Σάββατο 23 Ιουνίου 2018

ΣΕΠΤΕΜΒΡΙΟΣ 7. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΣΩΖΩΝ ΑΚΟΛΟΥΘΙΑ



ΣΕΠΤΕΜΒΡΙΟΣ Ζ!!

ΣΩΖΩΝ ΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τῆς Θεοτόκου τρία. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων

Τῆς παγκοσμίου τῷ κόσμῳ χαρᾶς ἀνέτειλαν, αἱ νοηταὶ ἀκτῖνες, προμηνύουσαι πᾶσι, τὸν ἥλιον τῆς δόξης, Χριστὸν τὸν Θεόν, ἐν τῇ γεννήσει σου Ἄχραντε· σὺ γάρ μεσῖτις ἐδείχθης τῆς ἀληθοῦς, εὐφροσύνης τε καὶ χάριτος.

 

Ἡ προεόρτιος αὕτη δόξα σου Ἄχραντε, προκαταγγέλλει πᾶσι, τὰς τῆς σῆς εὐμενείας, λαοῖς εὐεργεσίας σὺ γὰρ τῆς νῦν, εὐφροσύνης ἡ πρόξενος, καὶ τῆς μελλούσης αἰτία χαρὰς ἡμῖν, καὶ τρυφῆς θείας ἀπόλαυσις.

 

Ἡ θεοχώρητος Κόρη καὶ Θεοτόκος ἁγνή, τῶν Προφητῶν τὸ κλέος, τοῦ Δαυῒδ ἡ θυγάτηρ, σήμερον γεννᾶται ἐξ Ἰωακείμ, καὶ τῆς Ἄννης τῆς σώφρονος, καὶ τοῦ Ἀδάμ τὴν κατάραν τὴν εἰς ἡμᾶς, ἀνατρέπει ἐν τῷ τόκῳ αὐτῆς.

 

Τοῦ Ἁγίου. Ἦχος δ'. Ἔδωκας σημείωσιν

Σθένει δυναμούμενος, τὸ ἀσθενές σου μακάριε, τοῦ ἡμῶν τὴν ἀσθένειαν, θελήσει φορέσαντος, τῶν Μαρτύρων δρόμον, διήνυσας χαίρων, καὶ τὸν ἀνίσχυρον ἐχθρόν, ὡραιοτάτοις ποσὶ συνέτριψας· διό σοι ἀνεπλέξατο, νικητικὰ διαδήματα, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 

Ἐχθροὺς ἐτραυμάτισας, τῷ τραυματίζεσθαι ἔνδοξε, καὶ εἰς γῆν κατηδάφισας, Σταυρὸν ὁπλισάμενος, καὶ τὴν παντευχίαν, περιβεβλημένος, τὴν ἀδιάῤῥηκτον σαφῶς, καὶ τὴν ἀγάπην ἐνστερνισάμενος, τοῦ σὲ πρὸς τὰ βασίλεια, τὰ νοητὰ μετοικήσαντος, ὡς ἀήττητον Μάρτυρα, ὡς οὐράνιον ἄνθρωπον.

 

Σωτῆρα καὶ Κύριον, τὸν ὑπὲρ σοῦ τὰ ἑκούσια, ὑποστάντα παθήματα, σαφῶς ἐκμιμούμενος, ἀθλοφόρε Σῴζων, σαυτὸν ἑκουσίως, πρὸς αἰκισμοὺς πρὸς ἐκτομάς, πρὸς ἀνυποίστους βασάνους δέδωκας· διὸ σὲ ἀντημείψατο, ἐπουρανίοις χαρίσμασι, καὶ πηγὴν ἰαμάτων σε, τοῖς ποθοῦσιν ἀνέδειξε.

 

 

Δόξα. Ἦχος πλ. β΄.

Δεῦτε τῶν φιλεόρτων τὰ συστήματα, πιστῶς συνδραμόντες, τὸν γενναῖον τοῦ Χριστοῦ Μεγαλομάρτυρα εὐσεβῶς ἀνευφημήσωμεν, καὶ τὴν ἐτήσιον αὐτοῦ μνήμην λαμπρῶς ἐπιτελέσωμεν. Χαίροις βοῶντες, γενναῖε στρατιῶτα Χριστοῦ τοῦ Θεοῦ, ὁ τῶν ἀσεβῶν τυράννων τὰς ἀπειλὰς μὴ πτοηθείς, καὶ τὰ τούτων προστάγματα μυκτηρίσας καὶ ἀποσάμενος. Χαίροις, ὁ ὑπομείνας γενναίως τὰς τοῦ σώματος ζέσεις, καὶ τὰς τῶν ἥλων τρώσεις, καὶ τὰς ἀνυποίστους αἰκίσεις τοῦ λαμπροῦ καὶ ἁγίου σου σώματος, ἐν αἷς γενναίως μέχρι τέλους ἐγκαρτερήσας, τὰ βραβεῖα τῆς νίκης καὶ τοὺς ἀμαραντίνους στεφάνους, τοῦ μαρτυρίου ἀπείληφας. Χαίροις, ὁ τῶν θαυμάτων τὴν χάριν, παρὰ Χριστοῦ κομισάμενος, καὶ τοὺς μὲν ἐπὶ γῆς ἐπικαλουμένους τὸ σὸν πανίερον ὄνομα, ἐκ πάσης νόσου ἰώμενος, τοὺς δὲ ἐν θαλάσσῃ δεινῶς κινδυνεύοντας παραδόξως προφθάνων καὶ ἐκλυτρούμενος. Ἀλλὰ καὶ ὑπὲρ ἡμῶν τῶν πίστει ἀνευφημούντων σε, Σώζων παναοίδιμε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, ῥυσθῆναι ἡμᾶς, ἀπὸ πάσης θλίψεως, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν... Ἦχος δ'

Τὴν πάνσεπτόν σου γέννησιν, Παναγία Παρθένε ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν· ὅτι Μήτηρ γέγονας, τοῦ Ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ μετὰ Θεὸν τὰς ἐλπίδας θεμένων, Θεοτόκε πανύμνητε καὶ ἀπειρόγαμε.

 

Εἴσοδος. Φῶς Ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Ἦχος α΄.

Ὁ γενναῖος τοῦ Χριστοῦ στρατιώτης, Σώζων ὀ πανάριστος, σήμερον εἰς πανήγυριν φαιδράν, εἰς ἑορτὴν χαρμόσυνον, πάντας ἡμᾶς συνεκάλεσε. Δι’ ὃ τὰ τῶν ᾀσμάτων ἄνθη ἐκ τοῦ νοητοῦ λειμῶνος τῶν θείων γραφῶν συλλεξάμενοι, στεφάνους ἐγκωμίων ἐξ αὐτῶν συμπλέξαντες, μετ’ ευλαβείας καὶ πίστεως αὐτῷ προσοίσωμεν, λέγοντες· ὁ τὸν καλὸν ἀγῶνα τοῦ μαρτυρίου ἀνδρικῶς ἀγωνισάμενος καὶ τὸν Χριστὸν γενναίως ὁμολογήσας καὶ ὑπὲρ αὐτοῦ τὸ σῶμα τοῖς ἀνόμοις παραδοὺς καταξαίνεσθαι, καὶ παῤῥησίαν μεγίστην κτησάμενος, πρὸς αὐτὸν ἐκτενῶς ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.

Τὴν τοῦ Θεοπάτορος θείαν φωνήν, ὁ τῆς πίστεως πρόμαχον εὐμαρῶς ἐνωτισθείς, Σώζων ὁ μεγαλώνυμος, τὰ εἴδωλα τῶν ἐθνῶν, λέγουσιν, ἐξ ἀργυρίου καὶ χρυσίου χείρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι, πόδας ἔχουσι καὶ οὐ περιπατήσουσι, τὴν τούτων ματαιότητα καὶ τῶν σεβομένων ἄνοιαν ἐστηλίτευσε, καὶ τὴν τοῦ ξοάνου χεῖρα τεμών, τῷ ταύτης τιμήματι πλῆθος πενήτων ἠλέησε, τὴν δὲ θεότητα τοῦ Σωτῆρος, ἡμῶν λαμπρῶς ἀνακηρύξας, τὴν πίστιν τηρήσας καὶ τὸν δρόμον τοῦ μαρτυρίου τετελεκώς, εἰς οὐρανοὺς ἀναβέβηκε. Καὶ νῦν τῷ χρόνῳ τῆς μεγαλωσύνης τοῦ Θεοῦ παριστάμενος, ἀκαταπαύστως πρεσβεύει εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος γ΄.

Δεῦτε ἅπαντες πιστοί, τὸν τοῦ Χριστοῦ Μεγαλομάρτυρα, ἐν ἱεροῖς ᾄσμασι καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν, Σώζοντα τὸν πολύαθλον. Οὗτος γὰρ ὁ πολύτλας τοὺς τῶν τυράννων ὑπὲρ ἔλακιον ἀπαλυνθέντας λόγους, μεστοὺς δὲ ἰοῦ θανατηφόρου, καὶ βολίδας τοῦ νοητοῦ δράκοντος ὄντας, καὶ πάσας τὰς θωπείας αὐτῶν ἐκφαυλίσας, τὰς δὲ ἀπειλὰς τῶν ἀνηκέστων βασάνων, πυρακτώσεις τε δαρμούς, καὶ ξεσμούς, ὡς ἀράχνης μίτους καὶ νηπίων βέλη ἡγησάμενος, τὸν μαρτυρικόν, ὑπὲρ Χριστοῦ θάνατον λαβεῖν ἐπεπόθησεν, ὅθεν καὶ τὴν τῶν θαυμάτων χάριν παρὰ Χριστοῦ πεπλουτηκὼς θεραπεύει, πᾶσαν νόσον τῶν ἐν πίστει προσιόντων αὐτῷ, καὶ πρεσβεύει Κυρίῳ εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δόξα. Ἦχος πλ. α΄.

Τῇ νῦν πανηγύρει τοῦ θεοσόφου Μεγαλομάρτυρος Σώζοντος, δεῦτε ὦ φιλέορτοι, μετ’ εὐλαβείας καὶ πίστεως συνδράμωμεν, μαρτυρικὴν γενναιότητα μεῖζον, ἢ κατὰ ἄνθρωπον ἐποψόμενοι. Οὗτος γάρ, ὁ στεῤῥὸς τῆς πίστεως ἀδάμας, ὥσπερ ὁ μέγας Γεώργιος, σιδηρᾶς μεθ’ ἥλων κρηπίδας ὑποδησάμενος, τρέχειν παρεβιάζατο. Τοῦτο δέ, προθύμως ποιοῦντος τῷ καταῤῥέοντι αἵματι ἡ γῆ ἠρυθραίνετο, οἱ τὸ δεινὸν θέαμα τοῦτο καθορῶντες ὀχετοῖς τῶν δακρύων κοπτόμενοι ἔῤῥεον. Τὰ τῶν Ἀγγέλων στρατεύματα τὸ μεγαλόψυχον τοῦ Μάρτυρος ἐθαυμάζον, ὅτι ἐν σώματι τοὺς ἀσωμάτους μιμούμενος, τῶν σωματικῶν ὀδυνῶν ὑπέρτερος ἐδείκνυτο. Οἱ ζοφεροὶ δαίμονες, τὴν ὑπομονὴν τούτου φρίττοντες ἔτρεμον. Ὁ δὲ τοῦ Χριστοῦ Μάρτυς, ξεσμούς, καὶ δαρμοὺς ἀνηκέστους ὑποστὰς καὶ τελειωθεὶς ἐν Χριστῷ, εἰς οὐρανοῦς ἀνελήλυθε, τὰ γέρα τῆς νίκης παρὰ Χριστοῦ κομιούμενος. Τοῦτον κατὰ χρέος καὶ ἡμεῖς εὐφημοῦντες βοήσωμεν· τρισόλβιε πανένδοξε, Μεγαλομάρτυς Σῶζον, κατὰ τὸ θεῖόν σου ὄνομα ὁ Σώζων, σῶζε τὴν σεαυτοῦ Χριστεπώνυμον ποίμνην, φρουρῶν καὶ συντηρῶν καὶ ἡμᾶς τοὺς πίστει καὶ πόθῳ ἀνευφημοῦντάς σε, καὶ ἐπικαλουμένους τὸ σὸν πανίερον ὄνομα.

Καὶ νῦν. Προεόρτιον. Ἦχος β΄.

Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί· δεῦτε ὑποδέξασθε πόθῳ, τῆς παρθενίας τὸ καύχημα, ἐκ πέτρας βλυστάνουσαν στερεᾶς, τὴν πηγὴν τῆς ζωῆς, καὶ ἐκ τῆς ἀτεκνούσης, τὴν βάτον τοῦ ἀΰλου πυρός, καὶ καθαίροντος, καὶ φωτίζοντος τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, τὸν γενναῖον Ἀθλητήν, καὶ τῆς ἀληθείας ὁπλίτην, καὶ στρατιώτην στεῤῥόν, πάντες εὐφημήσωμεν, σήμερον Σώζοντα, τῶν Μαρτύρων ἀγλάϊσμα, Ἁγίων τε πάντων, δόξα καὶ κραταίωμα, τῶν προστρεχόντων αὐτῷ, ὅνπερ, ἐκτενῶς δυσωποῦμεν, δέησιν προσάγειν Κυρίῳ, πᾶσι παρασχεῖν πταισμάτων ἄφεσιν.

 

Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Πόθῳ, καὶ ἀγάπῃ τοῦ Χριστοῦ, τεθωρακισμένος εἰσῆλθες, ἔνθεον τοῦ σκάμματος, Μάρτυς τῆς ἀθλήσεως, Σῶζον πανεύφημε, θαρσαλέῳ φρονήματι, πολλῇ παῤῥησίᾳ, λέων ὥσπερ εὔτολμος, ὄντως ἐξέπληξας, πάντα τῶν τυράννων τὰ θράση, καὶ Χριστὸν Θεόν τε καὶ κτίστην, σύμπαντος τοῦ κόσμου ἀνεκήρυξας.

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Μάρτυς, Ἀθλοφόρε τοῦ Χριστοῦ, τοὺς ἐν διαφόροις κινδύνοις, καὶ περιστάσεσι, πείναις καὶ θλίψεσι, πιεζομένους οἰκτρῶς, δυσωποῦμέν σε ἔνδοξε, βραβεύων ἀφθόνως, ἴασιν βοήθειαν καὶ θεραπείαν διπλῆν, σὲ γάρ, προβαλλόμεθα Σῶζον, πρέσβυν πρὸς Θεὸν τῶν ἁπάντων, τοῦ λαβεῖν πταισμάτων ἄφεσιν.

 

Δόξα. Ἦχος πλ. δ΄.

Σήμερον, προφητικὴ φωνὴ τοῦ Θεοπάτορος, ἐμφανῶς πληροῦται ἐπὶ τῇ σῇ μαρτυρικῇ τελειώσει, Σῶζον ἀξιοθαύμαστε. Τῶν γὰρ ἀθέων τυράννων ὠμῶς καὶ ἀπανθρώπως τὸν σὸν ἄδικον φόνον τετελεκότων, τά τε πάντιμα λείψανα τὰ σά, οὐκ ἦν ἀνάξιος ὁ κόσμος, αἰσχίστας κακουργίας ὑπεροχῇ πυρὸς παρανάλωμα, ποιῆσαι βουληθέντων, ὁ Κύριος ἐξ οὐρανοῦ ἐβρόντησε καὶ ὑετὸν μέγαν καὶ χάλαζαν κατ’ αὐτῶν βαλὼν τάχος ἀπεσόβησε, τοῖς δὲ φιλοχρίστοις τὸ τῆς ἀγάπης φίλτρον ἐνδεικνυμένοις, εὐκολίᾳ τὰ σὰ πάνσεπτα λείψανα συναγαγεῖν ἐξεγένετο. Καὶ γὰρ ἐν τῷ σκότει τῆς νυκτός, ὥσπερ ἀστέρες ἐπὶ τῆς γῆς φωταυγεῖς, ἀκτῖνας ἐξέπεμπον. Ταῦτα οὖν καὶ ἡμεῖς νοερῶς προσκυνοῦντες οἱ τὴν σὴν μνήμην πανηγυρίζοντες, Σῶζον ἀξιάγαστε, καὶ τὴν πάνσεπτον εἰκόνα σου κατασπαζόμενοι ἐκτενῶς, παρακαλοῦμέν σε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν... Ἦχος β'.

Τίς ὁ ἦχος τῶν ἑορταζόντων γίνεται; Ἰωακεὶμ καὶ Ἄννα πανηγυρίζουσι μυστικῶς. Συγχάρητε ἡμῖν λέγοντες, Ἀδὰμ καὶ Εὔα σήμερον· ὅτι τοῖς πάλαι παραβάσει κλείσασι Παράδεισον, καρπὸς εὐκλεέστατος ἡμῖν ἐδόθη, ἡ θεόπαις Μαρία, ἀνοίγουσα τούτοις πᾶσι τὴν εἴσοδον.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Δι' ὄμφης οὐρανίου πιστωθεῖς πρὸς τὰ κρείττονα, τοὺς τῆς εὐσεβείας ἀγῶνας, ἀπτοήτως διέδραμες· καὶ ὤφθης τοῦ Σωτῆρος κοινωνός, ἀθλήσας Μάρτυς Σῴζων ἀνδρικῶς· διὰ τοῦτο διασῴζεις ἐκ πειρασμῶν, τοὺς πίστει προσιόντας σοι· Δόξα τῷ παρασχόντι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πάσιν ἰάματα.

Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος δ'. Κατεπλάγη Ἰωσὴφ

Ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαυΐδ, ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν· διὸ καὶ χαίρει ἡ σύμπασα καὶ καινουργεῖται, συγχαίρει τε ὁμοῦ, ὁ οὐρανὸς καὶ ἡ γῆ, αἰνέσατε αὐτήν, αἱ πατριαὶ τῶν ἐθνῶν, Ἰωακεὶμ εὐφραίνεται, καὶ Ἄννα πανηγυρίζει κραυγάζουσα· Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφόν τῆς ζωῆς ἡμῶν.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Οἱ δίκαιοι ἔφησεν ὁ Ζωοδότης Χριστός, ὡς ἥλιοι ἐκλάμψουσιν ἐν οὐρανοῖς ἀληθῶς, μετὰ τὴν ἀνάστασιν, σοῦ δὲ καὶ μετὰ πότμον, τὰ θειότατα μέλη, ἔλαμψον παραδόξως, ἐν τῇ γῇ ὡς ἀστέρες, Χριστοῦ θαυματουργοῦντος ἐπὶ σέ, Σῶζον ἀξιάγαστε.

Δόξα... Καὶ νῦν... Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος

Τεχθεῖσα παραδόξως, στειρωτικῶν ἐξ ὠδίνων, παρθενικῶν ἐκ λαγόνων, ἐκύησας ὑπὲρ φύσιν· ὡραῖος φανεῖσα γὰρ βλαστός, ἐξήνθησας τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν, βοῶσί σοι Θεοτόκε· Δόξα τῇ νῦν προόδῳ σου σεμνή, δόξα τῇ παρθενίᾳ σου, δόξα τῇ κυοφορίᾳ σου, μόνη Πανάχραντε.         

 

Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Ἐξεπλάγη ὀ δεινός, τύραννος λόγοις σου σοφοῖς, ὑπερζέσας γὰρ θυμῷ, καὶ μανιώδης γεγονώς, ἐπὶ βασάνοις τρέπεται ὁ ἐμβρόντητος, καὶ δέειν ἀφειδῶς, Σῶζον ἀπάρχεται, καὶ τύπτειν τὸ σεπτόν, μάστιξι σῶμά σου, ἐλεεινῶς κατέξανεν ὁ δείλαιος, μέχρις ἐγκάτων δράσεως, Χριστὸς δὲ ἄνω, ἰσχὺν ἐδίδου, καὶ κραταιάν σοι βοήθειαν

Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'. τὸν συνάναρχον Λόγον

Τὰ οὐράνια πάντα νῦν ἐπαγάλλονται, τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει αὐτοῖς, καὶ οἱ Προφῆται μυστικῶς συνευφραίνονται· ἣν γὰρ προεῖδον τυπικῶς, ἐν ταῖς ἀρχαίαις γενεαῖς, βάτον καὶ στάμνον καὶ ῥάβδον, νεφέλην πύλην καὶ θρόνον, καὶ μέγα ὄρος, γεννᾶται σήμερον.

 

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τοὺς ἐν πίστει καὶ πόθῳ πανηγυρίζοντας, ἐν τῷ θείῳ ναῷ σου Σῶζον πολύαθλε, τὴν ἁγίαν καὶ σεπτὴν μνήμην σου ἔνδοξε, ἀπὸ πάσης προσβολῆς, καὶ παντοίων πειρασμῶν, τῶν ἐν τῇ γῇ καὶ θαλάσσῃ, ἀπήμονας διατήρει, καὶ σῷζε πάντας ταῖς ἱκεσίαις σου.

Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Ἀναβόησον Δαυΐδ, τί ὤμοσέ σοι ὁ Θεός; Ἅ μοι ὤμοσε φησί, καὶ ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον· ἐξ ἧς ὁ πλαστουργός, Χριστὸς ὁ νέος Ἀδάμ, ἐτέχθη βασιλεύς, ἐπὶ τοῦ θρόνου μου· καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν βασιλείαν ἀσάλευτον. Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

 

Οἱ Ἀναβαθμοί, τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον κατὰ Ματθαῖον (κεφ. 10, 32-36). Βλέπε τὴν Παρασκευή, τῆς Γ΄ ἑβδομάδος.

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Σήμερον, συγκαλεῖται ἡμᾶς, τοῦ Ἀθλοφόρου ἡ πανέορτος πανήγυρις. Δεῦτε οὖν φιλέορτοι καὶ φιλόχριστοι, ἐν τῷ πανσέπτῳ αὐτοῦ τεμένει συναθροισθέντες, ἐν φωναῖς ᾀσμάτων καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν λέγοντες· χαίροις, ὁ δι’ ἀγάπην Χριστοῦ τοῦ Θεοῦ, προθύμως τὸ σῶμά σου παραδοὺς τοῖς ἀνόμοις ζέεσθαι, τίπτεσθαι καὶ ταῖς μάστιξι μεληδὸν κατατέμνεσθαι· χαίροις, ὁ τοῦ μαρτυρίου πιὼν τὸ ποτήριον, καθ’ ὁμοιότητα αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν. Δι’ ὃ καὶ παῤῥησίαν ἔχων πρὸς αὐτὸν τοὺς τὸ σωστικὸν ἐπικαλουμένους ὄνομα, ἐν εἰρήνῃ καὶ ὑγείᾳ διηνεκεῖ διαφύλαττε, ὑπὲρ αὐτὸν ἀεὶ δυσωπῶν, τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

 

 

Οἱ κανόνες, ὁ Προεόρτιος τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου. Ποίημα Θεοφάνους.

ᾨδὴ α' Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον

Σωθῆναι τοὺς τὴν σεπτήν σου σήμερον, μνήμην γεραίροντας, ἀπὸ παντοίων Σῴζων πειρασμῶν, καὶ κινδύνων καὶ θλίψεων, τὸν εὐεργέτην Κύριον, νῦν καθικέτευε πανένδοξε.

Ἀστέρα πυρσοφαῆ ἀνέδειξε, Χριστὸς ἐν ὕψει σε, τῆς Ἐκκλησίας Μάρτυς ἀληθῶς, ταῖς τῶν ἄθλων σου λάμψεσι, τὴν οἰκουμένην ἅπασαν, καταλαμπρύνοντα πανεύφημε.

Τοξεύσας ὑπομονῆς τοῖς βέλεσι, τοὺς τοῦ Κυρίου ἐχθρούς, καὶ τῆς ἀνδρείας ξίφει τὰ αὐτῶν, διακόψας στρατεύματα, νικητικὸν διάδημα, Σῴζων ἀπείληφας μακάριε.

Θεοτοκίον

Ἀσπόρως τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι᾿ ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

 

ᾨδὴ γ'. Εὐφραίνεται ἐπὶ σοί.

Αἱμάτων σου αἱ ῥοαί, ποταμηδὸν διὰ Χριστὸν ῥεύσασαι, πῦρ ἀσεβῶν ἔσβεσαν, Μάρτυς ἀθλοφόρε ἀοίδιμε.

Ὑπέστης καρτερικῶς, τῶν αἰκισμῶν τὰς προσβολάς, ἄῤῥηκτος, πύργος καθάπερ ἔνδοξε, πλάνης καθελὼν τὸ ὀχύρωμα.

Καθεῖλες δαυϊτικῶς, ὡς Γολιὰθ τὸν νοητὸν τύραννον, καὶ τὸ αὐτοῦ στράτευμα, πίστεως σφενδόνῃ πανένδοξε.

Θεοτοκίον

Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε κραυγάζομεν.

 

Κάθισμα τοῦ Ἁγίου. Ἦχος δ'

Ταχὺ προκατάλαβε σωθεὶς διὰ πίστεως, Σῴζων πολύαθλε, σωτήριος γέγονας, χειμαζομένων λιμήν, προνοίᾳ Χριστοῦ τοῦ Θεοῦ· βρύεις γὰρ ἰαμάτων, ποταμοὺς τοῖς ποθοῦσι, παύεις ἀῤῥωστημάτων, τὸν φλογμὸν καθ᾿ ἑκάστην· διὸ τὴν θείαν μνήμην σου, πίστει γεραίρομεν.

Δόξα... Καὶ νῦν... Προεόρτιον. Ἦχος πλ. δ'. Τὸ προσταχθὲν

Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω· ὁ τοῦ Θεοῦ γὰρ οὐρανός, ἐν γῇ ἐτέχθη, ἡ Θεόνυμφος αὕτη ἐξ ἐπαγγελίας, ἡ στεῖρα βρέφος θηλάζει τὴν Μαριάμ· καὶ χαίρει ἐπὶ τῷ τόκῳ Ἰωακείμ. Ῥάβδος λέγων ἐτέχθη μοι, ἐξ ἧς τὸ ἄνθος Χριστός, ἐβλάστησεν ἐκ ῥίζης Δαυΐδ. Ὄντως θαῦμα παράδοξον!

 


ᾨδὴ δ' Ἐπαρθέντα σε ἰδοῦσα

Πυρπολούμενος ἀγάπῃ Θεοῦ Παμμάκαρ, τὴν φρυγανώδη ἅπασαν, πλάνην τῶν ἀθέων, ἔφλεξας τοῖς λόγοις σου, καὶ χαίρων ἐκραύγαζες· Δόξα τῇ Δυνάμει σου Κύριε.

Ἁγιότευκτος ὑπάρχων ναὸς Κυρίου, εἰς τὸν ναὸν εἰσέδραμες τῶν ἀθεωτάτων καὶ τούτων σεβάσματα, γενναίως συνέτριψας Μάρτυς ἀθλοφόρε πανεύφημε.

Ἰατρεῖον ἀναδέδεικται πάσης νόσου, τὸ ἱερόν σου τέμενος, πίστει τοῖς φοιτῶσι καὶ τὰς ἀριστείας σου, ἐν τούτῳ γεραίρουσι, Σῴζων ἀθλοφόρε θαυμάσιε.

Θεοτοκίον

Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

 

ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς

Σὺ Μάρτυς τῷ φωτί, τῆς Τριάδος λαμπόμενος, ἐμείωσας ἀθεΐας, πολυθέου τὸν ζόφον, φωστὴρ ὀφθεὶς ἀείφωτος.

Σὺ ῥόδον εὐανθοῦν, ἐρυθρῷ τῶν αἱμάτων σου, μακάριε δεδειγμένος, εὐωδίᾳ θαυμάτων, τὸν κόσμον εὐωδίασας.

Σὺ βότρυς νοητός, τῆς ἀμπέλου ὑπάρχων Χριστοῦ, ἀνέβλυσας μαρτυρίου, εὐκατάνυκτον οἶνον, τοῖς πίστει σε δοξάζουσι.

Θεοτοκίον

Σὲ ὅπλον ἀῤῥαγές, κατ᾿ ἐχθρῶν προβαλλόμεθα· σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

 

ᾨδὴ ς'. Θύσω σοι, μετὰ φωνῆς

Θύεσθαι, δι᾿ ἀγάπην Θεοῦ προελόμενος, ἄμωμον θῦμα καθάπερ, τῇ αὐτοῦ τραπέζῃ προσενηνέχθης· διὰ τοῦτο, εὐσεβῶς σε τιμῶμεν πανεύφημε.

Ἀβρόχως, διαπλεύσας τῆς πλάνης τὸ πέλαγος, εἰς τὸν λιμένα τῆς ἄνω, βασιλείας Μάρτυς, ἐγκαθωρμίσθης, αἰωνίου ἀπολαύων γαλήνης μακάριε.

Ὄνυξι, σιδηροῖς σου τὰ σπλάγχνα κατέξανεν, ἀνηλεῶς ὁ διώκτης, ἀλλ᾿ εἰς χεῖρας Θεοῦ τὸ πνεῦμα, μετὰ δόξης ἐναπέθου Παμμάκαρ ἀοίδιμε.

Θεοτοκίον

Ὦ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον· ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέχοντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησε.

 

Κοντάκιον τοῦ Μάρτυρος. Ἦχος β΄. Τοὺς ἀσφαλεῖς.

Τὸν ἀληθῆ καὶ θεοφόρον Μάρτυρα, καὶ Ἀθλητὴν τῆς εὐσεβείας δόκιμον, συνελθόντες ἀνυμνήσωμεν μεγαλοφώνως πάντες σήμερον· Σώζοντα τὸν θεῖον μύστην τῆς χάριτος, ἰάσεων δοτῆρα πλουσιώτατον, πρεσβεύει γὰρ τῷ Θεῷ, ὑπὲρ πάντων ἡμῶν.

Κοντάκιον Προεόρτιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον

Ἡ Παρθένος σήμερον, καὶ Θεοτόκος Μαρία, ἡ παστὰς ἡ ἄλυτος, τοῦ οὐρανίου Νυμφίου, τίκτεται, ἀπὸ τῆς στείρας θεοβουλήτως, ὄχημα, τοῦ Θεοῦ Λόγου εὐτρεπισθῆναι· εἰς τοῦτο γὰρ καὶ προωρίσθη, ἡ θεία πύλη, καὶ Μήτηρ τῆς ὄντως ζωῆς.

Ὁ Οἶκος

Τῇ στειρευούσῃ καρπὸς ἐδόθη ἡ θεόπαις Μαρία· ἣν προεῖδον ποτὲ θεῖοι Προφῆται ἐν Πνεύματι· ταύτην ἡμεῖς σήμερον ὁρῶντες, ἐν τοῖς κόλποις τῆς Ἄννης σκιρτῶσαν, σὺν τῷ πιστῷ Ἰωακείμ, νοητῶς πρὸς ἑστίασιν συνέλθωμεν, καὶ τοὺς πόῤῥω καλέσωμεν, λέγοντες· Τοῦ κόσμου νῦν ἡ ἀνάκλησις, ἐξ ἀκάρπου γαστρὸς ἀνεβλάστησεν, ἡ θεία πύλη, καὶ Μήτηρ τῆς ὄντως ζωῆς.

 

Συναξάριον

Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σώζοντος.

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ

Ἐν τῇ καμίνῳ, τῶν ἀλγεινῶν βασάνων Μάρτυς βληθείς, δρόσον ἐκ Θεοῦ ἐδέξω ὑπομονῆς, εὐχαρίστως τε ἐκραύγαζες· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Ἐκλαμπροτέραν, παντὸς χρυσίου ἔχων ψυχήν, θῦσαι χρυσοτεύκτῳ Μάρτυς Θεῷ, καὶ ἀψύχῳ οὐ προῄρησαι· σεαυτὸν θυσίαν δέ, εὐωδεστάτην Θεῷ τέθυκας.

Ποιμὴν ὁ μέγας, ποιμένα ὄντα προβάτων σε, Μάρτυς ὡς ἀρνίον ἄμωμον, τῇ αὐτοῦ ἀπλανεῖ ποίμνῃ συνέταξε, λύκοις ἀνάλωτον, τοῖς νοητοῖς σε δείξας πανεύφημε.

Θεοτοκίον

Τὸ τοῦ ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν. Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε.

 

 

 

 

 

 

 

ᾨδὴ η'. Χεῖρας ἐκπετάσας

Χεῖρα χρυσοτεύκτου ἀφελών, σοφὲ ἱδρύματος, πένησι δέδωκας, τὸν ἀδαπάνητον ἔνδοξε, σεαυτῷ περιποιούμενος, τοῦ μαρτυρίου ἀληθῶς, πλοῦτον ἀοίδιμε· Εὐλογεῖτε κράζων, τὰ ἔργα Κυρίου τὸν Κύριον.

Σαρκὶ τῷ ἀσάρκῳ συμπλακείς, τῇ συμμαχία Χριστοῦ, τοῦτον κατέβαλες, βραβεῖον· ὅθεν σοι ἔνδοξε, τῶν θαυμάτων τὴν ἐνέργειαν, αὐτὸς παρέσχετο, πρὸς ὃν χαίρων ἐκραύγαζες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἀνοίξας ἐπλήρωσας σαυτοῦ, τὸ στόμα Πνεύματος, Σῴζων πανεύφημε· ἐχθρῶν δὲ στόματα ἔπλησας, βλασφημούντων τὸν ποιήσαντα, πάσης αἰσχύνης, καὶ Χριστῷ χαίρων ἐκραύγαζες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.

 

ᾨδὴ θ'. Λίθος ἀχειρότμητος

Λίθος ἐκλεκτὸς ἀνεδείχθης, Χριστοῦ τοῦ ἀκρογωνιαίου, Μάρτυς κυλιόμενος ἐν γῇ, καὶ τὸ τῆς πλάνης λύων ὀχύρωμα· τὰς τῶν πιστῶν καρδίας δέ, ἑδραιοτέρας ἐργαζόμενος.

Ῥεῖθρόν σε ζωῆς κεκτημένην, ἡ τοῦ Χριστοῦ νῦν Ἐκκλησία, αἵμασιν ὡς νάμασι τοῖς σοῖς, καταρδευθεῖσα Μάρτυς τῶν ἄθλων σου, καὶ τῶν θαυμάτων πάντοτε, τῇ εὐπρεπείᾳ ὡραΐζεται.

Εὗρες ἀμοιβὴν τῶν ἀγώνων, καὶ τῶν θαυμάτων σου θεόφρον, τὴν τῶν οὐρανῶν βασιλείαν, ἐν ᾗ τῶν πίστει ἐπιτελούντων σου, τὸ ἱερὸν μνημόσυνον, Σῴζων μνημόνευε πανεύφημε.

Θεοτοκίον

Σειρᾶς τῶν ἐμῶν νῦν πταισμάτων, λῦσον Παρθένε Θεοτόκε, ἡ τῆς εὐσπλαγχνίας τὴν πηγήν, τεκοῦσα μόνη θεοχαρίτωτε· καὶ θυμηδίας ἔμπλησον, ὅπως ἀξίως μεγαλύνω σε.

 

Ἐξαποστειλάριον τοῦ Μάρτυρος. Γυναῖκες ἀκουτίσθητε

Τῷ ὅπλῳ τοῦ τιμίου σου, Σταυροῦ θωρακισάμενος, ὁ Ἀθλοφόρος σου Λόγε, τὰς ἐναντίας δυνάμεις, στεῤῥῶς ὑπερενίκησε, καὶ τοὺς τυράννους ᾔσχυνε, καὶ ὑπὲρ σοῦ ἐνήθλησε, καὶ σοὶ Χριστέ μου παντάναξ, συμβασιλεύει ἀπαύστως.

Τῆς Θεοτόκου. Τοῖς μαθηταῖς συνέλθωμεν

Ἀγάλλου κτίσις ἅπασα, τὴν χαρὰν αἰσθομένη, ἐξ Ἄννης τῆς θεόφρονος, ἥτις λέγεται Χάρις, Ἰωακείμ τε τοῦ θείου, τίκτεσθαι παρ᾿ ἐλπίδα, Μαρίαν τὴν πανάχραντον καὶ ἁγνὴν Θεοτόκον· ἧς ὁ καρπός, σωτηρία γέγονε τοῖς ἀνθρώποις, Χριστὸς ὁ σαρκωθεὶς Θεός, ἐξ αὐτῆς ἀποῤῥήτως.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν φιλεόρτων τὰ πλήθη δεῦτε συνδράμωμεν, τὸ τῶν Μαρτύρων κλέος, εὐφημῆσαι προθύμως, Σώζοντα τὸν μέγαν καὶ θαυμαστόν, πολιοῦχον ἡμῶν καὶ φρουρόν, σαῖς ἱκεσίαις βοῶντες ταῖς πρὸς Χριστόν, Σῶζον σῶσον τοὺς τιμῶντάς σε.

 

Ὡς παῤῥησίαν μεγίστην ὄντως κτησάμενος, Μεγαλομάρτυς Σῶζον, πρὸς Χριστὸν τὸν Σωτῆρα, ποιμένα τε καὶ κλῆρον καὶ σὸν λαόν, χριστεπώνυμον φύλαττε, μετ’ εὐφροσύνης τελεῖν σου τὴν ἱεράν, καὶ σεβάσμιον πανήγυριν.

 

Σὲ δυσωποῦμεν ἐνθέρμως Σῶζον ἀήττητε, τοὺς ἐν θαλάσσῃ σῶζε, τοὺς καλῶς καὶ δικαίως, συμπλέοντας ἐλπίδι ἐπ’ ἀγαθῇ, ἀδελφοὺς διὰ πίστεως, ἡμῶν θεόθεν κᾀκείνοις πᾶν ἀγαθόν, καὶ σωτήριον αἰτούμενοι.

 

Ὡς παρ’ ἀξίον ὑπάρχει τὸ προσφερόμενον, τῇ γενναιότητί σου, Μεγαλομάρτυς Σῶζων, ἑμῆς ἰδιωτείας τὸ ἀκαλές, καὶ σμικρόν μου ἐφύμνιον, ἀλλὰ τὸν πόθον μου δέξαι ὡς συμπαθής, καὶ γεέννης με ἀπάλλαξον.

 

Δόξα. Ἦχος β΄.

Σήμερον, ἡ περὶ ἡμᾶς τοῦ Θεοῦ ἄφατος πρόνοια, ἀριδήλως διαδείκνυται, καὶ γὰρ τῇ τῆς ἀειπάρθενου θεόπαιδος προεορτίῳ ἡμέρᾳ τῆς γεννήσεως, τὴν ἱερὰν τελευτὴν τοῦ Μεγαλομάρτυρος Σώζοντος, ἡ χάρις συνήψε. Σήμερον τῶν ἀγγελικῶν ταγμάτων μετὰ πάντων τῶν Ἁγίων τὰ προεόρτια ᾄσματα, ᾄδοντες ἐν οὐρανοῖς, ἔνθα καὶ τὴν ὑπὲρ ἥλιον λάμπουσαν ἁγίαν ψυχήν, τοῦ γενναίου Μάρτυρος, ἀναβιβάσαντες τοὺς ἐπαίνους αὐτῆς τοῖς προεορτίοις ὕμνοις συνέμιξαν. Σήμερον ἡμεῖς τὰ τῶν Ἀγγέλων ἀντίφωνα, ὡς φησὶ Γρηγόριος, ἐκ τούτων τὰς ἀφορμὰς λαμβάνοντες, χείλεσιν ἀναξίοις, τοὺς ὕμνους καὶ τὰ ᾄσματα ἀμφοτέρων τῶν ἑορτῶν μιγνύομεν, καὶ μετὰ χαρμοσύνης ἀνυπερβλήτου τῷ ἐν Τριάδι Θεῷ τὴν δόξαν, εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, αὐτὸν ἐκτενῶς ἱκετεύοντες, ὅπως ταῖς πρεσβείαις τῆς Θεοτόκου καὶ του νῦν παρ’ ἡμῶν εὐφημουμένου, εἰρήνην τῷ κόσμῳ δωρήσηται, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Προεόρτιον. Ὀ αὐτός.

Ἡ προορισθεῖσα παντάνασσα, Θεοῦ κατοικητήριον, ἐξ ἀκάρπου σήμερον νηδύος προῆκται, τῆς Ἄννης ἠγλαϊσμένης, τῆς ἀϊδίου οὐσίας τὸ θεῖον τέμενος· δι᾿ ἧς ἰταμός ᾍδης καταπεπάτηται, καὶ παγγενῆ Εὔα ἐν ἀσφαλεῖ ζωὴ εἰσοικίζεται· ταύτῃ ἐπαξίως ἐκβοήσωμεν· Μακαρία σὺ ἐν γυναιξί, καὶ ὁ καρπὸς τῆς κοιλίας σου εὐλογημένος.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Τὸν ἐν Ἀθλοφόροις θαυματουργόν, Σώζοντα τὸν θεῖον, εὐφημήσωμεν οἱ πιστοί, προφθάνων γὰρ σώσει, ἐν γῇ καὶ ἐν θαλάσσῃ, τοὺς ἐπικαλουμένους αὐτοῦ τὸ ὄνομα.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου