Δευτέρα 2 Ιουλίου 2018

ΟΚΤΩΒΡΙΟΣ 21. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΙΩΑΝΝΗΣ ΜΟΝΕΜΒΑΣΙΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΥ 21!!
ΙΩΑΝΝΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΜΟΝΕΜΒΑΣΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ

Εἰς τὸν ἐσπερινόν.

Μετὰ τὸν Προοιμιακόν, ἡ α΄ Στάσιν τοῦ Μακάριος Ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρόν.
Νέος ὢν τὸ σῶμα κομιδῇ, μέγας δὲ ψυχὴν τὸν ἀρχαῖον Σαταν κατέβαλες, καὶ τοῖς τῶν αἱμάτων σου κρουνοῖς ἀπέπνιξας, οἷς Θεὸς ἐπορφύρωσε, τὴν τῶν ὀρθοδόξων Ἐκκλησίαν ἔνδοξε, ὦ Ἰωάννη κλεινέ, ᾧ ὑπὲρ ἡμῶν μὴ ἐλλείπῃς πάντοτε πρεσβείαν προσφέρειν, τῶν τελούντων πόθῳ σου τὴν ἄθλησιν.

Ἄγει ἐτησίαν ἑορτήν, ἡ τερπνὴ Χριστοῦ Ἐκκλησία, ὦ Ἰωάννη σοφέ, μνήμην ἑορτάζουσα τῆς σῆς ἀθλήσεως, καὶ γεραίρει τοὺς ἄθλους σου, οὕς, Μάρτυς, ὡς ῥόδα, ταῖς χερσὶ κατέχουσα, τὰ ἑαυτῆς στέφανοι τέκνα συνελθόντα ἐν πίστει, ἐν αὐτῇ αὐτὰ καταστέψας, τοῖς ἐκ λόγων ἄνθεσι, πανεύφημε.

Ξίφει, ὦ τρισμάκαρ, πληγωθείς, ὑπὲρ τοῦ Χριστοῦ γὰρ καιρίως, πάθος μιμούμενος τούτου τὸ σωτήριον, καὶ ζωηφόρον τε παρ’αὐτοῦ τὴν ἐνέργειαν τῶν σῶν θαυμασίων, μάρτυς, ἐναπείληφας καὶ διασῴζεις τανῦν, πάντας τοὺς πρὸς σὲ εἰσιόντας, πάσης χαλεπῆς ἀλγηδόνος, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Πύργος εὐσεβείας πεφηνώς, καὶ ἐρειρησμένος, τρισμάκαρ, ἐπὶ
τῆς πίστεως, πέτραν τὴν ἀσάλευτον, ὤφθης ἀνάλωτος πειρασμοῖς καὶ ἀκλόνητος, καὶ πλείστοις κινδύνοις, τοῦ σφοδροῦ τε κλύδωνος, τοῦ τῶν ἀθέων, σοφέ, ὅθεν ἀκλινῆ εὑρηκώς σε, ὁ Χριστὸς σὲ ἔστεψε, μάρτυς, στέφει οὐρανίῳ, ἀξιάγαστε.

Αἷμά σου τὸ θεῖον, ἀθλητά, ὑπὲρ τοῦ Χριστοῦ ἐνεχύθη, ὦ Ἰωάννη κλεινέ, ὅστις τὸ σωτήριον αἷμα ἐκένωσεν, ἐν σταυρῷ καὶ ἐγεύσατο χολῆς τε καὶ ὅξους, ἵνα ἐκλυτρώσηται τῆς τυραννίδος ἡμᾶς, ᾧπερ μὴ ἐλλείπης πρεσβεύων, ὑπὲρ τῶν τελούντων ἐκ πόθου, μάρτυς, ἀξιύμνητε, τὴν μνήμην σου.

Ὄντως ὡς κηρίον ἐκλεκτὸν τῆς Χριστοῦ τραπέζης, τρισμάκαρ, μέλισσαι ἄγριαι σὲ περικυκλώσασαι, ἔτυπτον, ξίφεσι, καὶ ὡς κύνες ἀτίθασοι, σὲ καταλαβόντες, Ἀγαρ οἱ ἀπόγονοι, οὐδόλως ἔπτηξας τούτων ἀπειλάς, ἀλλ’ ὡς ἄλλου πάσχοντος ἐτέλεις, τὴν δόξαν τὴν σὲ περιμένουσαν σκοπούμενος.

Δόξα, Ἦχος πλ. β´.
Τίς μὴ μακαρίσει σου, ἀξιάγαστε μάρτυς Ἰωάννη καλλίνικε, τὴν καλὴν ὁμολογίαν, ἥν κατ’ ἐνώπιον τῶν δυσσεβῶν ὡμολόγησας, λαμπρᾷ τῇ φωνῇ· ὅθεν τὸ καρτερὸν τῆς εὐψυχίας σού ἔφριξαν δαίμονες, ἐκρότησαν Ἄγγελοι, καὶ ἡ ἁγία Τριὰς ἐταινίωσεν· ἡμεῖς δὲ οἱ εὐσεβεῖς ἑτήσιον ἑορτὴν ἄγοντες, ἐν ᾠδαῖς καὶ ὕμνοις, τὴν παναγίαν σφαγήν σου γεγαίρομεν καὶ κατασπαζόμεθα, σὺν εὐλαβείᾳ καὶ πόθῳ, τὴν θήκην τῶν λειψάνων σου, μεσίτην σὲ προβάλλομεν πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν παρέχοντα τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς Ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.







Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.










Εἰς τὴν Λιτήν. Στιχηρὰ Ἰδιόμελα. Ἦχος α΄.
Τῷ θείῳ πόθῳ τοῦ Χριστοῦ, Ἰωάννη μάρτυς, φλεγόμενος τὰς τῶν ἀνόμων βασάνους εἰς οὐδὲν ἐλογίσω· ἀλλὰ σοῦ τὸν λογισμὸν τοῖς οὐρανίοις κάλλεσι προσηλώσας, ἔσπευσας φθάσας πρὸς τὸν ποθούμενον, οὗ καὶ τὰ στίγματα ἐν τῇ σαρκί σου χαίρων ἐβαστασας, οἷς σεμνυνόμενος, ἀδιαλείπτως πρέσβευε δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος δ΄.
Σήμερον ὁ Δεσπότης Χριστός, οὐρανῶν τὰς πύλας ἀνοίξας, εἰς τοὺς ἀκηράτους δώμους δέχεταί σε, ὦ Ἰωάννη πανεύφημε, καὶ βασιλείας συμμέτοχον δείκνυσι, ὡς συγκοινωνόν, τῶν αὐτοῦ παθημάτων, ᾧ παριστάμενος, μὴ ἐπιλάθου ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ τελούντων τὴν ἀεισέβαστον μνήμην σου.

Ὁ αὐτός.
Τῇ παμφαεῖ πανηγύρει τοῦ νέου ἀθλητοῦ δεῦτε συνδράμωμεν, προΰθηκε γὰρ ἡμῖν τράπεζαν μυστικήν, τὰς λαμπρὰς αὐτοῦ ἀριστείας καὶ τρόπαια, καὶ συγκαλεῖται πάντας πρὸς εὐωχίαν, μηδεὶς ἐξέλθῃ πεινῶν τῆς ἱερὰς ταύτης πανδαισίας, καίγαρ ἀμείβεται πάντας τοῖς οὐρανίοις χαρίσμασιν, ὧν ἐν μετοχῇ γενέσθαι ἀξιωθείημεν, ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις αὐτοῦ παρακλήσεσι.

Δόξα. Ἦχος πλ. α´.
Ἑλκόμενος ἀνηλεῶς ὑπὸ τῶν παρανόμων ἐξομόσαι, Ἅγιε, οὕτως ἐβόας πρὸς αὐτοὺς· διὰ ποῖόν ἔργον τύπτετέ με, παράνομοι; ὅτι τὸν ζωοδότην Χριστὸν οὐκ ἀρνοῦμαι, ὅτι ὡς Θεὸν ὄντα τοῦτον καταγγέλλω, ὅτι μιαροφαγῆσαι οὐδόλως ἀνέχομαι ; τὸ ψεῦδος βδελύττομαι, καὶ τῇ ἀπάτῃ οὐχ ὑπείκω, διὰ ποῖόν ἔργον θέλετέ με φονεῦσαι; ἀλλ᾿ ὄψεσθε ἐν τῇ δόξῃ Χριστοῦ με λάμποντα.

Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.






Εἰς τὸν Στίχον, Στιχηρὰ προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Μάρτυς τοῦ Χριστοῦ πανευκλεής· τοὺς τυράννους ὤλεσας, ὀφρὺν καὶ θράσος κατέβαλες, καὶ τοῦ ἀλάστορος, καὶ δεινοῦ Βελίαρ ἔνεδραν καὶ σκώμματα, τελείως καθελών, ὦ τρισόλβιε, διὸ γηθόμενοι, εὐφημοῦμεν τοὺς ἀγῶνάς σου, καὶ τελοῦμεν τὴν μνήμην σου ἔνδοξε.

Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Καιρίως ὦ Μάρτυς, πληγωθείς, τὸν ἐχθρὸν κατέτρωσας, καὶ τοῖς κρουνοῖς τῶν αἱμάτων σου τὸ πῦρ κατέσβεσας, τὸ τῆς δυσσεβείας, ἀετὸς λευκότατος καθάπερ ὑψιπέτης ἀνέδραμες εἰς τὰ ἀνάκτορα οὐρανῶ ν καὶ τοῖς στρατεύμασι τῶν μαρτύρων ἀεὶ εὐφραινόμενος.

Στίχ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Τοὺς πόθῳ τελοῦντας σοῦ τὴν σὴν ἄθλησιν, ἀοίδιμε, περιφρουρῶν διαφυλάττε, καὶ ἐνδυνάμωσον πάντοτε Κυρίῳ πράττει· τὰ εὐάρεστα, ταῖς σαῖς πανευπροσδέκτοις δεήσεσιν, ὦ κοινὸν καύχημα, Ἰωάννη παμμακάριστε καὶ μαρτύρων κλεινὸν ἀγαλλίαμα.

Δόξα, Ἦχος πλ. δ΄.
Τῶν εὐσεβῶν τὰ στίφη τὸν νέον ἀθλητὴν σὲ ὑμνοῦμεν, ὦ Ἰωάννη παναοίδιμε, διὸ γὰρ σου πρὸς πίστιν, τὴν ὄντως ἁγίαν, καλῶς στηριζόμεθα, μακάριος εἷ, ὑπὲρ αὐτῆς ἀθλήσας, καὶ ἐχθροῦ ταπεινώσας τήν ἔπαρσιν. Γουβῶν τὸ γέννημα, Μονεμβασίας τὸ καύχημα, καὶ τῆς Ἐκκλησίας σεμνὸν ἀγαλλίαμα, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως, συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν ἱκετῶν παρακλήσεις δέχου, Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον λόγον
Ἰωάννην τὸν θεῖον ἀνευφημήσωμεν, ὡς τῆς πίστεως βάσιν, καὶ μέγα στήριγμα, τῆς καρτερίας ἀληθῶς τὸν ἀδάμαντα, τὸν γενναῖον ἀθλητήν, καὶ δυσσεβῶν στηλιτευτήν, τόν ἔκλαμπρον μαργαρίτην, πρεσβεύει γὰρ τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου, ἡ ἀδιόδευτος, χαῖρε τοῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.
Εἰς τὸν Ὄρθρον.

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον φρόνημα ἐνειλημμένος, ὦ ὑπέρμαχε Μονεμβασίας, καὶ τοῦ Χριστοῦ ὁπλῖτα στεῤῥόψυχε, Ἀγαρηνῶν τε τὸ θράσος κατέβαλες, καὶ τὸν Βελίαρ γενναίως κατῄσχυνας, νίκης ἔπαθλα σαφῶς ἐκ Θεοῦ δεξάμενος, δώρησαι τοῖς πιστοῖς παθῶν ἰάματα.
Δόξα καὶ νῦν. Θεοτοκίον.
Θεία γέγονας σκηνὴ τοῦ λόγου, μόνη Πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενο, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ὦ τῆς ἀνδρείας σου, Μάρτυς ἀήττητε ! καὶ γενναιότητος, μεθ’ ἧς Πανεύφημε, τῷ μαρτυρίῳ τοῖς φρικτοῖς ἀγῶσιν ἐγκαρτερήσας, τὸν Χριστὸν ἐκήρυξας, Ἰωάννη Μακάριε, καὶ τῆς Ἄγαρ ἤσχυνας ἀπογόνους τοῖς λόγοις σου, ἐλέγχων αὐτοὺς ἐν παῤῥησίᾳ θείᾳ· διό σε λαμπρῶς ἀνευφημοῦμεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὡς ἀγεώργητος, Παρθένε ἄμπελος, τὸν ὡραιότατον, βότρυν ἐβλάστησας, ἀναπηνάζοντα ἡμῖν τὸν οἶνον τὸν σωτήριον πάντων, τὸν εὐφραίνοντα τὰς ψυχὰς καὶ τὰ σώματα, ὅθεν ὡς αἰτίαν Σε τῶν καλῶν μακαρίζοντες, ἀεὶ σὺν τῷ ἀγγέλῳ βοῶμεν σοι· Χαῖρε ἡ κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Τῷ μόνῳ βασιλεῖ, νῦν παρίστασαι χαίρων, διάδημα φαιδρὸν καὶ στολήν, ἐξ οἰκείων βαφεῖσαν αἱμάτων σου, περικείμενος ἔνδοξε, καὶ θεούμενος, καθαρωτάτῃ μεθέξει, ὅθεν σήμερον, ὦ Ἰωάννη τελοῦμεν, τὴν μνήμην σου ἔνδοξε.
Δόξα καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς πεπτωκότας εἰς χάος δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους Σου.








Εἶτα, οἱ Ἀναβαθμοί, τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον, Ἦχος δ ´: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.
Εὐαγγέλιον Μαρτυρικόν.
Μετὰ ὁ Ν´ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Εἶτα τὸ Ἰδιόμελον, Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τίς μὴ εὐφημήσει σε Ἀθλοφόρε Κυρίου, τίς μὴ ἀνυμνήσει σου τὴν λαμπρὰν μαρτυρίαν ; τὸν μὲν γὰρ ἐκ πατρὸς πρὸ αἰώνων γεννηθέντα λόγον καὶ Θεόν, φύσει Θεὸν ὄντα καὶ ἐπ’ ἐσχάτων φύσει γενόμενον ἄνθρωπον, τρανῶς ἀνεκήρυξας, τὸν δὲ τῆς πλάνης ἀρχηγέτην, καὶ ἀπατεῶνα καὶ πάσης ἀθεμιτουργὶας ἐφευρέτην, θαρσαλαίως καθύβρισας, διὸ καὶ ἀνεβόας: Χριστὸν σέβομαι, Χριστῷ λατρεύω, καὶ τὰ πάντα προδίδωμι, ἵνα αὐτὸν μόνον κερδίσω αὐτῷ οὖν ἀδιαλείπτως πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ Κανὼν τῆς Θεοτόκου εἰς ς´. Καὶ τοῦ Ἁγίου εἰς ἡ´.
Ὁ Κανὼν τοῦ Ἁγίου. Ἦχος πλ. β´.ᾨδὴ α΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Νεκρώσας τὸ φρόνημα τῆς σαρκός, τὸν νοῦν μου καταύγασαν, ἀνυμνησαι τὴν φαιδρὰν πανήγυρίν σου λαμπρὰν καὶ τὴν θείαν ἄθλησιν Πανεύφημε.
Ἁγία τῶν θείων μαρτύρων πᾶσα πληθύς, ἐνδόξως δεξάμενοι Ἰωάννην τὸν κλεινόν, σκηνώμασιν οὐρανῶν, εἰσαγάγετε τοῦτον εὐφραινόμενοι.
Ὄντως εἰς τέλος ἠφάνισας ὁ ἐχθρός, ὁ γῆν καὶ τὴν θάλασσαν ἐξαλείφειν ἐγκαυχῶν, ποδῶν πατεῖται πρὸ τῶν σῶν ὡς στρουθίον τρισμάκαρ, ἐμπαιζόμενος.
Θεοτοκίον.
Τὰ τῆς καρδίας μου πάθη τὰ χαλεπά, Θεοτόκε, ἴασας, τῶν ἀστάτων λογισμῶν, τὸ δεινὸν κλυδώνιον τῇ σῇ μεσιτείᾳ πρὸς Θεὸν κόπασον Δέσποινα.











ᾨδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος ὡς σύ.
Οὑ ξίφος, Μάρτυς, τὸν στεῤῥὸν τῆς ἀνδρείας σου πύργον διετάραξεν ὅλως, ἀλλ᾿ ὤφθης καρτερικὸς ποιναῖς καὶ τοῖς σπαραγμοῖς, οἷς ἀσπλάγχνως προσήγαγον οἱ ἔκφρονες.
Πολλοὺς ὑπέστης πειρασμοὺς ἀπαρνήσασθαι, Μάρτυς, τὴν σωτήριον κλῆσιν τοῦ Κυρίου Ἰησοῦ, ἀλλ᾿ ἔμενες σταθερός, μέχρι τέλους τρισμάκαρ, πιεζόμενος.
Ἐκ τῶν παθῶν τῶν σαρκικῶν ὅλως ἀπεμακρύνθης, καὶ οὐδόλως τοῖς λόγοις ἐχαυνώθης τῆς μητρός, ἀλλὰ στηρίζων αὐτήν, παῤῥησίᾳ τὸν Κύριον ἐκήρυξας.
Θεοτοκίον.
Παστὰς Κυρίου ἐκλεκτή, οὐρανίας παστάδος ποίησον κληρονόμον τὸν προστρέχοντα τῇ σῇ θεονύμφευτε στοργῇ, καὶ ἀπείρῳ πόθῳ σὲ γεραίροντα.

Κάθισμα, Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ἐπεφάνη σήμερον, τῷ σῷ προσώπῳ θεία χάρις, Ἅγιε, καὶ κατελάμπρυνεν αὐτὸ κάλλους ἄῤῥητου λαμπρότητι ἐκπληγωθέντος τῷ ξίφει τοῦ σώματος.
Δόξα καὶ νῦν. Θεοτοκίον.
Προστασία ἄμαχε τῶν ἐν ἀνάγκαις, καὶ πρεσβεία ἔτοιμος τῶν ἐλπιζόντων ἐπὶ σέ, ἀπὸ κινδύνων με λύτρωσαι, καὶ μὴ παρόψῃ ἡ πάντων βοήθεια.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Θωπεῖαι ἰσχῦσαν οὐδόλως, πάνσοφε, παρανόμου γυναίου μεταβαλεῖν σοῦ τὸ καρτερόψυχον, ἀλλ᾿ ἀπεβάλου σὺ αὐτήν, Ἰωσὴφ ἐκμιμησάμενος.
Τυράννου πέπαυται ὀφρύς, πανόλβιε, εὐσεβῶς καὶ ἀνδρείως, τὸν ἀθλητήν, Σὲ ἐνατενίζοντος, καὶ τὰς βασάνους τὰς αὐτοῦ εἰς οὐδέν γε λογιζόμενον.
Τοῦ θείου ἐρωτος, μάρτυς ἀήττητε, ἀπηρτήθης καὶ νόμου ταῖς ἐντολαῖς, ὅλως ἐπροσῄλωσας, καὶ τοῦ Βελίαρ τῶν βελῶν, Ἰωάννη κατεφρόνησας.
Θεοτοκίον.
Ἁγία Δέσποινα, τὸν ὑπεράγιον ἡ κυήσασα Λόγον, ἁγιασμὸν τῆς ψυχῆς μου δώρησαι, καὶ τρικυμίας πειρασμῶν τὴν ζωήν μου ἐλευθέρωσον.






ᾨδή ε΄. Τῷ θείῳ φέγγει σου.
Δεῦτε συνδράμωμεν οἱ πιστοί, τοὺς σεπτοὺς ἀγῶνας Ἰωάννου καταμαθεῖν, καὶ τὴν θείαν ἄθλησιν αὐτοῦ μετ᾿ εὐλαβείας τελέσας ἵνα προστάτην τοῦτον θερμὸν πλουτίσωμεν.
Στεφάνῳ κοσμούμενος ἀθλητά, τῷ τοῦ μαρτυρίου, Ἰωάννη πανεύφημε, καὶ πορφύρα ἐξ αἵματος τῇ στολγὶ ἐνεδύσω μακάριε, ἐν δόξῃ νῦν τῷ βασιλεῖ παριστάμενος.
Οὐκ ἀρνοῦμαι τὸ ὄνομα τοῦ Χριστοῦ, βλέπων βλοσυρὼς ὁ ἀθλητὴς τοῖς παρανόμοις ἐκραύγαζε, τῷ δὲ λαοπλάνῳ ἐκείνῳ ἀποτάσσομαι, καθάρματι τῆς πλάνης, καὶ οὐ συντάσσομαι.
Θεοτοκίον.
Ὡς ὅρος πάλαι σὲ Δανιὴλ βλέπει τηλαυγῶς μαρμαρυγαῖς τῆς παρθενίας ἐκλάμπουσαν, ἐξ οὗ ἐτμήθη λίθος, συντριβῶν Πάναγνε τὰ εἴδωλα τῆς πλάνης σθένει θεότητος.

ᾨδὴ ς΄. Τὸν βίου τὴν θάλασσαν.
Εἱρκτὴ οὐδὲ μάστιγες, οὑ τυράννων ἀπειλαὶ τῆς τοῦ Χριστοῦ ἰσχύσουσιν ἀποστῆναι ἀγάπης, ὦ ἀθλητά, ἐβόας γηθόμενος, Ἰωάννη, μαρτύρων ἐγκαλλώπισμα.
Ὡς ἄστρον ἀνέτειλας, Ἰωάννη ἀθλητά, καί ἔφηνας τὴν σύμπασαν ταῖς ἀκτῖσι τῶν θείων καὶ φαεινῶν ἀγώνων σου ἔνδοξε, τῶν μαρτύρων ἡ δόξα καὶ ὁ στέφανος.
Ποὺς κατεπάτησας τὸν ἀρχαῖον πτερνιστήν, καὶ νῦν ἀγάλλῃ ἔνδοξε, ἐν οὐρανίοις δρεπόμενος ἀφειδῶς, στεφάνων τῶν πόνων σου, καὶ ἡμᾶς οἰκειῶν τῷ παντοκράτορι.
Θεοτοκίον.
Ἐπλήθυνον, Δέσποτα, ὑπὲρ ἄμμον θαλασσῶν, τὰ πονηρά μου πταίσματα, ὡς κεκτημένος πέλαγος οἰκτιρμῶν ἐπίστρεψον σῶσόν με παρακλήσεσι Λόγε, τῆς τεκούσης Σε.

Κοντάκιον. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν γενναιότατον Χριστοῦ ἀθλοφόρον, τὸν ἐν ὑστέροις τοῖς καιροῖς καθελόντα, τὴν δυσεβῆ παράνοιαν τοῦ δράκοντος τρανῶς, δεῦτε εὐφημήσωμεν, ἐν ᾠδαῖς χαρμοσύνοις, καὶ κατασπασώμεθα, τῶν λειψάνων τὴν θήκην, μεγαλομάρτυς, κράζοντες αὐτῷ· σῶσον κινδύνων, τοὺς σὲ μακαρίζοντας.
Ὁ Οἶκος.
Τοῦ ἀθλοφόρου τὴν ὑπέρλαμπρον μνήμην, δεῦτε πάντες τῶν ὕμνων τοῖς στεφάνοις λαμπρῶς καταστέψωμεν, καὶ γὰρ οὗτος τὸν παλαιὸν πτερνιστὴν ἐν ἁπαλῷ κομιδῇ τῷ σώματι ἐκνικήσας, ὀμβρίζει ἀντὶ αἱμάτων ἱερῶν, ἰαμάτων τὰ ῥεύματα, καὶ ταῖς βασάνοις ἐγκαρτερῶν, ἐν πολλοῖς καὶ πικροῖς αἰκισμοῖς, τὸν δρόμον τοῦ μαρτυρίου τετέλεκε, καὶ τὴν πρὸς τὸν Χριστὸν τὸν Θεὸν πίστιν τετήρηκε, βοῶντες θερμῶς αὐτῷ· σῶσον κινδύνων τοὺς σὲ μακαρίζοντας.

Συναξάριον.
Τῇ ΚΑ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου, τοῦ ἐκ Μονεμβασίας.
Nόμους φυλάττων νηστίμου καιροὺ πόθω,
Ζωὴν ἔθυσας ὦ Ἰωάννη μάκαρ.
Πρώτη Ἰωάννην εἰκάδι ἔκτεινον ἄνομοι.
Οὗτος, ἦτον ἐκ τῶν μερῶν τῆς Μονεμβασίας τῆς Πελοποννήσου, νέος τὴν ἡλικίαν ἕως 15 ἐτῶν, πεπαιδευμένος τὰ ἱερὰ γράμματα. Καὶ ὀ μὲν πατὴρ αὐτοῦ κατήγετο ἀπὸ ἕν χωρίον, καλούμενον Γεράκι, τιμώμενον μὲ ἐπισκοπικὸν θρόνον, ἡ δὲ μήτηρ αὐτοῦ ἀπὸ ἕν χωρίδιον τῆς Μονεμβασίας, Γοῦβες ἐπιλεγόμενον. Εἰς δὲ τὸν καιρὸν τῆς αἰχμαλωσίας τῆς Πελοποννήσου, τῆς γενομένης κατὰ τὸ 1770, ἐλθόντες Ἀλβανοὶ πολλοὶ καὶ αἰχμαλωτίζοντες τοὺς ἐκεῖ χριστιανούς, ἠχμαλώτισαν καὶ τὸ χωρίον τοῦ Μάρτυρος. Καὶ τὸν μὲν πατέρα αὐτοῦ ἀπέκοψαν ἐν μαχαίρᾳ, αὐτὸν δὲ καὶ τὴν μητέρα αὐτοῦ αἰχμαλωτίσαντες ἐπῆραν μαζί των, καὶ τοὺς ἐπῆγαν εἰς τὴν Λάρισαν, καὶ ἐκεῖ ἐπωλήθησαν δίς, καὶ τρίς, ὁ καθ’ εἷς ξεχωριστά, ὕστερον δὲ ἐπωλήθησαν καὶ οἱ δύο ὁμοῦ, εἰς ἕνα Ἀγαρηνὸν Θεσσαλονικέα, ὃστις ἐπειδὴ παιδίον δὲν εἶχεν, ἠγάπα πολὺ τόσον αὐτὸς ὅσον καὶ ἡ γυνὴ αὐτοῦ, νὰ κάμωσιν ὡς ψυχοπαῖδι τὸν εὐλογημένον Ἰωάννην. Ὅθεν καθημερινῶς δὲν ἔπαυε νὰ τὸν ἐνοχλῇ δοκιμάζων νὰ τὸν διαστρέψῃ ἀπὸ τὴν πίστιν τῶν χριστιανῶν, καὶ νὰ τὸν ἐπιστρέψῃ εἰς τὴν ἰδικήν του θρησκείαν, πότε μὲ κολακείας καὶ ὑποσχέσεις τιμῶν καὶ ἀξιωμάτων, πότε μὲ φοβέρας τιμωριῶν καὶ βασάνων· ἀλλ’ ὁ τοῦ Χριστοῦ Μάρτυς ἔστεκε στερεός, καὶ ἀκλόνητος εἰς τὴν εὐσέβειαν, καὶ ταῦτα πάντα ἐνόμιζε ὡς οὐδέν. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν κουρασθεὶς ὁ Ἀγαρηνος ἀπὸ τοῦ νὰ παρακινῇ τὸν Ἅγιον διὰ νὰ ἀρνηθῇ τὴν εὐσέβειαν, καὶ μὴ δυνηθείς, εἰς ὅλον τὸ ὕστερον ἐθυμώθη, καὶ βάλλοντάς τον ἐμπρὸς μὲ τὸ σπαθίον, τὸν ἐπῆγε δέρονοντας ἕως εἰς τὴν αὐλὴν τοῦ τζαμίου καὶ ἐκεῖ ἐσυνάχθησαν καὶ ἄλλοι πολλοὶ Ἀγαρηνοί, οἳτινες ἐβίαζον τὸν Μάρτυρα νὰ τουρκίσῃ, σπαθίζοντες, λακτίζοντες, βάλλοντες τὰς πιστόλας εἰς τὸ στῆθός του, καὶ ἄλλα πολλὰ ποιοῦντες, ἀλλ’ εἰς μάτην ἐκοπίαζον, ἐπειδὴ ὁ γενναῖος Ἰωάννης, χωρὶς νὰ δειλιάσῃ ἔλεγε: Δὲν γίνομαι Τοῦρκος, ἐγὼ Χριστιανὸς εἶμαι καὶ Χριστιανὸς θέλω νὰ ἀποθάνω. Ἀφήνω νὰ λέγω τὰς μαγείας καὶ τὰ σατανικὰ γοητεύματα, ὅπου καθημερινῶς ἔκαμνεν ἡ γυνὴ τοῦ αὐθέντου του, ἀλλ’ ἠ χάρις τοῦ Θεοῦ τὸν ἐφύλαττεν. Ἔφθασε καὶ ἠ νηστεία τῆς Κυρίας Θεοτόκου, τοῦ δεκαπενταυγούστου λεγομένη, καὶ ἐπειδὴ ὁ ἀοίδιμος Ἰωάννης, δὲν ἠθέλησεν κατ’ οὐδένα τρόπον νὰ ἀρτυθῇ καὶ νὰ χαλάσῃ τὴν ἁγίαν νηστείαν, ἐκλείσθη ὑπὸ τοῦ αὐθέντου ὑποκάτω εἰς ἕνα κατώγειον, ὅπου ἦτον τόπος τῶν ἀλόγων, καὶ ἐκεῖ εἰς τὸ διάστημα τῶν 15 ἡμερῶν πότε τὸν ἐκρέμα καὶ τὸν εκάπνιζε μὲ ἄχυρα, πότε τὸν ἐκτύπα μὲ τὸ σπαθίον εἰς ὅλον τὸ κορμίον, πότε τὸν ἄφηνε ἐντελῶς νηστικὸν δύο καὶ τρεῖς ἡμέρας, βιάζοντας αὐτὸν διὰ νὰ φάγῃ ἀπὸ τὰ μυσαρὰ φαγητά των. Ἡ δὲ μήτηρ αὐτοῦ, μὴ ἀντέχουσα να βλέπῃ τὰς κακοπαθίας τοῦ υἱοῦ του, τὸν ἐπαρακίνει διὰ νὰ φάγῃ. Ὁ δὲ Μάρτυς, τῆς ἔλεγε: Εἶμαι παπᾶ υἰός, καὶ πρέπει νὰ φυλάττω καλλίτερα ἀπὸ τοὺς υἱοὺς τῶν λαϊκῶν τοὺς νόμους τῆς Ἁγίας μας Ἐκκλησίας. Τέλος πάντων, βλέποντας ὁ αὐθέντης του, ὅτι δὲν δύναται νὰ τὸν καταπείσῃ, ἐθυμώθη καὶ τοῦ ἐκτύπησε μίαν θανατηφόρον μαχαιριὰν εἰς τὴν καρδίαν, καὶ οὕτω μετὰ δύο ἠμέρας ἐτελεύτησε ὁ ἀοίδιμος, τὴν 21η Ὀκτωβρίου, τοῦ 1773 σωτηρίου ἔτους.
Ἀποθνήσκων δὲ ὁ Μάρτυς, παρήγγειλεν εἰς τὴν μητέρα του, νὰ στάθῃ νὰ κάμῃ τὴν ἀνακομιδὴν τῶν λειψάνων του, καὶ νὰ τὰ πάρῃ νὰ τὰ ὑπάγῃ εἰς τὴν πατρίδα του. τελευτήσαντος δὲ τοῦ Ἁγίου, ὁ Ἀγαρηνὸς ἐκεῖνος αὐθέντης του, ἔῤῤιψε τὸ ἅγιον αὐτοῦ λείψανον ἔξω τῆς αὐλῆς εἰς ἕναν κῆπον, διὰ νὰ καταφαγωθῇ ὑπὸ τῶν σκύλων ἀποβαλὼν καὶ τὴν μητέρα τοῦ Μάρτυρος. Ἀλλ’ ὦ τῶν θαυμασίων Σου Χριστέ. Ὄχι μόνον ἔμεινεν ἀβλαβὲς τὸ ἱερὸν αὐτοῦ λείψανον, ἀλλὰ καὶ τὸ πρόσωπον αὐτοῦ ἤστραπτεν ὡς ὁ ἥλιος, πολλοὶ δὲ τῶν χριστιανῶν τῆς Λαρίσης, εἶδον εἰς τὰς 2 ἐκείνας ἡμέρας ὅπου ἦτον ἐῤῥιμένον τὸ λείψανον, φῶς οὐρανόθεν ὡς ἀστέρα καταβάντα ἐπάνω τοῦ λειψάνου. Αὐτὰ ταῦτα πληροφορηθεὶς ὁ τότε Μητροπολίτης Λαρίσης, ἐζήτησε τὴν ἄδειαν καὶ λαβὼν ἐνταφίασεν αὐτὸ μετ’εὐλαβείας. Ἡ δὲ μήτηρ τοῦ Ἁγίου ἐνθυμουμένη πάντοτε τὴν παραγγελίαν τοῦ υἱοῦ της, ἔμεινε εἰς Λάρισαν καὶ περιπλανωμένη ἀπὸ οἰκίαν εἰς οἰκίαν, ἐζήτει τὸ ἐπιούσιον ἄρτον. Ὁ οὖν αὐτάδελφός της μαθὼν ὅτι εὑρίσκονται σκλάβοι εἰς τὴν Λάρισαν, ἐπῆγεν διὰ νὰ τοὺς ἐλευθερώσῃ. Φθάσας δὲ ἐκεῖ καὶ εὐρὼν αὐτὴν τὴν παρεκίνει πολυειδῶς διὰ νὰ ἔλθῃ εἰς τὴν πατρίδα των. Τότε αὐτὴ ἐδιηγήθη τὰ γεγονότα διὰ τον υἱόν της, καὶ ὁ αὐτάδελφός της ἐπέστρεψεν εἰς τὰ ἴδια. Πληρωθέντος δὲ χρόνου ἱκανοῦ ἐγένετο παρὰ τοῦ Μητροπολίτου Λαρίσης ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ἁγίου, ἡ δὲ μήτηρ αὐτοῦ λαβοῦσα τὰ ἅγια λείψανα καὶ περιπλανωμένη ἀπὸ τόπον εἰς τόπον ἔφθασεν εἰς τὴν πατρίδας της καὶ κατώκησεν εἰς τὸ χωρίον της. Ἐδιηγήθη εἰς πάντας περὶ τοῦ ὐιοῦ της, καὶ ὅταν ἦλθεν ἡ ὥρα τοῦ θανάτου της, παρήγγειλεν ὅπως βάλωσιν εἰς τὸν τάφο καὶ τὰ λείψανα τοῦ υἱοῦ της. Μετὰ παρέλευσιν 13 ἐτῶν ἐτελεύτησε ἡ γυνὴ τοῦ αὐταδέλφου της καὶ ἔσκαψαν τὸν τάφον, καὶ εὐθὺς εὐγῆκεν ἄῤῥητον εὐωδία. Τότε ἐνεθύμηθησαν ὅτι εὐρίσκοντο ἐκεῖ καὶ τὰ ἅγια λείψανα τοῦ Ἰωάννου. Ὅθεν μετὰ φόβου καὶ εὐλαβείας ἀνοίξαντες τὸν τάφον, εὗρον, τὴν σακκούλαν, ἣτις εἶχε τὰ ἅγια λείψανα ἀβλαβῆ καὶ ὡς νὰ ἦτον ἐκείνην τὴν ἰδίαν ὥραν τεθειμένα εἰς τὸν τάφον. Θαύματα πλείστα ἐποίησε, καὶ ὅτι πρὸς τοῖς ἄλλοις θαύμασι, ἰάτρευσε παραδόξως τὴν ἐξηραμμένην καὶ παράλυτον χεῖρα μιᾶς γυναικός.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν ἰερῶν λειψάνων τοῦ Ὁσίου Χριστοδούλου τοῦ ἐν Πάτμῳ.
Μέγας μὲν Ἀντώνιος ἀρχὴ Πατέρων,
Θεῖος δὲ Χριστόδουλος, ἔνθεον τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ μεγάλου.
Ἐν δάκρυσι πρὶν καὶ πόνοις σπείρας κάτω,
Ἱλαρίων θέριζε νῦν χαίρων ἄνω.
Ὁ Ὅσιος οὗτος ἦ ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου, ἐν τῇ Γαζέων Πόλει γεννηθείς, καὶ ἀνατραφείς, υἱὸς γεννητόρων ἀπίστων. Ἔρωτι δὲ παιδεύσεως, ἀφίκετο εἰς Ἀλεξάνδρειαν. Καὶ παιδευθείς, καὶ τὴν εἰς Χριστὸν πίστιν δεξάμενος, ζηλωτὴς τοῦ Μεγάλου Ἀντωνίου γέγονε, καὶ ἔμεινε παρ’ αὐτῷ χρόνους οὐκ ὀλίγους. Καὶ ὑποστρέψας ἐν τῇ πατρίδι, μετὰ τὴν τῶν πατέρων αὐτοῦ τελευτήν, τὰ προσόντα αὐτῷ πάντα, τοῖς πτωχοῖς διένειμεν. Εἶτα δὲ καταλαβὼν τὴν ἔρημον καὶ ἄκραν ἄσκησιν ὑπελθών, πολλῶν θαυμάτων γέγονεν αὐτουργός. Καὶ πολλὰς διαμείψας πόλεις καὶ τόπους καὶ χώρας, οὓτω τὸν βίον διήνυσε, βίους τὰ ὅλα ἔτη ὀγδοήκοντα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Γαΐου, Δασίου καὶ Ζωτικοῦ.
Εἰς ἁλμυρὸν θανόντες ἄνδρες τρεῖς ὕδωρ,
Γλυκὺν τρυφῆς πίνουσι χειμάῤῥουν ἄνω.
Οὗτοι οἱ Ἅγιοι, ἐν Νικομηδείᾳ διάγοντες, καὶ παῤῥησιασάμενοι, τὰ ἐν τοῖς βωμοῖς ἐπικείμενα κατέστρεψαν. Ὡς δὲ ἐγνώσθησαν, πᾶσαν πεῖρα βασάνων ὑπέμειναν, ἐπὶ ξύλου ἀναρτηθέντες, καὶ τὰς πλευρὰς καταξανθέντες τριχίνοις ὑφάσμασιν, εἶθ’ οὕτως λίθων ἐν τοῖς τραχήλοις αὐτῶν ἐξαρτηθέντων, ἐν τῇ θαλάσσῃ ἀπεῤῥίφθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Ἀνδρέας, Στέφανος, Παῦλος καὶ Πέτρος, ξίφει τελειοῦνται.
Τρεῖς ὁ Στέφανος σὺ στεφανίτας ἔχεις,
Τοὺς σοὶ συναθλήσαντας ἐξ ἑνὸς ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης, καὶ Σωκράτους Πρεσβυτέρου.
Τὴν Θεοδότην, ἐκ ξίφους τετμημένην,
Θεῷ δοτὴν ἔγνωμεν ἁγνὴν θυσίαν.
Ὁ Σωκράτης ἔσπευδεν ὀφθῆναι, Λόγε,
Τετμημένος σοι Σωκράτης στεφοκράτης.
Ἡ Ἁγία Θεοδότη, ὑπῆρχεν ἐπὶ Ἀλεξάνδρου τοῦ βασιλέως, εὐγενῶν γονέων ὑπάρχουσα, ἐκ τῆς χώρας τοῦ Πόντου. Ἐν ἀσκητηρίῳ δέ τινι ἀπελθοῦσα, καὶ ἡσυχάζουσα, διεγνώσθη. Καὶ κρατηθεῖσα παρὰ τοῦ ἄρχοντος τῆς Καππαδοκίας, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, ἐκ δευτέρου κρεμασθεῖσα, ξέεται, καὶ εἰς φοῦρνον ἐκπυρωθέντα ἐμβάλλεται. Τῇ τοῦ Χριστοῦ δὲ χάριτι διασωθεῖσα, ἄγεται παρὰ τοῦ ἄρχοντος ἐπὶ τὸ Βυζάντιον. Εἶταν ἐν Ἀγκύρᾳ, ἔνθα ἦν ὁ Πρεσβύτερος Σωκράτης. Ὃς τῶν Ἑλλήνων πάνδημον ἑορτὴν ἐκτελούντων τοῖς δαίμοσι, καὶ προσκυνούντων τοῖς εἰδώλοις, ζήλου πλησθείς, καὶ τὸν βωμὸν καταστρέψας τῶν θυσιῶν, ἀπετμήθη τὴν κεφαλήν. Ἡ δὲ Ἁγία Θεοδότη, ἀναγκασθεῖσα θῦσαι τοῖς εἰδώλοις, καὶ μὴ πεισθεῖσα, διὰ ξίφους τρωθεῖσα, τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐκράτης ξίφει τελειοῦται.
Αἷμα τραχήλου τοῖς πρὶν ὄμβροις δακρύων,
Κιρνῶν, συνιστᾷς εὔκρατον κρᾶσιν Μάκαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὁσιομάρτυς Ζαχαρίας, διὰ πνιγμοῦ τελειοῦται.
Tρίβους θαλασσῶν ψαλμικῶς Ζαχαρία,
Διεκπορευθείς Oὐρανοῦ φθάνεις τρίβους.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βαρούχ.
Βαρούχ ὁ θείος ἐκλιπών σκήνους βάρος,
ἐκεῖ κατεσκήνωσεν εἰς τόπον χλόης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἄζης, διὰ πυρὸς τελειοῦται.
Ἔζησεν Ἄζης κἄν τέθνηκεν εἰς φλόγα,
Ζωὴν ἀληθή μη γινώσκουσαν τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φιλοθέου, τοῦ ἀσκήσαντος ἐν τῷ Ὄρει τοῦ Ἄθῳ, καὶ δὴ ἐν τῇ ἐκεῖσε Μονῆ τοῦ Ὁσίου Διονύσιου, τῇ ἐπ’ ὀνόματι τοῦ Προδρόμου τιμωμένη, καταγομένου ἐκ Χρυσουπόλεως τῆς Μακεδονίας.
Ζήσας ο Φιλόθεος ως Θεώ φίλον,
Ζωήν άληκτον εύρε συν Θεού φίλοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πλαντίνου καὶ Εἰρήνη.




Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μαρίνης τῆς ἐν Ῥαϊθῷ, τοῦ Σινᾶ.
Αὓτη ἡ Μαρίνα ἡ πάνσεμνος παρθένος, σήμερον πρὸς τὴν ἄνω εἰσάγεται ζωήν· τῶν δαιμόνων τὰς ὁρμὰς καταβαλοῦσα, καὶ πόνους διὰ τὸν Χριστὸν ὑπομείνασα, τὸν σκολιὸν δράκοντα τελείως ἀπώλεσε, τὴν λαμπάδα ἄσβεστον τηρήσασα· ἔνθα νῦν μετ’ Ἁγίων Ἀγγέλων εὐφραίνεται, ἡ δὲ λάρνακα ἔχει τὴν τιμίαν αὐτῆς σορὸν τῶν λειψάνων· ἣν ἐν τῷ μετοχίῳ ἔνθα νῦν κατοικοῦσιν οἱ Πατέρες οἱ Σιναΐται, εἰς τὴν Μονὴν τῆς Ὑπεραγίας Θεοτόκου, σιμὰ τῆς θαλάσσης· ἔνθα καὶ φιλόχρηστοι κοσμικοὶ κατοικούσιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰακώβου τοῦ γενομένου οἰκονόμου τῆς Μονῆς τοῦ Σωτῆρος Χριστοῦ τοῦ Βαθέος Ρύακος, ὃς ὤρμητο ἐκ τῆς δευτέρας τῶν Καππαδόκων ἐπαρχίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Βαρνάβα καὶ Ἱλαρίωνος, τῶν ἐν Κύπρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φιλίππου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φινὰν τοῦ Ἰρλανδοῦ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Οὔρσουλας τῆς βασιλόπαιδος καὶ τῶν σὺν αὐτῇ ἐν Κολωνίᾳ Γερμανίας Παρθενομαρτύρων· Μάρθας, Μπρικτόλας, Σαούλας, Γρηγορίας, Σατουρνίνας, Σαββατίας, Σεντίας, Παλλαντίας, Σατουρίας και Πιννόζας.
Τῆς Κολωνίας στέφω ἐν ὕμνοις Ἀθληφόρους,
ἕνδεκα τὰς στεφθεῖσας χειρὶ Θεοῦ παρθένους.
Οὔρσουλα βασιλόπαις χαῖρε ἐν Παραδείσῳ,
Τάγματος δεκαρίθμων Μαρτύρων προεστῶσα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος ἐπισκόπου Μογλένων, τῶν εὑρισκομένων ἐν τῇ Ἀριδαίᾳμ τῆς Πέλλης.
Ὅσιος ὁμοῦ καὶ ποιμενάρχη θεῖος·
ἐν τοῖς Μογλενοῖς ἐφάνης Ἰλαρίων,
Οὗτος ἦν τὸν 12ον αἰῶνα, γεννηθεὶς ὑπό τινων ἐναρέτων γονέων, φοβουμένων τὸν Θεόν, ζώντων ἐν πάσῃ εὐσεβείᾳ καὶ πορευομένων ἐν τοῖς δικαιώμασι τοῦ Κυρίου. Μὴ ἔχοντες τέκνα, ἐδέοντο τῆς Μητρὸς τοῦ Κυρίου, ὅπως ταῖς πρεσβείαις Αὐτῆς χαρίσηται αὐτοῖς ὁ Θεὸς καρπὸν κοιλίας. Κατ’ ὄναρ οὖν ἐν μιᾷ νυκτί, ἐφάνη τῇ εὐσεβεστάτῃ αὐτοῦ μητρί, ἠ Κυρία Δέσποινα Θεοτόκος καὶ ἀνήγγειλε τὴν σύληψιν τέκνου, ὅπερ καὶ ἐγένετο. Τούτου γεννηθέντος ἔδωκαν αὐτῷ ὄνομα Ἰλαρίων, ἐπειδήπερ χαρὰν καὶ παραμυθίαν αὐτοῖς ἤνεγκεν μεγίστην. Τὸ παιδίον ἠνδροῦτο ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, σχολάζων ἐξ ἀπαλῶν ὀνύχων ταῖς προσευχαῖς καὶ νηστείαις. Ὅτε ἐγένετο ἐτῶν 18 κατέλιπε τὰ ῥέοντα τοῦ κόσμου καὶ εἰσῆλθεν εἴς τινα τῶν μονῶν καὶ τόπων αὐτοῦ ὐπακούων τῷ πνευματικῷ Πατρί, ὡς εἰς Θεόν, καὶ ἐκκόπτων τὸ θέλημα αὐτοῦ. Ὁ μακάριος Ἱλαρίων, ἐγένετο ἐν τῇ Μονῇ διάδοχος τοῦ πνευματικοῦ αὐτοῦ γεννήτορος, διακριθεὶς ἐπὶ συνέσει, φωτισμῷ καὶ θαυματουργίαις. Προϊόντος τοῦ χρόνου, ὁ Ἀρχιεπίσκοπος Ἀχρίδος Εὐστάθιος, κατ’ ὄναρ καὶ αὐτὸς ἔλαβε μήνυμα τῆς Ὑπεραγίας Θεοτόκου ὅπως ἀναβιβάσῃ ἐπὶ τοῦ θρόνου τῆς Ἐπισκοπῆς Μογλένων τὸν Ἱλαρίωνα, σκεῦος ὄντα ἐκλογῆς τοῦ Κυρίου. Ἐν τῇ αὐτῇ δὲ νυκτί, καὶ ὀ ἀξιάγαστος Ἰλαρίων ἔλαβεν πληροφορίαν ὑπὸ τοῦ Θεοῦ, ὅπως μὴ ἀρνηθῇ τὴν ἐκλογὴν αὐτοῦ εἰς Ἐπίσκοπον. Ἀμφότεροι ὑπήκουσαν τῷ θελήματι τοῦ Θεοῦ καὶ ὁ Ἱλαρίων ἐγένετο Ἀρχιερεὺς τῆς πόλεως Μογλένων. Ἅπασα ἡ λαχοῦσα αὐτῷ Ἐπαρχίᾳ ἐμαστίζετο ὑπὸ τῆς δεινῆς Χριστομάχου αἱρέσεως τῶν Βογομίλων. Ὁ Ὅσιος ἀναλαβὼν τοὺς οἴακας τῆς νοητῆς νηὸς τῶν Μογλένων, τοῖς θεοπνεύστοις αὐτοῦ λόγοις καὶ τῇ διδασκαλίᾳ, τοῖς τρόποις καὶ τοῖς σημείοις αὐτοῦ, πολλοὺς ἐκ τῆς πλάνης ἀνέσπασε καὶ σφοδρῶς τοὺς σκοτεινομόρφους αἱρετικοὺς ἐταπείνωσε. Ζήσας χρόνους ἱκανούς, ἵδρυσε μονὴν φέρουσα τὸ ὄνομα τῶν Ἁγίων Ἀποστόλων, προσελκύσας ἐν αὐτῇ πολλοὺς μοναχούς. Ἐκοιμήθη ἐν εἰρήνῃ. Πολλὰς δὲ θαυματουργίας μετὰ τὴν θανὴν αὐτοῦ ἐποιήσατο διὰ τῶν μυρόῤῥοων αὐτοῦ λειψάνων καὶ τῆς ὀξυτάτης ὑπὲρ τῶν ἐπικαλουμένων αὐτὸν πρὸς τὸν Χριστὸν αὐτοῦ πρεσβείας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τῆς Λαύρας τοῦ Σπηλαίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ ἐκ Ῥωσσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.
Προσανέθηκας Θεῷ τῷ Παντοκράτορι, πόθον σου τῆς καρδίας σοφέ, τὸν ἀλάστορα προθυμίᾳ ἤσχυνας στεῤῥᾶ, διὸ κατοικῶν τοὺς οὐρανούς, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων βοᾶς.
Τοὺς τιμῶντας τὴν θήκην θείων λειψάνων σου, λύτρωσαι ἐκ κινδύνων πολλῶν, πρὸς τὸν Κύριον παῤῥησίαν ἐσχηκὼς λαμπράν, βοῶν καὶ συνέτισον ἡμᾶς, εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τῶν τυράννων τὸ θράσος τάχος κατέβαλες, σύντριψον καὶ τῶν τούτων ζυγὸν παμμακάριστε χριστομάρτυς, ἵλεων ἡμῖν ἐργασάμενος κλεινέ, ἵνα ὑμνῶμεν εὐσεβῶς τὸν τῶν Πατέρων Θεόν.
Θεοτοκίον.
Οὐρανὸς ἐπὶ γῆς σὺ ἐχρημάτισας, τοῦ οὐρανοῦ καὶ γῆς ποιητοῦ, ὃν ἱκέτευε, τῶν τῆς γῆς μὲ ῥύσασθαι κακῶν, καὶ μέτοχον τῶν ἐν οὐρανοίς καταξιώσαι ἀγαθῶν, θεογεννήτρια.
















ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Τὸν θυμὸν τῶν τυράννων οὐκ ἐδειλίασας, ταῖς θωπείαις, παμμάκαρ, οὐδόλως ἔκλινας, τοῦ δὲ πονηροῦ τὴν ἰσχὺν κατηδάφισας· ὅθεν σὲ ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ἱεράρχου παλάμαις θείαις φερόμενα τὰ τερπνὰ λείψανά σου, μακαριώτατε, ἐλαμψαν φαιδρῶς, τοὺς πιστοὺς δὲ ἐφώτισαν, ὅθεν σὲ τιμῶμεν τιμαῖς ἀνεκλαλήτοις.
Ἀρχιθύτης ὁ θεῖος καὶ θεοδόξαστος, οὐρανόθεν ἡγμένος θεοπρεπέστατα, λείψανα τὰ σὰ εὐλαβῶς ἀνεκόμισεν, ὅθεν καὶ χρυσώσας ἐπλούτισε τοὺς πάντας.
Ἱεράρχην, ὦ Μάρτυς, πανηγυρίζοντα, τὴν φωσφόρον σου μνήμην, καὶ τὰ παλαίσματα, τήρησον φαιδρὸν ἐν ὑγείᾳ καὶ μέλποντα Κύριον ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἰακὼβ σὲ προεῖδε παρθένε κλίμακα, πρὸς οὐράνιον ὄψιν ἡμᾶς ἀνάγουσαν, τοὺς εἰς τὸν βυθὸν τῶν κακῶν ὀλισθήσαντας, ὅθεν σὲ ὑμνοῦμεν ἁγνὴ εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν.
Φωτὶ ἀΰλῳ σὺ ἐναπήστραψας, θέσει υἱὸς Κυρίου ἐχρημάτισας Ἅγιε, Πρωτοτόκων σκηναῖς αὐλιζόμενος· καὶ τῆς αἰωνίου δόξης πληρούμενος, ὅθεν κατὰ χρέος, οἱ πιστοὶ σὲ μακαρίζομεν.
Ἰδὼν λαοῦ σου, Χριστέ, τὴν κάκωσιν, ὡς ἰατρὸς ψυχῶν καὶ σωμάτων θεράπευσαν, ἱκεσίαις Δέσποτα τοῦ σου ἀθλητοῦ, τοῦ νῦν ἐπικαλοῦντος, σὲ τὸν Παντάνακτα, καὶ ἱκεσίαις ἱεραῖς καὶ Θεὸν δοξολογοῦντός σε.
Ἰδών, ὦ Μάρτυς, ἐμοὶ τῷ γράψαντι, πόθῳ τὰς ἀριστείας σου· πάσας καὶ τὰ παλαίσματα, Ἰωάννη πάνσοφε δοχεῖον Θεοῦ, χάριν ἀντιβραβεύων ἄφεσιν δώρησαι τῶν ἀγνοημάτων μου κλεινέ, ἵνα δοξάζω σε.
Θεοτοκίον.
Χοροὶ Ἀγγέλων καὶ Ἀρχαγγέλων τε, ἐξουσιῶν δυνάμεις, καὶ ἀρχαί, κυριότητες, χερουβείμ, καὶ σεραφείμ, καὶ θρόνοι, Χριστὲ δῆμος τῶν ἀποστόλων, σὺν τῇ τεκούσῃ σε μόνε δυσωποῦσι βασιλεῦ, σῶσον τοὺς δούλους σου.










Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τῷ ὅπλῷ τοῦ Τιμίου σου Σταυροῦ θωρακισάμενος, ὁ ἀθλοφόρος σου, Λόγε, τὰς ἐναντίας δυνάμεις στεῤῥῶς ὑπερενίκησε, καὶ τοὺς τυράννους ᾔσχυνε, καὶ ὑπὲρ σοῦ ἐνήθλησε, καὶ σοί, Χριστέ μου Παντάναξ, συμβασιλεύει ἀπαύστως.
Θεοτοκίον.
Ἐν δύω ταῖς θελήσεσι καὶ φύσεσι πανάμωμε, μιᾶ δὲ τῇ ὑποστάσει, τίκτεις Θεὸν ἀποῤῥήτως, τὸν δι᾿ ἡμᾶς πτωχεύσαντα, μέχρι Σταυροῦ θελήματι, καὶ ἡμῖν χαρισάμενον, τὸν τῆς θεότητος πλοῦτον, θεοκυῆτορ Παρθένε.

Εἰς τοὺς αἴνους. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τοὺς ἐτησίως τὴν μνήμην σου ἑορτάζοντας, παμμάκαρ Ἰωάννη, καὶ πιστῶς εὐφημοῦντας τοὺς ἄθλους, τοὺς ἀγῶνας οὓς καρτερῶς ἐναθλῶν καθυπέμεινας, ὑπὲρ Χριστοῦ τῆς ἀγάπης, τοῦ δι᾿ ἡμᾶς καθ’ ἡμᾶς ἐνανθρωπήσαντος. (Δίς).

Ἀποτμηθεὶς διὰ ξίφους, πάσας διέτεμες τὰς μηχανὰς τοῦ πλάνου καὶ δολίου Βελίαρ, θεόφρον Ἰωάννη, διὸ τοὺς πιστῶς τὴν σὴν μνήμην γεραίροντας, ῥῦσαι παγίδων τῶν τούτου, ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις σου δεήσεσι.

Καὶ μετὰ θάνατον, Μάρτυς, σὲ ἐμεγάλυνεν· ὁ τῶν ἁπάντων κτίστης τέρασι καὶ σημείοις, φωτὶ γὰρ οὐρανίῳ τὸ ἱερὸν ἐπεσκίασε λείψανον, σοῦ τὸ πολύαθλον μάκαρ, καὶ θαυμαστής εὐωδίας ἐπληρώσατο.

Δόξα. Ἦχος πλ. δ΄.
Τίς μὴ ἐκπλαγῆ· τίς μὴ εἰχότως θαυμάσει, τὴν θαυμαστὴν καρτερίαν καὶ ἀνένδοτόν ἔνστασιν, Ἰωάννου τοῦ λαμπροῦ ἀθλητοῦ; οὐδὲν γὰρ αὐτὸν τῆς τοῦ Χριστοῦ ἀγάπης χωρίσαι ἴσχυσεν, οὐ θωπεῖαι ἀνόμου γυναικός, οὐ τυράννων ἀπειλαί, καὶ φυλακαὶ καὶ βασάνων ποικιλίαι, ἀλλὰ πάντα ὑπενεγκὼν τὰ δεινά, ἑδραῖος ἐν αὐτῇ καὶ ἀκλόνητος, μέχρι τοῦ διὰ ξίφους μαρτυρίου τέλος διέμεινεν, ἀλλ᾿ ὡς καὶ νῦν πρὸς αὐτὸν στεφηροφῶν παριστάμενος ἀθλητά, ἐκτενῶς ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σοῦ, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.


Μεγαλυνάρια.
Φύλαττε τοὺς δούλους σου ἀθλητά, Μάρτυς Ἰωάννη, τοὺς τιμῶντάς σε εὐσεβῶς, καὶ ῥῦσαι κινδύνων, καὶ πάσης ἄλλης βλάβης, ὦ νέε ἀθλοφόρε, τῇ μεσιτείᾳ σου.
Δεῦτε εὐφημήσωμεν, οἱ πιστοί, τοὺς λαμπροὺς ἀγῶνας Ἰωάννου τοῦ ἀθλητοῦ, τοῦ δὲ ἐν τοῖς ἐσχάτοις, καιροῖς ἀναφανέντος, Μάρτυρος θεηγόρου τῆς θείας πίστεως.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου