Δευτέρα 2 Ιουλίου 2018

ΟΚΤΩΒΡΙΟΣ 21. ΟΣΙΟΣ ΙΛΑΡΙΩΝ ΜΕΓΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ 21!!
ΙΛΑΡΙΩΝ ΜΕΓΑΣ
ΑΚΟΛΟΥΘΙΑ


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

    Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ'. Ὁ ἐξ ὑψίστου κληθείς
     Ὁ ἱλαρὸς τὴν ψυχὴν καὶ τὴν καρδίαν, ὅτε σε ὁ ἔνθεος ἔρως κατέτρωσε, καὶ ἱεραῖς ἀναβάσεσιν, ἐπαναστῆναι, τῶν κοσμικῶν σε θορύβων ἔπεισε, τότε ὁπλισάμενος Σταυροῦ τὴν δύναμιν, πρὸς τὴν δαιμόνων ἐχώρησας, Παμμάκαρ πάλην, καὶ ἀνεπλέξω νίκης διάδημα, καὶ νῦν αὐλίζῃ, ταῖς λαμπρότησι, τῶν Ἁγίων· μεθ' ὧν ἡμῖν αἴτησαι, φωτισμὸν καὶ εἰρήνην, καὶ πταισμάτων ἀπολύτρωσιν.

    Ταῖς φωτοβόλοις ἀκτῖσι παραδόξως, Πάτερ ἀξιάγαστε τῶν ἰαμάτων σου, φωταγωγεῖς τὴν ὑφήλιον, τῶν νοσημάτων, διασκεδάζων σκότος βαθύτατον, ἐντεῦθέν σε ἥλιον ἄλλον γνωρίζομεν, καὶ μοναζόντων ἑδραίωμα, καὶ ποδηγέτην, τῶν σῳζομένων θείῳ ἐν Πνεύματι, καὶ νῦν τὴν μνήμην ἐκτελοῦμέν σου, τὴν φωταυγῆ καὶ σωτήριον Ὅσιε, Ἱλαρίων πταισμάτων, διὰ σοῦ λύσιν λαμβάνοντες.

    Δι' ἐγκρατείας τοῦ σώματος τὰ πάθη, Πάτερ καθυπέταξας, τῷ νοερῶ τῆς ψυχῆς, καὶ ἀπαθείας ταῖς πτέρυξι, κεκοσμημένος, χάριν ἐδέξω ἰᾶσθαι Ὅσιε, ἀνθρώπων ἐν Πνεύματι, τὰ ἀῤῥωστήματα, καὶ ἀπελαύνειν τὰ Πνεύματα, τῆς πονηρίας, καὶ διασῴζειν τοὺς προσιόντας σοι· ὅθεν χοροί σε μακαρίζουσιν, Μοναζόντων Σοφὲ ἀξιάγαστε, καὶ τιμᾷ πᾶσα κτίσις, Ἱλαρίων τοὺς ἀγῶνάς σου.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
    Τοῦ σαρκίου ἀπόλαυσιν, καὶ τοῦ κόσμου τερπνότητας, Πάτερ Ἱλαρίων μισήσας ἔδραμες, εἰς Θηβαΐδος τὴν ἔρημον, καὶ πόνους ἐζήλωσας, τοῦ σοφοῦ ἐν ἀσκηταῖς, Ἀντωνίου τοῦ σώφρονος, ἰκανώνατον, παρ’ αὐτῷ παραμείνας χρόνον μάκαρ, καὶ αὐτοῦ τὰς νουθεσίας, τὰς σωτηρίους δεξάμενος.

    Ἐκ δυσώδους ἀνέθηλας, ῥίζης ἄνθος μυρίπνοον, Ἱλαρίων πρᾷε ἡδὺ καὶ ἄκακε, καὶ ἀνθηδόνα ἐμύρισας, τὴν θείαν ἀγῶσί σου, καὶ ποικίλαις ἀρεταῖς, ὅθεν πάντες βοῶμέν σοι· ἀξιάγαστε, τῆς πανσόφου Τριάδος ἐκμαγεῖον, καὶ ναὸς ἁγιώσυνης, περικαλλέστατος γέγονας.

     Τῇ συντόνῳ ἀσκήσει σου, Ἱλαρίων τρισόλβιε, καὶ ἀδιαλείπτῳ εὐχῇ ἐκάθηρας, τὸν νοῦν ναὸν ἐργασάμενος, αὐτὸν θείου Πνεύματος, ὅθεν πάντες τὴν σεπτήν, καὶ σεβάσμιον μνήμην σου, ἑορτάζοντες, ἀρυόμεθα πλοῦτον διδαγμάτων, τὸν βλυζάνοντα ἀφθόνως, ἐκ τῆς σοφῆς πολιτείας.

Δόξα... Ἦχος β' Ἀνατολίου
   Ἐκ νεότητός σου φέρων τελειότητος φρόνημα, ὑπέθου σεαυτὸν Ἱλαρίων τῷ ζυγῷ τοῦ Χριστοῦ, καὶ τὸν βίον ζηλώσας τοῦ θείου Ἀντωνίου, τοῖς ἴσοις μέτροις τῆς ἀρετῆς ἀφομοιούμενος, κατέτηξας τὴν σάρκα, σκιρτῶσαν ὥς περ πῶλον, ὡς ὤφειλε τῇ ψυχῇ καθυποτάσσεσθαι, καὶ τῆς ἀσκήσεως δρόμον ἐξετέλεσας· Ἀλλ' ὦ μακαριώτατε Πάτερ, καὶ θαυματουργὲ θεοφόρε, τοῖς τὴν μνήμην σου ἐκ πόθου τελοῦσιν, αἴτησαι ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον. Ὅτε, ἐκ τοῦ ξύλου σε
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν. 

Εἴσοδος. Τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄. 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.










Λιτή. Ἦχος α΄.
Ἀγάλλεται σήμερον ἡ ἐπὶ γῆς στρατευομένη Ἐκκλησία, καὶ σὺν τῇ ἐν οὐρανοῖς θριαμβευούσῃ, πανηγυρίζει ἐν τῇ ἐνδόξῳ μνήμῃ σου, Ἱλαρίων Πάτερ ἡμῶν θεόσοφε. Σὺ γὰρ ὡς ἀστὴρ χρυσαυγέστατος ἐναρέτου πολιτείας, κατεφώτισας τὸ νοητὸν ἡμῶν στερέωμα, καὶ τοῖς πανσόφοις λόγοις σου ηὔγασας, τῆς ἐρήμου τὰ πλάτη Ἀντωνίου σύσκηνε. Αὐτουργὸς οὖν θαυμάτων πολλῶν γενόμενος, καὶ νικητὴς δειχθεὶς κατ’ ἐχθρῶν ἀοράτων, μετέστης πρὸς Κύριον, ἔνθα τὰ γέρα τῶν πόνων σου εἴληφας, καὶ πρεσβευτὴς ἡμῶν θερμότατος γέγονας.

Ἦχος β΄.
Ἔρωτι τρωθεὶς τῷ θείῳ, ἀρετῶν ἀσκήσεσιν ἐκ νεότητος, τῆς σαρκὸς τὰς ὀρέξεις ἐμάρανας, ἀναθάλλων καρποὺς τοῦ πνεύματος. Διανείμας γὰρ τὴν τῶν γονέων σου οὐσίαν, τοῖς χρείαν ἔχουσιν, ἐν τῇ βαθυτάτῃ ἐρήμῳ, τὴν ἀσκητικήν σου καλιὰν ἔπηξας. Διό σε πνευματέμφορε Ἱλαρίων, πλουσίαις δωρεαῖς ἐπλούτισεν, ὁ μεσίτης ταχινὸς ἡμῖν δείξας σε, πλουτοδότης Κύριος.

Ἦχος γ΄.
Ὁ μόνος ἐν ἁγίοις ἐπαναπαυόμενος Κύριος, τὴν πανάσπιλον ψυχήν σου εὑρὼν καταγώγιον, σκήνωμα ἅγιον τῆς δόξης Αὐτοῦ ἐποίησεν, Ἱλαρίων τρισμέγιστε. Πρέσβευε οὖν τῷ Κυρίῳ, ἀσκητῶν ἀκροθίνιον, καταδεχθῆναι Αὐτὸν καὶ ἐν ἡμῖν σκηνῶσαι, καὶ ναοὺς χρυσοτεύκτους ἀναδεῖξαι τῆς χάριτος, τοὺς πιστῶς τιμῶντας τὴν μνήμην σου.

Δόξα. Ἦχος δ΄.
Τῶν μοναστῶν τὰ πλήθη, καὶ τῶν μιγάδων αἱ χορεῖαι, τὸν καθηγητὴν τῆς ἐρήμου, ἀξίως ὕμνοις εὐήχοις τιμήσωμεν. Οὗτος γὰρ ὡς ἐχέφρων, τὰς τρίβους τοῦ θείου Ἀντωνίου ἐζήλωσε, καὶ μόνῳ Χριστῷ ἄχρι τελευτῆς αὐτοῦ ἐδούλευσε. Καὶ νῦν σὺν Ἀγγέλοις αὐλιζόμενος, τῷ Κυρίῳ πρεσβεύει, ἐλεηθῆναι τὰς ψυχὰς τῶν τελούντων, αὐτοῦ τὸ μνημόσυνον.

Καὶ νῦν. Θεοτοκίον.
Ὁ σὺν Πατρὶ καὶ Πνεύματι δοξολογούμενος Υἱός, ἐν ὑψίστοις ὑπὸ τῶν Σεραφείμ, τὸν Πρωτόπλαστον ἀναπλάσαι βουλόμενος, ὅλον ἑαυτὸν ἐκένωσεν ἀφράστως ἐν μήτρᾳ σου, Θεοτόκε Πανύμνητε, καὶ ἐκ σοῦ ἀνατείλας, ἐφώτισε πάντα τὸν κόσμον Θεότητι, ῥυσάμενος εἰδωλομανίας, καὶ ἐν ἑαυτῷ θεώσας, εἰς οὐρανοὺς ἀνήγαγε τὸ ἀνθρώπινον, Χριστὸς ὁ Θεὸς καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.


Εἰς τὸν Στίχον. Ἦχος πλ. Α΄. Χαίροις ἀσκητικῶν.
     Χαίροις, ὁ τὴν σοφὴν βιοτήν, ἐζηλωκὼς τοῦ Ἀντωνίου τοῦ μάκαρος, καὶ πάσας λιπὼν μερίμνας, τὰς κοσμικὰς ἀσκητά, Ἱλαρίων σκεῦος, ἀγαθότητος, συντόνοις γὰρ πόνοις σου, λαμπρυνόμενος Ὅσιε, φωστὴρ ἐδείχθης, τῶν ποθούντων τελείωσιν, καὶ τὴν ἔρημον, πολισάντων φανότατος, ὅθεν καὶ θείᾳ χάριτι, θαυμάτων ἐπλήρωσας, τὴν οἰκουμένη καὶ πλάνου, τὰς ἐπινοίας κατήργησας, ὑψίκομε φοῖνιξ, ὁ σοφίας ἐξανθήσας, καρπὸν γλυκύτατον.

          Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
     Χαίροις, ὁ τὸν ζυγὸν τοῦ Χριστοῦ, τὸν ἐλαφρότατον λαβὼν ἐπαυχένιον, καὶ πόθῳ ἀκολουθήσας, αὐτῷ τοῦ βίου τερπνά, καὶ ὁρμὰς ἀτάκτους, παρωσάμενος, ἐντεῦθεν ἠξίωσαι, εἰς οὐράνια δώματα, κατασκηνῶσαι, ἔνθα καὶ ὁ Ἀντώνιος, ὁ διδάσκαλος, τῶν σῶν πόνων ἀγάλλεται, Πάτερ ἐρήμου σέμνωμα, Γαζαίων ἀνάστημα, καὶ Ἐκκλησίας κοσμῆτορ, ὑπὲρ ἡμῶν καθικέτευε, Χριστὸν Ἱλαρίων, τῶν τιμώντων γηθοσύνως, τὴν θείαν μνήμην σου.

          Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
     Αἴγλῃ, κατορθωμάτων τῶν σῶν, ὑφηγητὰ τῶν ἀσκητῶν ἱλαρώτατε, δυνάμεις ἐσκοτισμένας, τοῦ παμβεβήλου ἐχθροῦ, τοῦ καὶ μισοκάλου κατεδίωξας, καὶ θείοις πυρσεύμασι, πρὸς τὴν πίστιν ἐφώτισας, τοὺς προσιόντας, τῇ σῇ χάριτι Ὅσιε, ἐκλαμπρότατε, τρισαθλίους ἱκέτας σου, πᾶσιν ἡμῖν ἀνάτειλον, τὸν ἥλιον γνώσεως, σωτηριώδους καὶ νέφη, τῆς ἀγνωσίας ἐξάρπασον, ὁ λάμψας ἐν κόσμῳ, Ἱλαρίων σωφροσύνης, βολαῖς καὶ νήψεως. 

Δόξα... Ἦχος πλ. δ'
    Πνεύματος Ἁγίου πλήρης γενόμενος, ὁ Ὅσιος Ἱλαρίων, τὰς τῶν δαιμόνων ἐπινοίας κατήργησε· τῷ Σταυρῷ γὰρ ὁπλισάμενος, καὶ ἐν τούτῳ θαῤῥῶν, πάσας τὰς νόσους λόγῳ ἐθεράπευσε, ψυχῶν μὲν τὰ πάθη, σωμάτων δὲ πᾶσαν μαλακίαν· Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, κατάπεμψον καὶ ἡμῖν τὴν εἰρήνην σου, ὡς φιλάνθρωπος.

Καὶ νῦν... Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.


Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἐγκρατείας τὴ αἴγλη λαμπρυνθεῖς τὴν διάνοιαν, ἤστραψας θαυμάτων ἀκτῖνας Ἰλαρίων Πατὴρ ἠμῶν, καὶ γεγονὸς φωστὴρ περιφανής, καὶ στῦλος εὐσέβειας θεαυγῆς, καταυγάζων τὴ ἐνθέῳ σου βιοτῇ, τοὺς πίστει προσιόντας σοί. Δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σου, πάσιν ἰάματα.































 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
    
Μετὰ τὴν α΄  στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
     Ἀγάπῃ θεϊκῇ, τετρωμένος τὴν πόλιν, Γαζαίων ἱλαρέ, τῇ ψυχῇ καὶ τῇ ὄψει, ταχὺ ἐγκατέλιπες, καὶ τὴν ἔρημον ὤκησας, ἣν ἀνέδειξας, τῶν σῶν καμάτων παλαίστραν, θαυματόβρυτε, Πατὴρ ἡμῶν Ἱλαρίων, τῆς πίστεως πρόβολε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
   Παρθένε ἀγαθή, τῆς ψυχῆς μου τὰ πάθη, εὐχαῖς σου ῥυπτικαῖς, πρὸς Υἱὸν καὶ Θεόν Σου, θεράπευσον δέομαι, καὶ συγγνώμην παράσχου μοι, ὧν διέπραξα, παραπτωμάτων ἀφρόνως, ἵνα Δέσποινα, Σὲ μεγαλύνω ἀπαύστως, καρδίᾳ καὶ χείλεσι.

Μετὰ τὴν β΄  στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
   Τὰ τοῦ κόσμου μάταια, φυγὼν τελείως, ἧρας ἐπαυχένιον, τὸν σὸν σταυρὸν καὶ τοῦ Χριστοῦ, ὦ Ἱλαρίων τοῖς ἴχνεσιν, ὡσεὶ ἐχέφρων, καλῶς ἠκολούθησας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
    Τῶν δαιμόνων παίγνιον, οἴμοι ὁ τάλας, Θεοτόκε γέγονα, πλὴν ταῖς δεήσεσι ταῖς Σαῖς, θαῤῥῶν κραυγάζω Σοι· δίωξον, παθῶν μου νέφος, ἁγνὴ ἀειπάρθενε.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ἀΰλου λαμπρότητος θεοειδὲς κοινωνέ, ἠθῶν τῆς χρηστότητος φωτολαμπὲς φρυκτωρὲ καὶ ὄλβε πολύτιμε τῆς θεϊκῆς ἀγάπης,εὐκλεὲς Ἱλαρίων, ὁ ὑπερόπτης πάντων τῶν φθαρτῶν καὶ προσύλων, ἀφθάρτων καὶ ἡμᾶς ἀγαθῶν πόλου ἀξίωσον.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Δρακὶ τὸν συνέχοντα πᾶσαν τὴν κτίσιν, Χριστόν, ἀφράστως ἐβάστασας ἐν σῇ γαστρί,Μαριάμ, πανύμνητε Δέσποινα· ὅθεν ἀξιοχρέως χοϊκῶν αἱ χορεῖαι σὲ ἀνυμνολογοῦμεν καὶ πιστῶς σοι βοῶμεν· ἱλέωσαι ἡμῖν σὸν Υἱὸν τὸν ὑπεράγαθον.

Ἀναβαθμοί. Τὸ α´ ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν᾿ Ψαλμός.
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον...

Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχ.: Ἐλέησόν με, ὁ Θεός...
Ἐπισκοπῆς τῆς ἐν Πάφῳ τὸν ἀσκητὴν καὶ σεμνὸν οἰκήτορα, Ἱλαρίωνα τὸν θεοείκελον καὶ θαυματόβρυτον οἱ πιστοὶ ἐγκωμιάσωμεν λέγοντες· ὁ τῆς Κωνσταντίας, τῆς διακονησάσης σοι ἰασάμενος τὸν γαμβρὸν καὶ τὴν θυγατέρα καὶ παράλυτον ἐκ τῆς κλίνης ἐγείρας, ἔγειρόν με ἐκ πτώσεως θανατηφόρων, ἵνα εἰς αἰῶνας μεγαλύνω σε.

     Εἶτα, οἱ Κανόνες· τῆς Παναγίας, καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς: Τὸ φαιδρὸν ὑμνῶ, παμμάκαρ, σῶν θαυμάτων. Ποίημα Θεοφάνους
ᾨδὴ α' Ἦχος β'. Ἐν βυθῷ κατέστρωσε
     Τὸν φωσφόρον καὶ φωτοειδῆ, βίον σου Μακάριε, περιχαρῶς εὐφημεῖν προθυμούμενος, τῇ τῆς σῆς λαμπρότητος, ἱλαρότητι φαιδρυνθῆναί με πρέσβευε, καὶ τῆς ἁμαρτίας, Πάτερ τὴν κατήφειαν ἀπέλασον. 
     λοτρόπως Μάκαρ τῷ Θεῷ, χαίρων προσεχώρησας, ἔξω σαρκὸς καὶ τοῦ κόσμου γενόμενος, καὶ τὸν νοῦν ἀθόλωτον, τεταμένης δι' ἐγκρατείας ἐτήρησας, τὸ τῆς ἀπαθείας, ἔνθεον ἐντεῦθεν μνηστευσάμενος.
     Φανοτάταις σὺ μαρμαρυγαῖς, περιαυγαζόμενος, τῆς ἀρχικῆς καὶ ἀκτίστου θεότητος, πατρικῆς ἠλόγησας, ἀθεΐας καὶ πολυτάραχον ἄγνοιαν, ταύτης ἀπεστράφης, μόνῃ τῇ Τριάδι συντασσόμενος.
Θεοτοκίον
     νατείλας Ἥλιος ἐκ σοῦ, Μῆτερ ἀειπάρθενε, ὁ ἐκ Πατρὸς πρὸ αἰώνων νοούμενος, καὶ τῷ ὀρωμένῳ δέ, παραδόξως περιγραφόμενος σώματι, τῷ τῆς εὐσεβείας, φέγγει τοὺς ἀνθρώπους κατεφώτισεν.

ᾨδὴ γ'. Ἐν πέτρᾳ με τῆς πίστεως
     ώμενος παθῶν τὰς ἐπαναστάσεις, συντόνοις ταῖς ἀσκήσεσιν, Ἱλαρίων, ἐμάρανας ἀοίδιμε ἀνακράζων, οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
     Δερματίνους νεκρώσεως τοὺς χιτῶνας, ἀπέξεσας τῷ ξίφει τῆς ἐγκρατείας, καὶ ὕφανας ἱμάτιον σωτηρίου, βοῶν τῷ Κτίστῃ σου· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
     ωννύμενος ἐλπίδι τῶν αἰωνίων, καὶ Θεῷ προσαγόμενος θεοφόρε, παλάμαις τοῦ θεόφρονος Ἀντωνίου, ὃν καὶ μιμούμενος, φωστὴρ γεγένησαι, Ἱλαρίων θαύμασι, λάμπων Ὅσιε.
Θεοτοκίον
     πάντα τῇ βουλήσει μόνῃ μορφώσας, τὸν ἄνθρωπον ἠξίωσε μορφωθῆναι, πλαττόμενος ἐν μήτρᾳ σου Θεομῆτορ, ᾧ νῦν κραυγάζομεν· Σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε.

Κάθισμα Ἦχος πλ. δ'. Τὴν Σοφίαν
     Ἀντωνίου τοῦ θείου ἐζηλωκώς, τὸν ἐνάρετον βίον πνευματικῶς, ἐπ' ὤμων σου ἔλαβες, τὸν σταυρὸν τοῦ Κυρίου σου, καταλιπὼν τοῦ βίου, τὴν ἅπασαν μέριμναν, τῇ τῶν παθῶν νεκρώσει, τῷ πνεύματι ἔζησας· ὅθεν καὶ τὴν κτίσιν, παραδόξων θαυμάτων, ἐπλήρωσας Ὅσιε, τῇ τοῦ πνεύματος χάριτι. Ἱλαρίων Πατὴρ ἡμῶν, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... καὶ νῦν... Θεοτοκίον
     Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωτεινήν, νεφέλην ὑμνήσωμεν, βάτον τὴν ἀκατάφλεκτον, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον, ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων· διὸ καὶ βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον τόκον σου.

ᾨδὴ δ'. Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε
     Νεκρώσας, τῆς σαρκὸς τὸ φρόνημα, τὸν χειμάῤῥουν τῆς ἀνομίας, Ἱλαρίων Ὅσιε δαιμόνων τε τὰς μεθοδείας φυγών, ἐν γαλήνῃ θείου Πνεύματος, μετὰ δικαίων Πάτερ ἀναπέπαυσαι.
     δάτων, ἐπιῤῥοίαις Ὅσιε, ἀρδευόμενος τῶν δακρύων, τὴν τῆς ψυχῆς ἄρουραν, πολύκαρπον τῇ γεωργίᾳ σαφῶς, τοῦ Σωτῆρος πᾶσιν ἔδειξας, τῶν Ἀσκητῶν πληθύνας τὰ συστήματα.
     Μεθέξει, τοῦ Ἁγίου Πνεύματος κρατυνόμενος, Ἱλαρίων, πονηρίας πνεύματα κατέῤῥαξας, καὶ τῇ δυνάμει Χριστοῦ, ἀσθενοῦντας ἐθεράπευσας, προφητικὴν πλουτήσας καθαρότητα.
Θεοτοκίον
     Ναόν σε, καὶ παστάδα ἔμψυχον, Θεομῆτορ εὐλογημένη, καὶ νοητὴν τράπεζαν, καὶ λυχνίαν κατανοοῦμεν, ἐξ ἧς τοῖς ἐν σκότει ἐξανέτειλε, τῆς πατρικῆς οὐσίας τὸ ἀπαύγασμα.










ᾨδὴ ε'. Ὁ φωτισμός
     ς ἀστραπή, καθαρότητι βίου καὶ πολιτείᾳ, τῇ τῶν Ἀσωμάτων ὁμοιουμένῃ, λάμψας ἐν κόσμῳ, τὸν τοῦ σκότους προστάτην, ἀπελαύνεις Θεομακάριστε, τῷ τῆς εὐσεβείας φωτὶ λαμπρυνόμενος.
     Παντοδαπαῖς, διαλάμπων θεόφρον θαυματουργίαις, καὶ χάριτι θείᾳ πεφωτισμένος, πᾶσιν ἐγνώσθης, θησαυρὸς Ἱλαρίων, ἰαμάτων Πάτερ θεόληπτε, ἄλλος τις Προφήτης Θεοῦ γνωριζόμενος.
     Αἴγλῃ τῶν σῶν, ἱλαρώτατε Πάτερ κατορθωμάτων, τὰς ἐσκοτισμένας ἐχθροῦ δυνάμεις καταδιώξας, καὶ τῆς τούτων μανίας, ἀφαρπάσας τοὺς σοὶ προστρέχοντας, θείαις δᾳδουχίαις, πρὸς πίστιν ἐφώτισας.
Θεοτοκίον
     Μίαν ἡμῖν, ἐν δυσὶ ταῖς οὐσίαις καθορωμένην, ὑπόστασιν μόνη εὐλογημένη, τίκτεις ἀφράστως τὸν Θεοῦ Θεὸν Λόγον, σαρκωθέντα δι' οἶκτον ἄφατον. Τοῦτον οὖν δυσώπει, φρουρῆσαι τοὺς δούλους σου.

ᾨδὴ ς'. Ἐν ἀβύσσῳ πταισμάτων
      Μοναρχίᾳ λατρεύων Θεότητος, τὸ τῆς ἀναρχίας πολύαρχον ἤλεγξας, εἰδωλικὴν δυσσέβειαν, καταργήσας θεόφρον τῇ χάριτι.
     νατείλας ὡς φοίνιξ ἐξήνθησας, ἐν τῇ Ἐκκλησίᾳ Πατὴρ ἡμῶν Ὅσιε, τῇ τῶν καρπῶν γλυκύτητι, κατευφραίνων πιστῶν τὰ πληρώματα.
     Καθαιρέτης ἐδείχθης ἀήττητος, τῶν τῆς πονηρίας πνευμάτων ἀοίδιμε, πλουτοποιὰ χαρίσματα, πρὸς Θεοῦ Ἱλαρίων δεξάμενος.
Θεοτοκίον
     πειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις Παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.


Κοντάκιον Ἦχος γ'. Ἡ Παρθένος
     Ὡς φωστῆρα ἄδυτον, τοῦ νοητοῦ σε Ἠλίου, συνελθόντες σήμερον, ἀνευφημοῦμεν ἐν ὕμνοις· Ἔλαμψας τοῖς ἐν τῷ σκότει τῆς ἀγνωσίας, ἅπαντας ἀναβιβάζων πρὸς θεῖον ὕψος, Ἱλαρίων τοὺς βοῶντας· Χαίροις ὦ Πάτερ, τῶν Ἀσκητῶν ἡ κρηπίς.
Ὁ Οἶκος
     Ἐρασθεὶς τῶν τοῦ Χριστοῦ θείων παραγγελμάτων, καὶ μισήσας σαρκὸς καὶ κόσμου τὴν ἀπόλαυσιν, προσῆλθες προθύμως αὐτῷ, καὶ ἐγένου ἀστήρ, φωτίζων τὰ πέρατα πάντα, τῇ αἴγλῃ τοῦ Πνεύματος· διὸ προσπίπτων καθικετεύω σε· Φώτισον κἀμοῦ τοὺς ὀφθαλμούς τῆς ψυχῆς, τοῦ ἀνυμνῆσαι τοὺς σοὺς ἀγῶνας, οὓς ἐπεδείξω ἐπὶ γῆς διὰ τὴν μέλλουσαν ζωήν, ἧς περ νῦν ἀπολαύων, μνήσθητι τῶν ἐκβοώντων· Χαίροις ὦ Πάτερ, τῶν Ἀσκητῶν ἡ κρηπίς.
Συναξάριον.
Τῇ ΚΑ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ μεγάλου.
Ἐν δάκρυσι πρὶν καὶ πόνοις σπείρας κάτω,
Ἱλαρίων θέριζε νῦν χαίρων ἄνω.
Ὁ Ὅσιος οὗτος ἦ ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου, ἐν τῇ Γαζέων Πόλει γεννηθείς, καὶ ἀνατραφείς, υἱὸς γεννητόρων ἀπίστων. Ἔρωτι δὲ παιδεύσεως, ἀφίκετο εἰς Ἀλεξάνδρειαν. Καὶ παιδευθείς, καὶ τὴν εἰς Χριστὸν πίστιν δεξάμενος, ζηλωτὴς τοῦ Μεγάλου Ἀντωνίου γέγονε, καὶ ἔμεινε παρ’ αὐτῷ χρόνους οὐκ ὀλίγους. Καὶ ὑποστρέψας ἐν τῇ πατρίδι, μετὰ τὴν τῶν πατέρων αὐτοῦ τελευτήν, τὰ προσόντα αὐτῷ πάντα, τοῖς πτωχοῖς διένειμεν. Εἶτα δὲ καταλαβὼν τὴν ἔρημον καὶ ἄκραν ἄσκησιν ὑπελθών, πολλῶν θαυμάτων γέγονεν αὐτουργός. Καὶ πολλὰς διαμείψας πόλεις καὶ τόπους καὶ χώρας, οὓτω τὸν βίον διήνυσε, βίους τὰ ὅλα ἔτη ὀγδοήκοντα.

 Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης, καὶ Σωκράτους Πρεσβυτέρου.
Τὴν Θεοδότην, ἐκ ξίφους τετμημένην,
Θεῷ δοτὴν ἔγνωμεν ἁγνὴν θυσίαν.
Ὁ Σωκράτης ἔσπευδεν ὀφθῆναι, Λόγε,
Τετμημένος σοι Σωκράτης στεφοκράτης.
Ἡ Ἁγία Θεοδότη, ὑπῆρχεν ἐπὶ Ἀλεξάνδρου τοῦ βασιλέως, εὐγενῶν γονέων ὑπάρχουσα, ἐκ τῆς χώρας τοῦ Πόντου. Ἐν ἀσκητηρίῳ δέ τινι ἀπελθοῦσα, καὶ ἡσυχάζουσα, διεγνώσθη. Καὶ κρατηθεῖσα παρὰ τοῦ ἄρχοντος τῆς Καππαδοκίας, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, ἐκ δευτέρου κρεμασθεῖσα, ξέεται, καὶ εἰς φοῦρνον ἐκπυρωθέντα ἐμβάλλεται. Τῇ τοῦ Χριστοῦ δὲ χάριτι διασωθεῖσα, ἄγεται παρὰ τοῦ ἄρχοντος ἐπὶ τὸ Βυζάντιον. Εἶταν ἐν Ἀγκύρᾳ, ἔνθα ἦν ὁ Πρεσβύτερος Σωκράτης. Ὃς τῶν Ἑλλήνων πάνδημον ἑορτὴν ἐκτελούντων τοῖς δαίμοσι, καὶ προσκυνούντων τοῖς εἰδώλοις, ζήλου πλησθείς, καὶ τὸν βωμὸν καταστρέψας τῶν θυσιῶν, ἀπετμήθη τὴν κεφαλήν. Ἡ δὲ Ἁγία Θεοδότη, ἀναγκασθεῖσα θῦσαι τοῖς εἰδώλοις, καὶ μὴ πεισθεῖσα, διὰ ξίφους τρωθεῖσα, τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φιλοθέου, τοῦ ἀσκήσαντος ἐν τῷ Ὄρει τοῦ Ἄθῳ, καὶ δὴ ἐν τῇ ἐκεῖσε Ἱερᾷ Μονῆ τοῦ Ὁσίου Διονύσιου, τῇ ἐπ’ ὀνόματι τοῦ Προδρόμου τιμωμένη, καταγομένου ἐκ Χρυσουπόλεως τῆς Μακεδονίας.
Ζήσας ο Φιλόθεος ως Θεώ φίλον,
Ζωήν άληκτον εύρε συν Θεού φίλοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Γαΐου, Δασίου καὶ Ζωτικοῦ.
Εἰς ἁλμυρὸν θανόντες ἄνδρες τρεῖς ὕδωρ,
Γλυκὺν τρυφῆς πίνουσι χειμάῤῥουν ἄνω.
Οὗτοι οἱ Ἅγιοι, ἐν Νικομηδείᾳ διάγοντες, καὶ παῤῥησιασάμενοι, τὰ ἐν τοῖς βωμοῖς ἐπικείμενα κατέστρεψαν. Ὡς δὲ ἐγνώσθησαν, πᾶσαν πεῖρα βασάνων ὑπέμειναν, ἐπὶ ξύλου ἀναρτηθέντες, καὶ τὰς πλευρὰς καταξανθέντες τριχίνοις ὑφάσμασιν, εἶθ’ οὕτως λίθων ἐν τοῖς τραχήλοις αὐτῶν ἐξαρτηθέντων, ἐν τῇ θαλάσσῃ ἀπεῤῥίφθησαν.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Ἀνδρέας, Στέφανος, Παῦλος καὶ Πέτρος, ξίφει τελειοῦνται.
Τρεῖς ὁ Στέφανος σὺ στεφανίτας ἔχεις,
Τοὺς σοὶ συναθλήσαντας ἐξ ἑνὸς ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐκράτης ξίφει τελειοῦται.
Αἷμα τραχήλου τοῖς πρὶν ὄμβροις δακρύων,
Κιρνῶν, συνιστᾷς εὔκρατον κρᾶσιν Μάκαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὁσιομάρτυς Ζαχαρίας, διὰ πνιγμοῦ τελειοῦται.
Tρίβους θαλασσῶν ψαλμικῶς Ζαχαρία,
Διεκπορευθείς Oὐρανοῦ φθάνεις τρίβους.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βαρούχ.
Bαρούχ ὁ θείος ἐκλιπών σκήνους βάρος,
ἐκεῖ κατεσκήνωσεν εἰς τόπον χλόης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἄζης, διὰ πυρὸς τελειοῦται.
Ἔζησεν Ἄζης κἄν τέθνηκεν εἰς φλόγα,
Ζωὴν ἀληθή μη γινώσκουσαν τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πλαντίνου καὶ Εἰρήνη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μαρίνης τῆς ἐν Ῥαϊθῷ, τοῦ Σινᾶ.
Αὓτη ἡ Μαρίνα ἡ πάνσεμνος παρθένος, σήμερον πρὸς τὴν ἄνω εἰσάγεται ζωήν· τῶν δαιμόνων τὰς ὁρμὰς καταβαλοῦσα, καὶ πόνους διὰ τὸν Χριστὸν ὑπομείνασα, τὸν σκολιὸν δράκοντα τελείως ἀπώλεσε, τὴν λαμπάδα ἄσβεστον τηρήσασα· ἔνθα νῦν μετ’ Ἁγίων Ἀγγέλων εὐφραίνεται, ἡ δὲ λάρνακα ἔχει τὴν τιμίαν αὐτῆς σορὸν τῶν λειψάνων· ἣν ἐν τῷ μετοχίῳ ἔνθα νῦν κατοικοῦσιν οἱ Πατέρες οἱ Σιναΐται, εἰς τὴν Μονὴν τῆς Ὑπεραγίας Θεοτόκου, σιμὰ τῆς θαλάσσης· ἔνθα καὶ φιλόχρηστοι κοσμικοὶ κατοικούσιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰακώβου τοῦ γενομένου οἰκονόμου τῆς Μονῆς τοῦ Σωτῆρος Χριστοῦ τοῦ Βαθέος Ρύακος, ὃς ὤρμητο ἐκ τῆς δευτέρας τῶν Καππαδόκων ἐπαρχίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Βαρνάβα καὶ Ἱλαρίωνος, τῶν ἐν Κύπρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φιλίππου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τῆς Λαύρας τοῦ Σπηλαίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ ἐκ Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φινὰν τοῦ Ἰρλανδοῦ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Οὔρσουλας τῆς βασιλόπαιδος καὶ τῶν σὺν αὐτῇ ἐν Κολωνίᾳ Γερμανίας Παρθενομαρτύρων· Μάρθας, Μπρικτόλας, Σαούλας, Γρηγορίας, Σατουρνίνας, Σαββατίας, Σεντίας, Παλλαντίας, Σατουρίας και Πιννόζας.
Τῆς Κολωνίας στέφω ἐν ὕμνοις Ἀθληφόρους,
ἕνδεκα τὰς στεφθεῖσας χειρὶ Θεοῦ παρθένους.
Οὔρσουλα βασιλόπαις χαῖρε ἐν Παραδείσῳ,
Τάγματος δεκαρίθμων Μαρτύρων προεστῶσα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος ἐπισκόπου Μογλένων, τῶν εὑρισκομένων ἐν τῇ Ἀριδαίᾳ.
Ὅσιος ὁμοῦ καὶ ποιμενάρχη θεῖος·
ἐν τοῖς Μογλενοῖς ἐφάνης Ἰλαρίων,
Οὗτος ἦν τὸν 12ον αἰῶνα, γεννηθεὶς ὑπό τινων ἐναρέτων γονέων, φοβουμένων τὸν Θεόν, ζώντων ἐν πάσῃ εὐσεβείᾳ καὶ πορευομένων ἐν τοῖς δικαιώμασι τοῦ Κυρίου. Μὴ ἔχοντες τέκνα, ἐδέοντο τῆς Μητρὸς τοῦ Κυρίου, ὅπως ταῖς πρεσβείαις Αὐτῆς χαρίσηται αὐτοῖς ὁ Θεὸς καρπὸν κοιλίας. Κατ’ ὄναρ οὖν ἐν μιᾷ νυκτί, ἐφάνη τῇ εὐσεβεστάτῃ αὐτοῦ μητρί, ἠ Κυρία Δέσποινα Θεοτόκος καὶ ἀνήγγειλε τὴν σύλληψιν τέκνου, ὅπερ καὶ ἐγένετο. Τούτου γεννηθέντος ἔδωκαν αὐτῷ ὄνομα Ἱλαρίων, ἐπειδήπερ χαρὰν καὶ παραμυθίαν αὐτοῖς ἤνεγκεν μεγίστην. Τὸ παιδίον ἠνδροῦτο ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, σχολάζων ἐξ ἀπαλῶν ὀνύχων ταῖς προσευχαῖς καὶ νηστείαις. Ὅτε ἐγένετο ἐτῶν 18 κατέλιπε τὰ ῥέοντα τοῦ κόσμου καὶ εἰσῆλθεν εἴς τινα τῶν μονῶν καὶ τόπων αὐτοῦ ὐπακούων τῷ πνευματικῷ Πατρί, ὡς εἰς Θεόν, καὶ ἐκκόπτων τὸ θέλημα αὐτοῦ. Ὁ μακάριος Ἱλαρίων, ἐγένετο ἐν τῇ Μονῇ διάδοχος τοῦ πνευματικοῦ αὐτοῦ γεννήτορος, διακριθεὶς ἐπὶ συνέσει, φωτισμῷ καὶ θαυματουργίαις. Προϊόντος τοῦ χρόνου, ὁ Ἀρχιεπίσκοπος Ἀχρίδος Εὐστάθιος, κατ’ ὄναρ καὶ αὐτὸς ἔλαβε μήνυμα τῆς Ὑπεραγίας Θεοτόκου ὅπως ἀναβιβάσῃ ἐπὶ τοῦ θρόνου τῆς Ἐπισκοπῆς Μογλένων τὸν Ἱλαρίωνα, σκεῦος ὄντα ἐκλογῆς τοῦ Κυρίου. Ἐν τῇ αὐτῇ δὲ νυκτί, καὶ ὀ ἀξιάγαστος Ἱλαρίων ἔλαβεν πληροφορίαν ὑπὸ τοῦ Θεοῦ, ὅπως μὴ ἀρνηθῇ τὴν ἐκλογὴν αὐτοῦ εἰς Ἐπίσκοπον. Ἀμφότεροι ὑπήκουσαν τῷ θελήματι τοῦ Θεοῦ καὶ ὁ Ἱλαρίων ἐγένετο Ἀρχιερεὺς τῆς πόλεως Μογλένων. Ἅπασα ἡ λαχοῦσα αὐτῷ Ἐπαρχίᾳ ἐμαστίζετο ὑπὸ τῆς δεινῆς Χριστομάχου αἱρέσεως τῶν Βογομίλων. Ὁ Ὅσιος ἀναλαβὼν τοὺς οἴακας τῆς νοητῆς νηὸς τῶν Μογλένων, τοῖς θεοπνεύστοις αὐτοῦ λόγοις καὶ τῇ διδασκαλίᾳ, τοῖς τρόποις καὶ τοῖς σημείοις αὐτοῦ, πολλοὺς ἐκ τῆς πλάνης ἀνέσπασε καὶ σφοδρῶς τοὺς σκοτεινομόρφους αἱρετικοὺς ἐταπείνωσε. Ζήσας χρόνους ἱκανούς, ἵδρυσε μονὴν φέρουσα τὸ ὄνομα τῶν Ἁγίων Ἀποστόλων, προσελκύσας ἐν αὐτῇ πολλοὺς μοναχούς. Ἐκοιμήθη ἐν εἰρήνῃ. Πολλὰς δὲ θαυματουργίας μετὰ τὴν θανὴν αὐτοῦ ἐποιήσατο διὰ τῶν μυρόῤῥοων αὐτοῦ λειψάνων καὶ τῆς ὀξυτάτης ὑπὲρ τῶν ἐπικαλουμένων αὐτὸν πρὸς τὸν Χριστὸν αὐτοῦ πρεσβείας.




Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου, τοῦ ἐκ Μονεμβασίας.
Nόμους φυλάττων νηστίμου καιροῦ πόθῳ,
Ζωὴν ἔθυσας ὦ Ἰωάννη μάκαρ.
Οὗτος , ἦτον ἐκ τῶν μερῶν τῆς Μονεμβασίας τῆς Πελοποννήσου, νέος τὴν ἡλικίαν ἕως 15 ἐτῶν, πεπαιδευμένος τὰ ἱερὰ γράμματα. Καὶ ὀ μὲν πατὴρ αὐτοῦ κατήγετο ἀπὸ ἕν χωρίον, καλούμενον Γεράκι, τιμώμενον μὲ ἐπισκοπικὸν θρόνον, ἡ δὲ μήτηρ αὐτοῦ ἀπὸ ἕν χωρίδιον τῆς Μονεμβασίας, Γοῦβες ἐπιλεγόμενον. Εἰς δὲ τὸν καιρὸν τῆς αἰχμαλωσίας τῆς Πελοποννήσου, τῆς γενομένης κατὰ τὸ 1770, ἐλθόντες Ἀλβανοὶ πολλοὶ καὶ αἰχμαλωτίζοντες τοὺς ἐκεῖ χριστιανούς, ἠχμαλώτισαν καὶ τὸ χωρίον τοῦ Μάρτυρος. Καὶ τὸν μὲν πατέρα αὐτοῦ ἀπέκοψαν ἐν μαχαίρᾳ, αὐτὸν δὲ καὶ τὴν μητέρα αὐτοῦ αἰχμαλωτίσαντες ἐπῆραν μαζί των, καὶ τοὺς ἐπῆγαν εἰς τὴν Λάρισαν, καὶ ἐκεῖ ἐπωλήθησαν δίς, καὶ τρίς, ὁ καθ’ εἷς ξεχωριστά, ὕστερον δὲ ἐπωλήθησαν καὶ οἱ δύο ὁμοῦ, εἰς ἕνα Ἀγαρηνὸν Θεσσαλονικέα, ὃστις ἐπειδὴ παιδίον δὲν εἶχεν, ἠγάπα πολὺ τόσον αὐτὸς ὅσον καὶ ἡ γυνὴ αὐτοῦ, νὰ κάμωσιν ὡς ψυχοπαῖδι τὸν εὐλογημένον Ἰωάννην. Ὅθεν καθημερινῶς δὲν ἔπαυε νὰ τὸν ἐνοχλῇ δοκιμάζων νὰ τὸν διαστρέψῃ ἀπὸ τὴν πίστιν τῶν χριστιανῶν, καὶ νὰ τὸν ἐπιστρέψῃ εἰς τὴν ἰδικήν του θρησκείαν, πότε μὲ κολακείας καὶ ὑποσχέσεις τιμῶν καὶ ἀξιωμάτων, πότε μὲ φοβέρας τιμωριῶν καὶ βασάνων· ἀλλ’ ὁ τοῦ Χριστοῦ Μάρτυς ἔστεκε στερεός, καὶ ἀκλόνητος εἰς τὴν εὐσέβειαν, καὶ ταῦτα πάντα ἐνόμιζε ὡς οὐδέν. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν κουρασθεὶς ὁ Ἀγαρηνὸς ἀπὸ τοῦ νὰ παρακινῇ τὸν Ἅγιον διὰ νὰ ἀρνηθῇ τὴν εὐσέβειαν, καὶ μὴ δυνηθείς, εἰς ὅλον τὸ ὕστερον ἐθυμώθη, καὶ βάλλοντάς τον ἐμπρὸς μὲ τὸ σπαθίον, τὸν ἐπῆγε δέρνοντας ἕως εἰς τὴν αὐλὴν τοῦ τζαμίου καὶ ἐκεῖ ἐσυνάχθησαν καὶ ἄλλοι πολλοὶ Ἀγαρηνοί, οἳτινες ἐβίαζον τὸν Μάρτυρα νὰ τουρκίσῃ, σπαθίζοντες, λακτίζοντες, βάλλοντες τὰς πιστόλας εἰς τὸ στῆθός του, καὶ ἄλλα πολλὰ ποιοῦντες, ἀλλ’ εἰς μάτην ἐκοπίαζον, ἐπειδὴ ὁ γενναῖος Ἰωάννης, χωρὶς νὰ δειλιάσῃ ἔλεγε: Δὲν γίνομαι Τοῦρκος, ἐγὼ Χριστιανὸς εἶμαι καὶ Χριστιανὸς θέλω νὰ ἀποθάνω. Ἀφήνω νὰ λέγω τὰς μαγείας καὶ τὰ σατανικὰ γοητεύματα, ὅπου καθημερινῶς ἔκαμνεν ἡ γυνὴ τοῦ αὐθέντου του, ἀλλ’ ἠ χάρις τοῦ Θεοῦ τὸν ἐφύλαττεν. Ἔφθασε καὶ ἠ νηστεία τῆς Κυρίας Θεοτόκου, τοῦ δεκαπενταυγούστου λεγομένη, καὶ ἐπειδὴ ὁ ἀοίδιμος Ἰωάννης, δὲν ἠθέλησεν κατ’ οὐδένα τρόπον νὰ ἀρτυθῇ καὶ νὰ χαλάσῃ τὴν ἁγίαν νηστείαν, ἐκλείσθη ὑπὸ τοῦ αὐθέντου ὑποκάτω εἰς ἕνα κατώγειον, ὅπου ἦτον τόπος τῶν ἀλόγων, καὶ ἐκεῖ εἰς τὸ διάστημα τῶν 15 ἡμερῶν πότε τὸν ἐκρέμα καὶ τὸν εκάπνιζε μὲ ἄχυρα, πότε τὸν ἐκτύπα μὲ τὸ σπαθίον εἰς ὅλον τὸ κορμίον, πότε τὸν ἄφηνε ἐντελῶς νηστικὸν δύο καὶ τρεῖς ἡμέρας, βιάζοντας αὐτὸν διὰ νὰ φάγῃ ἀπὸ τὰ μυσαρὰ φαγητά των. Ἡ δὲ μήτηρ αὐτοῦ, μὴ ἀντέχουσα να βλέπῃ τὰς κακοπαθίας τοῦ υἱοῦ του, τὸν ἐπαρακίνει διὰ νὰ φάγῃ. Ὁ δὲ Μάρτυς, τῆς ἔλεγε: Εἶμαι παπᾶ υἰός, καὶ πρέπει νὰ φυλάττω καλλίτερα ἀπὸ τοὺς υἱοὺς τῶν λαϊκῶν τοὺς νόμους τῆς Ἁγίας μας Ἐκκλησίας. Τέλος πάντων, βλέποντας ὁ αὐθέντης του, ὅτι δὲν δύναται νὰ τὸν καταπείσῃ, ἐθυμώθη καὶ τοῦ ἐκτύπησε μίαν θανατηφόρον μαχαιριὰν εἰς τὴν καρδίαν, καὶ οὕτω μετὰ δύο ἠμέρας ἐτελεύτησε ὁ ἀοίδιμος, τὴν 21η Ὀκτωβρίου, τοῦ 1773 σωτηρίου ἔτους.
Ἀποθνήσκων δὲ ὁ Μάρτυς, παρήγγειλεν εἰς τὴν μητέρα του, νὰ στάθῃ νὰ κάμῃ τὴν ἀνακομιδὴν τῶν λειψάνων του, καὶ νὰ τὰ πάρῃ νὰ τὰ ὑπάγῃ εἰς τὴν πατρίδα του. Τελευτήσαντος δὲ τοῦ Ἁγίου, ὁ Ἀγαρηνὸς ἐκεῖνος αὐθέντης του, ἔῤῤιψε τὸ ἅγιον αὐτοῦ λείψανον ἔξω τῆς αὐλῆς εἰς ἕναν κῆπον, διὰ νὰ καταφαγωθῇ ὑπὸ τῶν σκύλων ἀποβαλὼν καὶ τὴν μητέρα τοῦ Μάρτυρος. Ἀλλ’ ὦ τῶν θαυμασίων Σου Χριστέ. Ὄχι μόνον ἔμεινεν ἀβλαβὲς τὸ ἱερὸν αὐτοῦ λείψανον, ἀλλὰ καὶ τὸ πρόσωπον αὐτοῦ ἤστραπτεν ὡς ὁ ἥλιος, πολλοὶ δὲ τῶν χριστιανῶν τῆς Λαρίσης, εἶδον εἰς τὰς 2 ἐκείνας ἡμέρας ὅπου ἦτον ἐῤῥιμένον τὸ λείψανον, φῶς οὐρανόθεν ὡς ἀστέρα καταβάντα ἐπάνω τοῦ λειψάνου. Αὐτὰ ταῦτα πληροφορηθεὶς ὁ τότε Μητροπολίτης Λαρίσης, ἐζήτησε τὴν ἄδειαν καὶ λαβὼν ἐνταφίασεν αὐτὸ μετ’εὐλαβείας. Ἡ δὲ μήτηρ τοῦ Ἁγίου ἐνθυμουμένη πάντοτε τὴν παραγγελίαν τοῦ υἱοῦ της, ἔμεινε εἰς Λάρισαν καὶ περιπλανωμένη ἀπὸ οἰκίαν εἰς οἰκίαν, ἐζήτει τὸ ἐπιούσιον ἄρτον. Ὁ οὖν αὐτάδελφός της μαθὼν ὅτι εὑρίσκονται σκλάβοι εἰς τὴν Λάρισαν, ἐπῆγεν διὰ νὰ τοὺς ἐλευθερώσῃ. Φθάσας δὲ ἐκεῖ καὶ εὐρὼν αὐτὴν τὴν παρεκίνει πολυειδῶς διὰ νὰ ἔλθῃ εἰς τὴν πατρίδα των. Τότε αὐτὴ ἐδιηγήθη τὰ γεγονότα διὰ τον υἱόν της, καὶ ὁ αὐτάδελφός της ἐπέστρεψεν εἰς τὰ ἴδια. Πληρωθέντος δὲ χρόνου ἱκανοῦ ἐγένετο παρὰ τοῦ Μητροπολίτου Λαρίσης ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ἁγίου, ἡ δὲ μήτηρ αὐτοῦ λαβοῦσα τὰ ἅγια λείψανα καὶ περιπλανωμένη ἀπὸ τόπον εἰς τόπον ἔφθασεν εἰς τὴν πατρίδας της καὶ κατώκησεν εἰς τὸ χωρίον της. Ἐδιηγήθη εἰς πάντας περὶ τοῦ ὐιοῦ της, καὶ ὅταν ἦλθεν ἡ ὥρα τοῦ θανάτου της, παρήγγειλεν ὅπως βάλωσιν εἰς τὸν τάφο καὶ τὰ λείψανα τοῦ υἱοῦ της. Μετὰ παρέλευσιν 13 ἐτῶν ἐτελεύτησε ἡ γυνὴ τοῦ αὐταδέλφου της καὶ ἔσκαψαν τὸν τάφον, καὶ εὐθὺς εὐγῆκεν ἄῤῥητον εὐωδία. Τότε ἐνεθύμηθησαν ὅτι εὐρίσκοντο ἐκεῖ καὶ τὰ ἅγια λείψανα τοῦ Ἰωάννου. Ὅθεν μετὰ φόβου καὶ εὐλαβείας ἀνοίξαντες τὸν τάφον, εὗρον, τὴν σακκούλαν, ἣτις εἶχε τὰ ἅγια λείψανα ἀβλαβῆ καὶ ὡς νὰ ἦτον ἐκείνην τὴν ἰδίαν ὥραν τεθειμένα εἰς τὸν τάφον. Θαύματα πλείστα ἐποίησε, καὶ ὅτι πρὸς τοῖς ἄλλοις θαύμασι, ἰάτρευσε παραδόξως τὴν ἐξηραμμένην καὶ παράλυτον χεῖρα μιᾶς γυναικός.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν ἰερῶν λειψάνων τοῦ Ὁσίου Χριστοδούλου τοῦ ἐν Πάτμῳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ἀντίθεον πρόσταγμα
     ημάτων ὁ φθόγγος σου, καὶ τῶν θαυμάτων ἡ χάρις ἡ ἔνθεος, εἰς πᾶσαν ἐξελήλυθε, τὴν γῆν Πάτερ Ὅσιε, θεοσεβείας πυρσῷ, πᾶσιν ἐπιλάμπουσα πιστοῖς, τῶν ἰαμάτων τὴν ἱλαρότητα.
      Σταυρῷ τειχιζόμενος, τῷ τοῦ Σωτῆρος, ἀλώβητος ἔμεινας, ἀλόγως ἐφορμήσαντος, δαιμόνων φρυάγματος ἐπὶ σὲ Πάνσοφε· οἶδε γὰρ ὁ ὕψιστος Θεός, περιφρουρεῖν τούς αὐτοῦ θεράποντας.
      ς στῦλος ἀκράδαντος, οὐρανομήκης, ὡς πύργος ἀσάλευτος, ὡράθης δι' ἀσκήσεως, πυρσεύων τὰ θαύματα, διδοὺς ἰάματα, βρύων θεῖα δόγματα πηγῆς, ἐξ ἀενάου τῶν θεοπνεύστων Γραφῶν.
Θεοτοκίον
     Νεφέλη Παρθένος σε, δικαιοσύνης, τὸν Ἥλιον ἔτεκε, παρθένος διαμείνασα, τῷ πάθει τοῦ σώματος προσομιλήσαντα, ἄνθρωπον γενόμενον Χριστέ, δι' εὐσπλαγχνίαν καὶ συγκατάβασιν.












ᾨδὴ η'. Κάμινος ποτέ
     Θρόνος ἀληθῶς, αἰσθήσεως ἐγένου, θείᾳ συνέσει λαμπρυνόμενος, καὶ θείοις προστάγμασι, θεοφρόνως ὁδηγούμενος, καὶ ἀρετῇ λαμπόμενος, Ὅσιε Ἱλαρίων, τῶν Ἀσκητῶν ἐγκαλλώπισμα.
     ρμα μυστικόν, τὸ ὄνομα βαστάζων, τὸ τοῦ Κυρίου ὤφθης Ὅσιε, δι' ἔργων λαμπρότητος, καὶ θαυμάτων ἐπιδείξεως, καὶ καθαρᾶς βιώσεως, Ὅσιε Ἱλαρίων, τῶν Ἀσωμάτων ὁμόσκηνε.
     Υἱοθετηθείς, τῇ χάριτι τῇ θείᾳ συγκληρονόμος Θεοῦ γέγονας, καὶ πλοῦτον οὐράνιον, βασιλείαν ἀδιάδοχον ἀπείληφας θεσπέσιε, κράζων· Ὑπερυψοῦτε, πάντα τὰ ἔργα τὸν Κύριον.
Θεοτοκίον
     Μύρον νοητόν, ἐκκενωθὲν Παρθένε, ὠνομασμένον Υἱὸν τέτοκας, ἀτμοῖς τῆς θεότητος, τοὺς βροτοὺς εὐωδιάζοντα, καὶ τῆς φθορᾶς ῥυόμενον, κράζοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον.

ᾨδὴ θ'. Ἀνάρχου Γεννήτορος
     γίων σκηνώματα, χοροβατεῖν ἠξίωσε, τὴν ζωὴν διανύσας ἁγίως Ὅσιε· καὶ ὡς πεφηνότι δικαίῳ, σοὶ τριλαμπές, ἀνέτειλε φέγγος, καὶ ἡ τούτου σύζυγος, εὐφροσύνῃ σε ἐδέξατο.
      Τῶν ἄθλων τὰ ἔπαθλα, παρὰ Θεοῦ δεξάμενος, καὶ ζωῆς αἰωνίου σαφῶς λαβόμενος, καὶ τῆς καλλονῆς Ἱλαρίων, τῆς ὑπὲρ νοῦν, Πάτερ εὐμοιρήσας, ὑπὲρ τῶν ὑμνούντων σε, τὸν Δεσπότην καθικέτευε.
     ς κέδρος ὑψίκομος, δι' ἀρετῆς ὑψούμενος, ἐν αὐλαῖς Ἱλαρίων, Θεοῦ πεφύτευσαι, καὶ ὡς κεκλεισμένος δὲ κῆπος, ὡς εὐθαλής, Παράδεισος ὤφθης, ὡς πηγὴ ἰάματα, Ἱλαρίων ἀναβλύζουσα.
Θεοτοκίον
     Νυμφὼν ἐχρημάτισας, τῆς ὑπὲρ νοῦν σαρκώσεως, τῆς τοῦ Λόγου Παρθένε Θεογεννήτρια, περιβεβλημένη ἐν δόξῃ, τῶν ἀρετῶν, καὶ πεποικιλμένη· διὸ σε πανάμωμε, Θεοτόκον καταγγέλλομεν.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις
     Τὸ ἱλαρόν σου Πάτερ, καὶ καθαρώτατον ὁρῶν, τῆς διανοίας ὁ πάντων, γινώσκων τὰς ἐνθυμήσεις, φωστῆρα κόσμῳ δεικνύει, σὲ Μοναζόντων τὸ κλέος.
Θεοτοκίον
     Τὸν Ποιητὴν τῶν αἰώνων, καὶ τῶν Ἀγγέλων Δεσπότην, ἀποτεκοῦσα Παρθένε, τοῦτον ἱκέτευε δεῖξαι, τῆς δεξιᾶς παραστάτας, μερίδος τοὺς σοὺς ἱκέτας.

     Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες τὸ πρῶτον. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι
     Ὅλος ἀνακείμενος, διὰ παντὸς τῷ Κυρίῳ, σάρκα μὲν ἐνέκρωσας, ἀρετῶν ἀσκήσεσιν ἐκ νεότητος, τῆς ψυχῆς ὄμμα δέ, θεωρίαις Πάτερ, φωτοβόλοις ἀνεπτέρωσας· διὸ γενόμενος, θείων δεκτικὸς διαδόσεων, ἰάσεων χαρίσματα, καὶ θεοσημίας ἐπλούτησας, πᾶσι διανέμων, τοῖς χρῄζουσι πλουσίας δωρεάς, καὶ παῤῥησίᾳ δεόμενος, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

     Αἴγλην τὴν τρισήλιον, φωτιστικῶς δεδεγμένος, Ἱλαρίων Ὅσιε, αἰσθητὸς ὡς ἥλιος διελήλυθας, τὰ τῆς γῆς πέρατα, διασπείρων πᾶσι, τὰς ἀκτῖνας τῶν θαυμάτων σου· διὸ Προφήτην σε, καὶ θαυματουργὸν ἀνεκήρυττον, καὶ θεῖον καὶ θεόληπτον, οἱ τῆς εὐποιΐας μετέχοντες, καὶ τῶν ἰαμάτων, θεόφρον ἀπολαύοντες τῶν σῶν, καὶ σωτηρίαν καρπούμενοι, ταῖς διδασκαλίαις σου.

     Βίου τὴν τερπνότητα, καὶ τὰ ὁρώμενα πάντα, ὑπερβὰς τῇ χάριτι, καὶ πρὸς τὰ νοούμενα καὶ ἀσάλευτα, μεταβὰς Ὅσιε, καθαρῶς τῷ μόνῳ, καθαρῷ τε προσωμίλησας, νοὸς ὀξύτητι, καὶ τῇ τῆς ψυχῆς καθαρότητι, ὡς Ἄγγελος ἐβίωσας, καὶ μετὰ τῆς ὕλης ὁρώμενος· καὶ νῦν τῷ Δεσπότῃ, των ὅλων παριστάμενος Χριστῷ, ἐν παῤῥησίᾳ, ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Ἦχος β'
     Τὸ ἱλαρόν σου Πάτερ, καὶ καθαρὸν τοῦ βίου, ἰδὼν ὁ Χριστός, τὸ πρᾶον καὶ ἡσύχιον, μονὴν πεποίηται ἐν σοί, καὶ γέγονας οἰκητήριον θεῖον· καὶ διὰ τοῦτο σύν Ἀγγέλοις ἐν οὐρανοῖς, αὐλίζῃ μακάριε.

Καὶ νῦν... Θεοτοκίον. Ὅτε ἐκ τοῦ ξύλου σε
     Ὅλος, ἡδονῶν φθοροποιῶν, ὅλος πεπλησμένος παντοίων, κακῶν γεγένημαι, ὅλος ὁ ταλαίπωρος, ἐκ παίδων βέβηλος, ἕως γήρως μεστός εἰμι, κακῶν τῶν συνήθων· ἀλλὰ ἡ τὸν αἴροντα τὰ ἁμαρτήματα, κόσμου ἀποῤῥήτως τεκοῦσα, τοῦτον καθικέτευε δοῦναι, τῶν πλημμελημάτων μοι τὴν ἄφεσιν.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου