Σάββατο 11 Απριλίου 2020

ΑΥΓΟΥΣΤΟΣ 7. ΑΓΙΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΔΟΜΕΤΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΥΓΟΥΣΤΟΣ Ζ΄.

ΔΟΜΕΤΙΟΣ ΟΣΙΟΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)

 

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'. Ἦχος δ' Ὁ ἐξ ὑψίστου κληθεὶς

Πρὸ τοῦ τιμίου Σταυροῦ σου καὶ τοῦ πάθους, λαβὼν οὓς προέκρινας τῶν Ἱερῶν Μαθητῶν, πρὸς τὸ Θαβώριον Δέσποτα, ἀνῆλθες ὄρος, δεῖξαι θελήσας τούτοις τὴν δόξαν σου, οἳ καὶ κατιδόντες σε μεταμορφούμενον, καὶ ὑπὲρ ἥλιον λάμψαντα, πρηνεῖς πεσόντες, τὴν δυναστείαν σου κατεπλάγησαν, ἀναβοῶντες· Σὺ τὸ ἄχρονον, φῶς ὑπάρχεις Χριστὲ καὶ ἀπαύγασμα, τοῦ Πατρός, εἰ καὶ θέλων, σάρξ ὡράθης ἀναλλοίωτος.

Ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς Λόγος ὁ φῶς ὡς ἱμάτιον περιβαλλόμενος, μεταμορφούμενος ἔμπροσθεν, τῶν μαθητῶν σου, ὑπὲρ τὸν ἥλιον Λόγε ἔλαμψας, Μωσῆς καὶ Ἠλίας δέ, σοὶ παρειστήκεισαν, νεκρῶν καὶ ζώντων σε Κύριον, δηλοποιοῦντες, καὶ σοῦ δοξάζοντες τὴν ἀπόῤῥητον, οἰκονομίαν καὶ τὸ ἔλεος, καὶ τὴν πολλὴν συγκατάβασιν, δι' ἧς ἔσωσας κόσμον, ἁμαρτίαις ἀπολλύμενον.

Παρθενικῆς ἐκ νεφέλης σε τεχθέντα, καὶ σάρκα γενόμενον, καὶ πρὸς τὸ ὄρος Θαβώρ, μεταμορφούμενον Κύριε, καὶ τῇ νεφέλῃ, τῇ φωτεινῇ σε περικυκλούμενον, φωνὴ τοῦ Γεννήτορος, ἀγαπητὸν σε Υἱόν, τῶν μαθητῶν συμπαρόντων σοι, σαφῶς ἐδήλου, ὡς ὁμοούσιον καὶ ὁμόθρονον· ὅθεν ὁ Πέτρος ἐκπληττόμενος· Καλὸν ὧδέ ἐστιν εἶναι ἔλεγε, μὴ εἰδὼς ὃ ἐλάλει· Εὐεργέτα πολυέλεε.

Καὶ γ’ Στιχηρὰ τοῦ Ὁσιομάρτυρος Ἦχος πλ. β' Ὅλην ἀποθέμενοι

Ὅλην ἀποθέμενος, τὴν μαγικὴν γοητείαν, καὶ Περσῶν μιάσματα, καὶ τὰ μυσαρώτατα τερατεύματα, τῷ Θεῷ προσέδραμες, τῇ σοφῇ προνοίᾳ, κυβερνῶντι τὰ οὐράνια, οὗ τὸ ὀνόματι, ἀποστολικῶς ἐθεράπευσας, ἀλόγων ἀῤῥωστήματα, καὶ τὰ τῶν ἀνθρώπων νοσήματα, τῶν προσερχομένων, προθύμως σοι θεράπον τοῦ Χριστοῦ, ὃν παῤῥησίᾳ δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὅλην ἀνατέθεικας, τὴν σὴν ζωὴν τῷ Κυρίῳ, καὶ θερμῶς ἐχώρησας, πρὸς τὸν τῆς ἀσκήσεως δρόμον Ὅσιε, προσευχὴν ἀθόλωτον, ἀγρυπνίαν πάννυχον, ὑμνῳδίαν ἀκατάπαυστον, καὶ βίον ἄμεμπτον, καὶ ἀγγελικὸν ἐνδεικνύμενος· ἐντεῦθεν τὴν ἐνέργειαν, τὴν τῶν θαυμασίων ἐπλούτησας· οἶδε γὰρ δοξάζειν, ὁ Κύριος τοὺς δούλους ἑαυτοῦ, ὅν παῤῥησίᾳ δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὅλην ἐνδυσάμενος, τὴν τοῦ Σταυροῦ πανοπλίαν, καὶ τὸν ἀδιάῤῥηκτον, θυρεὸν τῆς πίστεως περιθέμενος, φοβερὸς γέγονας, ταῖς ἀντικειμέναις, τῶν Δαιμόνων παρατάξεσιν, οὓς καὶ ἐδίωξας, μάστιγι τῇ πίστει χρησάμενος, καὶ θείαις ἐπικλήσεσι, καὶ τοὺς ὁδοιπόρους διέσωσας, βλάβης τῆς ἐκείνων, Δομέτιε θεράπον τοῦ Χριστοῦ, Ὃν παῤῥησίᾳ δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. β'

Τὸν τῆς δικαιοσύνης Ἥλιον Χριστὸν ἐπιγνούς, τὴν ψευδολατρείαν τοῦ φθειρομένου ἡλίου ἀπέπτυσας, Δομέτιε θεόφρον. Καὶ τὸ μυστήριον τοῦ σταυροῦ ἐκ πόθου ἀγαπήσας, μάρτυς πρῶτον γέγονας θαυμαστὸς τῆς συνειδήσεως, ἐπιστρέψας εἶτα τὴν ἀσκητικήν σου βιοτήν, διὰ τοῦ μαρτυρικοῦ αἵματος. Ὅθεν τῇ θνητοφόρῳ λιθοβολίᾳ συνηρμόσθης τῷ Λίθῳ τῆς ζωῆς, καὶ εὐφραινόμενος ἐν τῷ ἀσαλεύτῳ Παραδείσῳ, πρεσβεύεις ὑπὲρ ἡμῶν τῶν πίστει τιμώντων σε.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς

Προτυπῶν τὴν Ἀνάστασιν τὴν σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς σου Μαθητάς, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτήρ μεταμορφουμένου, τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο, οἱ Μαθηταί σου Λόγε, ἔῤῥιψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς, μὴ φέροντες ὁρᾶν τὴν ἀθέατον μορφήν. Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ· οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς τῆς δόξης τὸν Κύριον.

 

Εἴσοδος. Φῶς ἱλαρόν.

Προκείμενον Ἦχος βαρύς: Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα ὅσα ἠθέλησεν ἐποίησεν.

Στίχ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου.

Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν.

Στίχ. Τί σοί ἐστι θάλασσα ὅτι ἔφυγες καὶ σοὶ Ἰορδάνη ὃτι ἐστράφης εἰς τὰ ὀπίσω.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα. Τῆς Ἑορτῆς. Ἦχος β'

Ὁ φωτί σου ἅπασαν τὴν οἰκουμένην ἁγιάσας, εἰς ὄρος ὑψηλὸν μετεμορφώθης ἀγαθέ, δείξας τοῖς Μαθηταῖς σου τὴν δυναστείαν σου, ὅτι κόσμον λυτροῦσαι ἐκ παραβάσεως· διὸ βοῶμέν σοι· Εὔσπλαγχνε Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ τοῦ Ἁγίου. Ἦχος ὁ αὐτός.

Τῆς μαγικῆς πλάνης σωφρόνως ἀποστὰς πάτερ Δομέτιε, οὐ χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ βασιλεῖ Χριστῷ προσενήνοχας, ὡς οἱ ὁμοεθνεῖς σου σοφοὶ Μάγοι, ἀλλὰ πᾶσαν σου τὴν ζωὴν ἐν μαρτυρικῷ φρονήματι. Ὅθεν τῇ ἀσκήσει σου συνέμιξας τὰ αἵματα καὶ ἐξηγόρασας ῥαδίως τὴν κληρουχίαν τοῦ Παραδείσου, ἐν ᾧ θεωρῶν τηλαυγῶς τὸν τῆς ζωῆς Ἥλιον Χριστόν, πρέσβευε μακάριε φωτίσαι καὶ ἡμῶν τὰ βαθέα σκότη, καὶ ἀναδεῖξαι υἱοὺς φωτοειδεῖς τῆς βασιλείας Αὑτοῦ.

 

Ἦχος δ΄.

Ὡς οἱ μακάριοι Ἀπόστολοι ἐν ὥρᾳ τρίτῃ τῆς ἡμέρας ἐν τῷ ὑπερῴῳ καταφίλησαν, οὕτω καὶ σὺ τρισόλβιε Δομέτιε, τὴν τρίτην ὥραν ψάλλων σὺν τοῖς ὁμοψύχοις σου μαθηταῖς, ἐπληρώθητε Ἁγίου Πνεύματος, διὰ τῆς ὠμοτάτης λιθοβολίας. Αὐτοῦ οὖν καὶ ἡμῖν μετάδοτε μακάριοι, ὅπως κατανοοῦντες τὴν πλάνην τοῦ ἐχθροῦ, σωφρόνως καὶ εὐσεβῶς πολιτευσώμεθα, καὶ τύχωμεν τῆς τοῦ Χριστοῦ μακαριότητος.

 

Δόξα. Ἦχος πλ. α΄.

Τὸ τοῦ χριστοψύχου Παύλου ἐν νῷ καὶ καρδίᾳ ἀεὶ περιφέρων ὅσιε Δομέτιε, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν αἰῶνος πρὸς τὴν μέλλουσαν ἡμῖν δόξαν ἀποκαλυφθῆναι, πόνους τοῖς πόνοις ἐν φιλοτιμίᾳ ἑκουσίως προσετίθεις, ἐπιποθῶν συναφθῆναι σὺν πᾶσι τοῖς Ἁγίοις τῷ Χριστῷ. Οὗπερ καὶ ἐπιτυχὼν θεσπέσιε, δίδου καὶ ἡμῖν τοῖς τιμῶσί σε τὸ φιλομάρτυρον ἐν ἀκριβεῖ ὑπομονῇ καὶ καρτερίᾳ, ὅπως συνοψώμεθα χαρμονικῶς τὸ Φῶς τοῦ ἐν Θαβὼρ ἐκλάμψαντος, τὸ ἀναλλοίωτον.

 

Καὶ νῦν. Τῆς ἑορτῆς ὁμόηχον.

Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν, καὶ θεασώμεθα τὴν δόξαν τῆς Μεταμορφώσεως αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, φωτὶ προσλάβωμεν φῶς, καὶ μετάρσιοι γενόμενοι τῷ πνεύματι, Τριάδα ὁμοούσιον ὑμνήσωμεν εἰς τοὺς αἰῶνας.

 

Εἰς τὸν Στίχον. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ἐξ ἀκανθῶν ὥς περ ῥόδον, πάτερ ἐξήνθησας, τὴν τῶν Περσῶν λατρείαν, καταπτύσας ἐμφρόνως, τὴν πίστιν προτιμήσας τοῦ Ἰησοῦ, Ὃν οἱ Μάγοι ἐπέγνωσαν, Θεὸν τῶν ὅλων καὶ εὐλαβῶς, δῶρον τρίϋλον ἀνέθεντο.

 

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου

Ἐπὶ τοῦ ὄρους ἀνῆλθες, σοφὲ Δομέτιε, Χριστὸν ποθῶν καὶ θέλων, τὴν ζωὴν τούτου ζῆσαι, ἐν καύσωνι καὶ κρύει καρτερικῶς, διανύσας τὸν δρόμον σου, δυάδα ἔχων συμφρόνων σοι μαθητῶν, μεθ᾿ ὧν μάρτυρες ἐφάνητε.

Στίχ. Καὶ ἕστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου

Ἐν τῇ σπηλαίῳ εἰσῆλθες, φῶς ἔχων ἔνδον σου, τὸ ἐκ πηγῆς βλυστάνον, τοῦ προσώπου Κυρίου, καὶ ὅλος ἀνεδείχθης φωτοειδής, ὡς Σιὼν ἄνω μέτοχος, ἔνθα τὰ πάντα φωτίζει ὁ Ἰησοῦς, ὁ φωτὸς ἀκτίστου πάροχος.

 

Δόξα. Ἦχος δ΄.

Τὰ θεῖα καλῶς μαθητευθείς, παρὰ τοὺς πόδας καθίσας τοῦ σοῦ γέροντος Οὐρβιήλ, ἄριστος παιδαγωγὸς ἐφάνης εἰς Χριστὸν τῶν σῶν θεοφιλῶν φοιτητῶν, Δομέτιε πανόσιε· πάσας γὰρ τὰς ὑπὲρ φύσιν ἀρετὰς καλῶς ἐκμαξάμενος, τύπος γέγονας τῆς ἀκριβοῦς βιοτῆς τοῦ Εὐαγγελίου, δι᾿ ἥν ἐπελάθου κόσμου καὶ τῶν ἐν αὐτῷ ἑλκυστικῶν καὶ ἡδέων· ὅθεν σκηνῶν ἐν οὐρανοῖς, ἔνθα ἡ ἁρμόδιός σοι κατοικία, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

 Πρὸ τοῦ σοῦ Σταυροῦ Κύριε, ὄρος οὐρανὸν ἐμιμεῖτο, νεφέλη ὡς σκηνὴ ἐφηπλοῦτο. Σοῦ μεταμορφουμένου, ὑπὸ Πατρὸς δὲ μαρτυρουμένου, παρῆν ὁ Πέτρος σὺν Ἰακώβῳ καὶ Ἰωάννῃ, ὡς μέλλοντες συνεῖναί σοι, καὶ ἐν τῷ καιρῷ τῆς παραδόσεώς σου, ἵνα θεωρήσαντες τὰ θαυμάσιά σου, μὴ δειλιάσωσι τὰ παθήματά σου, ἃ προσκυνῆσαι ἡμᾶς, ἐν εἰρήνῃ καταξίωσον, διὰ τὸ μέγα σου ἔλεος.

 

Νῦν ἀπολύεις. Τρισάγιον

 

Ἀπολυτίκιον. Τοῦ Ὁσιομάρτυρος. Ἦχ. πλ. α’. Τὸν συνάναρχον Λόγον.

Τὸν τῆς χάριτος λόγον εἰσποιησάμενος, πυρσολατρῶν τὰς τερθρείας ἀπεποιήσω σοφῶς, τῷ Χριστῷ ἀνατεθεῖς Πάτερ Δομέτιε, καὶ ἐν ἀθλήσει ἀκλινής, ὡς ὁσίων μιμητής, ἐδείχθης Ὁσιομάρτυς, διὸ σὲ ὕμνοις τιμῶμεν, σὺν φοιτητῶν σου τῇ δυάδι σοφέ.

Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος βαρύς

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα Ἦχος δ' Ἐπεφάνης σήμερον

Τὸν κλεινὸν Δομέτιον, καὶ τὴν δυάδα, μαθητῶν τιμήσωμεν, τοὺς συναφθέντας τῷ Χριστῷ, δι᾿ ὃν τὸν κόσμον ἐμίσησαν, καὶ μαρτυρίῳ, τὸ στέφος ἐδέξαντο.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς

Ἑορτὴ ὑπέρλαμπρος, ἡ τοῦ Δεσπότου, ἦλθε, δεῦτε ἅπαντες, ἐπὶ τῷ ὄρει νοερῶς, προκαθαρθέντες ἀνέλθωμεν, τῷ Θαβωρίῳ Χριστὸν ἐποψόμενοι.

 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα Ἦχος δ' Κατεπλάγη Ἰωσήφ

Τὸν τὴν πλάνην τῶν Περσῶν, καταλιπόντα εὐσθενῶς, καὶ ὁδὸν τὴν τοῦ σταυροῦ, ἀκολουθήσαντα στεῤῥῶς, διὰ τὸν πόθον τῆς θείας Βασιλείας, Δομέτιον πιστοί, σὺν τῇ δυάδι φοιτητῶν, ὑμνήσωμεν φαιδρῶς, ὅτι συνέμιξαν σοφῶς, τοῖς τῆς ἀσκήσεως πολλοῖς ἱδρῶσι, μαρτυρικὰ αὐτῶν αἵματα, καὶ τοὺς τῶν λίθων, σωροὺς ἐφεῦρον, πρὸς Χριστὸν θείας κλίμακας.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς

Τὴν μεθέορτον πιστοί, ἡμέραν σήμερον φαιδρῶς, τῆς ἐνδόξου καὶ φρικτῆς, Μεταμορφώσεως Χριστοῦ, ἐπιτελοῦντες βοήσωμεν ὁμοφρόνως. Τὸ φύραμα ἡμῶν, ἀνεμορφώσω Σωτήρ, τῇ θείᾳ σου σαρκί, συναπαστράψας αὐτῷ, καὶ ἀποδοὺς τὸ πρώτιστον ἀξίωμα, τῆς ἀφθαρσίας ὡς εὔσπλαγχνος· διὸ σε πάντες, δοξολογοῦμεν, τὸν μόνον Θεόν ἡμῶν.

 

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον.

Μυηθεὶς τῶν ἀῤῥήτων τὰ βάθη Ἅγιε, μυητὴς ἐγεγόνεις πολλῶν εἰς Κύριον, ἐκδιδάσκων νουνεχῶς τὰ ἐπουράνια, ὅθεν ὡς ἄγγελος βιούς, σὺν τοῖς σεπτοῖς σου μαθηταῖς, κατήντησας εἰς τὰ πλάτη, τῆς Βασιλείας Κυρίου, θεομακάριστε Δομέτιε.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς, ὅμοιον.

Ὀ ὁμότιμος Λόγος Πατρὶ καὶ Πνεύματι, σαρκωθεὶς ἐκ Παρθένου εἰς σωτηρίαν ἡμῶν, ἀνεστράφη τοῖς ἐν γῇ καθάπερ γέγραπται, καὶ ἀνελθὼν ἐν τῷ Θαβώρ, σὺν προκρίτοις Μαθηταῖς, ἐνδόξως μετεμορφώθη· διὸ ὑμνοῦμεν αὐτοῦ τὴν θείαν, καὶ παναγίαν συγκατάβασιν.

 

Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου,

Προκείμενον· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Στίχ. Τί ἀνταποδώσομεν τῷ Κυρίῳ....

Εὐαγγέλιον· βλ. εἰς τὸν ὄρθρον τοῦ ὁσίου Σάββα, τῇ ε΄ Δεκεμβρίου.

Ὁ Ν΄ ψαλμός,

Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχ. Ἐλέησόν με ὁ Θεός....

Τὸν νοητὸν Ἥλιον ἰδὼν θεομακάριστε, τὸν φωτίζοντα πᾶσαν φύσιν, ἔσοπτρον λαμπρὸν τὴν ψυχήν σου ἐποίησας, διὰ τῆς ἀσκητικῆς σου βιοτῆς· καὶ τέλος τοῦ θείου σου ἔρωτος εὗρες, τὸν διὰ τῶν λίθων ζωηφόρον θάνατον. Πρέσβευε Χριστῷ στεφηφόρε πάτερ Δομέτιε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ Κανὼν τοῦ Ἁγίου Ὁσιομάρτυρος, οὗ ἡ Ἀκροστιχίς: Πρέσβυν σε Χριστῷ προφέρω στεφηφόρε. Θεοφάνους.

ᾨδὴ α' Ἦχος πλ. β' Ὡς ἐν ἠπείρῳ

Πρὸς τὸν Θεὸν ἐκδημήσας μαρτυρικῇ, διαλάμπων χάριτι, τοῖς ὑμνοῦσί σε πιστῶς, φωτοφόρον ἔμπνευσον αὐγήν, ἱκετεύων τὸν Χριστὸν θεομακάριστε.

ήξας τοὺς βρόχους τῆς πλάνης εἰλικρινῶς, τῷ Χριστῷ προσέδραμες, διανοίᾳ καθαρᾷ, τὰ Περσῶν σεβάσματα λιπών, καὶ τῶν Μάγων ἐκφυγὼν τὴν ἀθεότητα.

πιστημόνως σκοπήσας ὡς οὐ Θεός, ὡς κτιστὸς ὁ ἥλιος, ὡς οὐδὲν τῶν ὁρατῶν, ἐπὶ τὸν ἀόρατον Θεόν, ὡδηγήθης λογισμῷ σοφῷ χρησάμενος.

Θεοτοκίον

Σὲ Παναγία Παρθένε τὴν τὸν Υἱὸν τοῦ Θεοῦ γεννήσασαν, γεγονότα καθ' ἡμᾶς, δι' ἡμᾶς κηρύττομεν ἁγνή, Θεομήτορα πιστοὶ καὶ μακαρίζομεν.

ᾨδὴ γ' Οὐκ ἔστιν Ἅγιος ὡς σὺ

Βεβαίᾳ πίστει στηριχθείς, ὡς ἀκλόνητος πύργος, ἀπερίτρεπτος ὤφθης, οὐ λόγοις τοῖς μαγικοῖς, οὐ γνώσεως Περσικῆς, γοητείαις περιεργαζόμενος.

ὸν ψυχόλεθρον φυγών, τοῦ τῇ κτίσει λατρεύειν, καὶ τὸν ἥλιον σέβειν, τὸν ὄντως ὄντα Θεόν, ὡς πάντων Δημιουργόν, εὐσεβείας πόθῳ ἐξεζήτησας.

Ναμάτων θείων μετασχών, τῆς παλιγγενεσίας, τὴν ψυχὴν κατηυγάσθης, καὶ γέγονας ἀληθῶς, υἱὸς χάριτι Θεοῦ, κληρονόμος θείων ἀπολαύσεων.

Θεοτοκίον

Σοφία οἶκον ἑαυτῇ, ᾠκοδόμησε θεῖον, ὑπὲρ νοῦν τε καὶ λόγον, σκηνώσασα τὴν ἁγνήν, γαστέρα σου τὴν σεπτήν, καθαρθεῖσαν Πνεύματι Πανύμνητε.


 

Κάθισμα Τοῦ Ὁσιομάρτυρος. Ἦχος γ' Τὴν ὡραιότητα

Τὴν ὡραιότητα Χριστοῦ ἐπόθησας, καὶ δι' ἀσκήσεως πάθη ἐνέκρωσας, καὶ ἐναθλήσας καρτερῶς, τὴν πλάνην ἀπετέφρωσας, ἔνδοξε Δομέτιε, τῶν Ἀγγέλων συνόμιλε· ὅθεν καὶ ἰάσεων, ῥεῖθρα βρύεις τοῖς πίστει σου, τὴν μνήμην ἐπιτελοῦσι τὴν θείαν, Μάρτυς ἀξιοθαύμαστε.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς

Τῆς θείας δόξης σου, ὄντως ἀπαύγασμα, καθὼς ἠδύναντο, ἔδειξας Λόγε Θεοῦ, τοῖς μαθηταῖς σου ἐν Θαβώρ, ὄρει μεταμορφούμενος, οἷς συνελλαμφθείημεν, καὶ ἡμεῖς οἱ ὑμνοῦντές σε, μόνε ἀναλλοίωτε, Ἰησοῦ παντοδύναμε, ἐν πίστει σοι συμφώνως βοῶντες· Δόξα Χριστὲ τῇ βασιλείᾳ σου.

ᾨδὴ δ' Χριστός μου δύναμις

πέγνως ἔνδοξε, τὸ φύσει ἄγνωστον, λογικῶς ἐκζητήσας καὶ εὐρηκώς, τοῦτον ἐπεπόθησας, καὶ προσεκύνησας χαρᾷ, τὴν αὐτοῦ μεγαλειότητα.

Χορείᾳ σώφρονι, θερμῶς προσέδραμες, μοναζόντων Ἁγίων καὶ ἀρετῆς, ζήλῳ πυρπολούμενος, ἐπολιτεύσω καθαρῶς, ἐν νηστείαις καὶ δεήσεσιν.

αδίως ἔλυσε, δεσμὰ τῆς φύσεως, ὁ θεόφρων σου πόθος καὶ τῶν παθῶν, ἔσβεσε τὴν κάμινον, τῷ δροσοβόλῳ φωτισμῷ, τοῦ Ἁγίου Πάτερ Πνεύματος.

Θεοτοκίον

σχύς μου πέφυκε, Θεὸς καὶ Κύριος, Θεοτόκε Παρθένε ὁ σαρκωθείς, Λόγος ὁ ὑπέρθεος, ἀκηράτου σου γαστρός, τὴν ζωὴν ἡμῖν δωρούμενος.

ᾨδὴ ε' Τῷ θείῳ φέγγει σου ἀγαθὲ

Συνέσει θείᾳ διαπρεπής, Μάκαρ πεφυκώς, τῶν ὁρωμένων ἁπάντων προέκρινας, τὴν τῶν ἀοράτων ἀϊδιότητα, τῷ φέγγει τῆς ἁγνείας καταλαμπόμενος.

Τῆς θείας γευσάμενος ἀρετῆς, τὸ τῆς ἡσυχίας καὶ ἀναχωρήσεως ἔστερξας, τὴν τῆς διανοίας ἀνεπιθόλωτον, κατάστασιν φυλάττων, Πάτερ Δομέτιε.

ς ὄντως μέγα καὶ θαυμαστόν, τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς σου, τὸ πάνσοφον φρόνημα· τῆς γὰρ τοῦ Ὑψίστου χειρὸς ἀλλοίωσις, καὶ χάριτος τῆς θείας ἔργον ἐγένετο.

Θεοτοκίον

Παρθένος ἔμεινας ἀσινής, καὶ τὰ τῶν μητέρων, ἐπιδεικνύεις πανάμωμε Δέσποινα· τῇ γὰρ παρθενίᾳ τόκον συνήρμοσας, καὶ φέρεις ἀμφοτέρων τὰ ἰδιώματα.

ᾨδὴ ς' Τοῦ βίου τὴν θάλασσαν

αγδαίως φερόμενον, τοῦ ἐχθροῦ καὶ δυσμενοῦς, τὸν πειρασμὸν ὑπέμεινας, καὶ ποικίλως Παμμάκαρ δοκιμασθείς, τῷ φθόνῳ μαχόμενος, νικητὴς ἀνεδείχθης ἀξιάγαστε.

βίος σου ἔνθεος, ἡ ζωὴ θεοειδής, καὶ φωτοφόρος γέγονε· τὰ τοῦ κόσμου τερπνὰ γὰρ καταλιπών, τὴν θείαν εὐπρέπειαν, ἐκαρπώσω θεόφρον καὶ τερπνότητα.

Σημεῖα καὶ τέρατα, ἠξιώθης ἐκτελεῖν, ὑπερφυῶς ἀοίδιμε, τῇ δυνάμει τῇ θείᾳ καθοπλισθείς, καὶ ἔχων τὴν ἄνωθεν, συνεργοῦσάν σοι χάριν ἀξιάγαστε.

Θεοτοκίον

Φωτὸς οἰκητήριον, καὶ νυμφὼν θεοπρεπής, τῆς ὑπὲρ νοῦν σαρκώσεως, τοῦ τῶν ὅλων Παρθένε Δημιουργοῦ· σὺ γὰρ μόνη πέφυκας, ἀξιόθεον τούτου ἐνδιαίτημα.

 

Κοντάκιον. Ἦχος β΄. Τοὺς ἀσφαλεῖς.

Ὡς μυηθεὶς τὴν πρὸς Χριστὸν εὐσέβειαν, ταῖς ἀρεταῖς περιφανῶς διέπρεψας, ἱερῶς πολιτευσάμενος, θεομακάριστε Δομέτιε· τὴν ἄθλησιν γὰρ ὡς διάδημα, ἐπέθου τοῖς ὁσίοις σου πυκτεύμασι, πρεσβεύων ὑπὲρ τῶν εὐφημούντων σε.

Οἶκος

Πλάνην πᾶσαν ἀφεὶς μαγικὴν τῆς Περσίδος τῷ Χριστῷ ὡς ἀρνίον ἐκολλήθης. Καὶ τὸ Σχῆμα ἐνδυθείς, θεῖον ἔρωτα προσετίθεις, μανθάνων τὰ ἐκ τῆς ἀσκητικῆς πείρας μυστήρια. Τὴν ταπεινοφροσύνην δ᾿ ἐγκομβωσάμενος τὴν ἱερατείαν ὡς ὑπὲρ ἄνθρωπον διέφυγες, Δομέτιε. Εὐχόμενος οὖν ἐν τῷ σπηλαίῳ σὺν τοῖς ὁμοψύχοις σου μαθηταῖς ἔφθασας διὰ τῆς λιθολεστεύσεως εἰς λιμένα Βασιλείαν, πρεσβεύων ὑπὲρ τῶν εὐφημούντων σε.

 

Συναξάριον.

Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Δομετίου τοῦ Πέρσου, καὶ τῶν δύο μαθητῶν αὐτοῦ

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ  Δροσοβόλον μὲν τὴν κάμινον

πὶ σὲ Πάτερ ἡ πάμφωτος τοῦ Πνεύματος, χάρις ἐπανεπαύσατο, καὶ ἐνεργείας παραδόξους ἔδειξεν ἐν σοί, βοῶντι καὶ ψάλλοντι πιστῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ωμαλέῳ τῷ φρονήματι διήνυσας, τὸν δρόμον τῆς ἀσκήσεως, καὶ ἐπὶ τέλει τῶν ἀγώνων, Μάρτυς ἀληθῶς, ἐγένου κραυγάζων τῷ Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

σπερ παῖδές σοι οἱ μύσται χρηματίσαντες, πατρὶ συνηγωνίζοντο, καὶ ἐν σπηλαίῳ καρτεροῦντες, ἤθλησαν σὺν σοί, συμφώνως κραυγάζοντες Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Σωτηρίας ὡς λιμένα σε πλουτήσαντες, ζάλης διασῳζόμεθα, καὶ τὴν ἐλπίδα τὴν εἰς σὲ ὡς ἄγκυραν ψυχῶν, κατέχοντες κράζομεν Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η'. Ἐκ φλογὸς τοῖς Ὁσίοις

Τετρωμένος ἀγάπῃ Πάτερ τοῦ κτίσαντος, τῶν κτισμάτων ἀπώσω πᾶσαν προσπάθειαν, Πνεύματι Θεοῦ, σαφῶς κατευθυνόμενος, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

πιγείους φροντίδας ἀποσεισάμενος, οὐρανίους ἐλπίδας Πάτερ ἐπλούτησας, τὴν ἐν τῷ Χριστῷ, μακαριότητα Ὅσιε, ἧς νῦν ἀπολαύεις εἰς πάντας τοὺς αἰῶνας.

Φωτοβόλους ἀκτῖνας Πάτερ δεξάμενος, τοῦ Ἁγίου καὶ θείου πάνσοφε Πνεύματος, ὀφθαλμοφανῶς, τοῦτο Μάκαρ τεθέασαι, θείοις μυστηρίοις φρικτῶς ἐπιφοιτῆσαν.

Θεοτοκίον

θεόφθογγος λύρα τοῦ σοῦ Προπάτορος, κιβωτὸν σε ἁγίαν προδιετύπωσε, φέρουσαν Θεόν, σάρκα Ἁγνὴ φορέσαντα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ' Θεὸν ἀνθρώποις ἰδεῖν

Φωτὶ ἀΰλῳ καταυγαζόμενος, φωτοειδὴς ἀξίως φωτοφόρε γεγένησαι, πολιτείαν ἄμεμπτον κτησάμενος, Πάτερ καὶ παναγίαν, νῦν δὲ παρίστασαι, πρέσβυς τῷ Δεσπότῃ, καὶ Θεῷ ὑπὲρ τῆς ποίμνης σου.

Οἱ σοὶ ἀγῶνες οἱ τῆς ἀσκήσεως, μαρτυρικοῖς ἀγῶσιν ἐπαξίως ἐστέφθησαν, καὶ διπλοῦν τὸ ἔπαθλον ἀπείληφας, τῶν ἀνδραγαθημάτων, ὧν ἐπιδέδειξαι, καὶ τῶν αἰωνίων, ἀγαθῶν εὗρες ἀπόλαυσιν.

ωσθεὶς δυνάμει θείᾳ καὶ χάριτι, διαφανὴς τοῖς πάσιν ἀνεδείχθης διδάσκαλος, εὐσεβείας θαύμασι κοσμούμενος, πάντας ὑποστηρίζων, πάντας ἰώμενος, τοὺς προσερχομένους, σοὶ πιστῶς θεομακάριστε.

Θεοτοκίον

ν σοὶ ἐπράχθη τὰ ὑπὲρ ἄνθρωπον, ὑπερφυῆ Παρθένε Θεοτόκε μυστήρια· τοῦ Θεοῦ γὰρ γέγονας λοχεύτρια, φέρουσα ἐν ἀγκάλαις, καὶ διατρέφουσα, τὸν ταῖς οὐρανίαις, στρατιαῖς ὑμνολογούμενον.

 

Ἐξαποστειλάριον τοῦ Ὁσιομάρτυρος Ἦχος β' Τοῖς Μαθηταῖς συνέλθωμεν

Ἐκ Περσικῆς ὁρμώμενος, χώρας τῆς πυρσολάτρου, τῇ τοῦ Χριστοῦ προσέδραμες, ἐκ παιδὸς θείᾳ πίστει, Δομέτιε θεοκήρυξ· ὅθεν Πάτερ ἐν ὕμνοις, ὡς ἀσκητὴν τιμῶμέν σε, καὶ ὡς μάρτυρα θεῖον καὶ τῶν φρικτῶν, μυστηρίων ἔνθεον ἱερέα, καὶ πρέσβυν τῶν τελούντων σου, τὴν σεβάσμιον μνήμην.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς

Πρὸ τοῦ Σταυροῦ σου Κύριε, μαθητῶν τοὺς προκρίτους, λαβὼν μετεμορφώθης νῦν, ἐν Θαβὼρ τῷ ἁγίῳ, ἐν ᾧ Μωσῆς καὶ Ἠλίας, παρειστήκεισαν τρόμῳ, δουλοπρεπῶς σοι Δέσποτα, συλλαλοῦντες· μεθ' ὧν σε, Χριστὲ Σωτήρ, σὺν Πατρὶ καὶ Πνεύματι προσκυνοῦμεν, τὸν ἐκ Παρθένου λάμψαντα, εἰς βροτῶν σωτηρίαν.

 

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ θεόφρον Δομέτιε, πῦρ τοῦ Χριστοῦ ἐν ψυχῇ, προσλαβόμενος ἤρνησαι, πλάνην τὴν ψυχώλεθρον, περσικῆς ματαιότητος, καὶ θείῳ πόθῳ ὁλοκαυτούμενος, σχῆμα προθύμως τῆς τελειότητος, εἴληφας ὅσιε, μαρτυρῶν δι᾿ ἔρωτα τῶν οὐρανῶν, ὅθεν σου τὴν πάντιμον, μνήμην δοξάζομεν.

 

Ὅσιε πάτερ Δομέτιε, τῶν συγγενῶν σοι παθῶν, τῇ ἀσκήσει κεκάθαρσαι, καὶ σκυλμοῖς τοῦ σώματος, τῶν ἀγγέλων ἐκμίμησαι, τὴν πολιτείαν, εὐχῇ ἱστάμενος, ὡς ἄϋλος τις καὶ νοῦν οὐράνιον, ἐκ τούτου εἴληφας, δι᾿ οὗ τὰ μυστήρια τῆς τοῦ Χριστοῦ, χάριτος ἐγνώρισας, θεομακάριστε.

 

Χριστοῦ θεράπον Δομέτιε, τὸ περισσὸν τῆς ζωῆς, ἐπιγνοὺς τῆς θεότητος, τὰ Περσῶν σεβάσματα, νουνεχῶς ἐμυκτήρισας, διπλῆν ἀγάπην βιοὺς σοφώτατα, πρὸς τὸν Δεσπότην καὶ τὸν πλησίον σοι· ἐξ οὗ ἀπείληφας, ἰαμάτων χάρισμα διακονῶν, πᾶσι τοῖς προστρέχουσι, ὡς ἰατρὸς θαυμαστός.

 

Ὁσιομάρτυς Δομέτιε, τῇ προσευχῇ συγκραθείς, ὑπὲρ κόσμου τὰς χεῖράς σου, τῷ Κυρίῳ ἔκτεινον, ὅπως δῷ ἡμῖν ἔλεος, καὶ τὴν στοιβάδα λίθων δεικνύμενος, δι᾿ ὧν ἐλύθης δεσμοῦ τοῦ σώματος, Αὐτὸν ἱκέτευε, Βασιλείας δώματα καταλαβεῖν, πάντας τοὺς τιμῶντάς σου, μνήμην τὴν πάντιμον.

 Δόξα. Ἦχος πλ. δ΄.

Τριάδι πιστεύσας ἐξ ὅλης σου ψυχῆς, ταύτῃ συνεκράθης, πάτερ Δομέτιε, διὰ τῆς ἀδιαλείπτου καὶ θεοποιοῦ προσευχῆς. Τρίτῃ γὰρ ὥρᾳ σὺν τῇ εὐλογημένῃ δυάδι τῶν μαθητῶν σου, προσκαρτερῶν ἐν σπηλαίῳ τῷ Θεῷ, τρισόκλεον δῶρον καὶ θυσία πανεύοσμος, προσηνέχθητε Αὐτῷ, ᾯ οἱ πρόγονοί σου ἀνέθεντο ἐν τῇ φάτνῃ, φθαρτὸν χρυσὸν καὶ λίβανον καὶ σμύρναν. Ὡς οὖν ὁλοκαυτούμενος μυστικῶς, τῷ θυσιαστηρίῳ τῆς ἄνω Σιὼν, ἱκέτευε ὁσιομάρτυς πανένδοξε καὶ πανεύοσμε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς ἑορτῆς, ὁμόηχον.

Τὸν γνόφον τὸν νομικόν, ἡ φωτεινὴ τῆς Μεταμορφώσεως διεδέξατο νεφέλη, ἐν ᾗ Μωϋσῆς καὶ Ἠλίας γενόμενοι, καὶ τῆς ὑπερφώτου δόξης ἀξιωθέντες, Θεῷ ἔλεγον· Σὺ εἶ Θεὸς ἡμῶν, ὁ Βασιλεὺς τῶν αἰώνων.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον

Σκότος καταλείψας τὸ περσικόν, ἔλαμψας ἐν κόσμῳ, ὥσπερ ἄστρον ἑωθινόν, πόνοις γὰρ ὁσίοις, καὶ ἄθλοις μαρτυρίου, υἱὸς φωτὸς ἐδείχθης, πάτερ Δομέτιε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου