Παρασκευή 8 Ιουνίου 2018

ΙΟΥΛΙΟΣ 4. ΜΑΡΘΑ ΟΣΙΑ, ΜΗΤΗΡ ΟΣΙΟΥ ΣΥΜΕΩΝ ΘΑΥΜΑΣΤΟΡΕΙΤΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΣ 4!!
ΜΑΡΘΑ ΟΣΙΑ
ΜΗΤΗΡ ΟΣΙΟΥ ΣΥΜΕΩΝ ΘΑΥΜΑΣΤΟΡΕΙΤΟΥ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)


ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν γ΄ τῆς ὀκτωήχου, καὶ γ΄ τῆς Ὁσίας. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Πρὸς ἐπίπονον ἄσκησιν, πρὸς ἀνδρεῖα παλαίσματα, πρὸς ἐχθροῦ παράταξιν τοῦ πτερνίσαντος, φύσιν ἀνθρώπων ἐχώρησας, νηστείαις καὶ δάκρυσιν, ἀφειδήσασα σαρκός, δι’ ἀγάπην τὴν ἔνθεον· ὅθεν ἤνυσας, τοὺς ἐνθέους ἀγῶνας ταπεινοῦσα, τὴν ὀφρὺν τοῦ ἀντιπάλου, Μάρθα σεμνὴ παναοίδιμε.

Ἐβδελύξω τὰ πρόσκαιρα, καὶ φθαρτῶν σχέσιν ἔφυγες, καὶ κλῆρον ἐπόθησας τὸν οὐράνιον, τὸν τοῖς δικαίοις ἐπάξιον, τὸν διαιωνίζοντα, τὸν ἀκήρατον σεμνή, καὶ ζωὴν τὴν μὴ λήγουσαν· ὅθεν πίστει σου, τὴν λαμπρὰν καὶ φωσφόρον ἐκτελοῦντες, μνήμην ᾄσμασιν ἐνθέοις, καταγεραίρομεν Μάρθα πιστῶς.

Τῇ τοῦ Πνεύματος χάριτι, φυγαδεύεις νοσήματα, ἀπελαύνεις πνεύματα πονηρότατα, καὶ ἰατρεύεις παθήματα, Μάρθα παναοίδιμε, καὶ φωτίζεις τοὺς πιστούς, ἀστραπαῖς τῶν θαυμάτων σου· ὅθεν σήμερον, ἐν φωναῖς ἀσιγήτοις ἀνυμνοῦμεν, τὴν φαιδρὰν καὶ φωτοφόρον, καὶ ἀξιάγαστον μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον
Ἡ Θεὸν τὸν ἀχώρητον, ἐν γαστρί σου χωρήσασα, φιλανθρώπως ἄνθρωπον χρηματίσαντα, καὶ τὸ ἡμέτερον φύραμα, ἐκ σοῦ προσλαβόμενον, καὶ θεώσαντα σαφῶς, μὴ παρίδῃς με Πάναγνε, νῦν θλιβόμενον, ἀλλ' οἰκτείρησον τάχει, καὶ παντοίας, δυσμενείας τε καὶ βλάβης, τοῦ πονηροῦ ἐλευθέρωσον.
Ἢ Σταυροθεοτοκίον. Ὡς γενναῖον ἐν Μάρτυσι
Τὸν Ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα, ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο. Υἱὲ ποθεινότατε, ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ θαυμάτων σου, ἀπολαύσας μεγίστων, ἀλλὰ δόξα, τῇ ἀῤῥήτῳ σου καὶ θείᾳ, συγκαταβάσει Φιλάνθρωπε.

Ἀπόλυσις.
ΟΡΘΡΟΣ

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Τῷ ἐκτινάξαντι ἐν θαλάσσῃ.
Τῷ θείῳ ἔρωτι τετρωμένη, τῶν αἰωνίων ἀγαθῶν, δόξης ἐπικήρου καὶ τρυφῆς κατεφρόνησας· διὸ καὶ τὸν ἀγγελικὸν Ὁσία βίον, διήνυσας ἐνθέως.
Πυρπολουμένη τῷ θείῳ ζήλῳ, θεανδρικῶς πολιτευθεῖσα, ἔτεκες φωστῆρα τῶν πιστῶν καὶ προπύργιον, τὸν δεύτερον Σαμουήλ, καὶ τῆς ἐρήμου ἀγλαέστατον θρέμμα.
Βλαστὸς ἐδείχθης τῆς ἐγκρατείας, ἐξανατείλασα ἡμῖν ἥλιον πολύφωτον, καὶ μέγαν θεράποντα, τὸν πάνσοφον Συμεών, καὶ τῆς ἐώας προστάτην τε καὶ τεῖχος.
Θεοτοκίον.
Γῆς οἱ ἀπόγονοι Θεοτόκε, υἱοὶ γενόμενοι Θεοῦ, χάριτι τῇ θείᾳ καὶ ἀῤῥήτῳ κυήσει Σου, ὑμνοῦμέν Σε ἐκτενῶς, μόνην αἰτίαν τῆς ὄντως σωτηρίας.

ᾨδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος.
Καρπὸν τιμιώτατον ἐκ νηδύος σου, τῷ Δεσπότῃ προσάξασα θυσίαν ὁλόκληρον, σεαυτὴν ἐγκρατείας, πυρὶ προσενήνοχας, Μάρθα ὑμνολογοῦσα Αὐτόν.
Θυσίαν εὐπρόσδεκτον καὶ ἀείζωον, τῷ Χριστῷ σου προσήνεγκας, τὸν φύντα ἐκ μήτρα σου, θεόφρον Ὁσία, πιστῶν τὸ κραταίωμα, καὶ τεῖχος καὶ προπύργιον.
Πρὸς ὕψος οὐράνιον ἀνεπτέρωσας, τὴν ψυχὴν σὺν τῷ σώματι, καὶ γέγονας σύσκηνος, ταῖς φρονίμοις παρθένοις καὶ θεῖον ἐκσφράγισμα, τῶν πίστει προστρεχόντων Θεῷ.
Θεοτοκίον.
Ἐν πέτρᾳ πανάμωμε τῆς ἐλπίδος Σου, τῆς ψυχῆς ἐπερείσας μου τὰς βάσεις ἀσάλευτος, εἰς ἀεὶ διαμένω, αἰνῶν καὶ δοξάζω Σε, τὴν μόνην προστασίαν μου.










Κάθισμα. Ἦχος δ΄. ὑψωθεὶς ἐν Σταυρῷ.
Διηνεγκῶς ἐν προσευχαῖς ἀγρυπνοῦσα, καὶ ἐν ἐλέει τὸν Θεὸν θεραπεύουσα, θείοις ναοῖς πανεύφημε συχνάζουσα, Μάρθα καὶ ἐν δάκρυσι καὶ νηστείαις ἐν πίστει, δεομένη εἴληφας, ἱερώτατον παῖδα· μεθοὖ δυσώπει σώζεσθαι ἡμᾶς, ἐκ τῶν κινδύνων τοὺς πόθῳ ὑμνοῦντάς σε.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Ὅτι πάντων ὑπάρχεις τῶν ποιημάτων ὑπερτέρα, ἀνυμνεῖν σε ἀξίως, μὴ εὐποροῦντες Θεοτόκε, δωρεὰν αἰτοῦμέν σε, ἐλέησον ἡμᾶς.
Σταυροθεοτοκίον. ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ἐπὶ Σταυροῦ σε δυνατὲ κρεμασθέντα, κατανοοῦσα ἀμνὰς καὶ Παρθένος, ὀδυρομένη ἔλεγε δακρύουσα· Τίς σου ἀπόῤῥητος συγκατάβασις Λόγε; πῶς σε νῦν κατέκρινεν, κατάκριτος δῆμος, τὸν πάντας κρῖναι μέλλοντα Θεόν. Ὑμνολογῶ σου τὸ ἄφατον ἔλεος.

ᾨδὴ δ΄. Ἐξ ὄρους κατασκίου.
Ἔχουσα Χριστὸν ἀεὶ ἐν διανοίᾳ, πόθον τῶν φθαρτῶν καὶ σχέσιν ἐβδελύξω, καὶ διὰ τοῦτο χαρίτων κατηξιώθης, Μάρθα Αὐτὸν ὑπερδοξάσασα.
Ἔφλεξας παθῶν Μάρθα τὰς τρικυμίας, ἔσβεσας θηρῶν ἀγρίων τὰς ἐφόδους, τοῦ νοητοῦ Ἀμαλήκ τε τὰς πολυτρόπους, καὶ τὰς ἐνέδρας θριαμβεύουσα.
Γέγονας πιστῶν προπύργιον καὶ τεῖχος, τῶν εἰλικρινῶς ἐκ πόθου σε τιμώντων, καὶ τὴν ἁγίαν σου μνήμην ἐπιτελούντων, θεομακάριστε πιστῶν ἀρωγή.
Θεοτοκίον.
Ὤφθης νοητὴ νεφέλη Θεοτόκε, φέρουσα Χριστὸν τὸν ἥλιον τῆς δόξης, μετὰ σαρκὸς καταυγάζοντα, πᾶσαν κτίσιν, φωτὶ ἐνθέῳ τῷ τῆς χάριτος.

ᾨδὴ ε΄. Ἐκ νυκτὸς ἁγνοίας.
Ἐν οὐρανῷ ὁρῶσα, τὸν σὸν βλαστὸν διὰ ξύλου αἰρόμενον, τούτου θείαις πράξεσι, Μάρθα συνανύψους ὑμνοῦσα Χριστόν.
Ἐξ οὐρανοῦ τὴν ψῆφον, θεομακάριστε Μάρθα ἐδέξω σαφῶς, καὶ συλλαμβάνεις ἐκ Θείου Πνεύματος, τὸν μέγαν θεράποντα.
Τὸν σὸν βλαστὸν Ὁσία, Ἀντιόχου νῦν πόλις προβάλλεται, θερμὸν προστάτην καὶ τεῖχος καὶ καταφυγὴν τῶν ἐν θλίψεσι.
Θεοτοκίον.
Ῥάβδον δυνάμεώς Σε, οἱ πεποιθότες ἐν Σοὶ Θεονύμφευτε, ἔχοντες τροπούμεθα, τὰ τῶν πολεμίων συστήματα.


ᾨδὴ στ΄. Χιτῶνά μοι παράσχου.
Τὴν πάντων βασιλίδα ἐκ ψυχῆς, ποθοῦσα ἐκόσμησας, σαυτὴν καθαρότητι καὶ χαρίτων δι’ αὐτῆς Μάρθα τετύχηκας.
Γηραλαῖόν σου τὸ φρόνημα σεμνή, ἐξέστησαν Ἄγγελοι, καὶ ἄνθρωποι μέλπουσι, τὸν τῶν ὅλων Ποιητὴν σὲ δοξάσαντα.
Ὡς στήλην εὐθαλῆ τε καὶ τερπνήν, σεαυτὴν ἐκόσμησας, καὶ ἔσοπτρον γέγονας, ἀκηλίδωτον ἐμφάσεων τοῦ Πνεύματος.
Θεοτοκίον.
Γαλήνην Σε ἐν κλύδωνι παθῶν καὶ θλίψεων Δέσποινα, ἀεὶ προαρώμενος, εἰς λιμένα σωτηρίας καθορμίζομαι.

Συναξάριον.
Τῇ Δ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας Μάρθας, μητρὸς τοῦ Ἁγίου Συμεών, τοῦ ἐν τῷ Θαυμαστῷ Ὄρει.
Κἂν οὐ μεριμνᾷ, οὐδὲ τυρβάζῃ, Μάρθα,
ἔχεις τὰ λοιπὰ καὶ τελευτὴν τῆς Μάρθας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀνδρέου Κρήτης, τοῦ Ἱεροσολυμίτου.
Θανὼν ἐφεῦρε τῶν πόνων στέφος μέγα,
Κρήτης ὁ ποιμήν, οὗ πόνος Κανὼν μέγας.
Ὅς ἐκ πόλεως Δαμασκοῦ ὥρμητο, ἐκ θεοφιλῶν γονέων φὺς καὶ πρὸς τὴν τῶν γραμμάτων ἐκδοθεὶς μάθησιν. Οὗτος, Θεοδώρου πατριαρχοῦντος τῆς Ἁγίας Πόλεως, κληρικὸς κείρεται καὶ ὑπογραφεὺς αὐτῷ καθίσταται· καὶ συγκροτηθείσης Συνόδου ἐν Κωνσταντινουπόλει, πρὸς αὐτοῦ στέλλεται τοῖς πραχθεῖσι συνευδοκῆσαι. Διὰ δὲ τὴν ἑνοῦσαν αὐτῷ γνῶσίν τε καὶ ἀρετήν, Διάκονος τῆς μεγάλης Ἐκκλησίας καθίσταται καὶ μετ᾿ ὀλίγον ὀρφανοτρόφος· εἶτα Ἀρχιεπίσκοπος Κρήτης. Ἀπερχόμενος δὲ εἰς τὴν ἑαυτοῦ παροικίαν τὸ δεύτερον καὶ ἔν τινι γενόμενος νήσῳ, καλουμένῃ Ἐρεσσῷ, τῇ πλησίον Μυτιλήνης, καταλύει τὸν βίον, πάμπολλα συγγράμματα τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ καταλείψας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδώρου, Ἐπισκόπου Κυρήνης τῆς Λιβύης.
Ἐπὶ σκότους θανόντι τῷ Θεοδώρῳ,
τὸ τοῦ Προφήτου πρώϊμον φῶς ἐῤῥάγη.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἁγίες Μάρτυρες Κυπρίλλα, Ἀρόα καὶ Λουκία, ξίφει τελειοῦνται.
Τονοῖ Κυπρίλλαν πρὸς πάλην τὴν πρὸς ξέσεις
ὁ συμπαλαίσας Ἰακὼβ Θεὸς πάλαι.
Ἔδειξαν ἡμῖν Ἀρόα καὶ Λουκία,
ὡς καὶ κόραι σθένουσι καρτερεῖν ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδότου.
Δοὺς κεφαλὴν τῷ Θεῷ, Θεόδοτε,
ζωὴν ἔλαβες, ἥτις οὐκ ἔχει πέρας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων· Δονάτου Ἐπισκόπου Λιβύης καὶ Ἱλαρίωνος μοναχοῦ.
Δονάτος ἔργοις πρὶν δονήσας Λιβύην,
ἤδη κατοικεῖ, οὗ δόνησις οὐκ ἔνι.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀσκληπιὰς ἡ θαυματουργὸς ἐν εἰρήνῃ τελειοῦται.
Ἀσκληπιὰς ἄμισθος ἀσκληπιάδης,
παύουσα προῖκα καὶ τετμημένη νόσους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Θεόφιλος, ξίφει τελειοῦται.
Ὁ Θεόφιλος ἐξαφαιρεῖται κάραν,
Θεὸν φιλήσας καὶ πλέον ζωῆς φίλης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Μένιγνος, ἐν εἰρήνῃ τελειοῦται.
Μένιγνος ἐκπλεῖ τὸν θαλαττώδη βίον,
εὑρὼν ἀρίστους τοὺς νόας κωπηλάτας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Κορίλλας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὁσιομάρτυς Ἱλαρίων, ῥαβδισθεὶς τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μιχαὴλ τοῦ Χωνιάτου, Ἀρχιεπισκόπου Ἀθηνῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀνδρέου Ῥουμπλιόβ, τοῦ Εἰκονογράφου, τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.








ᾨδὴ ζ΄. Ὁ ἐν ἀρχῇ τὴν γῆν.
Τὸν ἐμπαθῆ ὑπεκδῦσα χιτῶνα, Μάρθα σεμνή, στολὴν περιεβάλου καὶ τὸν Νυμφίον ἁγνῶς Ὁσίας διανύμνησας Χριστόν, καὶ ἐθεράπευσας.
Στῦλος πυρὸς ὁ σὸς βλαστὸς ἐδείχθη, Μάρθα σεμνή, καταφωτίζων κόσμον, καὶ τὰ ἐν κόσμῳ ἀποκαθαίρων, ἐξ ἁγνοίας ἀφεγγοῦς, καὶ πάσης ἄλλης ὀργῆς.
Τὰς τῆς σαρκὸς κατέσβεσας ἐπάρσεις, καὶ νοητῶν ἐχθρῶν τὰς πανουργίας ἀπεβδελύξω Ὁσία Μάρθα, καὶ τὰς τούτων συμπλοκάς, εἰς γῆν κατέαξας.
Θεοτοκίον.
Ἰδεῖν ἡμᾶς τὴν δόξαν τοῦ Υἱοῦ Σου, καὶ καθαρῶς αὐτῆς ἐναπολαῦσαι, τοὺς Σὲ ποθοῦντας καὶ ἀνυμνοῦντας, ἱκέτευε ἐκτενῶς Θεοχαρίτωτε.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Τῇ πτωχείᾳ τῶν παρόντων ἐκτήσω, πλοῦτον Μάρθα αἰώνιον καὶ δόξαν καὶ διὰ τοῦτο πόθῳ ἀνεκραύγαζες· Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ γινώσκων Θεὸς τὴν σὴν καρδίαν, καὶ τὸν πόθον ὃν ὤδινας ἐκ βρέφους, Ὁσία Μάρθα πίστει τὸν ἐγκάρδιον, ἔστεψεν ἐνθέως, πίστει ἀνυμνοῦσαν αὐτόν, εἰς τοὺς αἰῶνας.
Ἡ φαιδρά σου ἑόρτιος ἡμέρα, καταυγάζει πιστῶν τὰς διανοίας, καὶ ἐκλαμπρύνει πᾶσαν τὴν περίγειον, ὥσπερ φαεσφόρος, μέχρι τῶν τερμάτων τῆς γῆς ἁπάσης φαίνων.
Θεοτοκίον.
Ὁ τὴν φύσιν ἡμῶν δημιουργήσας, ἐκ Σοῦ ταύτην φορέσας Θεοτόκε, ἀνομορφοῖ καινίζει ὡς Φιλάνθρωπος, Σὲ ὑμνολογοῦσαν καὶ δοξολογοῦσαν, κυρίως Θεοτόκον.

ᾨδὴ θ΄. Μεγαλύνομέν σε.
Ὁμότροπε Μάρθα, συγχορεύουσα υἱῷ, καθικέτευε Χριστὸν τὸν Θεὸν ἡμῶν, ὑπὲρ τῶν τιμώντων σε.
Εὐσεβῶς βιοῦσα, ἐν τῷ σκάμματι ἀνδρείως ἠγώνισαι, ἐξ οὗ ἐθησαύρισας πλοῦτον ἐπουράνιον.
Ἀσπαζόμεθά σου, τῶν λειψάνων τὴν σορὸν Μάρθα πάνσεμνε, ἐξ ἧς ἀρυόμεθα ἰαμάτων νάματα.
Θεοτοκίον.
Ὑπὲρ τὰς ἡλίου ἡ πρεσβεία Σου ἀκτῖνας ἐκλάμπουσα, φωτίζει πανάχραντε, τοὺς Σὲ μεγαλύνοντας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου