Δευτέρα 2 Ιουλίου 2018

ΟΚΤΩΒΡΙΟΣ 21. ΟΣΙΑ ΜΑΡΙΝΑ ΕΝ ῬΑΪΘῼ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ 21!!
ΜΑΡΙΝΑ ΟΣΙΑ ΤΗΣ ΕΝ ΡΑΪΘΩ
ΑΚΟΛΟΥΘΙΑ
(Ἐκ τοῦ Σιναϊτικοῦ Κώδικος 2229 Ρ)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ποταμοὶ τῶν δακρύων σου, πανοσία κατήρδευσαν, εν Σιναίῳ ἔρημον γῆν και ἄνυδρον, καὶ θαυμαστῶς μεταποίησαν, εἰς χώραν πολύκρουνον, καὶ πολύβλαστον διό, Παραδείσου ἠξίωσαι, ἀπολαύσεως, καὶ τοιαύτην παρέχεις τοῖς βοῶσιν, εὐλαβῶς σοὶ καθ’ ἑκάστην· Χαῖρε Μαρίνα πανένδοξε.

Παρθενίας τὸ τάλαντον, μακαρία ἐπηύξησας, ἀνδρικῷ φρονήματι τῷ Κυρίῳ σου, θεοφιλῶς θεραπεύσασα, Μαρίνα ἀκήρατε, νυμφοστόλε Ῥαϊθοῦ, ὅθεν κάλλος τὸ ἄνωθεν, σὺ ἐνδέδυσαι, ἐν Χριστῷ τῷ Κυρίῳ καὶ Σωτῆρι, ὦ δυσώπει ἀεννάως, ὑπὲρ τῶν πίστει τιμώντων σε.

Ἀῤῥαβῶνα τοῦ Πνεύματος, ἐν ἀσκήσει ἐπέτυχες, τῷ ἐνθέῳ ζήλῳ σου ὑπερζέσασα, καὶ τὸν θυμὸν ἐκμειώσασα, Μαρίαν τοῦ ὄφεως, τοῦ κινοῦντος κατὰ σοῦ, λυσσαλέως τὰ βέλεμνα, τὰ φιλήδονα, διὰ τοῦτο προσῆλθες εἰς τοὺς γάμους, Παραδείσου εἰς τὴν χώραν, ὡς τοῦ Χριστοῦ Νύμφη ἔνδοξος.

Τῶν δρακόντων τὰς φάλαγγας, ἀνδρικῶς κατενίκησας, τοῦ Σταυροῦ τῆ χάριτι καὶ δυνάμει τε, καὶ τῶν Ἀγγέλων ἐξέπληξας, τὰ τάγματα ἅπαντα, τῇ θερμῇ σου προσευχῇ, καὶ ἀσκήσει τοῦ σώματος, καὶ τοῦ Πνεύματος, ὅθεν ὤφθης συνόμιλος ἐκείνων, τῇ Τριάδι παρεστῶσας, ἣνπερ σαφῶς ἐπεπόθησας.

Δόξα. Ἦχος πλ. α΄.
Σήμερον ἡ Ἐκκλησία εὐφραίνεται καὶ ὡραΐζεται, ἡ μνήμη γὰρ ἀνέτειλε Μαρίνης τῆς Ὀσίας, τῆς ἐν Σιναίῳ ὄρει ἀσκητικῶς ἡγιασμένης, αὕτη τὸν ἀγῶνα τελέσασα, τὴν ἔρημον κατήρδευσεν ἐν χάριτι καὶ οὐρανίους θαλάμους ἐπαξίως εἰσοκίζει παρεστῶσα τῇ Τριάδι στολισμῷ παῤῥησίας καὶ ἱκετεύουσα ὑπὲρ τῶν ψυχῶν ἠμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἅπασα Μοναστῶν, χορεία σοὶ τὸ χαῖρε, κραυγάζει καὶ αἰτεῖται, Μαρίνα ταῖς λιταῖς σου, εἰρήνην καὶ τὸ ἔλεος.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τὴν φωνὴ τῆς δεήσεώς μου.
Ὕμνους πνευματικούς, βοῶμέν σοι Μαρίνα, καὶ μύρον ἀντὶ μύρου, λαμβάνομεν κυκλοῦντες, λειψάνων σου τὴν λάρνακα.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθηνε τὰ διαβήματά μου.
Ὕδωρ Ζωαρχικόν, Σινᾶ καὶ Ῥαϊθοῦ τε, Μαρίνα ἀπεδείχθης, τὴν ἔρημον τοῖς ὄμβροις, τῆς χάριτος ἀρδεύουσα.

Δόξα. Τριαδικόν.
Ἅγιος ὁ Πατήρ, ὁ Λόγος καὶ τὸ Πνεῦμα, Μονὰς ἡ Τρισαγία, τὴν ἄκτιστον γὰρ χάριν, παρέχει τοῖς πιστεύουσι.

Καὶ νῦν. Θεοτοκίον.
Νύμφη πανευκλεής, Μαρίνα ἡ παρθένος, Σὴν δόξαν ἐμιμήθη, Παρθένε Παναγία, ἀκόπως παρθενεύουσα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐν Σιναίῳ ἀθλοῦσα πρὸς τὰ οὐράνια, ἀνεπτερώθης Ὁσία καὶ ἐν Παρθένων χορῷ, συνηρίθμησαι καλῶς Μαρίνα ἔνδοξε, ὅτι τὸν δόλιον ἐχθρόν, κατενίκησας σφοδρῶς, Σταυροῦ θείᾳ δυνάμει, καὶ τὸν Χριστὸν ἱκετεύεις, ὑπὲρ ἁπάντων τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.







ΜΕΓΑΛΟΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν προοιμιακόν, τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια. Ἦχος α΄. Ὦ τοῦ παραδόξου θαύματος.
Ὤ Τριαδικῆς ἐλλάμψεως! ἐν ἐρήμῳ Σινᾷ, ὡς κρουνὸς πολύδροσος, ἐσχάτοις ἐν τοῖς καιροῖς, ἡ πανοσία Μαρίνα ἐπέφανε καὶ βρύει πανσωστικά, ἁγιωσύνης ποικίλως τὰ νάματα, πηγὴ ὡς ζωαρχική, τῇ εὐδοκίᾳ Χριστοῦ τοῦ Παντάνακτος· διὰ τοῦτο ἐκβοῶμεν· τῶν πιστῶν βοήθεια χαῖρε Μῆτερ Ὁσία, καὶ ἀνθρώπων ἡ ἀντίληψις.

Βαβαὶ τῶν Σῶν θαυμασίων Χριστέ! Πᾶσα σὰρξ βροτείας ἀνορθοῦται χάριτι τῇ Σῇ καὶ ὑπερφυῶς τῶν πονηρῶν στρατιῶν τὰ πειράγματα νικᾷ καὶ τῶν βδελυρῶν ἁμαρτημάτων ἀλλότριος γίνεται· ὡσαύτως ὑπερφυῶς ἐν Ῥαϊθῷ, ἡ Μαρίνα ἠγώνισται, τὰς τοῦ πονηροῦ δυνάμεις, ἐν Χριστῷ νικήσασα, καὶ τὸ στέφος τῆς δόξης, ἐπαξίως αὕτη εἴληφε.

Σήμερον χοροὺς συστήσατε, τῶν φιλομονάχων ἅπαντα συνέδρια, Μαρίνης μνήμη φαιδρὰ πᾶσιν ἀνέτειλε καὶ ὄρχησιν μυστικῶς παρθενικὴν οἱ πιστοὶ συγχορεύσατε, τιμῶντες χαρμονικῶς, τὸ τῆς ἐρήμου τερπνὸν ἀγαλλίαμα καὶ τὸ καύχημα παρθένων, καὶ λυχνία μοναζόντων, καὶ πάντων τῶν ἐν πίστει ἀνυμνούντων αὐτήν.

Προσόμοια ἕτερα. Ἦχος δ΄. Ὠς γενναῖον ἐν Μάρτυσιν.
Παρθενίαν ἀκήρατον, ἐμμελῶς ἐξασκήσασα, ἐνυμφεύθης χαίρουσα τῷ Ποιήσαντι, ἀρνησαμένη τὴν πρόσκαιρον, ἀπόλαυσιν ἔνδοξε, ἀσκουμένη τε στεῤῥῶς, καὶ τὸν δρόμον τελέσασα κατηξίωσαι, οὐρανίου παστάδος δυσωποῦσα, τοῖς τιμῶσί σε Ὁσία, χάριν δοθῆναι καὶ ἔλεος.

Τὸ ὡραῖον τοῦ σώματος, εἰς τὸ πρῶτον ἀξίωμα, μακαρία ἔνδοξε μετεῤῥύθμισας, κόσμον λιποῦσα τὸν πρόσκαιρον, ἀρετῶν φαιδρότησι, κατεκάλλυνας σαυτήν, καὶ τοῦ Κτίστου ἐνδέδειξαι, καταγώγιον, καὶ τερπνὴν θυμηδίαν τοῦ Κυρίου, ἀνυμνοῦμέν σε Ὀσία, πνευματικοῖς μελωδήμασιν.

Τὸ πυξίον τῆς χάριτος, ὁ λειμὼν ὁ θεόμορφος, ἐν Χριστῷ τοῖς πάθεσι γῆ ἀνήροτος, τῶν Ἀσκητῶν ἐγκαλλώπισμα, ἐρήμου ἐκβλάστημα, καὶ ἠμῶν τῶν εὐσεβῶς, ἐκτελούντων τὴν μνήμην σου, τὸ προσφύγιον, ἐπεφάνης πανένδοξε Μαρίνα, καὶ πρεσβεία τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἡ ἀκοίμητος.



Δόξα. Ἦχος β΄.
Τὰ τῆς ψυχῆς θηράματα, καὶ τὰ πάθη τῆς σαρκός, τῷ ξίφει τῆς ἐγκρατείας ἔτεμες ταύτης ἐννοίας ἐγκλήματα τῇ σιγῇ τῆς ἀσκήσεως ἀπέπνιξας καὶ ῥείθροις τῶν δακρύων σου, τὴν ἔρημον ἅπασαν κατήρδευσας καὶ ἐβλάστησας ἡμῖν τῆς μετανοίας καρπούς· διό σου τὴν μνήμην Μαρίαν Ὁσία ἑορτάζομεν.

Καὶ νῦν. Θεοτοκίον.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Φῶς ἱλαρόν· τὸ Προκείμενον τῆς ἡμέρας· καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἄξιους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.


Παροιμιῶν τὸ ἀνάγνωσμα (Κεφ. ΛΑ΄,10-20)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπ' αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις· θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ, οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ' αὐτῇ ἐνδεδυμένοι εἰσί. Διττὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα, περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι καὶ περιζώματα τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Εὐφραίνεται ἔρημος τῆς Ῥαϊθοῦ ἐν Κυρίῳ σήμερον, καταγγέλλουσα Μαρίνης τῆς παρθένου τῷ κόσμῳ τὴν εὔκλειαν, ὅτι γὰρ ἐν ἀσκήσει καὶ ἀμέμπτῳ βιοτῇ τὸν ἀγῶνα τὸν καλὸν ἐτέλεσε καὶ τὸν πονηρὸ δράκοντα κατήσχυνε, ὅθεν κεκτημένη ταύτην βοηθός τε καὶ στήριγμα πνευματικῇ ἐν χαρᾷ Χριστὸν δοξάζει εἰς τοὺς αἰῶνας.

Ἦχος β΄.
Σήμερον παρθενικὴ πανήγυρις ἐφέστηκε, ἡ ἀείφωτος μνήμη τῆς Ὀσίας Μαρίνης, ταύτην οὖν τιμήσωμεν οἱ πιστοὶ ὀμοφρόνως κράζοντες· χαῖρε Μοναστῶν τὸ καύχημα καὶ τῶν πενήτων πλουτισμός· χαῖρε τῆς ἐκκλησίας ἐγκαλλώπισμα· ὅθεν σὲ τιμῶμεν Ὁσία, καὶ τελοῦμεν τὴν μνήμην σου τῷ Κυρίῳ δοξάζοντες.

Ἦχος γ΄.
Ἀναλαβοῦσα τὸν σταυρόν σου Μαρίνα νύμφη εὐκλεής, τοῦ κόσμου νουνεχῶς ἀπεῤῥάγης, τὰ οὐράνια ζηλώσασα καὶ τὸν Ζωοδότην ἐπιποθήσασα Χριστόν· ὅθεν θεαρέστως τὸν βίον ὅλον διῆγες καὶ μετέστης πρὸς οὐρανίους Μονάς, παρεστῶσα τῷ ἐν Τριάδι Θεῷ. Αὐτὸν ἱκετεύουσα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Ἦχος δ΄.
Τὸ σεπτὸν τῆς ἐγκρατείας ὑπόδειγμα καὶ τῆς ἀσκήσεως τὸν βλαστόν, Μαρίνα τὴν Ὁσίαν τιμήσωμεν, αὓτη γὰρ τῷ θείῳ ἔρωτι τὸν Χριστὸν θεραπεύσασα, ἀνεδείχθη φυτὸν οὐράνιον τῆς ἀπαθείας τῷ Κυρίῳ πρεσβεύουσα ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων τὴν μνήμην αὐτῆς. 

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλεόρτων τὸ σύστημα καὶ τῶν παρθένων ὁ σύλλογος, ἄσματα ἑόρτια προσαγάγωμεν τῇ πανσέπτῳ νύμφῃ τοῦ Χριστοῦ, ὅτι ἐν ἐσχάτοις τοῖς καιροῖς, τὸν δόλιον δράκοντα βέλη ἐγκρατείας, παρθενίας καὶ ἀσκήσεως ἐτρόπωσε καὶ στεφάνους τῆς δόξης λαβοῦσα, σὺν Ἀγγέλοις ἀναπέμπει ὕμνον τὸν τρισάγιον, τῇ Παναγίᾳ Τριάδι, καὶ αἰτεῖται εἰρήνην καὶ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίρει, ἀσκητικαῖς ἐν ᾠδαῖς, ἐπὶ τῇ μνήμῃ σου Μαρίνα πανένδοξε, Πατέρων τῶν ἐν ἐρήμῳ, τῆς Ῥαϊθοῦ μυστικῶς, πᾶσα συνοδεία ἠ θεόληπτος, τοῦ γὰρ παναλάστορος, διεῤῥάγη δυσήνιος, κάρα Ὅσία, ὐπὸ σοῦ θεία χάριτι, τοῦ τὰ σύμπαντα, τῇ δρακὶ κυριεύοντος, ὄθεν σοῦ τὰ ἐφύμνια, πιστῶς ἀναπέμποντες, ταῖς σαῖς ἐντεύξεσι Μῆτερ, τὴν θείαν χάριν αἰτούμεθα, ψυχῶν σωτηρίαν, καὶ τὴν ἄνωθεν εἰρήνην, καὶ μέγα ἔλεος.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τὴν φωνὴ τῆς δεήσεώς μου.
Λύχνος, ἐν τοῖς ἐσχάτοις φανείς, πάντας πλουτίζων τῷ φωτὶ θείας χάριτος, φωτίζων τοὺς ἐν τῷ σκότει, τῆς ἀγνωσίας λαμπρῶς, καὶ τετυφλωμένοις δίδων ὅρασιν, Μαρίνα ἀκήρατε, ἀνεδείχθης ἀθλήσει σου, τὴν παρθενίαν, ἐν ἐρήμῳ φυλάττουσα, καὶ Κυρίῳ σου, νουνεχῶς ἀλαλάζουσα· Κύριε τῶν Δυνάμεων, καὶ ῥύστα θερμότατε, κἀμὲ ἐχθροῦ τοῦ πανώλους, ἐκ τῶν παγίδων διάσωσον, Μητρός Σου πρεσβείαις, καὶ δεήσεσι πλουσίαις, ὡς Παντοδύναμος.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθηνε τὰ διαβήματά μου.
Χαῖρε, μοναζουσῶν γυναικῶν, παρθενευόντων τε τὸ μέγα ὑπόδειγμα, ἠ ῥάβδος τῆς ἐγκρατείας, καὶ μοναρχίας ἀμνάς, τῆς τρισυποστάτου πολυένδοξος, τοῦ Πνεύματος ὄργανον, τῶν Ἀγγέλων συνόμιλος, ἄνθος ἐρήμου, τὸ τερπνὸν καὶ κειμήλιον, ὀσιώτατον, τοῦ Χριστοῦ νύμφη πάνσεμνε, ὅθεν τελοῦμεν σήμερον, Μαρίνα τὴν μνήμην σου, καὶ σοὶ κραυγάζομεν πόθῳ, ἐν ἱκέσιᾳ οἱ δοῦλοί σου· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. α΄.
Μῆτερ Ἁγία, τρυφὴν τῆς ἐγκρατείας ἐν βίῳ θηλάσασα ἀῤῥήτου καὶ θείας τῆς ζωῆς ἠξίωσαι, τὸ σεμνὸν γὰρ τῆς σῆς ψυχῆς καὶ νοὸς τὸ φιλόθεον, ἐῤῥύθμισε τὸν βίον σου καὶ ματαιότητος τῶν γεηρῶν σὺ ἀπώκεισαι φρονίμως πάντων μετ’ Ἁγίων τὴν τρυφὴν ἀπόλαυσασα, ὅθεν λαμπρῶς παρὰ Χριστοῦ ἀντεδόξασθης καὶ πρὸς οὐρανοὺς μετέστης πρεσβεύουσα Χριστῷ ἀκαταπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐν Σιναίῳ ἀθλοῦσα πρὸς τὰ οὐράνια, ἀνεπτερώθης Ὁσία καὶ ἐν Παρθένων χορῷ, συνηρίθμησαι καλῶς Μαρίνα ἔνδοξε, ὅτι τὸν δόλιον ἐχθρόν, κατενίκησας σφοδρῶς, Σταυροῦ θείᾳ δυνάμει, καὶ τὸν Χριστὸν ἱκετεύεις, ὑπὲρ ἁπάντων τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.








ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείας χάριτος, τῇ δαδουχίᾳ, καὶ τοῦ Πνεύματος, τῇ ἐπομβρίᾳ, ἐν ἐρήμῳ Ῥαϊθῷ παρθενεύουσα, καὶ ἀνδρικῶς τὸν ἀγῶνα τελέσασα, ἁγιασμοῦ ἠξιώθης ἀκήρατε, ὅθεν σήμερον, ἐπιτελοῦντες τὴν μνήμην σου, αἰτοῦμεν διὰ σοῦ τὸ μέγα ἔλεος.
Δόξα.
Ἡ ὁμήγυρις, τῶν μοναζόντων, τοῦ πολίσματος, τοῦ ἐν Σιναίῳ, καὶ τῆς Μονῆς τῆς Θεοτόκου εὐφραίνεται, ἐπὶ τῇ μνήμῃ σου Μῆτερ θεόσοφε, ἀγαλλομένη Μαρίνα τῷ Πνεύματι, ὅτι κέκτηται, τὴν πρὸς Θεὸν μεσιτείαν σου, ὡς ὕδωρ σωστικόν τε καὶ ζωήῤῥυτον.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ ἀπείρανδρος, Μήτηρ τοῦ Λόγου, ὑπὲρ ἔννοιαν, Σὺ ἀνεδείχθης, Θεοτόκε Ἀειπάρθενε Δέσποινα, καὶ τὸν Δεσπότην ὡς βρέφος ἐξέθρεψας, τὸν Ἰσραὴλ ἐν ἐρήμῳ ἐκθρέψαντα, ὅθεν Ἄχραντε, τῷ ὀμβροφόρῳ ἐλέει Σου, κατάρδευσον ψυχὰς τῶν ἀνυμνούντων Σε.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Στολήν σου τῆς ψυχῆς, τῷ Θεῷ καὶ Δεσπότῃ, ὡς Νύμφη εὐκλεής, καὶ Παρθένος φρονίμη, προσήνεξας καὶ χάριτας, ἐπαξίως ἀπέλαβες, καὶ κατηύγασας, τὰς οὐρανίους δυνάμεις, καὶ συστήματα, τῶν ἐπὶ γῆς ἐκλαμπρύνεις, Μαρίνα πανένδοξε.
Δόξα.
Τὴν λάρνακα πιστῶς, τῶν λειψάνων σου Μῆτερ, κυκλοῦμεν οἱ βροτοί, καὶ γινώσκομεν ταύτην, ὡς θήκην χαριτόβρυτον, ἰατρεῖόν τε ἄμισθον, ἐκλαμβάνοντες, τὰς δωρεάς σου πλουσίως, καὶ δοξάζοντες, ἀπὸ καρδίας Κυρίῳ, τῷ σὲ θαυμαστώσαντι.
Καὶ νῦν. Θεοτοκίον.
Μυστήριον Θεοῦ, τὸ κρυφὸν ἀπ’ αἰῶνος, ἐν Σοὶ Μῆτερ βροτοῖς, πεφανέρωται πᾶσι, ὁ Λόγος σάρκα δέχεται, καὶ βροτὸς παραγίνεται, σπαργανούμενος, ὅθεν πιστοὶ Θεοτόκον, Σὲ γινώσκοντες, τὴ μητρικήν Σου πρεσβείαν, αἰτούμεθα Δέσποινα.










Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Οἱ χοροὶ Μοναζόντων καὶ Ἀσκητῶν, Ῥαϊθοῦ τῆς ἐρήμου πνευματικῶς, Μαρίνα προσάγουσι, σοὶ τὰ γέρα ἐν ἄσμασιν, καὶ εὐλαβῶς τελοῦσι τὴν μνήμην σου σήμερον, καὶ τῶν πιστῶν ἁπάντων οἱ δῆμοι εὐφραίνονται, ὅτι ἐν ἐσχάτοις, τοῖς καιροῖς ἐπεφάνης, προστάτις θερμότατος καὶ ἀμνὰς οἰκειώτατος, τῷ Χριστῷ καὶ Κυρίῳ σου, ὅθεν ταῖς πρεσβείαις, ταῖς σαῖς τὴν εἰρήνην, τῷ λαῷ σου δώρησαι, παῤῥήσίαν γὰρ ἔχεις πρὸς Θεὸν πανένδοξε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μανναδόχον ὡς στάμνον τὴν νοητήν, καὶ λυχνίαν ἑπτάφωτον τὴν χρυσήν, Παρθένε ἀκήρατε, Μητροπάρθενε Δέσποινα, Σὲ γινώσκομεν πάντες οἱ πόθῳ ὑμνοῦντές Σε, καὶ τὸν ἄχραντον Τόκον πιστῶς προσκυνοῦντές Σου, ὅτι τἀναντία, ἐν Σοὶ ᾠκονομήθη, Παρθένος ἀκήρατος πρὸ τοῦ Τόκου καὶ ἄφθορος, καὶ ἐν Τόκῳ διέμεινας, ὅθεν Θεοτόκε, Ἁγνὴ ἀεννάως, τῷ Υἱῷ Σου πρέσβευε, Σὲ γὰρ γνῶμεν προστάτιν οἱ δοῦλοί Σου Δέσποινα.

Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τὴν φωνὴ τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθηνε τὰ διαβήματά μου.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός....
Ἁγιωσύνην ἐν Χριστῷ, θεόφρον ἐπέτυχες, καὶ τοῦ τυράννου τὴν μανίαν, ἀνδρειοφρόνως καθεῖλες· διὸ σὲ γεραίρομεν, καὶ τοὺς κόπους σου τιμῶμεν, καὶ τὰς πολλὰς βασάνους καὶ δάκρυα, δι’ ὣνπερ τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, καὶ τῆς χαρᾶς τῆς ἄνω πεπλήρωσαι· ὅθεν καὶ νῦν, ἀσκητικοῖς ἐν ἀγῶσι, πάρεσο βοηθός, καὶ τῶν ἀδελφῶν σου δεήσεις μὴ παρίδης, ἀλλ’ αἴτησαι εἰρήνην καὶ τὸ μέγα ἔλεος.










Οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τῆς Ὁσίας.
ᾨδὴ α΄. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.
Σήμερον ὄρος τὸ Σινᾶ εὐφραίνεται Μαρίνα ἔνδοξε, ἐπὶ τῇ σῇ μνήμῃ, ἣ φαιδρῶς ἀνέτειλε περικαλῶς κεκόσμηται, τῇ ἀθλήσει Σου Μῆτερ, καὶ γὰρ λαμπρῶς κατεπλούτισται, λάρνακι ἁγίων λειψάνων σου.
Τῶν ἐν ἐρήμῳ Ῥαϊθῷ τὸ καύχημα, ἐξασκουμένων καλῶς, πέλεις πανοσία, καὶ πιστῶν ἑδραίωμα, τῶν σὲ τιμώντων σήμερον, ἀσπασίως Μαρίνα, ὅθεν ταχὺ τὰ ἐφύμνια, πρόσδεξαι ἡμῶν σοῦ δεόμεθα.
Δαυϊτικῶς τὰς προσευχὰς ἀνέπεμπες τῷ φιλανθρώπῳ Θεῷ, ἀναζωσαμένη, τὴν ὀσφὺν ἀκήρατε, καὶ πρὸς πηγὰς ἐφέστηκας, αἰωνίου τῆς δόξης, ὥσπερ στρουθίον καὶ ἔλεος, θεῖον ἀριδήλως ἀπέλαβες.
Διὰ Χριστὸν τὸν Ζωοδότην πάνσεμνε, τὰς τρικυμίας παθῶν, καὶ τὰς ἀλγηδόνας, τῆς σαρκὸς κατέπαυσας, καὶ τοῦ ἐχθροῦ ἐνίκησας, τὴν κακίαν καὶ ζάλην, καὶ νικηφόρως ἀνέδραμες, πρὸς τοῦ Παραδείσου σκηνώματα.
Ἀπονεκρώσασα γεῶδες φρόνημα, καὶ τὰς φλογώδεις ὀρμάς, καὶ τῆς ἁμαρτίας, τοὺς πλοκάμους λύσασα, ἀσκητικῶς τὴν ἄγουσα, πρὸς ζωὴν αἰωνίαν, ὁδὸν διέβης καὶ εἴληφας, στέφανον ἀξίως οὐράνιον.
Ἔρωτί θείῳ τὸν Χριστὸν ἐπόθησας Μαρίνα Μῆτερ ἡμῶν, ὅθεν τὸν Σταυρόν σου, σὺν Θεῷ ἀνέλαβες, ὡσαύτως τὴν πραότητα, καὶ τὴν σκληραγωγίαν, τὰς προσευχὰς καὶ τὰ δάκρυα, καὶ τὴν πρὸς Θεὸν στάσιν πάννυχον.
Τὰς πυριφλέκτους ἡδονὰς τοῦ σώματος δρόσῳ κατέσβεσας, ἀσκητικῶν πόνων, ὅθεν σοὶ ἀνέτειλεν, τῆς ἀπαθείας ἥλιος, καὶ ἰάσεων φέγγος, καὶ χαρισμάτων ὁ ποταμός, ἄδυτος αὐγὴ ἀξιάγαστε.
Θεοτοκίον.
Δεδοξασμένα περὶ σοῦ λελάληνται ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, Ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία, διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.














ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἐνατενίζουσα πιστῶς ταῖς τοῦ Κυρίου, Ὁσία παναοίδιμε, ἀκτῖσι τῆς ἐφέσεως τυχεῖν ἱκετεύεις σὺν δάκρυσι, διὸ καὶ τῆς ἐλπίδος, μετ’ εὐφροσύνης ἐπέτυχες.
Τὴν σκοτισθεῖσάν μου ψυχὴν ταῖς πονηραῖς καὶ βεβήλοις ἐνθυμήσεσι φιλᾶ με Λόγε, τῆς Ὁσίας Σου εὐχαῖς καταύγασον, καὶ σκότους με τοῦ ἀφέγγους ἐν ὥρᾳ τῆς κρίσεως ἐλευθέρωσον.
Νηφαλιότητι νοὸς τῶν οὐρανίων τὰ κάλλη, φαντασθεῖσαν ταῖς φροντίσιν οὐδόλως ἐνεσπέρης ὑλικαῖς πτεροῖς κουφιζομένη δὲ ἀκτημοσύνης Μῆτερ, ὅλη μετάρσιος γέγονας.
Θεοτοκίον.
Τῶν Χερουβεὶμ καὶ Σεραφεὶμ ἐδείχθης Ὑψηλοτέρα Θεοτόκε, Σὺ γὰρ μόνη ἐδέξω τὸν ἀχώρητον Θεὸν ἐν Σῇ γαστρὶ Ἀμόλυντε, διὸ πιστοί Σε πάντες ὕμνοις Ἁγνὴ μακαρίζομεν.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀμνὰς πολυτίμητος τοῦ Ζωοδότου Χριστοῦ, λυχνία πολύφωτος τοῦ ἀπροσίτου φωτός, Μαρίνα ἐνδέδειξαι, ὅτι τοὺς ἐν ἐρήμῳ, Ῥαϊθῷ ἀσκουμένους, πάσης ἀγαθωσύνης ταῖς λιταῖς σου πλουτίζεις, καὶ πέλεις τὸ κραταίωμα τῶν εὐφημούντων σε.
Δόξα.
Ἀσκήσει ἐλάμπρυνας τὴν ἱεράν σου στολήν, καὶ δῶρον προσήνεξας τῷ σαρκωθέντι Θεῷ, Ὁσία θεόπνευστε, ὅθεν τῶν ἰαμάτων, δεξαμένη τὴν χάριν, λύεις ἀῤῥωστήματων τὴν ἀχλὺν μακαρία, πρεσβεύουσα σωθῆναι ἡμᾶς τοὺς εὐφημοῦντάς σε.
Καὶ νῦν. Θεοτοκίον.
Ὁρῷ καὶ ξίσταμαι Παρθενομῆτορ ἐν Σοί, ἀσπόρως γὰρ τέτοκας ἐξ ἀπειράνδρου γαστρός, Πατρὸς τὸ ἀπαύγασμα, ὅθεν Σὲ Θεοτόκον, καταγγέλομεν πάντες, Μῆτερ εὐλογημένη οἱ πιστοὶ Ὀρθοδόξως, τὸν Τόκον Σου προσκυνοῦντες πόθῳ τὸν ἄχραντον.













ᾨδὴ δ΄. Σύ μου Χριστὲ Κύριε.
Σὺ τὴν σεμνὴν τρίβον, Ὁσία διώδευσας, σὺ νηστεία σάρκα κατεμάρανας ὑπερφυῶς, ὅθεν δυσμενῶν στῖφος κατεπλάγη καὶ ἀκλινῆ καρτερίαν σου, Ἀγγέλων αἱ χορεῖαι ἐπεκρότησαν δόξαν, τῷ τῶν ὅλων Θεῷ ἀναπέμπουσαι.
Τὸν ἀγαθὸν καὶ συμπαθέστατον Κύριον, Ὃν διψῶσα Μῆτερ, ἐξετήσας μετὰ δακρύων καὶ στεναγμῶν καὶ συντετριμμένης καρδίας, Ὁσία πάνσεμνε, δυσώπει οἰκτειρῆσαι τὴν ἀθλίαν ψυχήν μου, τὴν εἰς βάθη κακῶν ὀλισθήσασαν.
Τοὺς τῆς ψυχῆς αὔλακας τῆς σῆς ἁρδεύουσα τῶν δακρύων ῥείθροις, ἐγκατέσπειρας τῶν ἀρετῶν σπόρον ἀληθῶς, Ὃν καλλιεργοῦσα ἀσκητικοῖς πόνοις ἔνδοξε, ἔδρεψας τῶν δραγμάτων τοὺς καρποὺς ἀποθήκαις ταῖς ἀσύλοις συγκλείσασα πάνσεμνε.
Θεοτοκίον.
Σὺ τῶν πιστῶν καύχημα πέλεις Ἀνύμφευτε, Σὺ προστάτις, Σὺ καὶ καταφύγιον, πάντων ἡμῶν τῶν πανευλαβῶς, ὡς καὶ Ὀρθοδόξως, τὸν Σὸν Υἱὸν ὡς Θεάνθρωπον, Παρθένε ἐγνωκότων, διὰ τοῦτο βοῶμεν· Χαῖρε Πάναγνε Μῆτερ ἀπείρανδρε.

ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν Σοι.
Νεκρώσασα σαρκὸς τὰ παθήματα, ζωοποιοῦ τῆς χάριτος ἐπλήσθης, Μαρίνα νύμφη πανένδοξε.
Ἀπόστησον παγίδας τοῦ δράκοντος, καὶ τὴν ψυχήν μου ζώωσον δέομαι, λιταῖς Ἁγίαις σοι τάχιστα.
Ὑπάρχεις τὸ τερπνὸν ἀγαλλίαμα, καὶ ἡ τρυφή, τῶν πόθῳ τιμώντων σε, διό σοι χαῖρε κραυγάζομεν.
Θεοτοκίον.
Πιστῶς εὐλογοῦντες τὸν Τόκον Σου, τὴν μητρικὴ πρεσβείαν Σου αἰτοῦμεν, Παρθένε Νύμφη Παντάνασσα.














ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἄθλησιν, ἀσκητικὴν διεξῆλθες, ἐν ἐρήμῳ νικηφόρως Μαρίνα, καὶ ὀσίως τῶν δαιμόνων τὰς φάλαγγας ἐκνεκρώσασα, Χριστοῦ συναντιλήπτωρος, καὶ εἰς δῆμον Μῆτερ, δικαίων συνηρίθμησαι.
Ἄσματα, πνευματικὰ ἀναπέμπομεν, πρὸς σὲ βοῶντες ἱκέσιον τὸν ὕμνον, τὰς ψυχὰς τῶν τιμώντων σε, ζωτικαῖς σου λιταῖς χάρισι κόσμησαι, τοῦ Σωτῆρος Νύμφη ὡραία χρηματίζουσα.
Πρόσχες μου, τῇ προσευχῇ καὶ εἰσάκουσον, ψυχῆς κατωδυνούσης, ἰδοὺ γὰρ ἡ ζωή μου ἐν τῷ ᾍδῃ ἐξέλιπε καὶ παράσχου μοι Χριστέ, ἄφεσιν δέομαι τῶν πταισμάτων, τῆς σῆς Ὁσίας παρακλήσεσιν.
Θεοτοκίον.
Νέκρωσόν μου, τῆς σαρκὸς τὰ κινήματα, ζωὴν ἡ τεκοῦσα καὶ τῶν παθῶν τὸν σάλον εἰς γαλήνην μετάβαλε καὶ γενοῦ μοι βοηθός, ἀποκαθαιρουμένη με, τῶν κινδύνων τῶν ἐν βίῳ Παναμώμητε.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τὴν ἁγίαν κοίμησιν, Μαρίνης τῆς Ὁσίας, σήμερον ἐδόξασεν, ὁ Γεννηθεὶς ἐκ Παρθένου, θαῦμασι, κατακοσμήσας ὑπερκοσμίοις, χάρισι, καταγλαΐσας τοῖς οὐρανίοις, καὶ χορῷ συναριθμήσας ἁγνῶν παρθένων, ὡς Ὑπεράγαθος.
Ὁ Οἶκος.
Δεῦτε, τὰ ὄμματα πιστοὶ τῆς καρδίας, στρέψωμεν πρὸς ἄνω· ἰδοὺ γὰρ σήμερον, ὁ τοῦ ἀκτίστου Φωτὸς Ποιητής, καὶ Κύριος τῆς δόξης, πλουσίως μεταδίδει τῆς Αὐτοῦ χάριτος τὰ νάματα, τῇ τοῦ Παρακλήτου ἐπομβρίᾳ· Μαρίνα δὲ ἠ πάνσεμνος, ἐν ἐρήμῳ Ῥαϊθῷ, τὸν ἀγῶνα τελοῦσα, καὶ ὁσίως παρθενεύουσα, ὥσπερ ἔλαφος διψῶσα, δέχεται τὸ τῆς χάριτος νοητὸν ὕδωρ, καὶ τῆς τρυφῆς μεταλαμβάνει, καὶ ὁ Κύριος αὐτήν, πρὸς τὴν χώραν τῆς ζωῆς ἐπαξίως εἰσοκίζει, τῷ χορῶ συναριθμήσας ἁγνῶν Παρθένων, ὡς Ὑπεράγαθος.














Συναξάριον.
Τῇ ΚΑ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τῆς Ὁσίας Μαρίνης τῆς ἐν Ῥαϊθῷ, τοῦ Σινᾶ.
Αὓτη ἡ Μαρίνα ἡ πάνσεμνος παρθένος, σήμερον πρὸς τὴν ἄνω εἰσάγεται ζωήν· τῶν δαιμόνων τὰς ὁρμὰς καταβαλοῦσα, καὶ πόνους διὰ τὸν Χριστὸν ὑπομείνασα, τὸν σκολιὸν δράκοντα τελείως ἀπώλεσε, τὴν λαμπάδα ἄσβεστον τηρήσασα· ἔνθα νῦν μετ’ Ἁγίων Ἀγγέλων εὐφραίνεται, ἡ δὲ λάρνακα ἔχει τὴν τιμίαν αὐτῆς σορὸν τῶν λειψάνων· ἣν ἐν τῷ μετοχίῳ ἔνθα νῦν κατοικοῦσιν οἱ Πατέρες οἱ Σιναΐται, εἰς τὴν Μονὴν τῆς Ὑπεραγίας Θεοτόκου, σιμὰ τῆς θαλάσσης· ἔνθα καὶ φιλόχρηστοι κοσμικοὶ κατοικούσιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου, τοῦ ἐκ Μονεμβασίας.
Nόμους φυλάττων νηστίμου καιροὺ πόθω,
Ζωὴν ἔθυσας ὦ Ἰωάννη μάκαρ.
Οὗτος, ἦτον ἐκ τῶν μερῶν τῆς Μονεμβασίας τῆς Πελοποννήσου, νέος τὴν ἡλικίαν ἕως 15 ἐτῶν, πεπαιδευμένος τὰ ἱερὰ γράμματα. Καὶ ὀ μὲν πατὴρ αὐτοῦ κατήγετο ἀπὸ ἕν χωρίον, καλούμενον Γεράκι, τιμώμενον μὲ ἐπισκοπικὸν θρόνον, ἡ δὲ μήτηρ αὐτοῦ ἀπὸ ἕν χωρίδιον τῆς Μονεμβασίας, Γοῦβες ἐπιλεγόμενον. Εἰς δὲ τὸν καιρὸν τῆς αἰχμαλωσίας τῆς Πελοποννήσου, τῆς γενομένης κατὰ τὸ 1770, ἐλθόντες Ἀλβανοὶ πολλοὶ καὶ αἰχμαλωτίζοντες τοὺς ἐκεῖ χριστιανούς, ἠχμαλώτισαν καὶ τὸ χωρίον τοῦ Μάρτυρος. Καὶ τὸν μὲν πατέρα αὐτοῦ ἀπέκοψαν ἐν μαχαίρᾳ, αὐτὸν δὲ καὶ τὴν μητέρα αὐτοῦ αἰχμαλωτίσαντες ἐπῆραν μαζί των, καὶ τοὺς ἐπῆγαν εἰς τὴν Λάρισαν, καὶ ἐκεῖ ἐπωλήθησαν δίς, καὶ τρίς, ὁ καθ’ εἷς ξεχωριστά, ὕστερον δὲ ἐπωλήθησαν καὶ οἱ δύο ὁμοῦ, εἰς ἕνα Ἀγαρηνὸν Θεσσαλονικέα, ὃστις ἐπειδὴ παιδίον δὲν εἶχεν, ἠγάπα πολὺ τόσον αὐτὸς ὅσον καὶ ἡ γυνὴ αὐτοῦ, νὰ κάμωσιν ὡς ψυχοπαῖδι τὸν εὐλογημένον Ἰωάννην. Ὅθεν καθημερινῶς δὲν ἔπαυε νὰ τὸν ἐνοχλῇ δοκιμάζων νὰ τὸν διαστρέψῃ ἀπὸ τὴν πίστιν τῶν χριστιανῶν, καὶ νὰ τὸν ἐπιστρέψῃ εἰς τὴν ἰδικήν του θρησκείαν, πότε μὲ κολακείας καὶ ὑποσχέσεις τιμῶν καὶ ἀξιωμάτων, πότε μὲ φοβέρας τιμωριῶν καὶ βασάνων· ἀλλ’ ὁ τοῦ Χριστοῦ Μάρτυς ἔστεκε στερεός, καὶ ἀκλόνητος εἰς τὴν εὐσέβειαν, καὶ ταῦτα πάντα ἐνόμιζε ὡς οὐδέν. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν κουρασθεὶς ὁ Ἀγαρηνος ἀπὸ τοῦ νὰ παρακινῇ τὸν Ἅγιον διὰ νὰ ἀρνηθῇ τὴν εὐσέβειαν, καὶ μὴ δυνηθείς, εἰς ὅλον τὸ ὕστερον ἐθυμώθη, καὶ βάλλοντάς τον ἐμπρὸς μὲ τὸ σπαθίον, τὸν ἐπῆγε δέρονοντας ἕως εἰς τὴν αὐλὴν τοῦ τζαμίου καὶ ἐκεῖ ἐσυνάχθησαν καὶ ἄλλοι πολλοὶ Ἀγαρηνοί, οἳτινες ἐβίαζον τὸν Μάρτυρα νὰ τουρκίσῃ, σπαθίζοντες, λακτίζοντες, βάλλοντες τὰς πιστόλας εἰς τὸ στῆθός του, καὶ ἄλλα πολλὰ ποιοῦντες, ἀλλ’ εἰς μάτην ἐκοπίαζον, ἐπειδὴ ὁ γενναῖος Ἰωάννης, χωρὶς νὰ δειλιάσῃ ἔλεγε: Δὲν γίνομαι Τοῦρκος, ἐγὼ Χριστιανὸς εἶμαι καὶ Χριστιανὸς θέλω νὰ ἀποθάνω. Ἀφήνω νὰ λέγω τὰς μαγείας καὶ τὰ σατανικὰ γοητεύματα, ὅπου καθημερινῶς ἔκαμνεν ἡ γυνὴ τοῦ αὐθέντου του, ἀλλ’ ἠ χάρις τοῦ Θεοῦ τὸν ἐφύλαττεν. Ἔφθασε καὶ ἠ νηστεία τῆς Κυρίας Θεοτόκου, τοῦ δεκαπενταυγούστου λεγομένη, καὶ ἐπειδὴ ὁ ἀοίδιμος Ἰωάννης, δὲν ἠθέλησεν κατ’ οὐδένα τρόπον νὰ ἀρτυθῇ καὶ νὰ χαλάσῃ τὴν ἁγίαν νηστείαν, ἐκλείσθη ὑπὸ τοῦ αὐθέντου ὑποκάτω εἰς ἕνα κατώγειον, ὅπου ἦτον τόπος τῶν ἀλόγων, καὶ ἐκεῖ εἰς τὸ διάστημα τῶν 15 ἡμερῶν πότε τὸν ἐκρέμα καὶ τὸν εκάπνιζε μὲ ἄχυρα, πότε τὸν ἐκτύπα μὲ τὸ σπαθίον εἰς ὅλον τὸ κορμίον, πότε τὸν ἄφηνε ἐντελῶς νηστικὸν δύο καὶ τρεῖς ἡμέρας, βιάζοντας αὐτὸν διὰ νὰ φάγῃ ἀπὸ τὰ μυσαρὰ φαγητά των. Ἡ δὲ μήτηρ αὐτοῦ, μὴ ἀντέχουσα να βλέπῃ τὰς κακοπαθίας τοῦ υἱοῦ του, τὸν ἐπαρακίνει διὰ νὰ φάγῃ. Ὁ δὲ Μάρτυς, τῆς ἔλεγε: Εἶμαι παπᾶ υἰός, καὶ πρέπει νὰ φυλάττω καλλίτερα ἀπὸ τοὺς υἱοὺς τῶν λαϊκῶν τοὺς νόμους τῆς Ἁγίας μας Ἐκκλησίας. Τέλος πάντων, βλέποντας ὁ αὐθέντης του, ὅτι δὲν δύναται νὰ τὸν καταπείσῃ, ἐθυμώθη καὶ τοῦ ἐκτύπησε μίαν θανατηφόρον μαχαιριὰν εἰς τὴν καρδίαν, καὶ οὕτω μετὰ δύο ἠμέρας ἐτελεύτησε ὁ ἀοίδιμος, τὴν 21η Ὀκτωβρίου, τοῦ 1773 σωτηρίου ἔτους.
Ἀποθνήσκων δὲ ὁ Μάρτυς, παρήγγειλεν εἰς τὴν μητέρα του, νὰ στάθῃ νὰ κάμῃ τὴν ἀνακομιδὴν τῶν λειψάνων του, καὶ νὰ τὰ πάρῃ νὰ τὰ ὑπάγῃ εἰς τὴν πατρίδα του. τελευτήσαντος δὲ τοῦ Ἁγίου, ὁ Ἀγαρηνὸς ἐκεῖνος αὐθέντης του, ἔῤῤιψε τὸ ἅγιον αὐτοῦ λείψανον ἔξω τῆς αὐλῆς εἰς ἕναν κῆπον, διὰ νὰ καταφαγωθῇ ὑπὸ τῶν σκύλων ἀποβαλὼν καὶ τὴν μητέρα τοῦ Μάρτυρος. Ἀλλ’ ὦ τῶν θαυμασίων Σου Χριστέ. Ὄχι μόνον ἔμεινεν ἀβλαβὲς τὸ ἱερὸν αὐτοῦ λείψανον, ἀλλὰ καὶ τὸ πρόσωπον αὐτοῦ ἤστραπτεν ὡς ὁ ἥλιος, πολλοὶ δὲ τῶν χριστιανῶν τῆς Λαρίσης, εἶδον εἰς τὰς 2 ἐκείνας ἡμέρας ὅπου ἦτον ἐῤῥιμένον τὸ λείψανον, φῶς οὐρανόθεν ὡς ἀστέρα καταβάντα ἐπάνω τοῦ λειψάνου. Αὐτὰ ταῦτα πληροφορηθεὶς ὁ τότε Μητροπολίτης Λαρίσης, ἐζήτησε τὴν ἄδειαν καὶ λαβὼν ἐνταφίασεν αὐτὸ μετ’εὐλαβείας. Ἡ δὲ μήτηρ τοῦ Ἁγίου ἐνθυμουμένη πάντοτε τὴν παραγγελίαν τοῦ υἱοῦ της, ἔμεινε εἰς Λάρισαν καὶ περιπλανωμένη ἀπὸ οἰκίαν εἰς οἰκίαν, ἐζήτει τὸ ἐπιούσιον ἄρτον. Ὁ οὖν αὐτάδελφός της μαθὼν ὅτι εὑρίσκονται σκλάβοι εἰς τὴν Λάρισαν, ἐπῆγεν διὰ νὰ τοὺς ἐλευθερώσῃ. Φθάσας δὲ ἐκεῖ καὶ εὐρὼν αὐτὴν τὴν παρεκίνει πολυειδῶς διὰ νὰ ἔλθῃ εἰς τὴν πατρίδα των. Τότε αὐτὴ ἐδιηγήθη τὰ γεγονότα διὰ τον υἱόν της, καὶ ὁ αὐτάδελφός της ἐπέστρεψεν εἰς τὰ ἴδια. Πληρωθέντος δὲ χρόνου ἱκανοῦ ἐγένετο παρὰ τοῦ Μητροπολίτου Λαρίσης ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ἁγίου, ἡ δὲ μήτηρ αὐτοῦ λαβοῦσα τὰ ἅγια λείψανα καὶ περιπλανωμένη ἀπὸ τόπον εἰς τόπον ἔφθασεν εἰς τὴν πατρίδας της καὶ κατώκησεν εἰς τὸ χωρίον της. Ἐδιηγήθη εἰς πάντας περὶ τοῦ ὐιοῦ της, καὶ ὅταν ἦλθεν ἡ ὥρα τοῦ θανάτου της, παρήγγειλεν ὅπως βάλωσιν εἰς τὸν τάφο καὶ τὰ λείψανα τοῦ υἱοῦ της. Μετὰ παρέλευσιν 13 ἐτῶν ἐτελεύτησε ἡ γυνὴ τοῦ αὐταδέλφου της καὶ ἔσκαψαν τὸν τάφον, καὶ εὐθὺς εὐγῆκεν ἄῤῥητον εὐωδία. Τότε ἐνεθύμηθησαν ὅτι εὐρίσκοντο ἐκεῖ καὶ τὰ ἅγια λείψανα τοῦ Ἰωάννου. Ὅθεν μετὰ φόβου καὶ εὐλαβείας ἀνοίξαντες τὸν τάφον, εὗρον, τὴν σακκούλαν, ἣτις εἶχε τὰ ἅγια λείψανα ἀβλαβῆ καὶ ὡς νὰ ἦτον ἐκείνην τὴν ἰδίαν ὥραν τεθειμένα εἰς τὸν τάφον. Θαύματα πλείστα ἐποίησε, καὶ ὅτι πρὸς τοῖς ἄλλοις θαύμασι, ἰάτρευσε παραδόξως τὴν ἐξηραμμένην καὶ παράλυτον χεῖρα μιᾶς γυναικός.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν ἰερῶν λειψάνων τοῦ Ὁσίου Χριστοδούλου τοῦ ἐν Πάτμῳ.
Μέγας μὲν Ἀντώνιος ἀρχὴ Πατέρων,
Θεῖος δὲ Χριστόδουλος, ἔνθεον τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ μεγάλου.
Ἐν δάκρυσι πρὶν καὶ πόνοις σπείρας κάτω,
Ἱλαρίων θέριζε νῦν χαίρων ἄνω.
Ὁ Ὅσιος οὗτος ἦ ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου, ἐν τῇ Γαζέων Πόλει γεννηθείς, καὶ ἀνατραφείς, υἱὸς γεννητόρων ἀπίστων. Ἔρωτι δὲ παιδεύσεως, ἀφίκετο εἰς Ἀλεξάνδρειαν. Καὶ παιδευθείς, καὶ τὴν εἰς Χριστὸν πίστιν δεξάμενος, ζηλωτὴς τοῦ Μεγάλου Ἀντωνίου γέγονε, καὶ ἔμεινε παρ’ αὐτῷ χρόνους οὐκ ὀλίγους. Καὶ ὑποστρέψας ἐν τῇ πατρίδι, μετὰ τὴν τῶν πατέρων αὐτοῦ τελευτήν, τὰ προσόντα αὐτῷ πάντα, τοῖς πτωχοῖς διένειμεν. Εἶτα δὲ καταλαβὼν τὴν ἔρημον καὶ ἄκραν ἄσκησιν ὑπελθών, πολλῶν θαυμάτων γέγονεν αὐτουργός. Καὶ πολλὰς διαμείψας πόλεις καὶ τόπους καὶ χώρας, οὓτω τὸν βίον διήνυσε, βίους τὰ ὅλα ἔτη ὀγδοήκοντα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Γαΐου, Δασίου καὶ Ζωτικοῦ.
Εἰς ἁλμυρὸν θανόντες ἄνδρες τρεῖς ὕδωρ,
Γλυκὺν τρυφῆς πίνουσι χειμάῤῥουν ἄνω.
Οὗτοι οἱ Ἅγιοι, ἐν Νικομηδείᾳ διάγοντες, καὶ παῤῥησιασάμενοι, τὰ ἐν τοῖς βωμοῖς ἐπικείμενα κατέστρεψαν. Ὡς δὲ ἐγνώσθησαν, πᾶσαν πεῖρα βασάνων ὑπέμειναν, ἐπὶ ξύλου ἀναρτηθέντες, καὶ τὰς πλευρὰς καταξανθέντες τριχίνοις ὑφάσμασιν, εἶθ’ οὕτως λίθων ἐν τοῖς τραχήλοις αὐτῶν ἐξαρτηθέντων, ἐν τῇ θαλάσσῃ ἀπεῤῥίφθησαν.



Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Ἀνδρέας, Στέφανος, Παῦλος καὶ Πέτρος, ξίφει τελειοῦνται.
Τρεῖς ὁ Στέφανος σὺ στεφανίτας ἔχεις,
Τοὺς σοὶ συναθλήσαντας ἐξ ἑνὸς ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης, καὶ Σωκράτους Πρεσβυτέρου.
Τὴν Θεοδότην, ἐκ ξίφους τετμημένην,
Θεῷ δοτὴν ἔγνωμεν ἁγνὴν θυσίαν.
Ὁ Σωκράτης ἔσπευδεν ὀφθῆναι, Λόγε,
Τετμημένος σοι Σωκράτης στεφοκράτης.
Ἡ Ἁγία Θεοδότη, ὑπῆρχεν ἐπὶ Ἀλεξάνδρου τοῦ βασιλέως, εὐγενῶν γονέων ὑπάρχουσα, ἐκ τῆς χώρας τοῦ Πόντου. Ἐν ἀσκητηρίῳ δέ τινι ἀπελθοῦσα, καὶ ἡσυχάζουσα, διεγνώσθη. Καὶ κρατηθεῖσα παρὰ τοῦ ἄρχοντος τῆς Καππαδοκίας, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, ἐκ δευτέρου κρεμασθεῖσα, ξέεται, καὶ εἰς φοῦρνον ἐκπυρωθέντα ἐμβάλλεται. Τῇ τοῦ Χριστοῦ δὲ χάριτι διασωθεῖσα, ἄγεται παρὰ τοῦ ἄρχοντος ἐπὶ τὸ Βυζάντιον. Εἶταν ἐν Ἀγκύρᾳ, ἔνθα ἦν ὁ Πρεσβύτερος Σωκράτης. Ὃς τῶν Ἑλλήνων πάνδημον ἑορτὴν ἐκτελούντων τοῖς δαίμοσι, καὶ προσκυνούντων τοῖς εἰδώλοις, ζήλου πλησθείς, καὶ τὸν βωμὸν καταστρέψας τῶν θυσιῶν, ἀπετμήθη τὴν κεφαλήν. Ἡ δὲ Ἁγία Θεοδότη, ἀναγκασθεῖσα θῦσαι τοῖς εἰδώλοις, καὶ μὴ πεισθεῖσα, διὰ ξίφους τρωθεῖσα, τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐκράτης ξίφει τελειοῦται.
Αἷμα τραχήλου τοῖς πρὶν ὄμβροις δακρύων,
Κιρνῶν, συνιστᾷς εὔκρατον κρᾶσιν Μάκαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὁσιομάρτυς Ζαχαρίας, διὰ πνιγμοῦ τελειοῦται.
Tρίβους θαλασσῶν ψαλμικῶς Ζαχαρία,
Διεκπορευθείς Oὐρανοῦ φθάνεις τρίβους.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βαρούχ.
Βαρούχ ὁ θείος ἐκλιπών σκήνους βάρος,
ἐκεῖ κατεσκήνωσεν εἰς τόπον χλόης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἄζης, διὰ πυρὸς τελειοῦται.
Ἔζησεν Ἄζης κἄν τέθνηκεν εἰς φλόγα,
Ζωὴν ἀληθή μη γινώσκουσαν τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φιλοθέου, τοῦ ἀσκήσαντος ἐν τῷ Ὄρει τοῦ Ἄθῳ, καὶ δὴ ἐν τῇ ἐκεῖσε Μονῆ τοῦ Ὁσίου Διονύσιου, τῇ ἐπ’ ὀνόματι τοῦ Προδρόμου τιμωμένη, καταγομένου ἐκ Χρυσουπόλεως τῆς Μακεδονίας.
Ζήσας ο Φιλόθεος ως Θεώ φίλον,
Ζωήν άληκτον εύρε συν Θεού φίλοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πλαντίνου καὶ Εἰρήνη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰακώβου τοῦ γενομένου οἰκονόμου τῆς Μονῆς τοῦ Σωτῆρος Χριστοῦ τοῦ Βαθέος Ρύακος, ὃς ὤρμητο ἐκ τῆς δευτέρας τῶν Καππαδόκων ἐπαρχίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Βαρνάβα καὶ Ἱλαρίωνος, τῶν ἐν Κύπρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φιλίππου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φινὰν τοῦ Ἰρλανδοῦ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Οὔρσουλας τῆς βασιλόπαιδος καὶ τῶν σὺν αὐτῇ ἐν Κολωνίᾳ Γερμανίας Παρθενομαρτύρων· Μάρθας, Μπρικτόλας, Σαούλας, Γρηγορίας, Σατουρνίνας, Σαββατίας, Σεντίας, Παλλαντίας, Σατουρίας και Πιννόζας.
Τῆς Κολωνίας στέφω ἐν ὕμνοις Ἀθληφόρους,
ἕνδεκα τὰς στεφθεῖσας χειρὶ Θεοῦ παρθένους.
Οὔρσουλα βασιλόπαις χαῖρε ἐν Παραδείσῳ,
Τάγματος δεκαρίθμων Μαρτύρων προεστῶσα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος ἐπισκόπου Μογλένων, τῶν εὑρισκομένων ἐν τῇ Ἀριδαίᾳ τῆς Πέλλης.
Ὅσιος ὁμοῦ καὶ ποιμενάρχη θεῖος·
ἐν τοῖς Μογλενοῖς ἐφάνης Ἰλαρίων,
Οὗτος ἦν τὸν 12ον αἰῶνα, γεννηθεὶς ὑπό τινων ἐναρέτων γονέων, φοβουμένων τὸν Θεόν, ζώντων ἐν πάσῃ εὐσεβείᾳ καὶ πορευομένων ἐν τοῖς δικαιώμασι τοῦ Κυρίου. Μὴ ἔχοντες τέκνα, ἐδέοντο τῆς Μητρὸς τοῦ Κυρίου, ὅπως ταῖς πρεσβείαις Αὐτῆς χαρίσηται αὐτοῖς ὁ Θεὸς καρπὸν κοιλίας. Κατ’ ὄναρ οὖν ἐν μιᾷ νυκτί, ἐφάνη τῇ εὐσεβεστάτῃ αὐτοῦ μητρί, ἠ Κυρία Δέσποινα Θεοτόκος καὶ ἀνήγγειλε τὴν σύληψιν τέκνου, ὅπερ καὶ ἐγένετο. Τούτου γεννηθέντος ἔδωκαν αὐτῷ ὄνομα Ἰλαρίων, ἐπειδήπερ χαρὰν καὶ παραμυθίαν αὐτοῖς ἤνεγκεν μεγίστην. Τὸ παιδίον ἠνδροῦτο ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, σχολάζων ἐξ ἀπαλῶν ὀνύχων ταῖς προσευχαῖς καὶ νηστείαις. Ὅτε ἐγένετο ἐτῶν 18 κατέλιπε τὰ ῥέοντα τοῦ κόσμου καὶ εἰσῆλθεν εἴς τινα τῶν μονῶν καὶ τόπων αὐτοῦ ὐπακούων τῷ πνευματικῷ Πατρί, ὡς εἰς Θεόν, καὶ ἐκκόπτων τὸ θέλημα αὐτοῦ. Ὁ μακάριος Ἱλαρίων, ἐγένετο ἐν τῇ Μονῇ διάδοχος τοῦ πνευματικοῦ αὐτοῦ γεννήτορος, διακριθεὶς ἐπὶ συνέσει, φωτισμῷ καὶ θαυματουργίαις. Προϊόντος τοῦ χρόνου, ὁ Ἀρχιεπίσκοπος Ἀχρίδος Εὐστάθιος, κατ’ ὄναρ καὶ αὐτὸς ἔλαβε μήνυμα τῆς Ὑπεραγίας Θεοτόκου ὅπως ἀναβιβάσῃ ἐπὶ τοῦ θρόνου τῆς Ἐπισκοπῆς Μογλένων τὸν Ἱλαρίωνα, σκεῦος ὄντα ἐκλογῆς τοῦ Κυρίου. Ἐν τῇ αὐτῇ δὲ νυκτί, καὶ ὀ ἀξιάγαστος Ἰλαρίων ἔλαβεν πληροφορίαν ὑπὸ τοῦ Θεοῦ, ὅπως μὴ ἀρνηθῇ τὴν ἐκλογὴν αὐτοῦ εἰς Ἐπίσκοπον. Ἀμφότεροι ὑπήκουσαν τῷ θελήματι τοῦ Θεοῦ καὶ ὁ Ἱλαρίων ἐγένετο Ἀρχιερεὺς τῆς πόλεως Μογλένων. Ἅπασα ἡ λαχοῦσα αὐτῷ Ἐπαρχίᾳ ἐμαστίζετο ὑπὸ τῆς δεινῆς Χριστομάχου αἱρέσεως τῶν Βογομίλων. Ὁ Ὅσιος ἀναλαβὼν τοὺς οἴακας τῆς νοητῆς νηὸς τῶν Μογλένων, τοῖς θεοπνεύστοις αὐτοῦ λόγοις καὶ τῇ διδασκαλίᾳ, τοῖς τρόποις καὶ τοῖς σημείοις αὐτοῦ, πολλοὺς ἐκ τῆς πλάνης ἀνέσπασε καὶ σφοδρῶς τοὺς σκοτεινομόρφους αἱρετικοὺς ἐταπείνωσε. Ζήσας χρόνους ἱκανούς, ἵδρυσε μονὴν φέρουσα τὸ ὄνομα τῶν Ἁγίων Ἀποστόλων, προσελκύσας ἐν αὐτῇ πολλοὺς μοναχούς. Ἐκοιμήθη ἐν εἰρήνῃ. Πολλὰς δὲ θαυματουργίας μετὰ τὴν θανὴν αὐτοῦ ἐποιήσατο διὰ τῶν μυρόῤῥοων αὐτοῦ λειψάνων καὶ τῆς ὀξυτάτης ὑπὲρ τῶν ἐπικαλουμένων αὐτὸν πρὸς τὸν Χριστὸν αὐτοῦ πρεσβείας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τῆς Λαύρας τοῦ Σπηλαίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ ἐκ Ῥωσσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Γνώμην φιλόθεον ἐκτήσω, τὴν τοῦ σώματος Ἀγγέλοις ἐμιμήσω, ἀγρυπνοῦσα θερμῶς, καὶ ψάλλουσα προθύμως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Τήξασα σῶμα ἐγκρατείᾳ, Παναοίδιμε καὶ πάσῃ κακουχίᾳ, ἀνεβόας θερμῶς, Ὁσία πρὸς τὸν Κτίστην· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὅλος ὁ πόθος σου Ὁσία, ἀνατέταται πρὸς μόνον τὸν Δεσπότην, ὁλοτρόπως Αὐτὸν ὑμνοῦσα καὶ βοῶσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Λύων τῆς Εὔας τὴν κατάραν, τὴν πανάμωμον κατώκισας Παρθένον, εὐλογίας πηγὴν βλυστάνων τοῖς βοῶσιν· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς Σῆς κοιλίας.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Δι’ἐγκρατείας πανένδοξε, σεαυτὴν ἐκκαθάρασα, τὰς μαρμαρυγὰς ἐδέξω τὰς τοῦ Πνεύματος Θεοῦ, σὲ δοξάσαντος ἐν τῇ γῇ καὶ μεγαλύναντος, τοῦ προσδεξαμένου σου, τοὺς σεπτοὺς καμάτους, πρὸς Ὃν καὶ ἀνεβόας· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν ψυχικὴν λαμπάδαν σου ἐν ἐλαίῳ φαιδρύνουσα θείας ἀπαθείας, εἰς νυμφῶνα ἔφθασας οὐράνιον ἔνδοξε, καὶ τῷ Νυμφίῳ σου Λόγῳ Χριστῷ δοξάζεις, ἅμα ταῖς φρονίμοις συναγάλλη παρθένοις, βοῶσα μακαρία· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἀσκητικῶς πανένδοξε, τὸν Θεὸν θεραπεύσασα, πάντας τῶν παθῶν τοὺς πυριφλέκτους ἄνθρακας τελείως ἀπέσβεσας τοῖς ῥείθροις τῶν δακρύων σου, ὅθεν δυσωπῶ σε τῶν παθῶν μου τὴν φλόγαν, μαράναι ταῖς εὐχαῖς σου, ἵνα πίστει καὶ πόθῳ δοξάζω σου Ὁσία, σὴν μνήμην εἰς αἰῶνας.
εοτοκίον.
Θεογεννήτωρ Πάναγνε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον Θεὸν ἡ κυήσασα, τῶν ἐπὶ πάντων Κόρη Ἁγνή, ὅθεν Θεοτόκον, οἱ πιστοὶ Σὲ κυρίως δοξάζομεν βοῶντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἔφριξε πᾶσα ἀκοή.
Ἰδέσθαι κάλλος νοητὸν τοῦ Νυμφίου, καθαρῶς ἐπεπόθησας, καὶ ποῦ κοιτάζεις Αὐτῷ, ποῦ δὲ ποιμαίνεις σεμνὴ ἐκραύγαζες· ἐπαναπαύομαι ἐν Σοί, καὶ Σοῦ τῆς χρηστότητος κατατρυφήσομαι, μεγαλύνουσα τὴν Σὴν ἀγαθότητα.
Σύνεσιν ἔσχες ἐν ψυχῇ καὶ ταπείνωσιν καὶ θείαν πραότητα, πίστιν ἀνόθευτον καὶ σὴν ἐλπίδα ἀγάπην ἔνθεον, ἐν ὁλονύκτοις προσευχαῖς Θεῷ προσεδρεύουσα, καὶ ταῖς ἐκεῖθεν αὐγαῖς μακαρία, λαμπομένη φαιδρότησιν.
Ἡδέσθη σοὶ πύλη οὐρανοῦ ἠνεώχθη, μακαρία πανένδοξε, καὶ εἰσελήλυθας Ἀγγέλων θείων δορυφορούντων σε, καὶ κατεσκήνωσας φαιδρῶς, ἔνθα πολίτευμα Ἁγίων ὑπήρχε σεμνή, μετὰ πάντων τὸν Σωτῆρα δοξάζουσα.
Θεοτοκίον.
Φεῖσαί μου Σῶτερ, ὁ τεχθεὶς καὶ φυλάξας τὴν τεκοῦσάν Σε ἄφθορον μετὰ τὴν κύησιν, ὅταν καθίσης κρίναι τὰ ἔργα μου, τὰς ἀνομίας παρορῶν καὶ τὰς ἁμαρτίας μου ὡς ἀναμάρτητος, ἐλεήμων Ἀγαθὲ καὶ Φιλάνθρωπε.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸς τοῖς ἄστροις.
Ὑπόδειγμα μετανοίας, σὲ ἔχοντες πανοσία, Μαρίνα Χριστὸν δυσώπει, ἐν τῷ καιρῷ τῆς νηστείας, τοῦτον ἡμῖν δωρηθῆναι, ὅπως τῇ πίστει καὶ πόθῳ, σὲ ᾄσμασιν εὐφημῶμεν.
Θεοτοκίον.
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.














Εἰς τοὺς Αἴνους. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Δεῦτε, ἐπαινέσοντες πιστῶς, τὴν ὑπὲρ τοῦ πάντων Δεσπότου, στεῤῥῶς ἀσκήσασαν, Ὁσίαν τιμήσωμεν Μαρίναν Νύμφην Χριστοῦ, παρθενίας χιτῶνα γάρ, τὸ σῶμα κοσμοῦσα, χρέσεον ὡς ὕφασμα τοῦτο ἐπέθηκεν, σῶμα, τοῦ σεπτοῦ μυστηρίου, καὶ διπλοῖς κοσμεῖται στεφάνοις, καὶ τῷ στεφανίτῃ νῦν παρίσταται. (Δίς)

Μέγα, τὸ κατόρθωμα τὸ σόν, μέγα καὶ πανάριστον ὄντως, σοῦ τὸ ἐκνίκημα, φύσις γὰρ ἀπτόητος καὶ ἀταπείνωτος, τὸν ἀόρατον δράκοντα, τὸ ὄρος τὸ μέγα, νοῦν τὸν πολυμήχανον Μαρίνα σὺ ἀληθῶς, εἶλες, εὐτελὲς ὡς στρουθίον, καὶ καταπατοῦσα χορείας, νῦν μετὰ Ἀγγέλων ἀξιάγαστε.

Λόγου, τοῦ φανέντος ἐπὶ γῆς Νύμφη ἐκλεκτὴ ἀνεδείχθης, Μαρίνα σὺ ἀληθῶς κάλλει διαλάμπουσα ἐνθέων πράξεων, καὶ μαραίνουσα χάριτι, φυτὰ ἀθεΐας, ὅθεν τὴν πανίερον, μνήμην σου σέβομεν, πόθῳ καὶ λειψάνων τὴν θήκην, σὴν περικυκλοῦντες ἐν πίστει, ἐξ αὐτῆς ἰάσεις ἐκλαμβάνοντες.

Δόξα. Ἦχος δ΄.
Δοξάζομέν Σου Χριστέ, τὴν πολλὴν εὐσπλαγχνίαν καὶ τὴν ἀγαθότητα τὴν εἰς ἡμᾶς γενομένην, ὅτι καὶ γυναῖκαι ἀνδρείως παλαίσασαι, τὸν Βελίαρ κατήσχυναν, δυνάμει τοῦ Σταυροῦ Σου, Φιλάνθρωπε· τύραννον ἐχθρὸν οὐκ ἐπτοήθησαν, τὸν δόλιον κατεπάτησαν· ἴσχυσαν δὲ ὀπίσω Σου ἐλθεῖν, εἰς ὀσμὴν μύρου Σου ἔδραμον, πρεσβεύουσαι ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

2 σχόλια:

  1. Καλημέρα σας! Μπορείτε σας παρακαλώ πολύ να μου πείτε σε ποια έντυπη έκδοση βρήκατε τη συγκεκριμένη ακολουθία της αγίας Μαρίνας; Σας ευχαριστώ πολύ!!

    ΑπάντησηΔιαγραφή
    Απαντήσεις
    1. Μακάρι να ήξερα. Πολλές φορές τις μαζέυω τις ακουλουθιες φωτογραφίζοντάς τις ή φωτοτυπώντας, ή σε pdf και δεν τις κρατάω μετά σε αρχείο

      Διαγραφή