὑψηλότατα ὄρη, Ἄθωνος καὶ Σιναίου, τόπους ἀναζητῶν ἡσυχίας, πρὸς ἐργασίαν τοῦ θείου θελήματος· ὅθεν, ἀγαπήσας παιδιόθεν τὸν Χριστόν, ἐντρυφήσας δὲ ταῖς ἱεραῖς Γραφαῖς, καὶ τῆς εὐσεβείας γάλακτι τραφείς, ἐμυήθης ὡς ἄριστος μαθητής, τὰ τῆς Τριάδος ἀπόῤῥητα, σκεῦος ἐκλεκτὸν γενόμενος, τοῦ Παρακλήτου Πνεύματος. Διὸ ποδηγέτης μοναστῶν καὶ ὁδηγὸς εὐσεβῶν ὀφθείς, μονὰς καὶ ναοὺς συνέστησας ἐν Πάρῳ, καὶ ἡγούμενος τῆς περιδόξου Λογγοβάρδας Μονῆς καταστάς, νουθεσίαις πάντας κατεπύρσευσας καὶ ἀρεταῖς ἐνεφύτευσας. Ἀλλ’ αἴτησαι ὑπὲρ τῶν τιμώντων σε, Ὅσιε, δωρηθῆναι τὴν ἄφεσιν τῶν παραπτωμάτων καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

 

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε χριστοφόροι λαοὶ κατίδωμεν, Ὅσιον ποιμένα, ἐν τῇ ἀσκήσει ἀγηοχότα καὶ τοῖς σκληροῖς γυμνάσμασι τὸν βίον ἅπαντα, ὡς ἐγκρατευτὴν αὐστηρότατον καὶ ἡσυχαστὴν νηφαλιότατον· ὅτι ὄντως τὸ Δαυϊτικόν· τοῖς ἐρημικοῖς ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερωμένοις, ἐν αὐτῶ εὗρε τὴν ἐκπλήρωσιν· ὅθεν, τῇ θερμοτάτῃ σου αἰτούμενοι εὐχῇ, δεόμεθά σου εὐσυμπάθητε Πάτερ. Τοὺς ἁμαρτωλοὺς τάχει ἀνέλκυσον, ἐκ τοῦ βυθοῦ τῆς ἀπωλείας, τῇ σαγήνῃ τῶν θείων λόγων σου, καὶ τῷ ἀγκίστρῳ τῆς χάριτός σου, πρὸς μετανοίας σωτήριον ὁδόν. Ἀεὶ δ’ ἀξίωσον ἡμᾶς, τὰ ἄνω ζητεῖν καὶ τὰ οὐράνια ποθεῖν, ὅπως μετὰ σοῦ, ἀοίδιμε Φιλόθεε, καὶ τοῖς χοροῖς πάντων τῶν Ἁγίων χαρμονικῶς, ἐν τῇ ἀγήρῳ μακαριότητι συναγαλλώμεθα.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, θεοκατοίκητος νοῦς, καρδία ζέουσα Θεοῦ ἀγαπήσεως, τρωθεῖσα πόθῳ Νυμφίου, κάλλει ὡραίου Χριστοῦ, ὑμνωδίας γλῶττα, ὄμμα ἄγρυπνον, φυλάττειν ἀπήμονα, ἐκ τῶν λύκων τὰ πρόβατα, λογικῆς ποίμνης, τῷ φωτὶ λαμπρυνόμενα, αἰσθητήρια τῆς ψυχῆς σου καὶ σώματος· σὺ ἄνθρωπος οὐράνιος, ἐπίγειος ἄγγελος, τῶν ἱερέων ἀκρότης, φόβῳ Θεοῦ Πάτερ δέδειξαι, ὁ πάντα ἡδέα βίου, ἕνεκεν Δεσπότου ἀπαρνησάμενος.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Χαίρει, ἡ νῆσος Πάρος ἐν σοί, ἡ Λακωνία ἡ πατρίς σου ἀγάλλεται, καὶ μάνδρα τῆς Λογγοβάρδας, εὐφραινομένη σκιρτᾷ, ἱερεῦ θεόφρον, Πάτερ Ὅσιε, χορεύει τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ μνήμῃ σου, ἡ δ’ Ἐκκλησία, Ὀρθοδόξων τοῖς πέρασι, ἀνυμνολογεῖ σου, βίον ἅγιον, θαύματα ἀναρίθμητα καὶ πόνους ἀσκήσεως, ἀσπαζομένη εἰκόνα, τοῦ σοῦ προσώπου καὶ λείψανα, πιστῶς αἰτουμένη, ὦ Φιλόθεε, σὴν χάριν τὴν θεοδώρητον.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Ὤφθης, ἐν τοῖς ὑστέροις καιροῖς, κλῆμα ἀμπέλου τὸ ἐκφῦσαν γλυκύτατον, βοτρύων καρπὸν πρὸς γλεῦκος, τῆς θείας μέθης Χριστοῦ, ἀποστάξας οἶνον, ἐπουράνιον, Φιλόθεε Ὅσιε, εὐσεβῶν ὁ διδάσκαλος, θεολογίας, παναρμόνιον ὄργανον, καὶ ἡδύλαλον μετανοίας ψαλτήριον· ὅθεν ἀγῶνας ἄθλων σου, τιμῶμεν ἐν ᾄσμασι, τῶν φιλεόρτων οἱ δῆμοι, μνήμην φαιδράν σου γεραίροντες, θερμήν σου πρεσβείαν, πρὸς Θεὸν δ’ ἐπιποθοῦμεν ψυχοσωτήριον.

 

Δόξα. Ἦχος πλ. δ΄.

Δεῦτε ἀνυμνήσωμεν πιστοί, τὴν πανέορτον σήμερον μνήμην, ἐν ᾄσμασιν ἱεροῖς καῖ ᾠδαῖς θεοτερπέσι, τοῦ Ὁσίου Φιλοθέου. Καὶ ἐγκωμίων ἀγλαΐαις καταστέψωμεν, τὸν σεπτὸν ἀσκητήν, καὶ θεοκήρυκα διδάσκαλον, τὸν γόνον Λακωνίας, τῆς νήσου Πάρου οἰκήτορα καὶ τῶν μοναζόντων ποδηγέτην. Ἀλλά γε, τῆς Ἐκκλησίας ἀείφωτον πυρσόν, τῶν ἱερέων τὸ ὑπόδειγμα, πενήτων τὸν ἀντιλήπτορα, καὶ Χριστιανῶν τὸν ὁδηγόν, φωναῖς ᾀσματικαῖς μεγαλύνωμεν· ὅτι, ταῖς θεϊκαῖς φωτισθεὶς μαρμαρυγαῖς, καὶ θεοφιλῶς ἐργασάμενος, ἐγεώργησεν ἐπ’ ὠφελείᾳ, ἑαυτοῦ τε καὶ τῶν ἀνθρώπων, τὰς θεοειδεὶς ἀρετάς, εἰρηνικῶς λιπὼν τὸν βίον. Καὶ νῦν τοῖς λειψάνοις σου, χάριν ἀδάπανον παρέχει, τοῖς τιμῶσι εὐλαβῶς, τὰ αὐτοῦ κατορθώματα, τῷ πνεύματι παριστάμενος Χριστῷ, ὡς πρέσβυς θερμότατος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

πολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης

Λακωνίας τὸν γόνον νήσου Πάρου τὸ καύχημα, Γέροντα Μονῆς Λογγοβάρδας, ἱερέα σεβάσμιον, Φιλόθεον τὸν Ὅσιον Θεοῦ, τιμήσωμεν πιστοὶ ᾀσματικῶς, ὡς χαρίτων καὶ θαυμάτων θεῖον κρουνόν, ἀπὸ ψυχῆς κραυγάζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ μεγαλύναντι, δόξα τῷ χοηγοῦντι διὰ σοῦ βίου διόρθωσιν.

Δόξα. Ἦχος γ΄. Θείας πίστεως.

Χαίρει σήμερον, ἐν σοὶ ἐνθέως, Πάτερ Ὅσιε, ἡ γῆ Μολάων, ὅτι ἐκ ταύτης ἔφυς Φιλόθεε· καὶ συγχορεύει τὸ Ὄρος τὸ Ἅγιον, ἡ Λογγοβάρδα τῆς Πάρου δ’ ἀγάλλεται· ὅθεν ἅπαντες, τὰ σὰ ὑμνοῦσι παλαίσματα, καὶ μνήμην σου ἑορτάζουσι, δοξάζοντες Θεὸν τὸν σὲ δοξάσαντα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τιμήσωμεν πιστοί, μελῳδίαις ᾀσμάτων, Ὁσίου ἀρετάς, ἀσκητοῦ καὶ ποιμένος, πατρὸς τοῦ θεοῤῥήμονος, καὶ λευΐτου θεόφρονος, μνήμην δ’ ἄγοντες, νῦν τὴν ἐτήσιον τούτου, μιμησώμεθα, τὸ ταπεινὸν σεμνόν, πρᾶον αὐτοῦ καὶ φιλόπονον.

Δόξα.

Ἐκ ῥίζης ἀγάθης, πολυκάρπου ἐλαίαις, ἐν γῇ Λακωνικῇ, ἔφυ βρέφος τοῖς λόγοις, τραφὲν ἀντὶ τοῦ γάλακτος, εὐσεβείας καὶ πίστεως, ἀνδρωθὲν δ’ ὀρθῶς, παρὰ ἁγίοις πατράσιν, ἔργοις ἤστραψε, τῶν ἀρετῶν φωταυγείᾳ, ὁ θεῖος Φιλόθεος.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Χριστὸν ἠκολούθησας θεοπρεπῶς ἐκ παιδός, τρωθεὶς θείῳ ἔρωτι καὶ ἐξελέξω ὁδόν, ἀσκήσεως Ὅσιε· ὅθεν ᾠδαῖς ἐνθέοις, εὐφημοῦμέν σε Πάτερ, χαίροις ἀναβοῶντες, μιμητὰ τοῦ Δεσπότου, Μονῆς τῆς Λογγοβάρδας ποιμήν, Πάρου τὸ σέμνωμα.

Δόξα.

Μορφὴν ἀσπασώμεθα τοῦ θεοφόρου Πατρός, πιστοὶ πόθῳ τρέχοντες ἐν τοῖς ναοῖς τοῦ Θεοῦ, καὶ μνήμην συμμέλψωμεν, μέλεσι μελιῤῥύτοις, ὅτι χάριν βραβεύει, θλίψεις ἀπομακρύνει καὶ τὰς νόσους ἰᾶται, ἐλαύνων πειρασμοὺς τοῦ σατᾶν, βέλη καὶ ἔνεδρα.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Δεῦτε ᾄσωμεν πιστοί, Ὅσιον ἄνθρωπον Θεοῦ, Ἁγιορείτην θαυμαστὸν καὶ Σιναΐτην ἱερόν, τῆς Λογγοβάρδας θείας Μονῆς τὸν ποδηγέτην, κτήτορα ἐν Πάρῳ, μονῶν καὶ οἴκων σεπτῶν, πιστῶν συμπαραστάτην, ποιμένα ἄριστον· ὅθεν ᾆσμα προσενέγκωμεν, τῷ φύσαντι ἐν Πακίοι Μολάων, ὅτι πρεσβεύει Χριστῷ ῥυσθῆναι, ἡμᾶς πυρὸς τοῦ αἰωνίου.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον, Ὁσιακόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ὅσιε Πάτερ, εἰς πᾶσαν ἀληθῶς τὴν γῆν, ἐξέλαμψεν ὁ φθόγγος τῶν ἄθλων σου, ὁ φωτίσας τοὺς εὐσεβεῖς, διδασκαλίᾳ τοῦ κηρύγματος, καὶ εὐποιΐα τῶν ἀρετῶν· διὸ ἐν τοῖς οὐρανοῖς εὗρες ἄξιον μισθὸν τῆς τιμίας ἱερωσύνης σου· τοῦ βελίαρ ἤσχυνας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ Τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας· παῤῥησίαν οὖν ἔχων εὐμενεστάτην πρὸς Χριστόν, θεοφόρε Φιλόθεε, καθικέτευε Τοῦτον, οἱ τελοῦντές σου τὴν μνήμην δεόμεθα, τοῦ δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

 

 

 

 

 

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ὁσίου δύο.

Ὁ α’ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχὶς κατ’ Ἀλφάβητον· ἐν δὲ τοῖς Θεοτοκίοις: Γεωργίου.

ᾨδὴ α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.

σματόπλοκον ἀνθέων, θεῖον στέφος πιστοί, πλέξωμεν τῷ ἐνθέῳ, βλαστῷ Λακώνων γῆς λαμπρᾶς, μοναζόντων ὁδηγῷ, ἐργάτῃ Χριστοῦ, ᾠδαῖς ἀλαλάζοντες· Χαῖρε Πάτερ Φιλόθεε.

Βροτοκτόνου τὰς παγίδας, ἐκφυγὼν τοῦ Σταυροῦ, ὅπλῳ ἀπροσμαχήτῳ, περιζωσθεὶς ὡς νουνεχής, ἐν νηστείᾳ προσευχῇ, ἀσκήσει σκληρᾷ, Χριστὸν εὐηρέστησας, μεθ’ Οὗ χαίρει νῦν ἔνδοξε.

Γεραιρέσθω ὑμνῳδίαις, Φιλοθέου σεπτοῦ, ἡ μακαρία μνήμη, δοξολογῶν τὸν Ἰησοῦν, ἀναστάντα ἐκ νεκρῶν, χορὸς τῶν πιστῶν, σπουδάζει γηθόμενος, τούτου ᾆσαι τὰς χάριτας.

Θεοτοκίον.

Γλυκυτάτη Θεομῆτορ, ἡ ἐλπὶς τῶν πιστῶν, χαῖρε Μαρία χαῖρε, καὶ γὰρ ἐκ τάφου Σὸς Υἱός, ὥσπερ ὄρθρος φαεινός, ἡλίου λαμπροῦ, ἀνέτειλε σήμερον, ᾅδου νεῖκος πατήσαντος.

 

Ὁ β’ Κανών, οὗ ἡ Ἀκροστιχίς: Αἰνέσω Θεόν, ὑμνήσω δὲ Φιλόθεον ἐνθέως.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Αἰνέσαι τὴν δόξαν Σου Τριάς, ὁ τάλας πειράσομαι· διὸ χείλη ἄνοιξον, καὶ φώτισόν μου τὸν νοῦν, ὅπως Ὅσιον, Φιλόθεον τῆς Πάρου, πτωχῶν ἀντιλήπτορα, ᾄσω τοῖς ᾄσμασιν.

δρῶσι καὶ δάκρυσι, ῥοαῖς δακρύων ἐπότισας, τὸν Ἄθωνα Σίναιον τὸ ὄρος, Πάτερ σεπτέ, καὶ τῆς Πάρου γῆν, πρὸς θείαν γεωργίαν, καὶ πλοῦτον οὐράνιον, ἐδρέψω πόνων σου.

Νεκρώσας τὴν σάρκα σου, ἐν ἐγκρατείᾳ θεοφόρε, ψυχήν σου ἐκάθηρας, ἐξ ὀλεθρίων παθῶν, καὶ διήνοιξας τῆς διανοίας ὦτα, ἀκοῦσαι τὰ ῥήματα, ἃ εἶπε Κύριος.

     Θεοτοκίον.

κύησας πάναγνε, ἐν Σῇ νηδύϊ σαρκούμενον, Πατρὸς Λόγον ἄχρονον, τὸν ἀκατάληπτον καὶ διέμεινας Παρθένος μετὰ Τόκον, ὡς πρὶν οὖσα πάναγνε, φρικτὸν μυστήριον!

 

ᾨδὴ γ΄. Δεῦτε πόμα πίωμεν.

Δεῦτε δῶμεν ὕμνον τῷ Πατρί, ἱερεῖ Φιλοθέῳ, πάντες θεόφρονες, καὶ γὰρ ἡμᾶς συγκαλεῖ, τιμήσασθαι μνήμην τὴν αὐτοῦ, τῆς Πάρου ὁ Ὅσιος.

κ Μολάων γῆς Λακωνικῆς, ὡς θεόφυτον δένδρον, ἔφυς Φιλόθεε, καὶ ἐκ παιδὸς πρὸς Χριστόν, τὸν πόθον ἐν νῷ σου καθαρῷ, φέρων Τούτῳ ἔδραμες.

Ζῶν σοφέ, ἐδόξασας Χριστόν, ἐναρέτῳ σου βίῳ, τῆς Πάρου καύχημα, ὡς ταπεινὸς καὶ ἁπλοῦς ὑπάρχων, ἐδείχθης δ’ ἐκλεκτόν, δοχεῖον τῆς χάριτος.

Θεοτοκίον.

ν γαστρὶ συνέλαβες Υἱόν, ἐπελεύσει Παρθένε, Ἁγίου Πνεύματος, Ὃν ὡς Θεὸν σαρκικῶς, τεκοῦσα κατεῖδες ἐκ νεκρῶν, ἐνδόξως ἐκλάμψαντα.

 

Ἕτερος. Τοὺς Σοὺς ὑμνολόγους.

Στρατὸν σὺ ἀπήλασας δαιμόνων, δεήσει ἀπαύστῳ πρὸς Θεόν, νηστείᾳ σωφροσύνῃ τε, καὶ ταπεινώσει Ὅσιε, ὡς ἱερεύσας ἄριστα, διὰ Χριστὸν Πάτερ ἔνδοξε.

ράθης ἰθύνων κλονουμένους, πρὸς Φῶς ἀληθείας θεϊκῆς· διὸ λαοῖς ἐδίδαξας, Χριστῷ ἐμπολιτεύεσθαι, καὶ πρὸς ζωὴν σὺ κρείττονα, ἔσχες ἀγρύπνως τὰ ὄμματα.

Θεὸν ἠκολούθησας ὡς σώφρων, πατρίδα λιπὼν καὶ συγγενεῖς, Σταυρὸν ἄρας ἐπ’ ὤμων σου· διὸ ἱερομόναχος, ἐγένου Πάτερ Ὅσιε, ἐν Πάρῳ γῇ φιλομόναχε.

Θεοτοκίον.

λέους Πηγὴν καὶ Ζωαρχίας, Σὺ ἔτεκες Λόγον τοῦ Θεοῦ, λυτρώσαντα τὸ πλᾶσμά Του, ἀρᾶς ἀρχαίας Δέσποινα· διὸ ἡδέσι μέλεσι, χαῖρε ἁγνὴ ἐκβοῶμέν Σοι.

 

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Σκληροῖς γυμνάσμασι, καὶ θείοις ῥήμασι, Χριστὸν ἐδόξασας, τὸν ὑπεράγαθον, ἐν Λογγοβάρδας τῇ Μινῇ, βιώσας ὁσιωτάτως· ὅθεν σκεῦος χάριτος, ἀνεδείχθης Φιλόθεε, ἱερεὺς θεόπνευστος, μοναστῶν τὸ ἑδραίωμα, πιστοὶ δὲ σοὶ κραυγάζουσι πόθῳ· χαῖρε λευΐτα τοῦ Κυρίου.

Δόξα.

Μνήμην σου ἄγοντες, Πάτερ ἐν μάνδρᾳ σου, χαίροντες σπεύδομεν, τοῦ κατασπάσασθαι, λειψάνων θήκην σου σεπτήν, ἐκβλύζουσαν θείαν χάριν, πρὸς παθῶν ἐκλύτρωσιν, πειρασμῶν τὴν φυγάδευσιν, δαιμονίων μάκρυνσιν, καὶ τῶν νόσων ἀπέλασιν· διὸ τοὺς σὲ τιμῶντας ἐν ὕμνοις, φρούρει ἀτρώτους σαῖς πρεσβείαις.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

ᾨδὴ δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.

Λογγοβάρδας ἱερά, ἐν νήσῳ Πάρῳ τῇ λαμπρᾷ, μάνδρα οἰκιστὴν θεοφόρε, χαίρουσα ἐδέξατο, καθὼς αὐτὴν ἐξέλεξας, ὅταν ἐξ Ὄρους Ἁγιωνύμου, κατῆλθες Πάτερ ἑκών, δῆμον διδάξασθαι.

Θεοκατοίκητος ναός, ἐδείχθης θεῖε ἱερεῦ, πόθῳ ἀρετὰς γεωργήσας, πρὸς ψυχῆς ὠφέλειαν, σαρκὸς νεκρώσας θέλημα, ῥήματα φάσκων δ’ Εὐαγγελίου, πρὸς φωτισμὸν εὐσεβῶν, τῶν προστρεχόντων σοι.

ερουργῶν θεοπρεπῶς καὶ τὰ μυστήρια τελῶν, ἄξιος ἐδέιχθης λευΐτης, καὶ τερπνὸν ψαλτήριον, ὡς μαθητὴς πανάριστος τοῦ Πλανᾶ, ἀλλὰ καὶ Νεκταρίου, μετὰ τῶν Σκιαθιτῶν, ᾄδων ὑπεροχα.

Θεοτοκίον.

δὰς καὶ ὕμνους μελιχρούς, τῇ Θεοτόκῳ εὐλαβῶς, πέμψωμεν ψυχὰς καθαρθέντας, μετανοίας δάκρυσι, καὶ πρὸς αὐτὴν βοήσωμεν· δώρησαι τὴν χαράν, ἣν ἐκ τάφου εἴληφας Μῆτερ, ἡμῖν τὴν θεοβράβευτον.

 

Ἕτερος. Ὁ καθήμενος ἐν δόξῃ.

Οἰκιστὴς τῆς Λογγοβάρδας, ἱερὸς ὤφθης Ὅσιε, καὶ διδασκαλίαις, πλήθη τῶν ἀνθρώπων ἐφώτισας, βλαστὲ τῆς γῆς Λακωνίας, θεοφώτιστε, ἀγαλλίαμα, τῶν ἱερέων καὶ κλέϊσμα.

Νικητὴς κατὰ δαιμόνων, ἀνεδείχθης τῷ σκάμματι, ἐν τῇ Πάρῳ Πάτερ, βίον ἀρεταῖς κοσμησάμενος, ὡς καθαρὸς τῇ καρδίᾳ τὸ ὑπήκοον, ἐργασάμενος· ὅθεν Χριστοῦ εἶδες πρόσωπον.

πουργήσας τῷ Δεσπότῃ, ὑπηρέτης γεγένησαι, ὡς διακελεύει, ἐν Εὐαγγελίοις ὁ Κύριος, τῶν ἀδελφῶν ἐλαχίστων· διὸ ἄξιος ὤφθης Ὅσιε, Τούτου λειτουργὸς ἐννομώτατος.

Θεοτοκίον.

Μητροπάρθενε τὸν Λόγον τοῦ Πατρὸς ἐσωμάτωσας, Πνεύματος ἰσχύϊ, Ὃν θερμῶς δυσώπει, Σοὶ λέγομεν, δοῦναι ἡμῖν σωτηρίας, τὴν ἀπόφασιν, ὅτ’ ἐλεύσηται, κρῖναι θνητοὺς οὗσπερ ἔπλασε.

 

ᾨδὴ ε΄. Ὀρθρίσωμεν ὄρθρου βαθέος.

Κατάκαρπος Πάτερ ἐλαία, ἀρετῶν ὤφθης ἀνθρώποις, ὡς δὲ λαμπὰς ἀνημμένη, εὐσεβεῖς ἐφώτισας, λαμπρῶς σοφοῖς σου φθέγμασιν, ἔργοις καὶ παραδείγμασι.

Λιπὼν πάντα βίου ἡδέα, ἐν σκληροῖς ἀγῶσι, πόνοις δεήσεσιν ἐγκρατείᾳ, τὸν Χριστὸν Φιλόθεε, τρισμάκαρ εὐηρέστησας· ὅθεν ἀξίως δεδόξασαι.

Μονάζοντας ἴθυνας Πάτερ, ὡς πατὴρ ἐνθέου ποίμνης, πρὸς τρίβους τῆς σωτηρίας, τὴν δ’ ἐξομολόγησιν, ἔχων ὡς ἔργον ἥρπασας, πλῆθος ψυχῶν ἐκ τοῦ δράκοντος.

Θεοτοκίον.

ωννύμεθα Μῆτερ λαβόντες τὴν ἰσχὺν τοῦ ἀναστάντος, ἐκ τάφου Μονογενοῦς Σου· Οὗτος γὰρ ἐζώωσε, νενεκρωμένοις πτώμασι, τοὺς γηγενεῖς ὡς παντοδύναμος.

 

Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.

Νεκρώσας σκιρτήματα, σαρκὸς ἔξω γεγένησαι, πάθη χαλεπὰ καθυποτάξας, ἔρωτι Πάτερ, τοῦ σοῦ Νυμφίου τρωθείς· διὸ τὸν παγκάκιστον ἐχθρόν, τῇ δεήσει ἤσχυνας, καὶ νηστείᾳ ἐτρόπωσας.

χάρις ὡδήγησεν, ἐκτὸς τοῦ Ὄρους βήματα, τὰ σὰ πρὸς βροτῶν εὐεργεσίαν, Ὅσιε Πάτερ· διὸ ναοὺς καὶ μονάς, ἐδόμησας ἐν Πάρῳ πολλούς, καὶ ταῖς νουθεσίαις σου, τὰς ψυχὰς ἐγεώργησας.

Συνέσεως ἔμπλεως ὤν, ταπεινῶς ἐδίδαξας, ἅπαντας φρονεῖν τὰ τοῦ Κυρίου, ὅπως ἐνθέου ἀξιωθῶσι τρυφῆς, ἐν τῷ Παραδείσῳ τῆς χαρᾶς, τὴν ἐξομολόγησιν, τῶν πταισμάτων λεγόντων σοι.

Θεοτοκίον.

ς Βάτον πυρίφλεκτον, θεόπτης Κόρη εἶδέ Σε, ἐν Σιναίῳ ὄρει μὴ καυθεῖσαν, Τόκον δηλοῦσαν, τὸν χωρητὸν Σῇ γαστρί, καὶ πᾶσι ἀχώρητον Θεόν, Ὃνπερ σωματώσασα, παρθενίαν ἐφύλαξας.

 

ᾨδὴ στ΄. Κατῆλθες ἐν τοῖς κατωτάτοις.

Νικήσας ἐχθροῦ μηχανὰς τῇ εὐχῇ, καὶ νηστείᾳ, ἐγκρατείας ἀγῶσιν, ἱέρευσας ἐπὶ χρόνοις πολλοῖς καὶ ἐποίμανας, ὡς ἡγούμενος Μονῆς, λογικοὺς ἄρνας Πάτερ.

Ξενίζει τὰ σὰ θεοφᾶντορ, φρικτὰ ἃ ἐν Βήματι Ἁγίῳ κατεῖδες Φιλόθεε, Ἀμνὸν θύων Θεοῦ καὶ τεράστια, ἔτι ζῶν ἐν προσευχαῖς, ἐπετέλεσας πᾶσιν.

Οἰκήτωρ Μονῆς Ζωοδόχου Πηγῆς, Λογγοβάρδας διετέλεσας θεῖος, καὶ ὤφθης ἱερωσύνης κανών, τὴν ἐγκρατείαν καὶ παθῶν τὴν ἀποχήν, μονασταῖς ἐκδίδαξας.

Θεοτοκίον.

Γιγνώσκεις βραχὺ τὸ τοῦ βίου ἡμῶν, ἁμαρτίας τὴν φθορὰν Θεοτόκε, ὡς φύσιν βροτείαν σχοῦσα καὶ Σύ, ἡ ἀμόλυντος· διὸ πρέσβευε Χριστῷ, Σοὺς οἰκέτας σωθῆναι.

 

Ἕτερος. Τὴν θείαν ταύτην.

Δοχεῖον ὤφθης τοῦ Πνεύματος, κηρύξας γηγενέσι μετάνοιαν, πρὸς βίον ἔνθεον· ὅθεν Φιλόθεε, ἤστραψας καὶ ἀρετῶν ὑψώσεις, σὺ ἀναβέβηκας.

χθρὸς οὐκ ἔπαυσεν Ὅσιε, πειράζειν σε δεινῶς ὁ παμπόνηρος, καταποντήσασθαι, εἰς τῆς κακίας τὰ βάραθρα, ἀλλὰ Σταυροῦ τῷ ὅπλῳ, τοῦτον κατήσχυνας.

Φρουρεῖν μὴ παύσῃ γενέτειραν, ἀλλὰ καὶ νῆσον Πάρον σὺν ποίμνῃ σου, παρακαλοῦμέν σε, ταῖς σαῖς πρεσβείαις πρὸς Κύριον, ἱερουργῶν εἰς ἄνω Σκηνὰς Φιλόθεε.

Θεοτοκίον.

θύνεις γένος ἀνθρώπινον, πρὸς τρίβους σωτηρίας Θεόνυμφε, ταῖς Σαῖς δεήσεσιν· ὅθεν Υἱόν Σου δυσώπησον, ὅπως ἡμᾶς θανάτου, ῥύσῃ ὡς εὔσπλαγχνος.

 

 

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε.

Εἰ καὶ ἀπῆλθες πρὸς ἄληκτον εὔκλειαν, ἀλλ’ οὐκ ἐπαύσω πρεσβεύειν Φιλόθεε, τῷ ἀναστάντι ἐκ νεκρῶν, Χριστῷ τῷ Θεῷ ἡμῶν, ὑπὲρ πάντων τῶν πίστει, τιμώντων τὴν μνήμην σου, καὶ φρουρεῖν Λογγοβάρδας Μονὴν τὴν περίδοξον, τῶν ἱερέων σεμνὸν ἐγκαλλώπισμα.

Ὁ Οἶκος.

Τοῦ Προφητάνακτος Ψαλμῳδοῦ προφήσαντος· τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πεπλήρωκας τὸ ῥηθὲν φιλάνθρωπε, καὶ ἐδόξασας τὸν πιστόν σου Φιλόθεον, τὸν εὐαρεστήσαντά Σε ἀγῶσιν, ἄθλοις τε καὶ γυμνάσμασιν ἱεροῖς, ἐν τῇ τῆς Λογγοβάρδας σεπτῇ Μονῇ τῆς Πάρου, ἀόκνως καθ’ ἅπαντα αὐτοῦ τὸν βίον, ἄχρι ἐκδημίας του· διὸ καὶ ἡμεῖς εὔσπλαγχνε, ἐν τοῖς ἁγίοις Σου ναοῖς σπουδάζοντες, ἀσπαζόμεθα τὴν τούτου εἰκόνα, αἰτούμενοι τὰ κρείττω, ἃ πᾶσι παρέχει, ὁ ἀκηλίδωτον πολιτείαν μετελθών, ἀγογγύστῳ ὑπακοῇ, θεοειδεῖ πραότητι, ἀνοθεύτῳ ἀγάπῃ, ὑψοποιῷ ταπεινώσει, εἰρηναίᾳ καταστάσει, ὑπερμέτρῳ ἐγκρατείᾳ καὶ θείᾳ κατανύξει, ὁ ἐπίγειος ἰσάγγελος, καὶ οὐράνιος ἄνθρωπος, ὁ ὁδηγὸς Χριστιανῶν ἐν ἐπιστολαῖς, ὁ τῆς ἀληθείας φωτιστὴς τῷ κηρύγματι, ὁ φιλάδελφος τοῦ Κυρίου μιμητής, ὁ ἰατρὸς ἐξομολόγος, καὶ τὸ ῥεῖθρον τῆς συμπαθείας, οὗ τὰ λείψανα, ἰάσεις δωρούμενα τιμῶμεν, τῶν ἱερέων σεμνὸν ἐγκαλλώπισμα.

 

Συναξάριον

Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ, ἐπιστηθίου, φίλου, ἠγαπημένου καὶ παρθένου, Ἰωάννου τοῦ Θεολόγου, ἤτοι, ἡ σύναξις τῆς Ἁγίας κόνεως, τῆς ἐκπεμπομένης ἐκ τοῦ τάφου αὐτοῦ, ἤγουν τοῦ μάννα.

Οὐ βρῶσιν, ἀλλὰ ῥῶσιν ἀνθρώποις νέμει,

Τὸ τοῦ τάφου σου μάννα, μύστα Κυρίου.

Ὀγδοάτῃ τελέουσι ῥοδισμὸν βροντογόνοιο.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ Μεγάλου.

Λαθεῖν βιώσας Ἀρσένιος ἠγάπα,

Ὃς οὐδὲ πάντως ἐκβιώσας λανθάνει.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Γέροντος Φιλοθέου τοῦ Ἡγουμένου τῆς Μονῆς Λογγοβάρδας τῆς Πάρου, τοῦ Ζερβάκου.

Ἤστραψας Χριστοῦ φωτὶ ἱερατείας,

ἐπὶ γῆς τὰς ἀρετάς, σοφέ, καλλιεργήσας.

Ὀγδοάτῃ Ὑψιμέδωνι ἄειρε, Φιλόθεος ἐντρυφῆσαι.

 

 

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ Βερνικοβίτου, κτίτορος τῆς ἱερᾶς Μονῆς τῆς Θεοτόκου, τῆς ἐπιλεγομένης Βαρνακόβης.

Ζηλωτὰ Ἀγγέλων, Ἀρσένιε μάνδραν,

ἀτρύτοις πόνοις ἤγειρας τῇ Παρθένῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μήλη, τοῦ ὑμνῳδοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Στρατιῶται, διὰ ξίφους τελειοῦνται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη ἐπιτελοῦμεν τοῦ ὑπερφυοῦς θαύματος γεγονότος διὰ τῆς Εἰκόνος τῆς Θεοτόκου τῆς Κασσιοπίας, ἐπὶ τῷ ἀδίκῳς τυφλωθέντι Στεφάνῳ, καὶ παραδόξως ὀμματωθέντι.

Γόνου γυνή τις σήμερον φάη βλέπει,

Ἅ οὐ βλέπουσα αὐτὸν πρὶν βλέπειν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ἀυγουστίνης τῆς Μάρτυρος, τῆς ἐν Βυζαντίῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ Νόβγκοροντ τοῦ Ῥώσσου, τοῦ διὰ Χριστὸν σαλλοῦ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος.

Ποιμὴν τῆς Λογγοβάρδας Φιλόθεε, ἐγένου ὡς Πνεύματος, σκεῦος καθαρόν, ἱερωσύνης τοῦ Θεοῦ, καὶ Παρίους σοφῶς ἐνουθέτησας, δοξάσας τῷ ἐναρέτῳ σου βίῳ, Θεὸν τὸν ὑπερένδοξον.

ημάτων θεηγόρων σου Ὅσιε, λαὸς Χριστοῦ ἤκουσε, Νάξου καὶ Πατρῶν, ἐν Μετεώροις τῶν Μονῶν, Αἰτωλῶν καὶ ηὐφράνθη τῷ πνεύματι, τὸν μόνον δοξολογῶν τῶν Πατέρων, Θεὸν τὸν ὑπερύμνητον.

Σημείων οὐρανίων ὁ Κύριος, σὲ θαύμασιν ἔδειξε καὶ θεοπτιῶν, μεταφερθέντα ἐν σαρκί, ὑπ’ Ἀγγέλων ταῖς πτέρυξιν Ὅσιε· διὸ πιστῶς ἀεὶ ἐδοξολόγεις, Θεὸν τὸν Παντοδύναμον.

Θεοτοκίον.

κέται Σοὶ Παρθένε προσίεμεν, οἱ ἄθλιοι ἄσωτοι καὶ ἁμαρτωλοί, προσευχαῖς δ’ ἕκαστος ζητεῖ, σὺν πρεσβείαις Ἁγίων πρὸς Κύριον, δυσώπει οὖν, Σῷ Υἱῷ ἀναστάντι, φθορᾶς πάντας ἐκρύσασθαι.

 

Ἕτερος. Οὐκ ἐλάτρευσαν.

Λαμπρυνόμενος ἀκτῖσι τῆς Θεότητος πλήθη ἐφώτισας, κηρυκτικῶς λόγοις Σοῖς καὶ ἄμετρα ἔπεμψας, ἐπιστολόχαρτα, πρὸς ὠφέλειαν, ψυχῶν σοφέ, τῶν τέκνων σου, ὡς Πατὴρ καὶ ποδηγέτης.

ρους φύσεως σὺν νόμοις ὑπερβέβηκας, ὡς ἀπαθέστατος, καὶ πνεύματι οὐρανῶν, ὑψώθης τοῖς δώμασι, Πάτερ πανεύφημε, πρέσβυν ἔνθερμε, ὑπὲρ λαοῦ δεόμενος, τοῦ Θεοῦ κυκλῶν τὸν θρόνον.

Θαυματόβρυτε ἐκ νόσων ἐθεράπευσας ψυχῆς καὶ σώματος, βρότειον γένος εὐχῇ καὶ πλεῖστα ἐτέλεσας, σημεῖα ἔνδοξε, ζῶν τε καὶ θανών· διὸ ψαλμοῖς ὑμνοῦμέν σου, ὦ Φιλόθεε τὴν μνήμην.

Θεοτοκίον.

σωμάτωσας Θεὸν ἐν Σοὶ τὸν ἄχρονον, ὡς προεικόνισεν, οἱ τοὺς Τρεῖς Παῖδας ἁγνή, μὴ φλέξασα κάμινος, ὅτι διέμεινας, ἀδιάφθορος Παρθένος, τέξασα σαρκί, τὸν ποιήσαντα τὴν κτίσιν.

 

ᾨδὴ η΄. Αὕτη ἡ κλητή.

Ταύτην τὴν λαμπράν, καὶ ἁγίαν ἡμέραν, τιμήσωμεν ἐνθέως, τοῦ πανολβίου τὴν μνήμην, Φιλοθέου πιστοὶ καὶ φιλέορτοι, ᾠδαῖς καὶ δοξάσομεν, Χριστὸν ἀναστάντα, τριήμερον ἐκ τάφου.

μνον τῷ Θεῷ καὶ τιμὴν τῷ Ὁσίῳ, νῦν δῶμεν Φιλοθέῳ, εὐαρεστήσαντι ἔργοις, ἀγαθοῖς Ἰησοῦν, καὶ τὸ ἔνθεον αὐτοῦ μιμησώμεθα, σεμνοῦ χαρακτῆρος, μετ’ ἐναρέτου βίου.

Φρίττει ὁ σατᾶν, μὴ δυνάμενος βλέπειν, ἐξαίσια τὰ θεῖα, τῶν δ’ εὐσεβῶν συγχορεύει, ἡ πληθὺς ἱερῶς, τοῖς Ἁγίοις τε καὶ Νόοις, κραυγάζουσα· ἐν ὥρᾳ τῆς δίκης, ἡμῶν μνήσθητι Πάτερ.

Θεοτοκίον.

λισθον Ἀδὰμ καὶ τῆς Εὔας ἀρχαῖον, ἀνόρθωσεν ἐξ ᾅφου, ὁ Σὸς Υἱὸς Θεομῆτορ, τῇ καθόδῳ Αὐτοῦ, καὶ κατέλυσε θανάτου τὴν δύναμιν, ζωῆς εὐκληρίαν, πιστοῖς ἀθανατίζων.

 

Ἕτερος. Παῖδας εὐαγεῖς.

λαὸς Θεοῦ, ἐν νήσῳ Πάρῳ, σημεῖα τὰ παραδόξως ἐκπηγάσαντα, καθορᾷ λειψάνων σου, Ὅσιε Φιλόθεε· διὸ εὐχῇ νοσήματα καὶ πάθη φεύγουσιν, εἰς πίστωσιν Θεοῦ τῆς εὐνοίας, τῆς πρὸς σὲ ἐχούσης, ἀεὶ δ’ ἐπενεργούσης.

Νεῦσον πρὸς ἡμᾶς, τοὺς σὲ τιμῶντας ὑψόθεν Πάτερ Φιλόθεε μακάριε, σὴν ψυχὴν ἐκάλλυνας, Κτίστην δ’ ἐμεγάλυνας, ἀσκητικοῖς γυμνάσμασιν, ὡς ἐνθεώτατος, ἐν μάνδρᾳ Λογγοβάρδας τῆς Πάρου, καὶ Δεσπότου θέᾳ, ὁρᾷς νῦν ἐν ὑψίστοις.

Εἶδέ σου Θεός, σκληροὺς ἀγῶνας, Ὃν πίστει ἔμελπε, ἔνδοξε Φιλόθεε, ὁ Ὢν ὑπερυψούμενος, ἐστὶ καὶ ταπεινούμενος, ἐγὰ ὁ ἀθλιότατος· διὸ σὲ ὕψωσεν, εἰς ἄφθαρτα σκηνώματα δόξης, καὶ πληθὺν χαρίτων, σοὶ δέδωκεν ὁ Πλάστης.

Θεοτοκίον.

Νεῦσον οὐρανόθεν ὄμματί Σου Παρθένε, ἐφ’ ἅπασαν τὴν κληρουχίαν Σου, πύλη ἀδιόδευτε, βάτε ἀκατάφλεκτε, ναὲ σκηνὴ καὶ τράπεζα, πόκε πανένδροσε, καὶ κλῖμαξ Ἰακώβ, θρόνε στάμνε, ὡς οἱ θεηγόροι Σέ, προὔφησαν Προφῆται.

 

ᾨδὴ θ΄. Φωτίζου, φωτίζου.

Χαρμόσυνον μέλος καὶ εὐκατάνυκτον ᾠδήν, ἀναμέλψωμεν πόθῳ, πάντες οἱ θεόφρονες, τάφον σεπτόν, Φιλοθέου Πατρός, ἐν τῇ Μονῇ Λογγοβάρδας Πάρου, τιμῶντες καὶ ἀσπαζόμενοι.

Ψαλμοῖς νῦν σκιρτάτω καὶ θείοις ᾄσμασι χορός, Ὀρθοδόξων Ἑλλήνων, καὶ Πατέρων ἄθροισμα, τῷ ἱερεῖ, ἐκβοῶντες πιστῶς· δίδου ἡμῖν χάριν καὶ εἰρήνην, ταῖς δ’ Ἐκκλησίαις ὁμόνοιαν.

θεῖε Νυμφίε, ἐρασμιώτατε Σωτήρ, μὴ χωρίσεις ἀγάπης,τ ῆς Σῆς ποθεινότατε, τοὺς προσκυνοῦντας Σταυρόν Σου σεπτόν, πάθος ταφήν, σὺν τῇ Ἀναστάσιε, καὶ τὸν Φιλόθεον μέλποντας.

Θεοτοκίον.

ψίστου δοχεῖον ὑπάρχεις τὸ χωρητικόν, ἀγαθὴ Θεοτόκε, οὐρανῶν Βασίλισσα, χόρευε γῆ καὶ ἀγάλλου φαιδρῶς, γένος βροτῶν, σὺ δὲ κατατέρπου, ἐν τῇ ἐγέρσει τοῦ Τόκου Σου.

 

Ἕτερος. Ἅπας γηγενής.

Θάῤῥους ἐμπλησθείς, ἐδίδως ἀπόκρισιν, πᾶσιν ἑκάστοτε, ὠφέλιμον τῆς ψυχῆς· διὸ οὐ φόβον, ἔγνως ἀνώτερον, εἰ μὴ Θεοῦ Φιλόθεε, καὶ οὐχ ὑπέστρεψας, ὡς ὁ κύων, ἐπὶ τὸ ἡμέτερον, φοβηθεὶς μόνον πῦρ, τὸ ἐξώτερον.

χει οὐρανός, σὸν πνεῦμα Φιλόθεε, συναυλιζόμενον, Ἀγγέλοις Ἁγίοις τε, τὸ ἱκετεῦον, τὸν Παντοκράτορα, καὶ ἡ Μονή, ἢν ᾤκησας σὰ θεῖα λείψανα, τὰ δωροῦντα, χάριν τὴν ἀκένωτον, δαψιλῶς τοῖς πιστῶς προσιοῦσί σε.

τῶν ὑπὲρ νοῦν σημείων σου Ὅσιε, σοφὲ Φιλόθεε, καὶ δωρεῶν τοῦ Θεοῦ, ἁγιασμοῦ σου, καὶ θείας χάριτος, ὧν Ἰησοῦς τετίμηκεν, ἱερωσύνην σου, τοῦ ἰᾶσθαι, νόσους τὰς τοῦ σώματος, καὶ ψυχῆς ἁμαρτίας ἀφίεσθαι.

Θεοτοκίον.

Σῶσον Μαριάμ, πρεσβείαις πρὸς Τόκον Σου, τοὺς ἑορτάζοντας, καὶ πανηγυρίζοντας, τοῦ Φιλοθέου, μνήμην τὴν πάμφωτον, καὶ Ὀρθοδόξων πλήρωμα, ἄτρωτον φύλαττε, τοῦ βοᾷν σοι· χαῖρε ἡ ὑψώσασα, ἀπὸ γῆς πρὸς Θεόν, γένος βρότειον.

 

 

 

 

 

 

 

 

Ἐξαποστειλάρια. Γυναῖκες ἀκουτίσθητε.

Προστάτην σε θερμότατον, οὐ μόνον Πάρος κέκτηται, ἀλλὰ Ἑλλήνων τὸ γένος, ἐν σοὶ σεμνύνεται μάκαρ, καὶ ἑορτάζει μάκαρ σου, Φιλόθεε ἐν μέλεσι, κράζον· συντήρει ἄτρωτον, λαὸν λοιμοῦ ὀλεθρίου, καὶ πειρασμῶν τῶν δαιμόνων.

Τὸν Ὅσιον Φιλόθεον, τιμήσωμεν φιλέορτοι, σὺν Ἰωάννῃ παρθένῳ, τῷ ἐν αῤχῇ ἦν ὁ Λόγος, Εὐαγγελίῳ φήσαντι, αὐτῶν τὴν μνήμην ἄγοντες, ἐν μελιῤῥύτοις ᾄσμασιν, ὅτι Χριστὸν δυσωποῦσιν, ἡμᾶς ῥυσθῆναι γεέννης.

Καὶ τὸ τῆς Ἑορτῆς.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Δεῦτε πιστοὶ συνελθόντες πανηγυρίσωμεν, Φιλόθεον ὑμνοῦντες, τὸν ἐκλάμψαντα πίστει, ἐν Πάρου γῇ ὡς ἄστρον πασιφαές, ἱερέα θεότιμον, τὸν προσευχαῖς καὶ νηστείαις ὁσιακῶς, ὧδε βίον ἐκπεράναντα.

 

Τίς σου τὰ ἆθλα ἐξείπειν Πάτερ Φιλόθεε, ἃ ἐν Ὄρει εἰργάσω, προσευχῇ καὶ νηστείᾳ, ἀγῶσιν ἐγκρατείας δακρύων ῥοαῖς, ἀρετῶν τὸ ἀκρότατον, ἐπιποθῶν καὶ πυκτεύων τὸν πτερνιστήν, ἵνα πάθη σβέσῃς ἔνδον σου;

 

Τῇ ἱερᾷ σου εἰκόνι κατασπαζόμεθα, σὺν θήκῃ τῶν λειψάνων, ἐν Μονῇ Λογγοβάρδας, Φιλόθεε θεόφρον Πάτερ σεπτέ, τῶν ἰάσεων χάριτας, ἐκ μολυσμῶν ἀρυόμενοι σαῖς εὐχαῖς, καὶ ψυχαῖς ἁγιαζόμενοι.

 

Ὕπὲρ τῶν πίστει καὶ πόθῳ μακαριζόντων σε, Φιλόθεε καὶ μνήμην, σεβασμίαν τελούντων, ἱκέτευε τὸν Πλάστην σὺν Μαθητῇ, Θεολόγῳ δωρήσασθαι, τὸν ἱλασμὸν ἐπταικότων ἵνα τὸ πῦρ, τῆς κολάσεως ἐκφύγωμεν.

 

Δόξα. Ἦχος πλ. α΄.

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, χορεύσομεν ἑόρτια, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι, ἐπὶ τῇ φωτοφόρῳ πανηγύρει, τοῦ θεοφόρου Πατρός· ἱερεῖς καὶ ἄχροντες συντρεχέτωσαν, καὶ τὸν θεόσοφον διδάσκαλον, ἐν ὕμνοις ἀνυμνείτωσαν· διὸ καὶ νῦν φιλέορτοι, ἐν τοῖς ναοῖς Κυρίου συνελθόντες, τὸν τοῦ Ἄθωνος ἀσκητὴν καὶ τῆς Πάρου τὸ κλέος, Ἐκκλησίας θεοκήρυκα, ᾀσμάτων ἄνθεσιν ἐγκωμιάσωμεν· ὅτι τοῦτον ὄντως κέκτηνται, οἱ πένητες πλουτιστήν, οἱ ἐν αἰχμαλωσίᾳ τοῖς πάθεσι ῥύστην, οἱ ἀδικούμενοι προστάτην, οἱ κατατρεγμένοι βοηθόν, οἱ ὁδοιπόροι συνοδίτην, οἱ ἁμαρτωλοὶ συγχωρητήν, οἱ πεπλανημένοι ὁδηγόν, καὶ οἱ νοσοῦντες ἰατῆρα. Οἱ πάντες τὸν πανταχοῦ ταχὺ προφθάντοντα ἄριστον ἐξομολόγον, πιστῶν συμπαραστάτην, ποδηγέτην μοναστῶν, δαιμόνων ὀλετῆρα, Ἅγιον θαυματουργόν, πρὸς ὃν βοήσωμεν· ὦ Φιλόθεε μακάριε, φύλαττε ἄτρώτους ἡμᾶς, ἐκ πάσης βλάβης καὶ ἀνάγκης καὶ σῶζε εὐσεβὲς Ἑλλήνων γένος, ἐξ ἀδοκήτων συμφορῶν, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις Λακωνίας γόνος σεπτός, Φιλόθεε Πάτερ, νήσου Πάρου ὁ οἰκιστής, ὁ ἀνύδρους τόπους, εὐκάρπους ἀναδείξας, ταῖς θείαις ἀρεταῖς σου, καὶ τοῖς καμάτοις σου.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν ἱερέα τῆς Χριστοῦ Ἐκκλησίας, πιστὸν Φιλόθεον Κυρίου ἐργάτην, οἱ εὐσεβεῖς τιμήσωμεν ψαλμοῖς ἱεροῖς· χαίροις Πάτερ ἀξιΰμνητε, εκβοῶντες χαρμονικῶς, φρούρει τοὺς Χριστιανούς, τῶν Παρίων τὴν νῆσον, σὺν Λογγοβάρδας μάνδρᾳ τῇ σεπτῇ, καὶ σῶζε πάντας, τοὺς σὲ μεγαλύνοντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τῷ Ὁσίῳ Φιλοθέῳ, δώσω ἡδὺ ᾆσμα. Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Τὸν Ὅσιον μέλψωμεν ψαλμικῶς, Φιλόθεον πάντες, ἐξαιτούμενοι φωτισμόν, καὶ κάθαρσιν σώματος καρδίας, ἐξ ἁμαρτάδων αὐτοῦ θείᾳ χάριτι.

κύπους προσέρχομαι ἱερεῦ, εἰς Πάρον ἵν’ ὕμνοις, ἀνυμνήσω σε ἱεροῖς, καὶ λείψανα τάφον σὺν μορφῇ σου, κατασπασθῶ ἐν Μονῇ σου Φιλόθεε.

σίως ἀνύσας βίον σκληρόν, νεώτατος Πάτερ, ἠκολούθησας Ἰησοῦν, τῷ ἔρωτι Τούτου τετρωμένος· διὸ σὸν πόθον νῦν δὸς τοῖς τιμῶσί σε.

Θεοτοκίον.

Σὺ Μήτηρ ὑπάρχεις τοῦ Λυτρωτοῦ, ἐλπὶς σωτηρίας, τῶν ἀνθρώπων Κόρη ἁγνή, ἀπαύστως πρεσβεύουσα Υἱῷ Σου, ὑπὲρ τῶν πίστει ἀξίως ὑμνούντων Σε.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

ατρὸν καὶ ποιμένα πλήθη λαοῦ ἔγνωσαν, σὲ Πάτερ Φιλόθεε ὄντως, νόσους ἰώμενον, καὶ πειρασμοὺς ψυχικούς, ἐν τῇ ἐξομολογήσει, ἃ πρὸς τὴν σωτήριον τρίβον κατηύθυνας.

λευΐτα Κυρίου ἡμῳν πληγῶν τραύματα, ἴασαι κρουνοὺς ἐπιχέων, σῆς θείας χάριτος, δαιμονικῶς δ’ ἐξελοῦ, παγίδων καὶ ἐπηρείας, τοὺς ᾠδαῖς γεραίροντας, τὴν θείαν μνήμην σου.

Φιλοθέου τοὺς ἄθλους πῶς ἐκδιηγήσασθαι, οὐ τολμῶ παντάναξ ἀλλά μοι, ἰσχύν Σου δώρησαι, βιωσαμένου ἐν γῇ, ὁσιωτάτως ἀμέμπτως, ἵν’ ἐλέους τεύξωμαι, τούτου δεήσεσιν.

Θεοτοκίον.

ακὼβ καλλονήν Σε Θεὸς ἐξελέξατο, ὄπως ἐν γαστρί Σου οἰκήσῃ, Λόγος ὁ ἄκτιστος, Ὃν ἐκδυσώπει σεμνή, ἁμαρτωλῶν σωτηρία, ἀγαγεῖν εἰς εὔκλειαν, ἡμᾶς τοὺς δούλους Σου.

Διάσωσον, ὦ ἱερεῦ τοῦ Κυρίου τοὺς ἀνύμνουντας, θείαν μνήμην σου ψαλμικῶς καὶ τῦπον τιμῶντάς σου, λυτρούμενος ἐκ νόσων καὶ κινδύνων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτην θερμόν, μεσίτην σε πρὸς εὔσπλαγχνον, πτωχῶν ἀρωγόν, νοσούντων τὸν θεράποντα, πλουτιστὴν κεκτήμεθα, πάντες θείας χάριτος κράζοντες· πρόφθασον, ἡμᾶς ῥῦσαι ἐκ δεινῶν, κλέος λαμπρῶν, τῶν Παρίων Ὅσιε.

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Λαμπρυνόμενος Ὅσιε, ταῖς ἀκτῖσι μόνης μιᾶς Θεότητος, συμπαθῶς ἡμῖν ἐπίβλεψον, καὶ ψυχὰς φωτὶ θείῳ καταύγασον.

σιότητι ἤστραψας, καὶ λαοὺς ἐφώτισας τῷ κηρύγματι, ὡς σοφὸς ἱεραπόστολος· ὅθεν λάμψον Πάτερ φῶς μονάζουσι.

Θεοφόρε διδάσκαλε, στήριγμα ἐγένου τῶν προσιόντων σοι, καὶ ἐν κόσμῳ τοῖς σοῖς γράμμασιν· ὅθεν νῦν ἡμᾶς εὐχαῖς σου στήριξον.

Θεοτοκίον.

Εὐλογοῦμέν Σε Δέσποινα, οἱ τῇ πονηρᾷ συμβουλῇ τοῦ ὄφεως, φιλαμάρτητοι ὑπάρχοντες, ἵν’ Υἱός Σου δώσῃ ἡμῖν ἔλεος.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Πάτερ σεπτέ, ἐλεύθερωσον ἐκ θλίψεων, συμφορῶν καὶ περιστάσεων δεινῶν, τοὺς σὲ τιμῶντας, εἰρήνην ἡμῖν δωροῦμενος.

Δίνην φοβεράν, τοῦ βελίαρ Πάτερ σκόρπισον, τῇ δ’ ἀηττήτῳ δυνάμει τοῦ Σταυροῦ, καὶ προστασίᾳ τῆς εὐχῆς σου ἡμᾶς τείχισον.

θήσον ἡμᾶς, τοῦ τηρεῖν Χριστοῦ προστάγματα, καὶ ἐμφύτευσον ψυχαῖς φόβον Θεοῦ, ἱερωσύνης ὁ κανὼν δειχθεὶς Φιλόθεε.

Θεοτοκίον.

Σὸς Δημιουργός, ἵνα σώσῃ γένος ᾤκησεν, ἐν τῇ νηδύϊ Κόρη σωματικῶς, Ὃν ἐκδυσώπει, πάντας τρυφῆς ἀξιώσασθαι.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

ραῖον κάλλος, ἐμὸν ἀπώλεσα, συντραφεὶς ὥσπερ ὁ ἄσωτος χοίροις, τῇ τῶν παθῶν βδελυρᾷ καταστάσει, ἐγωϊσμῷ τῷ φρικτῷ ἐπαιρόμενος, ἀλλὰ θεόφρον, σαῖς εὐχαῖς πρὸς ὁδὸν μετανοίας ἀνόρθωσον.

δύτατον, τοῖς καρποῖς ἐκβλάστημα, ἀνεδείχθης ἀρεταῖς καὶ ἀγῶσι, θεῖε ποιμήν, τῆς Μονῆς Λογγοβάρδας· διὸ στεῤῥόν σου παράσχου ἀσκήσεως, σὺν διαπύρῳ προσευχῆς, τοῖς ἐνθέοις ψαλμοῖς ἀνυμνοῦσί σε.

Δαιμόνων, ἐγενόμην ἐπίχαρμα, ἡδοναῖς τῆς ἁμαρτίας δουλεύσας, ὅτι κακῶν, ἡ ψυχή μου ἐτρώθη, καὶ ὡς ἰχθῦν ὁ βελίαρ ἐζώγρησεν, ἀλλὰ πρὸ τέλους ἐκβοῶ· Φιλοθέου λιταῖς Σῶτερ σῶσόν με.

Θεοτοκίον.

πάρξασα, ὡς παρθένος ἄσπιλος, ἀπεκύησας Θεάνθρωπον Λόγον, Σὺ γὰρ τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἀνθρώπων πέλεις ἐλπὶς καὶ μεσίτρια, ἀεὶ δ’ ὑμνοῦμέν Σε Ἁγνή, προσκυνοῦντες τὸν ἄφραστον Τόκον Σου.

Διάσωσον, ὦ ἱερεῦ τοῦ Κυρίου τοὺς ἀνύμνουντας, θείαν μνήμην σου ψαλμικῶς καὶ τῦπον τιμῶντάς σου, λυτρούμενος ἐκ νόσων καὶ κινδύνων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.

Ἀντιλήπτωρ πέλεις τῶν πτωχῶν ἱερώτατε, καὶ μεσίτης τῶν Χριστιανῶν πρὸς τὸν Κύριον, σὺ τὴν μάνδραν τῆς Λογγοβάρδας πάντοτε φρουρεῖς· διὸ πρόφθασον Πάτερ σεπτέ, εἰς τὴν βοήθειαν ἡμῶν, τοὺς πιστῶς προσκαλούντων σε· ἴασαι ἀσθενοῦντας, μετάστρεψον πλανηθέντας, ἀτρώτως φύλαττε λαόν, τὴν δ’ Ἑλλάδα σκέπε Ὅσιε.

 

Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον Ὁσιακόν.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Μὴ οὖν ἀποῤῥίψης με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄστατον, σὲ νῦν καταφεύγοντα πρὸς βοήθειαν· Ὅσιε σῶσόν με, πιστῶς προσπίπτοντα, τῇ μορφῇ σου ἀσπαζόμενος, ἴασιν δώρησαι, ἄμφω τῶν κινδύνων δ’ ἐκλύτρωσαι, θλίψεων ἐξαιρούμενον, καὶ τὼν χαλεπῶν συμφορῶν τοῦ βίου, ἵν’ ὑμνολογῶ σου, πολίτευμα Φιλόθεε σεπτόν, καὶ μακαρίζω τοῖς ᾄσμασι, τὴν ἁγίαν μνήμην σου.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

γάλλου θεοφόρε μετὰ τῶν Ἀσωμάτων καὶ τῶν Ἁγίων Χριστόν, ἐκδυσωπῶν εὐχαῖς σου, ὅπως πυρὸς ῥυσθῶμεν, αἰωνίου οἱ κράζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σημείων καταρδεύεις τοὺς τιμῶντάς σε μάκαρ καὶ Λογγοβάρδας Μονήν, ἀεὶ Σὲ ἀνυμνοῦσαν· διὸ τοῖς συμβοῶσι, περιφρούρει κακώσεων· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Μιμήσασθαί σου Πάτερ τὸ ὑπήκοον δεῖξον τὸ ταπεινὸν καὶ σεμνόν, ἀνύσασθαι τὴν τρίβον, πρὸς ὅρμον σωτηρίας, γαληνὸν καταξίωσον, θείας εὐκλείας ἡμᾶς, ὡς ἔχων παῤῥησίαν.

Θεοτοκίον.

πειρόγαμε Νύμφη Σὲ πάντες καθορῶμεν Βάτον ὡς ὄρει Μωσῆς, προεῖδεν ἐν Σιναίῳ, φλογὶ παραδοθεῖσαν, ἀλλὰ ἄφλεκτον μείνασαν· ὅθεν τὴν φλόγα παθῶν, ἡμῶν σβέσον Παρθένε.

 

 

 

 

 

 

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Γάννυται Πάρος, ἐν σοὶ σὺν τῇ Λακωνίᾳ, καὶ Χριστῷ καυχωμέναι βοῶσι· σῶσον ἡμᾶς Σῶτερ, εὐχαῖς τοῦ Φιλοθέου.

λέους θείου, καὶ δωρεῶν ἔμπλησόν με, ταπεινῶς φρονεῖν ἵν’ ἀνυμνῶ σε, γόνε τῶν Μολάων, τῆς Λογγοβάρδας δόξα.

φθης πολλάκις, Πάτερ λαὸν περισκέπων, καὶ πιστοὺς εἰκόνα σου τιμῶντας· ὅθεν ἡμᾶς σκέπε, ἐκ τόξων τῶν δαιμόνων.

Θεοτοκίον.

ῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, γηγενῶν ἁγνὴ ἁγιωτέρα, πάντας τοὺς ὑμνοῦντας, τὴν Σὴν κηδεμονίαν.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Γαλήνιον δὸς βίον, ἱερεῦ τῆς Πάρου, πᾶσιν ἡμῖν μονασταῖς τε καὶ δούλοις Χριστοῦ, καὶ ἐξελοῦ Ὀρθοδόξους βλάβης αἱρέσεων.

κέτευε Σωτῆρα, ἵνα ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ θεόφρον ἡμᾶς, τοὺς σεβασμίαν σου μνήμην πανηγυρίζοντας.

ρδὰς τῶν ἀλλοπίστων, σκόρπισον ταχέως, ἡμᾶς τὰς ἐπαπειλοῦσας, δουλοῦσθαι οἰκτρῶς, καὶ ὑπερμάχει Ἑλλήνων, Πάτερ Φιλόθεε.

Θεοτοκίον.

ψίστου ἡ καθέδρα, πέλεις ἐν τῷ πόλῳ· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον, ὁμολογοῦντάς Σε.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις εὐσεβείας φάρος λαμπρός, κρήνη τῶν χαρίτων, τῶν θαυμάτων ὁ ποταμός, ἡ τροφὴ πενήτων, ὁ ὀλετὴρ δαιμόνων, πιστῶν συμπαραστάτης, Πάτερ Φιλόθεε.

Ποίησον τρισμάκαρ ταῖς σαῖς εὐχαῖς, ἡμᾶς Χριστοκέντρους, ἐν τῷ βίῳ εἶναι παντί, τοῦ φρονεῖν τὰ ἄνω, Βασίλεια τῆς δόξης, μὴ δ’ ἐντολῶν Δεσπότου, ἐπιλανθάνεσθαι.

Δὸς ἡμῖν ἀμείνονα σαῖς λιταῖς, εἰρήνην Κυρίου, ὦ Φιλόθεε εὐκλεές, ἱλασμὸν πταισμάτων, ταπείνωσιν ἀγάπην, φόβον Θεοῦ καὶ πίστιν, βίου διόρθωσιν.

Ποίει ποίμνην γαίας ἑλληνικῆς, σαῖς πρεσβείαις Πάτερ, εἶναι ἄμπελον τοῦ Χριστοῦ, ἵν’ ἀεὶ ὑμνῇ σου, ἐξαίσια σημεῖα, πρὸς τρίβον μετανοίας, ἰθύνων ἕκαστον.

Ἤθη κατεπράϋνας προσευχαῖς, ἤλασας νηστείαις, τῶν δαιμόνων τὰς στρατιάς, καὶ ῥοαῖς δακρύων, ἐκάθηρας ψυχήν σου· διὸ ἡμῖν δὸς Πάτερ, πλοῦτον σῆς χάριτος.

Ῥήμασι χειλέων σου τῶν σοφῶν, ὠφέλησας πλήθη, εὐσεβῶν καὶ ἐπιστολαῖς· ὅθεν νουθεσίαις, ταῖς σαῖς ὁδήγει Πάτερ, πρὸς μετανοίας τρίβον, τοὺς ἁμαρτάνοντας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πέλεις, Ὀρθοδόξων ὁδηγός, τεῖχος ὀχυρὸν ἀντιλήπτωρ, καὶ τῶν πτωχῶν ἀρωγός, ἔνδοξε Φιλόθεε, Ὅσιε Πάτερ Θεοῦ, καταπλήττων τοῖς θαύμασι, τοὺς πόθῳ δραμόντας, καὶ ἐπικουρίαν σου, ἐπιζητοῦντας θερμῶς· ὅθεν, δίδου πᾶσι τὰ κρείττω, σώζων ἐκ φθορᾶς νοσημάτων, τοὺς τὴν θείαν μνήμην σου γεραίροντας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου