Σάββατο 18 Απριλίου 2020

ΙΟΥΝΙΟΣ 3. ΑΓΙΟΣ ΠΑΠΠΟΣ ΧΥΤΡΩΝ ΚΥΠΡΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΣ Γ΄.
ΠΑΠΠΟΣ ΧΥΤΡΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν  στίχους ϛ΄ καὶ ψάλλομεν τὰ ἀκόλουθα προσόμοια. ῏Ηχος πλ.β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε φιλοπάτορες, Πάππου τοῦ θείου τὴν μνήμην, εὐλαβῶς τιμήσωμεν, οὗτος γὰρ ἐγένετο, Κύπρου στήριγμα· πληρωθεὶς Πνεύματος, καὶ τελῶν σημεῖα, τῷ φωτὶ Χριστοῦ ἐφώτισεν, καὶ ἐγεώργησεν, ὡς καλὸς γηπόνος τὴν ἄρουραν, τῶν Χύτρων κατὰ θέλημα, τοῦ τῆς Ἐκκλησίας δομήτορος· ὅθεν ἐκοσμήθη, πληθύϊ χαρισμάτων ἐκ Θεοῦ, Οὗ τὰς βουλὰς καὶ τὸ θέλημα, ἐν εὐχαῖς ἐγνώριζεν.

Ως κριὸς ἐπίσημος, τῆς ἐκκλησίας Κυθραίας, ποίμνην σου ὡδήγησας, πρὸς νομὰς καὶ ὕδατα, τὰ χριστόβρυτα· ἐκ παιδὸς ἔσχες γάρ, τὸν σταυρὸν καύχημα, οὗ μωρίαν παυλοκήρυκτον, ὑπὲρ τὴν ἄσοφον, κόσμου σωφροσύνην ἐπέλεξας, ἐν πᾶσι συμμορφούμενος, τοῦ Εὐαγγελίου κηρύγματι· διὰ τοῦτο, Πάππε, ἐγένου στηλογράφημα λαμπρόν, καὶ τοῦ Δεσπότου ἐκμίμημα, ὃν ὑπερηγάπησας.

Λόγου τὴν θεότητα, πρὸ τῶν ἀπίστων κηρύξας, Πάππε, ὡμολόγησας, καὶ εἰδώλων ἤλεγξας, λάτρας λόγοις σου, οἳ σφοδρῶς ἔτυψαν, καὶ βασάνοις ἔῤῥιψαν, σὲ τοὺς πόνους ὡς καυχήματα, φέροντα ἄφθαρτον, στέφος Βασιλείας ἡγούμενον· ἀλλὰ ὁ προνοούμενος, Ἐκκλησίας πάσης ὠφέλειαν, τούτων ἔσωσέ σε, καὶ μάρτυρα ἀπέδωκε πιστόν, ἐστολισμένον τοῖς στίγμασι, τοῖς σοῖς τέκνοις χαίρουσι.

Μωϋσῆς τις δεύτερος, καὶ Σαμουὴλ ἢ καὶ Πέτρος, πρόσωπον πρὸς πρόσωπον, τῷ Κυρίῳ ἵστασο, Πάππε μέγιστε· καὶ φωνῆς ἤκουες, τῆς Αὐτοῦ δηλούσης, ὡς παρόντα τὰ μελλούμενα, ὡς φίλος γνήσιος, καὶ υἱὸς Θεοῦ ἐπιπόθητος. Ὅθεν καὶ νῦν, πάτερ, δυνάμενος Χριστῷ παρακαλεῖν, ὑπὲρ Κυθραίας ἱκέτευε, καὶ προσφύγων τέκνων σου.

Ὑπὸ θείου Πνεύματος, καθοδηγούμενος, Πάππε, μέγαν Ἐπιφάνιον, σταφυλὰς ὠνούμενον προσεκάλεσας, εἰς τὸ ὑπερμέγιστον, τῆς ἐπισκοπείας, Σαλαμῖνος καθυπούργημα, ὑποδεικνύμενος, τούτῳ μὴ σκεπάσαι τὸ τάλαντον· ὡς θέλει γὰρ ὁ Κύριος, ἄγει τοὺς αὐτῷ ὑπακούοντας, πρὸς τῆς ᾿Εκκλησίας, σωτήριον ψυχῶν οἰκοδομήν, καὶ χορηγεῖ τὰ χαρίσματα, δωρεὰν τοῦ Πνεύματος.
Πλήρης θείας χάριτος, καὶ ὥς τις ναῦς χριστοφόρος, ἐν Σιὼν ἱστάμενος, ἄνω, Πάππε ἅγιε, Κύπρου μέμνησο· ἐν πολλαῖς θλίψεσι, καὶ τοῦ βίου κύμασι, διαπλέει κινδυνεύουσα, καὶ ἐπὶ Κύριον, μόνον τὴν ἐλπίδα ἐπέῤῥιψε· διό, πάτερ φιλόπατρι, αἶρέ σου τὰς χεῖρας εὐχόμενος, ὅπως ἐν εἰρήνῃ, ἀρθήσωνται τὰ σκῶλα τὰ πικρά, καὶ δοξασθῇ τὸ πανάγιον, τῆς Τριάδος ὄνομα.

Δόξα. ῏Ηχος πλ.β΄.
Προφητικῶς πολιτευθεὶς ἐπὶ γῆς, τῆς ἐκκλησίας Χύτρων ἄριστα ἐπεσκόπευσας, Πάππε πάτερ ποιμεναρχούντων· καὶ εὐαγγελικῶς κατακοσμηθεὶς τοῖς χαρίσμασι, μέγας εὐχέτης καὶ μεσίτης πρὸς Θεὸν πάσης Κύπρου ἐπεφάνης. Νῦν δὲ ἐν τῷ λιμένι τῆς Βασιλείας Κυρίου καταπαύσας, μνήσθητι, Ἅγιε, εὐχητικῶς τῆς παροικίας σου καὶ τῆς Νήσου, ὅπως ἀρθέντων τῶν σκανδάλων, εἰρηνικῶς καὶ θεοφιλῶς, ἐν Κυρίῳ ἐφεξῆς βιώσωμεν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.





Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
Ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γάρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δέ ἐστιν ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐῤῥύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια, καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηροὺς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέρχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.






Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Τὴν φρόνησιν ἀνθρώποις πολιὰν ἐξωνόμασε, καὶ τὴν ἡλικίαν γήρως τῷ ἀκηλιδώτῳ βίῳ προσωμοίωσεν, ὁ σοφὸς ἐν ταῖς Γραφαῖς. Τούτοις ἀμφοτέροις στολισθεὶς παιδιόθεν, Πάππε πατὴρ ἡμῶν ἅγιε, τὴν ἐπισκοπὴν ἐκάλλυνας τῶν Χύτρων, τὸν ποίμνιόν σου ὁδηγήσας, εἰς θεοφόρους νομάς.

῏Ηχος β΄.
Ὡς πατὴρ φιλότεκνος, Πάππε, τὴν θεόθεν λαχοῦσάν σοι ποίμνην ἐτεκνοτρόφησας, ὡς Παῦλος ἐκδιδάσκει σαφῶς· νῦν δὲ ἁπανταχοῦ τῆς Κύπρου ἀδοκήτως διασπαρεῖσαν, σκέπε ταύτην καὶ ἐπανάγαγε εἰς τὰ ἴδια, καὶ τῆς ἀσαλεύτου Πατρίδος ἐν οὐρανοῖς καταξιῶν, ἐν ᾗ ἑστὼς μὴ παύσῃ δεόμενος, ὑπὲρ ἡμῶν, ἄνερ μακαριώτατε.

῏Ηχος γ΄.
Τῇ ἀγάπῃ τοῦ Χριστοῦ πυρπολούμενος, τούτου τὴν θεότητα ὡμολόγησας, πρὸ τῶν τυράννων, πάτερ Πάππε· ὅθεν μαρτυρικῶς ὑπομείνας τὰς ἀλγηδόνας τῶν βασάνων, εἴληφας πλείονα παῤῥησίαν πρὸς Κύριον, Ὃν μὴ διαλείπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

῏Ηχος δ΄.
Πατὴρ ὠνόμασαι ἐπισκόπων, τῆς Κύπρου, Πάππε ἅγιε· διὸ ὑπὸ τούτων προτέτραψαι εἰς εὐχητικὴν ἐκζήτησιν, τοῦ ἐκλέξασθαι θεοκλήτως ποιμένα Σαλαμῖνος. Ὅθεν τῆς φωνῆς Κυρίου ἐνωτισθείς, ἀθρόον ἐχειροτόνησας, ὠνούμενον σταφυλάς, τὸν μέγαν Ἐπιφάνιον, μεθ᾿ οὗ καὶ πάντων τῶν Ἁγίων τῷ Κυρίῳ πρεσβεύσατε, ὑπὲρ εὐσταθείας τῆς Ἐκκλησίας, εἰρήνης τῆς Νήσου σταθηρᾶς, καὶ Θεοῦ ἡμῶν εὐαρεστήσεως.

Δόξα. ῏Ηχος πλ.α΄.
Τῆς ἀρχιερατείας τύπος ἀληθής, καὶ τῆς ποιμεναρχίας ἐν Χριστῷ ἄξιος ἀναδειχθείς, θείοις χαρίσμασιν κατεστόλισας σεαυτόν, καὶ εὐχέτης ἀνεπαίσχυντος τῶν πιστῶν ἀνεφάνης, Χύτρων ἐπίσκοπε, Πάππε μακάριε. Ὅθεν καὶ νῦν, ἁγιώτατε Πάτερ, πρέσβευε ὑπὲρ τῶν τέκνων σου, τῶν ἐν πίστει καὶ πόθου τελούντων, τὴν ψυχοχαρμόσυνον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ῏Ηχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Ὅτε ἀσεβείας ἡ ἀχλύς, Κύπρον ἐπεκάλυπτε, Πάππε, φωστῆρα μέγιστον, ἐν λυχνίᾳ ἔθετο Χριστὸς ὁ Κύριος, ὁδηγῆσαι πρὸς φῶς Αὐτοῦ, λαὸν τὸν ἐν σκότει, καὶ ποιμένα ἄριστον, Χύτρων ἀνέδειξε, πλήθει σε κοσμήσας θαυμάτων, δι᾿ ὧν ἀντιπάλου μανίαν, ὡς στρουθοῦ διέλυες τεχνάσματα.

Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην...
Εἴληφας τὸν στέφανον διπλοῦν, τῆς ἱεραρχίας, τρισμάκαρ, καὶ τῆς ἀθλήσεως, Λόγου τὴν θεότητα, ἀνακηρύξας λαμπρῶς, καὶ ἐλέγξας σκοτόμαιναν, εἰδώλων ἀψύχων· ὅθεν ὑποβέβλησαι, πικροῖς βασάνοις, σοφέ, βίβλος καρτερίας ποιμνίῳ, ἔμψυχος γενόμενος, Πάππε, καὶ ἀγάπης θείας στηλογράφημα.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Πάντων ἐπισκόπων ὁ πατήρ, Πάππε, ἐπωνόμασαι Κύπρου, διὰ τὸν ἔνθεον, βίον καὶ τὴν ἄσκησιν, ἥν περ μετήρχου στεῤῥῶς, διὸ λόγος ὑπείληπτο, ὁ σὸς ὥσπερ νόμος, τοῖς συνιεράρχαις σου, καὶ λειτουργοῖς τοῦ Θεοῦ, ἐν οἷς Ἐπιφάνιος μέγας, ἄριστα προστὰς Σαλαμῖνος, οὗ τὴν ἐκλογὴν Θεός σοι ἔδειξεν.

Δόξα. ῏Ηχος δ΄.
Πόλις κεχαριτωμένη Θεοῦ ἐπ᾿ ὄρους κειμένη, φῶς τε ψυχοφεγγὲς καὶ ἅλας χριστόϋλον, ἀνεδείχθης, ἅγιε Πάππε, τῆς Κυθραίας ποιμήν. Ὅθεν καὶ μαρτυρικοῖς στίγμασιν ὡραϊσμένος, ὡς τὸ πάλαι Σαμουὴλ διὰ τὴν καθαρότητα, φωνῆς τοῦ Θεοῦ αὐτήκοος ἐγένου, καὶ πληρωτὴς τῶν θελημάτων Αὐτοῦ. Διὸ πρὸ τοῦ Ἀρνίου αὐτοψεὶ ἱστάμενος, μνήσθητι τῆς ποίμνης σου καὶ πάσης Κύπρου, ὡς πατὴρ φιλότεκνος.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.







Νῦν ἀπολύεις. Τρισάγιον

Ἀπολυτίκιον. ῏Ηχος γ΄. Τὴν ὡραιότητα.
Ποιμὴν μακάριος Κυθραίας γέγονας, Πάππε, καὶ εἴληφας, θαυμάτων δύναμιν, δι᾿ ὧν ἐδόξασας Θεόν, ἐν Κύπρῳ λαμπρῶς βιώσας. Ὅθεν πάντων μνήσθητι, τῶν τιμώντων τὴν μνήμην σου, πλοῦτον χαριζόμενος, τῆς ζωῆς τῆς ἐν Πνεύματι, φυλάττων ἀπὸ πάσης ἀνάγκης, ταύτην, τὴν Νῆσον ταῖς εὐχαῖς σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Εἰς τὴν α΄ στιχολογίαν. Κάθισμα. ῏Ηχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστῷ ἠκολούθησας ἀπὸ παιδὸς ἐκ ψυχῆς, καὶ τούτου θεότητα ὁμολογήσας λαμπρῶς, τὰ εἴδωλα ἤλεγξας· ὅθεν τοῦ μαρτυρίου, κοσμηθεὶς ταῖς βασάνοις, ἄριστος ἀνεφάνης, ποιμενάρχης τῶν Χύτρων, θαυμάτων ἀρωγῇ, Πάππε κλεινέ, καὶ θείαις ὁράσεσι.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς ἢ Θεοτοκίον, ὅμοιον.
Μυρίοις βαλλόμενοι, τῇ ἐπηρείᾳ ἐχθροῦ, κινδύνοις καὶ θλίψεσι, καὶ λογισμοῖς χαλεποῖς, Παρθένε πανύμνητε, σπεύδομεν τῇ σῇ σκέπῃ, σωτηρίαν αἰτοῦντες, λύτρωσαι, Θεοτόκε, τῆς αὐτῶν ἡμᾶς ζάλης, καὶ δίδου τῇ ζωῇ ἡμῶν, εἰρήνην καὶ μετάνοιαν.

Εἰς τὴν β΄ στιχολογίαν. Κάθισμα. ῏Ηχος δ΄. Ἐπεφάνης σήμερον.
Ὡς ἐργάτης ἄριστος τοῦ Ἀμπελῶνος, ἐκ τῆς πρώτης, Ἅγιε, ἕως ἐσχάτης ἐργασθείς, μισθὸν τὸν ἄφθαρτον εἴληφας, καὶ νῦν πρεσβεύεις, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς ἢ Θεοτοκίον, ὅμοιον.
Μωϋσῆς ἑώρακεν πυρφόρον βάτον, σὲ τὸ πῦρ βαστάσασαν, τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ φλεχθεῖσαν, Πανάμωμε, δρόσου δὲ μᾶλλον, πλησθεῖσαν τῆς Χάριτος.






Μετὰ τὸν Πολυέλεον. Κάθισμα. ῏Ηχος γ΄. Τὴν ὡραιότητα.
Τὴν Κύπρον ἔπλησας, Πάππε, τοῖς θαύμασι, Χύτρων γενόμενος, ποιμὴν πανάριστος, ἐν ταῖς εὐχαῖς ἐγκαρτερῶν, καὶ δύναμιν ἐφελκύων· ὅθεν προϊστάμενος, ἐπισκόπων συνάξεως, τούτων ταῖς δεήσεσιν, ὑπακούσας ἐγκέκλεισαι, οἰκίσκῳ καὶ θεόθεν ἐδέξω, Ἐπιφανίου τὴν ἀνάδειξιν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς ἢ Θεοτοκίον, ὅμοιον.
Ὁ ὑπερούσιος, Θεὸς καὶ Κύριος, ἐκ σοῦ σεσάρκωται, δι᾿ ἀγαθότητα, τὸ καθ᾿ ἡμᾶς οὐσιωθείς, καὶ μείνας ὅπερ πέφυκεν· ὅθεν καὶ Θεάνθρωπον, τοῦτον σέβοντες, Πάναγνε, σὲ τὴν ἀπειρόγαμον, Θεοτόκον κηρύττομεν, δοξάζοντες τὸ μέγιστον θαῦμα, τῆς σῆς ἀσπόρου κυήσεως.

Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον· Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην...
Στίχος· Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.
Εὐαγγέλιον, ἱεραρχικόν, τοῦ ὄρθρου τῆς ιγ΄Νοεμβρίου
Ὁ Ν΄.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Ἰδιόμελον. ῏Ηχος πλ. β. Στίχ. Ἐλέησόν με ὁ Θεός....
Τοῦ χριστοψύχου ποιμένος τῶν Χύτρων θείαν μνήμην, ἐπιτελοῦντες φαιδρῶς σήμερον, τούτῳ ἐκβοήσωμεν· δέξαι τοὺς ὕμνους, θεῖε πάτερ Πάππε, καὶ ἀντίδος τοῖς τέκνοις σου, ἐπιστροφὴν εἰς τὰ ἴδια, καὶ εὐαγγελικὴν πολιτείαν, ἐν εἰρήνῃ καὶ ὑγείᾳ καὶ ἀγάπῃ, εἰς δόξαν τοῦ σὲ δοξάσαντος.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Πάππον ὑμνήσω, τῶν Χύτρων τὸν ποιμένα. Ἀ(θανάσιος).
ᾨδὴ α΄. ῏Ηχος πλ. δ΄. Ἁρματηλάτην φαραώ.
Πάππον τῶν Χύτρων ποιμενάρχην ἄριστον, ἀνευφημῆσαι τολμῶν, ἐξαιτοῦμαι, Λόγε, λόγον τὸν τοῦ Πνεύματος, δι᾿ οὗ τοῦτον ἐνέπλησας, καὶ ἀνέδειξας μέγαν, ἐν λόγοις τε καὶ ἐν πράγμασι, πάσης δὲ τῆς Κύπρου κηδόμενον.
πὸ παιδὸς ἀκολουθήσας, Ἅγιε, τῷ Ἰησοῦ σταθερῶς, τούτου ἐμελέτας, νόμον καὶ τὸ θέλημα, διὸ ὡς δένδρον εὔῤῥιζον, καὶ καλλίκαρπον ὤφθης, τὰς ἀρετὰς προβαλλόμενος, Πάππε, ὡς καρπὸν ὡραιότατον.
Πάππος κληθεὶς ὑπὸ γονέων Ἅγιε, σύνεσιν ἔσχηκας, σύμβιον γερόντων, διὸ καὶ ἀπήλαυες, τιμῆς ὑπὸ βλεπόντων σου, ἀρετὰς καὶ τὰς πράξεις, τῶν γεννωμένων ἐκ πίστεως, καὶ τῶν ἐντολῶν ἐκπληρώσεως.
Θεοτοκίον


Πταισμάτων πλήρης γεγονώς, Πανάμωμε, φόβον πτοοῦμαι δεινόν, πῶς ἐν τῇ μελλούσῃ, Κρίσει παραστήσωμαι, πρὸ ἀδεκάστου βήματος, ἐλεγχόμενος βίᾳ; διό σε πρέσβιν προβάλλομαι, πρὸς τὸν Ἀγαθὸν καὶ Φιλάνθρωπον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανὸν ἀπεδείκνυς, τὴν σὴν ψυχὴν κάλλιστον, διὰ τῆς εὐχῆς, πάτερ Πάππε, διὸ καὶ ἔβλεπες, ἅπερ οὐ βλέπουσιν, οἱ ὀφθαλμοὶ ἀκαθάρτων, καὶ οὐχὶ ἀκούουσιν, ὦτα ἀμύητα.
Νοῦν τηρῶν τῇ ἀσκήσει, τοὺς λογισμοὺς ἤλεγχες, καὶ τοῦ Ἰησοῦ κατεδέσμεις, θείῳ ὀνόματι, ὅπερ ἐκήρυξας, πρὸ τῶν ἀπίστων, ὦ Πάππε, ὡς τὸ ὑπὲρ ὄνομα, πάσης τῆς κτίσεως.
πεβλήθης βασάνοις, μαρτυρικοῖς, ἅγιε, καὶ εἰδώλων πλάνην ἐλέγξας, καθωμολόγησας πίστιν τὴν σῴζουσαν, τοῦ γλυκυτάτου Κυρίου, ὅστις σοι ἀπένειμε, στέφος τὸ ἄφθαρτον.
Θεοτοκίον
Μεγαλύνει ψυχή μου, σὲ τὴν Ἁγνήν, Δέσποινα, ὅτι σωτηρίας ἐγένου, ἀνθρώπων πρόξενος, καὶ ἐπανήγαγες, εἰς τὸ ἀρχέτυπον κάλλος, τὴν πεσοῦσαν φύσιν μου, διὰ τοῦ τόκου σου.

Κάθισμα. ῏Ηχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τοῦ Κυρίου πληρώσας τὸ θεῖον θέλημα, εὐαγγέλιον ἔμπνουν ὤφθης μακάριε, διδασκαλίαις ὁδηγῶν Χύτρων τὸ ποίμνιον, πρὸς τοὺς λειμῶνας οὐρανοῦ, ἐν οἷς ἑστώς, Πάππε κλεινέ, ἐπάκουσον αἰτουμένων, καὶ ὡς θερμότατος πρέσβυς, ταχέως πλήρου τὰ αἰτήματα.
Δόξα. καὶ νῦν. Τῆς ἑορτῆς ἢ Θεοτοκίον. ῞Ομοιον.
῾Η τὸ ἄνθος τὸ θεῖον ῥίζα βλαστήσασα, κιβωτὲ καὶ λυχνία καὶ στάμνε πάγχρυσε, ἁγία τράπεζα ζωῆς τὸν ἄρτον φέρουσα, ὡς Υἱόν σου καὶ Θεόν, ἐκδυσώπησον αὐτόν, σὺν τῷ ἁγίῳ Προδρόμῳ, τοῦ οἰκτιρῆσαι καὶ σῶσαι, τοὺς Θεοτόκον ὁμολογοῦντάς σε.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Νεανικῶς, ἅγιε, κατεπολέμησας, ἀντιπάλου πάντα τὰ τεχνάσματα καὶ νικητὴς ὤφθης κραταιός, τοῦ Χριστοῦ τῇ κλήσει, ἐνδυναμούμενος ἄριστα, δι᾿ ὃ πολεμουμένους, ἐξ ὧν ἔμαθες πείρᾳ, ἀπλανῶς καθωδήγεις τοῖς λόγοις σου.
συχαστὴς ἄριστος, ὤφθης μακάριε, τοῦ Κυρίου ἐντρυφῶν ὀνόματος, καὶ ἐρευνῶν σοῦ τὸ συνειδός, ὥστε συμμορφοῦσθαι, πρὸς τοῖς Δεσπότου ἐντάλμασι, καὶ μήπω παρεκκλίνειν, ἁγιώτατε Πάππε, εἰς ὁδοὺς σκολιὰς πολεμήτορος.
Στόμα Χριστοῦ δέδειξαι, Πάππε τρισόλβιε, ἐκδιδάσκων, ἅπερ ἀπεκάλυπτεν ἐν προσευχῇ, Κύριος σαφῶς· ὅθεν ἐξελέγης, Χύτρων ποιμὴν καὶ ἐπίσκοπος, εἰς δόξαν Ἐκκλησίας, καὶ ψυχῶν σωτηρίαν, ἃς Θεὸς ὡς πιστῷ ἐπιστεύσατο.
Θεοτοκίον
τῆς πολλῆς, φιλανθρωπίας σου, Δέσποινα, καὶ ἀγάπης, ἥν περ ἐπιδείκνυσαι, πρὸς τοὺς πιστούς, καίτοι ἐν πολλοῖς, πταίομεν Υἱῷ σου, καὶ ἀδεῶς παροργίζομεν· διὸ εὐχαριστοῦμεν, ὑπὲρ ὧν ἀναξίως, δωρεῶν ἀπολαύομεν, Ἄχραντε.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Τῶν ψυχῶν νυμφοστόλος, ἅς σοι ὁ Χριστὸς ἐνεπιστεύσατο, θεῖος ἐγεγόνεις, πατρικαῖς νουθεσίαις, μακάριε, ταύτας καλλωπίζων, εἰς κληρουχίαν παραδείσου, ὃν εὐχαῖς σου ἐφεύροιμεν ἅπαντες.
ς τὸ πρώτιστον ἔργον, ἔχων τὴν εὐχήν, Πάππε, ἐν βίῳ σου, ταύτῃ συνηρμόσθης, τῷ Χριστῷ Ὃν ἐκ βρέφους ἠγάπησας, ὅθεν ὡραιώθης, καθυποτάξας τὰς δυνάμεις, τῆς ψυχῆς τοῦ Θεοῦ τοῖς ἐντάλμασι.
Νοερῶς ἐντυγχάνων, πάντων τῶν Ἁγίων, Πάππε, τάγμασι, τρόπῳ τῆς μελίττης, ἐκ τῶν ἄθλων αὐτῶν ἀπετρύγησας, ἀρετὰς ἐνθέους, δι᾿ ὧν συνέθεσας ἀρίστην, ὡς εἰκόνα ψυχὴν τῷ Δεσπότῃ σου.
Θεοτοκίον
Χάριν δίδου, Παρθένε, τῇ Μεγαλονήσῳ Κύπρῳ ταῖς πρεσβείαις σου, ἥτις δι᾿ εἰκόνων, σῶν τιμᾷ τὴν μορφήν σου τὴν πάνσεπτον, τοὺς ἐχθροὺς ἐκ ταύτης, ἀποδιώκουσα καὶ πάλιν, εἰς τὰ ἴδια πρόσφυγας φέρουσα.

ᾨδὴ Ϛ΄. Ἱλάσθητί μοι, Σωτήρ.
πέρκειται ἀληθῶς, μέτρων συνήθων ὁ βίος σου, τῷ Πνεύματι γὰρ μιγείς, θεῖε Πάππε, ἔζησας, ὡς προφήτης τίμιος, ἐκ Θεοῦ τῆς αὔρας, πρὸς Αὐτὸν οἰακιζόμενος.
Τοὺς λόγους σου ὡς Θεοῦ, οἰόμενοι παραγγέλματα, ἐτήρουν ἐπακριβῶς, Πάππε, οἱ χριστώνυμοι, τούτους καὶ ὑπήκουον, ὡς Χριστῷ ἰδίῳ, σοὶ θεόπτα ἁγιώτατε.
ευμάτων αἱματηρῶν, ἐκ μαρτυρίου κατέχρωσας, διπλόην σου ἱεράν, Πάππε, καὶ συγκέκλεισαι, φυλακῇ ὡς δέσμιος, ἕνεκεν Κυρίου, Οὗ θεότητα ἐκήρυξας.
Θεοτοκίον
ς ἔχουσα μητρικήν, τὴν παῤῥησίαν, Πανάμωμε, ἱκέτευε ἐκτενῶς, ὑπὲρ Κύπρου πάντοτε, σὸν Υἱὸν καὶ Κύριον, ὅπως ἐν τοῖς τούτου, πολιτεύηται προστάγμασι.






Κοντάκιον. ῏Ηχος δ΄. Ὁ ὑψωθείς.
Ἔσοπτρον θεῖον γεγονώς, πάτερ Πάππε, ὑποδεχόμενος Κυρίου ἐλλάμψεις, προφητικῶς διήνυσας διάπλουν τῆς ζωῆς· ἔμπνουν Εὐαγγέλιον, καὶ ποιμὴν θεοφόρος, ἄριστα ἐποίμανας, παροικίαν τῶν Χύτρων, καὶ νῦν τρυφῶν ζωῆς ἀληθινῆς, μνήσθητι Κύπρου, τιμώσης τὴν μνήμην σου.
Ὁ Οἶκος
Ἀπὸ παιδὸς χαριτωθείς, ὡς Σαμουὴλ τὸ πάλαι, Πάππε, ἐφάνης ἀληθῶς εὐάρεστος Κυρίῳ, Ὅς τις ποιμένα ἔθετό σε τῆς ἐκκλησίας Χύτρων, καὶ κατηξίωσε λαβεῖν τοῦ μαρτυρίου στίγματα. Ὅθεν πατὴρ ὀνομασθεὶς τῶν ἐπισκόπων Κύπρου, καὶ Ἐπιφάνιον εὐχῇ ποιμένα ἀναδείξας, ἐν πλουσιότητι ἀρετῶν ἀπεβίωσας, πολίτης τίμιος τοῦ παραδείσου γεγονώς, ἐν ᾧ μὴ ἐπιλάθου ἡμῶν, φιλότεκνε, ἀλλ᾿ οὐρανόθεν ἐνίσχυε στηρίζων κλονουμένους· ταῖς ἐπελθούσαις ἡμῖν δειναῖς συμφοραῖς, καὶ μνήσθητι Κύπρου, τιμώσης τὴν μνήμην σου.

Συναξάριον.
Τῇ Γ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Πάππου, ἐπισκόπου Χύτρων
Tέθνηκε Πάππος οὐχὶ πάππος ἐγγόνων,
πατὴρ δὲ μᾶλλον ἀρετῶν θυγατέρων.
Τρίτῃ Ἰουνίου τε Πάππος ἐς πόλον Κύπροθεν ᾔρθη.

Λουκιλλιανῷ πήγνυται σταυρὸς κάτω,
οὐχ’ ὡς ὁ Xριστοῦ καὶ τίτλον φέρων ἄνω.
Tοὺς παιδαρίσκους ὧν ἀριθμὸς δὶς δύω,
Θεοῦ Πατρὸς τίθησιν υἱοὺς ἡ σπάθη.
Oὐκ ἄξια πρὸς μέλλον, ὡς Παῦλος, κλέος,
τὰ νῦν πάθη φάσκουσα, τέμνεται Παύλα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀθανασίου τοῦ θαυματουργοῦ
Ἀθανασίῳ ἀθανασίας στέφος,
ὁσιότης τε καὶ τὰ θαύματα πέλει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἱερείας
Oὖσα φρονουσῶν τοῦ μέρους Ἱερεία,
νυμφῶνος οὐκ ἔμεινεν ἔξω Kυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ  Ἁγίου Κεβίνου τοῦ Ἰρλανδοῦ  (Kevin)

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Ἰωσήφ, ἀρχιεπίσκοπος Θεσσαλονίκης, ἐν ἔτει 1821ῳ, ἀπαγχονισθεὶς τελειοῦται.


Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Γρηγόριος, ἐπίσκοπος Δέρκων, ἐν ἔτει 1821ῳ, ἀπαγχονισθεὶς τελειοῦται

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Παῖδες ἑβραίων.
Νίκην τριπλῆν νικήσας, Πάππε, σεαυτόν, σατάν, καὶ κόσμον φιλοθέως, σταδιάρχης λαμπρὸς, ἐγένου τῶν σῶν τέκνων, προτρέπων πρὸς οὐράνιον, νύσσαν ταῦτα θείοις λόγοις.
Τίμιος, ὅσιος ἐν πᾶσι, ὡς προέγραψεν, ἐπιστολαῖς ὁ Παῦλος, ποιμενάρχης λαμπρός, τῶν Χύτρων ἀπεφάνθης, νυμφαγωγός τε ἄριστος, πρὸς Χριστὸν θεῖον Νυμφίον.
Οὔτε βασάνων τιμωρίαι, οὔτε ὕψωμα ἢ βάθος, πάτερ Πάππε, ἠδυνήθη Χριστοῦ, χωρίσαι σε ποθοῦντα, Αὐτοῦ τὴν δόξαν πάντοτε, καὶ οὐράνιον πατρίδα.
Θεοτοκίον
Νῦν ὑπὲρ ἄλλοτε Παρθένε, Κύπρος ἔχει σου, ἀνάγκην προστασίας· σὺν τῷ Πάππῳ, λοιπόν, καὶ πᾶσι τοῖς Ἁγίοις, τοῖς ὧδε ἁγιάσασιν, ἱκετεύσατε Δεσπότην.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Πεπτωκότων ἀνάστασις ἐγένου, ἱσταμένων τε, ἐν Πνεύματι ἀλείπτης, ἰατρὸς ἀσθενῶν, ὑγιαινόντων πρέσβυς, καὶ πενομένων, ἅγιε, ποριστὴς ἀναγκαιούντων.
λος ἐδόθης τῷ Κυρίῳ, σώματί τε ψυχῇ, ὦ Πάππε θεοφόρε, ὡς δοχεῖον σεπτόν, ποικίλων χαρισμάτων, ἅπερ σοφῶς διένειμας, εἰς οἰκοδομὴν σῆς ποίμνης.
διον κτῆμα μὴ κατέχων, ὅτι πλοῦτος σός, ὑπῆρχεν ὁ Δεσπότης, ἀκτησίας κανών, ἐφάνης, πάτερ Πάππε, καταδιώκων ἄφθαρτον, πλουτισμὸν τῆς Βασιλείας.
Θεοτοκίον
Μήτηρ ὑπάρχεις κατὰ χάριν, τοῖς λατρεύουσιν, Υἱὸν ἀγαπητόν σου, ὅθεν πάντας ἡμᾶς, σφραγῖδα δεξαμένους, τοῦ ἱεροῦ βαπτίσματος, συμφιλίωσον Δεσπότῃ.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
ν οἴκῳ κατεκλείσθης, Πάππε, σμικρῷ, ἐκζητῶν τοῦ Κυρίου τὸ θέλημα, εὐχητικῶς, ὅπως ἐπιλέξῃ ἄνδρα σοφόν, ἐν Πνεύματι καὶ ἅγιον, εἰς ποιμεναρχίαν θεοφιλῆ, πόλεως Σαλαμῖνος, ἧς γέγονεν προστάτης, θείᾳ κελεύσει Ἐπιφάνιος.
Ναοὺς ἐπισκεπτόμενος ὑλικούς, ὡς ἐπίσκοπος, Πάππε μακάριε, νῦν καὶ ἡμᾶς, ὄντας τοῦ Κυρίου μικροὺς ναούς, ἐπιμελοῦ εὐχόμενος, ἵνα καθαιρόμενοι τῶν παθῶν, προσάγωμεν θυσίαν, τῷ Ἰησοῦ εὐώδη, ἁγιαζόμενοι σῇ χάριτι.
γάπῃ πυρπολούμενος τοῦ Χριστοῦ, πειρασμοὺς καθυπέστης μακάριε, στεῤῥὸς φανείς, νῦν δὲ παριστάμενος πρὸ Αὐτοῦ, σὺν τοῖς εἰκοσιτέτταρσι, πρεσβυτέροις, Πάππε, συλλειτουργῶν, δεόμενος μὴ παύσῃ, ὅπως ἡμῶν καρδίας, πλήσῃ τῆς θείας ἀγαπήσεως.
Θεοτοκίον
γάπην σου φανέρωσον μητρικήν, πρὸς τὴν Κύπρον, Πανάμωμε Δέσποινα, ἥτις πλουτεῖ, θησαυρὸν εἰκόνων σου θαυμαστῶν, καὶ ἐπὶ σοὶ ἀνέθετο, πᾶσαν τὴν ἐλπίδα τεκνοπρεπῶς, σκέπουσα ταύτην πάσης, μανίας ἀντιπάλου, καὶ εὐγνωμόνως σε δοξάζουσαν.

Ἐξαποστειλάριον ῏Ηχος γ΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Κεκοσμημένος στίγμασι, τοῦ Χριστοῦ μαρτυρίου, Πάππε, Χύτρων προήδρευσας, ὡς ποιμὴν θεοφόρος, καὶ ἐν εὐχαῖς νυχθημέροις, ἐπιμένων τὴν χάριν, Κυρίου κατεβίβαζες, ἐπὶ πᾶσαν τὴν Κύπρον, ὅθεν πατήρ, ἐπισκόπων κέκλησαι ὡς κατέχων, περιουσίαν ἄφθορον, ἀρετὰς φιλοθέους.
Θεοτοκίον, ὅμοιον.
Εὐλογημένη Πάναγνε, Θεοτόκε Παρθένε, χριστιανῶν τὸ καύχημα, τῶν Ἀγγέλων ἡ δόξα, καὶ ἀθλοφόρων τὸ κλέος, κράτος τεῖχος καὶ σκέπη, καὶ ὀχυρὸν προπύργιον, φύλαττε καὶ προστάτις, καὶ βοηθός, ἐν κινδύνοις φάνηθι τοῖς σοῖς δούλοις, καὶ γὰρ ἐν σοὶ καυχώμεθα, προστασία τοῦ κόσμου.












ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ῏Ηχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν Κυθρυαίων ποιμένα, Χριστός σε ἔθετο, ὡς τηρητὴν ἀγάπης, πρὸς Θεὸν καὶ πλησίον, Οὗ ἀποκαλυφθεῖσαν πίστιν λαμπρῶς, πρὸ τυράννων ἐτράνωσας, ὁμολογίας τὸ στέφος ἀπολαβών, ἱεράρχα Πάππε ἔνδοξε.

Ἀγγελικὸν βίον ἔχων, Πάππε μακάριε, Πνεύματος τὸν ἀέρα, θαυμαστῶς σὺ ἀνέπνεις, διὸ καὶ τὰς ὁράσεις ὑπερφυῶς, ὁ Χριστός σοι ἐπλήθυνε, πιστοποιῶν ὅτι ἔτι ἐν τῇ σαρκί, ὡς ἀσώματός τις ἔζησας.

Ὥσπερ Μωσῆς ἐν Σιναίῳ, τὸν Ἰσραὴλ προσευχῇ, ἀνέδειξε νικῶντα, Ἀμαλήκ, πάτερ Πάππε, καὶ σὺ κλεισθεὶς οἰκίσκῳ, τὴν ἐκλογήν, ἱεράρχου μεμύνησαι, Ἐπιφανίου, ὃς θρόνον ἐπιφανῆ, Σαλαμῖνος κατεκόσμησε.

Εἰ καὶ τὴν οἴκησιν ἔχεις, ἐν Παραδείσῳ γλυκεῖ, μνήσθητι, θεῖε Πάππε, τῶν προσφύγων σου τέκνων· καὶ γὰρ ἐν τῇ δουλείᾳ ἐχθροῦ πικροῦ, ἡ Κυθραία ὑπόκειται, ἐλευθερίαν αἰτοῦσα παρὰ Θεοῦ, ταῖς ἁγίαις ἱκεσίαις σου.

Δόξα. ῏Ηχος πλ.δ΄.
Τοῦ νοητοῦ ἀμπελῶνος τοῦ Χριστοῦ, ὀτρηρὸς ἐργάτης ἀναδειχθείς, πᾶσαν τὴν Κύπρον ἐφωταγώγησας, τοῖς λόγοις καὶ τοῖς θαύμασί σου, ἅγιε ἱεράρχα καὶ ὁμολογητὰ Πάππε. Ὅθεν καὶ τὸν ἱερώτατον Ἐπιφάνιον ἐπίσκοπον ἀνέδειξας ἀθρόον, τῇ θείᾳ ὀπτασίᾳ ὑπακούσας καὶ κελεύσει. Μεθ᾿ οὗ πρεσβεύσατε ἄμφω τῷ Μεγάλῳ Ἀρχιερεῖ, ὅπως παρέχῃ ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως..

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια
Χαίροις ὁ τῶν Χύτρων ἀρχιερεύς, καὶ τῶν ἐπισκόπων, Κύπρου, Πάππε, πατὴρ σεπτός· χαίροις ὁ τὸν Λόγον, Θεὸν ὁμολογήσας ᾧ πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν τέκνων σου.
Ὥσπερ νέφος δίωξον σαῖς εὐχαῖς,πάτερ τοὺς βαρβάρους, ἐκ τῆς Κύπρου καὶ τὸν Θεόν, ἐξιλέου ὅπως, βιώσωμεν ἐνθέως, καὶ παραδείσου, Πάππε, πάντες γευσώμεθα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου