Παρασκευή 31 Αυγούστου 2018

ΜΑΡΤΙΟΣ 1. ΟΣΙΟΣ ΑΓΑΠΙΟΣ ΒΑΤΟΠΕΔΙΝΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΡΤΙΟΣ Α΄!!
ΑΓΑΠΙΟΣ ΟΣΙΟΣ ΒΑΤΟΠΕΔΙΝΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἐν τοῖς ὁρίοις τῆς θείας Μονῆς ἐξήνθησας, τῆς τοῦ Βατοπεδίου, ὡς ἡδύπνοον ἄνθος, Ἀγάπιε θεόφρον· ὅθεν ὀσμάς, ἀρετῶν τελειότητος, ἐν ταῖς ψυχαῖς διαπνέεις τῶν εὐσεβῶν, τῶν ἐν πίστει εὐφημούντων σε.

Ταῖς συμβουλαῖς ὑπακούων καὶ τοῖς κελεύσμασι, τοῦ Γέροντός σου μάκαρ, Κολιτσοῦ ἐν τῇ Σκήτῃ, τὴν κλίμακα ἀνῆλθες τῶν ἀρετῶν, καὶ ζωῆς στηλογράφημα, τῆς ἐναρέτου ἐπώφθης θεοφιλῶν, ἀσκητῶν κρηπὶς Ἀγάπιε.

Οἷάπερ δοῦλος ἀπήχθης καὶ τὸ σαρκίον σου, Ἀγάπιε δουλώσας, τὴν ὀλβίαν ψυχήν σου, ἀδούλωτον ἐτήρησας ἐν δεινοῖς, κακουχίαις καὶ σκώμμασιν, ἐρηρεισμένος ὢν δόγμασι τοῖς ὀρθοῖς, τῆς ἀμώμου ἡμῶν πίστεως.

Οἱ σὲ κατέχοντες δοῦλον τὴν σὴν χρηστότητα, καὶ τῆς ψυχῆς σου ὄντως, τὴν εὐγένειαν σῶφρον, ἰδόντες κατηυγάσθησαν ἀληθῶς, καὶ Χριστὸν τὸν Θεάνθρωπον, ὁμολογήσαντες θέμεθλοι ἀῤῥαγεῖς, μετανοίας ἀνεδείχθησαν.

Δόξα. Ἦχος β΄.
Τὴν ὁδὸν τὴν ἄγουσαν εἰς τὴν ἄληκτον ζωήν, ποθήσας ἀνῦσαι, ἀσκηταῖς τοῖς ἐν τῷ Ἁγιωνύμῳ, τοῦ Ἄθω ὄρει συνανεστράφης, ἀγάπης συνώνυμε. Καὶ τῆς δουλείας πειρασμοὺς ἐλευθέρῳ νοΐ, ὡς εὐσεβείας ἀγῶνα ἐδέξω, προσελκύσας τῷ σῷ παραδείγματι εἰς τὴν πίστιν, ἔτι καὶ τοὺς κυρίους σου. Καὶ νῦν μετ’ αὐτῶν, καὶ τῷ σῷ πνευματικῷ πατρί, ἐν οὐρανοῖς συναγαλλόμενος, πρέσβευε τῷ Βασιλεῖ τῆς δόξης Χριστῷ, καταπέμψαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.



Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Στῦλος ὑπομονῆς, καὶ ἔδρανον ἀγάπης, ἀσάλευτον ἐδείχθης, Ἀγάπιε· διόπερ, νῦν πάντες σε γεραίρομεν.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Σὺν τῷ πνευματικῷ, πατρί σου καὶ τριάδι, τῶν δοῦλόν σε ἐχόντων, Ἀγάπιε ἀυλίζῃ, ἐν οὐρανίοις δώμασιν.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἰ ὅσιοί Σου ἀγαλλιάσονται.
Ἤνεγκας καρτερῶς, αἰχμαλωσίας πόνους, ἐν Μαγνησίᾳ Πάτερ, ὡς δοῦλος τοῦ Κυρίου, ὑπήκοος Ἀγάπιε.

Δόξα. Τριαδικόν.
Ἔπεμψεν ἐπὶ Σέ, ἠ τριλαμπὴς Θεότης, αὐγὰς σωτηριώδεις, τὰ τῆς ψυχῆς σου βάθη, Ἀγάπιε φωτίζουσα.

Καὶ νῦν. Θεοτοκίον.
Σάρκα ἐκ Σοῦ λαβών, ὁ Λόγος τοῦ Ὑψίστου, ἐθέωσέ Σε Μῆτερ· διὸ εἰς τοὺς αἰῶνας, ἀξίως Σε γεραίρομεν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ὑπακούσας τοῖς φθόγγοις τοῦ ἁγίου σου Γέροντος, τῆς αἰχμαλωσίας τὴν δίνην, ἐλογίσω ἀπόλαυσιν, καὶ σκεῦος ἀγαπήσεως φανείς, προσείλκυσας τριάδα πρὸς Χριστόν, τῶν κυρίων σου· διόπερ, Ἀγάπιε ἀσμένως ἐκβοῶμέν σοι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἀγαπήσαντι, δόξα τῷ σὲ μεσίτην κραταιόν, ἡμῖν δωρήσαντι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.






ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς οἰκέτην θεόφρονα, ὑπηρέτην θεόφιλον, καὶ Χριστοῦ θεράποντα ἱερώτατον, περιχαρῶς εὐφημοῦμέν σε, Ἀγάπιε πάνσεπτε, τὸν ἀγάπης ποταμούς, ἀειῤῥύτους ἐκχύσαντα, τοῖς πελάζουσι, σοὶ καὶ οἴκῳ παντὶ τῶν σῶν κυρίων, ὧν τὴν ἄγονον καὶ στεῖραν, ψυχῆς κατήρδευσας ἄρουραν.

Ὡς ἀσκήσεως σέμνωμα, ἀκακίας παλάτιον, καὶ εὐχῆς ἀόκνου ταμεῖον ἄσυλον, ὑπακοῆς τὸν ἐκφάντορα, ἀγάπης τὸν πρύτανιν, καὶ συνώνυμον αὐτῆς, ἱερὸν καὶ πανόλβιον, μεγαλύνωμεν, μονοτρόπων ὡράϊσμα τοῦ Ἄθω, καὶ ἀδάμαντα τῆς Μάνδρας, Βατοπεδίου Ἀγάπιον.

Τὰς τοῦ κόσμου τερπνότητας, ἀρνηθεὶς προσεχώρησας, ταῖς ἀζύγων τάξεσι καὶ ἐπόθησας, βίον ἀνῦσαι ἀμόλυντον, ἐμφρόνως Ἀγάπιε, ὁλοκάρπωμα σαὐτόν, τῷ παντάνακτι θέμενος· ὅθεν ἅπαντες, σὲ τιμῶμεν ὡς στήλην καρτερίας, καὶ ἠθῶν τελειοτάτων, περιφανὲς ἐνδιαίτημα

Κολιτσοῦ ἀναδέδειξαι, τῆς ἐν Ἄθωνι Σκήτεως, ἴασμος εὐώδης σεπτὲ Ἀγάπιε, καὶ Μαγνησίας ἀγλάϊσμα, ἐν ᾗ ὡς αἰχμάλωτος, καθυπέμεινας δεινά, καρτερῶς καὶ χλευάσματα, δι’ ἀγάπησιν, τοῦ Κυρίου ἁπάντων καὶ Σωτῆρος, πρὸς Ὃν πίστει ἀθολώτῳ, ὁλοσχερῶς ἐνητένιζες.

Συνοδείαν τὴν εὔσημον, Ἀγαπίου τοῦ σώφρονος, τὴν λελαμπρυσμένην φωτὶ τῆς χάριτος, μεγαλοφώνως ὑμνήσωμεν, αὐτοῦ τὸν θεόσδοτον, Γέροντα πνευματικόν, καὶ τὴν πρώην αἰχμάλωτον, τοῦτον ἔχουσαν, θεοφόρον τριάδα τὴν καρδίας, διανοίξασα τὸ ὄμμα, καὶ δεξαμένης τὸν Κύριον.

Ὑπακούσας τοῖς φθέγμασι, τοῦ σοῦ Γέροντος πάραυτα, πρὸς τοὺς δούλους ἔχοντα σὲ ἐπέστρεψας, αὐτομολήσας πρὸς Ἄθωνα, θεόφρον Ἀγάπιε, καὶ κατέδειξας αὐτοῖς, τῆς ψυχῆς σου εὐγένειαν· ὅθεν εἵλκυσας, πρὸς τὴν πίστιν αὐτοὺς τὴν παναγίαν, καὶ πρὸς εὔδιον λιμένα, τῆς σωτηρίας κατηύθυνας.







Δόξα. Ἦχος πλ. β΄.
Σήμερον λαμπρῶς ἐπέφανεν, ἡ τοῦ Ὁσίου Ἀγαπίου μνήμη, ἀστραπαῖς πολιτείας ἐνθέου, τοὺς πιστοὺς καταλάμπουσα. Τῆς τοῦ Χριστοῦ γὰς ἀγάπης καὶ τῶν πέλας, τὸν πλοῦτον ἐκφαίνει, καὶ πρὸς σωτηρίους τρίβους ἰθύνει, τοὺς αὐτῷ πανευλαβῶς βοῶντας· χαίροις, ὁ τὸ σκότος, τῶν τῆς Ἄγαρ ἐκγόνων διώξας, ταῖς αὐγαῖς τῆς Χριστοῦ ἀληθείας, λαμπηδὼν ἀναφανεὶς τῆς Ἐκκλησίας· χαίροις, ὁ τῆς ἀσκήσεως χιτῶνα λαμπρότερον δείξας, τοῖς πόνοις τῆς δουλείας, καὶ σύμμορφος τῶν παθῶν τοῦ Χριστοῦ γενόμενος· χαίροις, ὑπακοῆς λαμπρὰ ὑποτύπωσις, καὶ ἀνενδότου ἀσκήσεως ἐν Ἄθῳ, καὶ ἐν αἰχμαλωσίᾳ κανὼν εὐθύτατε. Πρέσβευε Πάτερ Ἅγιε δεόμεθα, τῷ ἐν Τριάδι Θεῷ, ἐλεηθῆναι τὰς ψυχὰς τῶν τιμώντων, τὴν πάμφωτον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀναγνώσμα. (Κεφ. λ΄, 1-9)
Τοὺς ἐμοὺς λόγους, υἱέ, φοβήθητι, καὶ δεξάμενος αὐτοὺς μετανόει· τάδε λέγει ὁ ἀνὴρ τοῖς πιστεύουσι Θεῷ, καὶ παύομαι· ἀφρονέστατος γάρ εἰμι ἁπάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί· Θεὸς δεδίδαχέ με σοφίαν, καὶ γνῶσιν ἁγίων ἔγνωκα. τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; τίς ἐκράτησε πάντων τῶν ἄκρων τῆς γῆς; τί ὄνομα αὐτῷ, ἢ τί ὄνομα τοῖς τέκνοις αὐτοῦ; πάντες γὰρ λόγοι Θεοῦ πεπυρωμένοι, ὑπερασπίζει δὲ αὐτὸς τῶν εὐλαβουμένων αὐτόν. μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς γένῃ. δύο αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀφέλῃς μου χάριν πρὸ τοῦ ἀποθανεῖν με· μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον, πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς, σύνταξόν δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη, ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω· τίς με ὁρᾶ; ἢ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ Θεοῦ.






Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. στ΄, 12-20)
Λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία και εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτὴν καὶ εὑρίσκεται ὑπὸ τῶν ζητούντων αὐτήν, φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι. ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, πάρεδρον γὰρ εὑρήσει τῶν πυλῶν αὐτοῦ. τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης, καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτὴν ταχέως ἀμέριμνος ἔσται· ὅτι τοὺς ἀξίους αὐτῆς αὕτη περιέρχεται ζητοῦσα καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντᾷ αὐτοῖς. ἀρχὴ γὰρ αὐτῆς ἡ ἀληθεστάτη παιδείας ἐπιθυμία, φροντὶς δὲ παιδείας ἀγάπη, ἀγάπη δέ τήρησις νόμων αὐτῆς, προσοχὴ δὲ νόμων βεβαίωσις ἀφθαρσίας, ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ Θεοῦ. ἐπιθυμία ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  


















Λιτή. Ἦχος α΄.
Τῶν Ὁσίων τὴν καλλονήν, καὶ ἀνδρείας τὸν πύργον, Ἀγάπιον τὸν πανάρετον, τιμήσωμεν λέγοντες· χαίροις, ἡ τῆς πρὸς Κύριον ἀγάπης προτύπωσις, καὶ Ἰὼβ τοῦ πολυάθλου μιμητὴς καρτερώτατος· χαίροις, ὑπακοῆς ῥοδεὼν μυρίπνοε, ὁ θεαρέστων ἀρετῶν παντοίων ἐξανθήσας τὰ ῥόδα· χαίροις, ὁ τὴν φλόγα τῆς ψυχῆς σου, μεταλαμπαδεύσας τοῖς ἀπίστοις κυρίοις σου, καὶ τούτους διασώσας. Καὶ νῦν τὸ ἄῤῥητον κάλλος ὁρῶν, τοῦ Βασιλέως Χριστοῦ, μὴ παύσῃ δεόμενος ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος β΄.
Μοναδικῆς πολιτείας σκάμμασιν, ἑαυτοὺς φαιδρύναντες, καὶ τοῦ Σωτῆρος τὰ στίγματα, τοῖς πᾶσι δεικνύοντες, ὑπὲρ ἥλιον ἐκλάμψαντες σὺν Ἀγαπίῳ, θεοφόροι Ὅσιοι· ὅθεν καὶ τὴν τῶν τρόπων ἡμῶν, χρηστότητα ὁρῶντες, καὶ τὴν πανσεβάσμιον σύναξιν τελοῦντες, Βατοπεδίου πεντάριθμοι φωστῆρες, Χριστὸν δοξάζομεν τὸν ὑμᾶς ἁγιάσαντα.

Ἦχος γ΄
Τῆς ἐπὶ γῆς βιοτῆς σου τὸ ἄμεμπτον, καὶ τῆς καρτερίας σου τὸ ἀδάμαστον, ὡς ὁλοκάρπωμα δεξάμενος ὁ Κύριος τῆς δόξης, ἀντήμειψέ σε διὰ τῆς ἀλήκτου μακαριότητος, Ἀγάπιε Ὅσιε. Διὸ νῦν ὡς ἀσκητῶν ἀκρέμονα, ἀγάπης θησαύρισμα, ὑπομονῆς ἐκμαγεῖον, καὶ ὑπόδειγμα τῆς ἐν Χριστῷ ζωῆς, σὲ ἀναμέλποντες αἰτούμεθα, τὰς ἀσιγήτους πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, πρεσβείας σου.

Δόξα. Ἦχος δ΄.
Καθάρας σαὐτὸν ὑπακοῇ τελείᾳ, καὶ συντόνῳ ἀσκήσει, παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, δοχεῖον εὔχρηστον τοῦ Παναγίου Πνεύματος γέγονας, Ἀγάπιε πάνσοφε. Καὶ ἐν τῇ αἰχμαλωσίᾳ, τὸν ἀόρατον ἐχθρὸν καταπατήσας, τῇ ἀπλέτῳ σου ἀγάπῃ, ἐκίνησας τοὺς κυρίους σου μιμήσασθαί σου, τὴν θεοφιλὴν πολιτείαν Ὅσιε· ὁδηγὸς οὖν γενόμενος αὐτῶν εἰς Χριστόν, καὶ ἐπανακάμψας μετ’ αὐτῶν, εἰς τὸ τῆς μετανοίας σου ὄρος, τῇ Ὁαίων ὁμηγύρει συνήφθης, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.




Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τοῦ ἐχθροῦ τὴν ὀφρύν, τοῦ παμβεβήλου ταπεινώσας κακώσεσι, ἀνόμου αἰχμαλωσίας, καὶ τοῦ Χριστοῦ τὴν ἰσχύν, δυναμώσας ἔργοις θείας πίστεως· ἐντεῦθεν πεπλήρωσαι, χαρισμάτων τοῦ Πνεύματος, καὶ ἀγρυπνίαις, ἀσιγήτοις τηκόμενος, μεταβέβηκας, πρὸς ζωὴν τὴν αἰώνιον· χάριν οὖν παναοίδιμε, Ἀγάπιε είληφας, ὑπὲρ ἡμῶν μεσιτεύειν, πρὸς τὸν οἰκτίρμονα Κύριον, Ὁσίων ἀκρότης, καὶ Ἀγγέλων συμπολῖτα, θεοειδέστατε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ ἐν δουλείας δεινοῖς, ἀναφανεὶς ἀστὴρ ἀγάπης ἀνέσπερος, αὐγάσας τῶν σὲ ἐχόντων, ὑποτελῆ τὴν ψυχήν, καὶ αὐτῶν φωτίσας, τὴν διάνοιαν, θεόφρον Ἀγάπιε, σοῦ τοὺς τρόπους μιμήσασθαι, τοὺς σωτηρίους, καὶ πατάξαντας φρόνημα, ἀρνησίχριστον, τῆς σεπτῆς ἡμῶν πίστεως, τρίβους ἀνῦσαι ὄλβιε, καὶ ὄρος τοῦ Ἄθωνος, σὺν σοὶ ἀσμένως οἰκῆσαι, καὶ πολιτείαν ἰσάγγελον, ἐκεῖσε βιῶσαι, τοῦ σοῦ Γέροντος τοῖς λόγοις, καλῶς ὑπείκοντας.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἰ ὅσιοί Σου ἀγαλλιάσονται.
Χαίροις, ἐνασκουμένων κανών, Βατοπεδίου τῆς Μονῆς σεμνολόγημα, ἀσύλητε τῆς ἀγάπης, πρὸς τὸν Θεὸν θησαυρέ, καὶ τὸν πέλας πύργε ἅμα νήψεως, εὐχῆς ἐργαστήριον, παναρμόνιον ὄργανον, τῆς ἀπαθείας, καὶ χρηστότητος θέμεθλε, ἀῤῥαγέστατε, θεοφόρε Ἀγάπιε, πρέσβευε τῷ παντάνακτι, Χριστῷ θεοτύπωτε, τῆς ταπεινώσεως στήλη, καὶ ἀδουλώτου φρονήματος, ἐκσφράγισμα θεῖον, ὑπὲρ πάντων τῶν ὑμνούντων, τὴν θείαν μνήμην σου.

Δόξα. Ἦχος πλ. δ΄.
Ἐλευθέρῳ νοΐ, καὶ ψυχικῇ ἀνδρείᾶ, ἀνύσας τὸ τῆς αἰχμαλωσίας στάδιον, ὁμολογητὴς γέγονας τῆς ἀληθείας, Ἀγάπιε τρισόλβιε. Ταπεινοφροσύνῃ γὰρ καὶ ἀγάπῃ, κοσμήσας σαὐτόν, τοὺς κυρίους σου ηὔφρανας, καὶ ἔπιθες αὐτοὺς ἀσπάσασθαι, τὴν τοῦ Χριστοῦ ἡμῶν πίστιν τὴν σωτήριον. Καὶ καλῶς πολιτευσάμενος, τῆς αἰωνίου ζωῆς τὰ γέρα, ἐδέξω παρὰ Κυρίου, τοῦ παρέχοντος τοῖς σὲ τιμῶσι, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.



Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ὑπακούσας τοῖς φθόγγοις τοῦ ἁγίου σου Γέροντος, τῆς αἰχμαλωσίας τὴν δίνην, ἐλογίσω ἀπόλαυσιν, καὶ σκεῦος ἀγαπήσεως φανείς, προσείλκυσας τριάδα πρὸς Χριστόν, τῶν κυρίων σου· διόπερ, Ἀγάπιε ἀσμένως ἐκβοῶμέν σοι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἀγαπήσαντι, δόξα τῷ σὲ μεσίτην κραταιόν, ἡμῖν δωρήσαντι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.



























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀνέτειλεν ἡμῖν, ὡς λαμπρὸς Ἑωσφόρος, ἡ μνήμη ἡ σεπτή, Ἀγαπίου τοῦ θείου, ἀζύγων αὐγάζουσα, τῶν ἐν Ἄθῳ συστήματα, καὶ φωτίζουσα, τοὺς τὴν αὐτοῦ πολιτείαν, τὴν θεάρεστον, καὶ φωταυγῆ εὐφημοῦντας, λαμπροῖς μελῳδήμασι
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Προστρέχοντες τῇ Σῇ, ἀγαθότητι Μῆτερ, Χριστοῦ τοῦ Λυτρωτοῦ, καὶ παντὸς ἀνθρωπίνου, τοῦ γένους διάσωσμα, εὐφροσύνης πληρούμεθα, Σὲ γὰρ ἔχομεν, οἱ ἐν δεινοῖς προστασίαν, οἱ ἐν θλίψεσι, παραμυθίαν καὶ πάντες, χαρὰν ἀνεκλάλητον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Δουλεύσας δώδεκα, ἔτη εἰς ἅλυσιν, ἔμπιστος γέγονας, ἀγάπης ἔκτυπον, τῶν σῶν κυρίων καὶ αὐτοῖς, εὐγένειαν τῆς ψυχῆς σου, πᾶσι δείξας ἔπιθες, τὸν σὸν βίον μιμήσασθαι, καὶ ἡμῶν τὴν πάντιμον, πίστιν τάχος ἀσπάσασθαι· διόπερ σὺν αὐτοῖς σοι βοῶμεν· Χαῖρε Ἀγάπιε τρισμάκαρ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πράξεσι πύρσευσον, τὸν σκοτισθέντα μου, νοῦν ἀειπάρθενε, σοφίας ὅπως Σε, τὴν τῶν Ὁσίων χαρμονήν, καὶ δόξαν τῶν μονοτρόπων, ἀνυμνῶ κραυγάζω Σοι· εὐσεβῶν καταφύγιον, ῥύου τοὺς δοξάζοντας, τὸν ὑπέραγνον Τόκον Σου, ἑδραίᾳ δὲ τῇ πίστει βοώντων· χαῖρε ἁγνὴ εὐλογημένη

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐκ ψυχῆς ἀγαπήσας τὸν Λυτρωτήν, καὶ τοὺς πέλας διήνυσας εὐθαρσῶς, ἀγῶνας ἐν Ἄθωνι, ὡς ἐλεύθερος πρότερον, ὥσπερ δοῦλος δὲ αὖθιις, ὑπήκοος ὕστερον, ἐν Μαγνησίας τόπῳ, ἀγάπης συνώνυμε· ὅθεν καὶ ψυχῆς σου, τὸ σεμνὸν κατιδόντες, οἱ δοῦλόν σε ἔχοντες, μιμηταί σου γεγόνασι, καὶ πρὸς πίστιν εἱλκύσθησαν, τὴν θείαν ἐκβοῶντες τρανῶς· ποδηγέτην σωτηρίας ἔγνωμεν, σὲ ἀσκητὰ θεοφόρε, παμμάκαρ Ἀγάπιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χρυσαυγὴς ἁγιάσματος κιβωτός, καὶ ἀτμὶς ἣν προεῖδεν ὁ Ἰωήλ, ὁμοῦ τε πυράφλεκτος, βάτος πέλεις πανάχρνατε, τὰ γὰρ τυπούμενα πάλαι, ἐν νόμου τοῖς γράμμασι, Σιὼν ὑπεραγία, Σὲ προανεκήρυττον· ὅτι τὸν Σωτῆρα, ἐσωμάτωσας κόσμου, Δεσπότην καὶ Κύριον, τοὺς βροτοὺς ἐκ τῆς πτώσεως, τῆς ἀρχαίας λυτρώσασθαι· διόπερ Σοι βοῶμεν ἁγνή, ἐφυμνίοις ἱεροῖς καὶ ᾄσμασι· χαῖρε ἡ πρόξενος πάντων, ἡμῶν τῆς λυτρώσεως.


Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἰ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Καρτερίας ἀκτῖσι φαιδρύνας τὸν βίον, ὑπομονῆς καὶ ἀγάπης λύχνος ὤφθης, θειότατε Ἀγάπιε· διὸ καὶ πρὸς τὸ ἀνέσπερον φῶς, ἀσφαλῶς καθωδήγησας, τὴν τριάδα τῶν κυρίων σου, ἐν τῇ πικρᾷ αἰχμαλωσίᾳ· ἄρηγε οὖν καὶ ἡμῖν, ὅπως φωτισθέντες τῷ σῷ παραδείγματι, ἐκφύγωμεν τοῦ ἄρχοντος τοῦ σκότους τὰ βουλεύματα.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Ἀγάπιον ἐξυμνῶ, σὺν τῇ αὐτοῦ συνοδείᾳ.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
γάπης κυπάρισσε, ὑψιτενές με ἀξίωσον, Ἀγάπιε Ὅσιε, τὸν σὸν ἱκέτην φαιδρῶς, πολιτείαν σου, τὴν θείαν ἀναμέλψαι, ὁμοῦ σὺν ταῖς πράξεσι, τῆς συνοδείας σου.
Γηθόμενοι στέφομεν, σὲ ἐγκωμίων τοῖς ἄνθεσι, λειμὼν εὐωδέστατε, ἀγάπης τῆς τοῦ Θεοῦ, ὁ ἡδύπνοα, ἐν τῇ αἰχμαλωσίᾳ, ἀνθήσας κιννάμωμα, τοὺς τρεῖς κυρίους σου.
σκήσεως λάμψεσι, τὴν σὴν ψυχὴν κατεφώτισας, καὶ πᾶσιν ὑπέδειξας, τὴν κεκρυμμένην ἐν σοί, θείαν ἔλλαμψιν, Ἀγάπιε ἀκτίστου, φωτὸς οἰκητήριον, καὶ φάρε νήψεως.
Θεοτοκίον.
Πανάμωμε Ἥλιος, δικαιοσύνης ὁ ἄδυτος, ἐκ Σοῦ Μῆτερ ἔλαμψε, Χριστὸς ὁ πάντων Θεός, τὸ ψυχόλεθρον, τῆς ἀγνωσίας σκότος, ὁ λύσας καὶ γνώσεως, φῶς δωρησάμενος.












ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
σχὺν ἀρυόμενος ἐξ ὕψους, τὸν δόλιον ἤσχυνας ἐχθρόν, καὶ ἤνεγκας Ἀγάπιε, αἰχμαλωσίας πόνους σου, καὶ θλίψεις ὡς ἀσώματος, ὑπομονῆς ἐνδιαίτημα.
δύνας Ἀγάπιε δουλείας, ψυχῇ μεγαλόφρονι στεῤῥῶς, καθυπομένων εἵλκυσας, πρὸς πίστιν τὴν σωτήριον, Ἀγαρηνῶν τρισάριθμον, τῶν σῶν κυρίων ὁμήγυριν.
Ναὸς εὐσεβείας ἀνεδείχθης, Ἀγάπιε ὁμολογητά, καὶ θέμεθλος ἀσκήσεως, Βατοπεδίου καύχημα, καὶ Κολιτσοῦ τῆς σκήσεως, θεοειδὲς ἐνδιαίτημα.
Θεοτοκίον.
δείχθης καθέδρα τοῦ Ὑψίστου, ἁγνὴ προελθόντος ἐκ τῆς Σῆς, νηδύος ὡς πανάμωμος, καὶ ἀγαθή· διόπερ νῦν, τὰς καλλονὰς ὑμνοῦντές Σου, τῶν ἀρετῶν Σε γεραίρομεν.

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Βιοτῆς μοναδικῆς, καλλιεργήσας τοὺς καρπούς, ἐν τῇ Σκήτῃ Κολιτσοῦ, κατηξιώθης μετασχεῖν, ἀγγελικῆς εὐκληρίας τῆς ἐν τῷ πόλῳ, κλέος ἀσκητῶν, σοφὲ Ἀγάπιε, καὶ ὑπακοῆς, λαμπρὸν κειμήλιον· διὸ ἡμεῖς τιμῶντές σου τὴν μνήμην, τὴν ἱεράν σοι κραυγάζομεν· Ὁσίων πάντων, τῶν ἐν τῷ Ἄθῳ, χαῖρε καύχημα μέγα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πολυΰμνητε ἁγνή, τὴν θείαν δόξαν Σου ὑμνῶ, μελῳδίαις ἱεραῖς, ὅτι ἁπάντων Λυτρωτήν, τῶν χοϊκῶν ἀπεκύησας ἀνηρότως, καὶ ἐκ τοῦ Ἀδάμ, ἁμαρτήματος, πάντας τοὺς βροτούς, ἠλευθέρωσας, τοὺς καθ’ ἑκάστην σπεύδοντας Σῇ σκέπῃ, καὶ ἀῤῥαγε[θι προστασίᾳ Σου, Θεογεννῆτορ εὐλογημένη, ἀπειρόγαμε Κόρη.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Παιδευόμενος ὡς δοῦλος θεοφόρε Ἀγάπιε, ἐν τῇ Μαγνησίᾳ, πάθη λογισμῶν σου ὑπέταξας, τὰ ἀλογώτατα· ὅθεν κατηξίωσαι, ὡς ἐλεύθερος, οἰκεῖν ἐν θείοις σκηνώμασι.
νω ἔχων σου τὸ ὄμμα τῆς ψυχῆς ἠκολούθησας, ἀκλινῶς τῷ βίῳ, τῆς σωτηριώδους ἀσκήσεως, καὶ ὑπακούων τοῖς λόγοις τοῦ σοῦ Γέροντος, πρὸς τὴν ἄληκτον, ζωὴν ἐπήρθης Ἀγάπιε.
ερώτατε θεράπον τοῦ Χριστοῦ κατεκόσμησας, τὴν σὴν πολιτείαν, κακουχίαις πλείσταις καὶ θλίψεσιν, ἐν Μαγνησίᾳ ὑπείκων τοῖς κελεύσμασι, τῶν κυρίων σου, οὓς πρὸς ἀλήθειαν εἵλκυσας.
Θεοτοκίον.
Ναῦς τῆς σωτηρίας πάντων ἀνεδείχθης πανάμωμε, σώσασα τὸ γένος, τῶν βροτῶν τῇ θείᾳ κυήσει Σου, ἐκ τῆς φθορᾶς τοῦ θανάτου· ὅθεν μέλπομεν, Σὲ ὡς αἴτιον, τῆς τῶν ἀνθρώπων θεώσεως.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
ς πλήρης σεμνότητος, καὶ ἀρετῶν τοῦ πνεύματος, ἤνυσας Ἀγάπιε σὸν βίον, ἐν ὄρει Ἄθῳ καὶ ἐν δουλείᾳ πικρᾷ, φανεὶς ἐποφθεὶς ὑπομονῆς, φρυκτωρῶν τοῖς πέρασι, τῆς σῆς πίστεως λάμψεσι.
Σοφίας διδάσκαλος, ἀρχέτυπον ὁ Γέρων σου, ἐν τοῦ Κολιτσοῦ καλῶς τῇ Σκήτῃ, χειραγωγῶν σε πρὸς οὐρανίους μονάς, ὡδήγησε καὶ ὑπακοῆς, εὔχρηστον ἀνέδειξε, σὲ δοχεῖον Ἀγάπιε.
φέρποντα δαίμονα, ἐπάτησας Ἀγάπιε, τὸν ἐν πειρατῶν μορφῇ ὀφθέντα· διὸ καὶ χαίρων αἰχμαλωσίαν δεινήν, ἡγήσω τερψίθυμον τρυφήν, καὶ τοὺς πόνους σώματος, ἀβροτάτης ἀπόλαυσιν.
Θεοτοκίον.
Νεκρώσεως ἔνδυμα, διὰ τοῦ θείου Τόκου Σου, καὶ φθορᾶς Παρθένε ἀπεβάλου, ἡμῶν ἐνδύσας ἀθανασίας στολήν, τοὺς Σὲ μεγαλύνοντας φαιδροῖς, ὕμνοις παμμακάριστε, ὑπερένδοξε Δέσποινα.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Τὸν νοῦν Κυρίῳ ἀνυψώσας, προσάγων ἀσιγήτους δεήσεις σου, Αὐτῷ Ἀγάπιε, αἰχμαλωσίαν ἡγούμενος, ὁδὸν πρὸς τὴν ἀγήρω, ζωὴν μετάγουσαν.
γίασέ σε ὁ Ὕψιστος, Ἀγάπιε τοῦ Ἄθω ἐκβλάστημα, σὺν τοῖς κυρίοις σου, τοῖς πρὶν ἀπίστοις ὑπάρχουσι, καὶ τῷ πνευματικῷ σου, πανσόφῳ Γέροντι.
σκήσει μάκαρ Ἀγάπιε, στεῤῥᾷ ὑποπιάζων τὸ σῶμά σου, ἰσχὺν εἰσδέδεξαι, τοῦ Παρακλήτου καὶ στέλεχος, χρηστότητος ἐπώφθης, καὶ καρτερότητος.
Θεοτοκίον.
μνῶ Σε ὡς κοσμοσώτειραν, ἐλπὶς ἀπηλπισμένων τὴν τέξασαν, τὸν προαιώνιον, Θεὸν καὶ Λόγον τοῦ Κτίσαντος· δι’ οὗ ἰῶνται πάντα, ψυχῆς τὰ τραύματα.














Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ἐντεθράμμενος εὐσεβείας θείοις δόγμασιν, αἰχμαλωσίας πόνους χαίρων καθυπέμεινας, Πάτερ Ὅσιε συνώνυμε τῆς ἀγάπης, ἀδουλώτῳ γὰρ ψυχῇ δεσμὰ τοῦ σώματος, κατεφρόνησας καὶ ἔπιθες κραυγάζειν σοι, τοὺς τιμῶντάς σε· χαίροις μάκαρ Ἀγάπιε.
Ὁ Οἶκος.
Ἄγαλμα καρτερίας, ἐν δεινοῖς τῆς δουλείας, Ἀγάπιε τρισμάκαρ ἐπώφθης, καὶ ἀγάπης πυρσὸς φωταυγής, φρυκτωρῶν τοὺς πόῤῥῳ καὶ ἐγγὺς πέλοντας· διό σου τὴν λαμπρότητα, θαυμάζοντες πιστῶς βοῶμεν·
Χαῖρε, λαμπρὸν σωφροσύνης σέλας·
χαῖρε, σεπτὸν μονοτρόπων κέρας.
Χαῖρε, τῆς Ὁσίων ζωῆς σεμνολόγημα·
χαῖρε, τῶν παγίδων τοῦ πλάνου τὸ σύντριμμα.
Χαῖρε, λύχνε φωτοπάροχε, ἐν Χριστῷ ὑπακοῆς·
χαῖρε, φάρε τηλαυγέστατε, ἀσιγήτου προσευχῆς.
Χαῖρε, ῥόδον ἀγάπης, μυστικῆς εὐωδίας·
χαῖρε, κρίνον ὡραῖον, ἀρετῆς καὶ σοφίας.
Χαῖρε, ἀστὴρ τοῦ Ἄθω φανότατε·
χαῖρε, φωστὴρ ἀσκήσεως πάμφωτε.
Χαῖρε, στυγνοὺς ἀντιθέους ὁ σώσας·
χαῖρε, αὐτοὺς πρὸς Χριστὸν ὁ ἑλκύσας.
Χαῖρε, μάκαρ Ἀγάπιε.

Συναξάριον.
Μὴν Μάρτιος, ἔχων ἡμέρας λα΄.
Ἡ ἡμέρα ἔχει ὥρας ιβ΄ καὶ ἡ νὺξ ὥρας ιβ΄.
Eἰ καὶ τὸ σῶμα αἰχμάλωτος παμμάκαρ,
ἀλλ’ οὐχί γνώμην Ἀγάπιε ὡράθης.
Σὺν Γέροντι καὶ τριάδι σῶν κυρίων,
ἀνῆλθες, Ἀγάπιε, χαίρων εἰς πόλον.
Εἰς τὴν Σκήτην τῆς Κολιτσοῦ τοῦ Βατοπεδίου ἐβλάστησεν ὡς ὡραῖον φυτὸν καὶ ὁ Ὅσιος Ἀγάπιος, ὅστις ᾐχμαλωτίσθη ἀπὸ τοὺς Ἀγαρηνούς, καὶ ποιήσας εἰς τὴν ἄλυσον δώδεκα ἔτη, καὶ δουλεύσας μὲ ἐμπιστοσύνη τὸν Ἀγαρηνὸν ὅστις τὸν ἠγόρασεν, ἐλευθερώθη διὰ τῆς Θεοτόκου ἐκ τῆς φυλακῆς καὶ ἐπέστρεψεν εἰς τὸ Ὄρος πρὸς τὸν γέροντά του, ὅστις ἐλέγξας αὐτόν, διὰ τὶ ἔφυγε κρυφίως ἀπὸ τὸν κύριόν του, τὸν ἔκαμεν νὰ ἐπιστρέψῃ πάλιν εἰς ἐκεῖνον τὸν ὅποῖον εἰς ὅλον τὸ ὕστερον κατέπεισε καὶ τὸν ἐπῆρεν ὁμοῦ μὲ τοὺς δύο υἱούς, καὶ ἦλθον εἰς τὸ ὄρος καὶ τούτους βαπτίσας, ἐποίησε μοναχούς.




Ἡ Σαμαρεῖτις οὐχ ὕδωρ Εὐδοκία,
ἀλλ' αἷμα, Σῶτερ, ἐκ τραχήλου σοι φέρει.
Αὕτη ἦν ἐξ Ἡλιουπόλεως τῆς ἐπαρχίας Λιβανησίας τῆς Φοινίκης, κατὰ τοῦς καιροὺς τῆς βασιλείας Τραϊανοῦ, ἐν ἀκολασίᾳ τὸ πρῶτον βιοῦσα, καὶ πολλοὺς ἐραστὰς τῇ εὐπρεπείᾳ τῆς ὄψεως ἐπισυρομένη, καὶ πλοῦτον πολὺ συναθροίσασα. Ὕστερον δὲ προσῆλθε τῷ Χριστῶ, Γερμανοῦ τινος μοναχοῦ, τοὺς περὶ εὐσεβείας καὶ μετανοίας λόγους διεξιόντος ἀκούσασα. Βαπτίζεται οὖν ὑπὸ Ἐπισκόπου Θεοδότου, ἀποκαλύψεσι θείαις πεισθεῖσα· καὶ γὰρ ἔδοξεν ἐστᾶσα ἑαυτὴν ὑπὸ Ἀγγέλου χειραγωγούμενην, εἰς οὐρανοὺς ἀνελθεῖν, καὶ τοὺς Ἀγέλους συγχαίρειν αὐτῇ τῆς ἐπιστροφῆς, καὶ μέλανά τινα, καὶ τῇ ὄψει δεινόν, καὶ καταβοᾷν, ὡς ἀδικούμενον, εἰς ταύτην ἀφαιρεθείη.
Διανείμασα δὲ τὸν πλοῦτον αὐτῆς, καὶ διαδοῦσα πτωχοῖς, ἄπεισιν ἐν μοναστηρίῳ· καὶ καλῶς τὸν δρόμον τῆς ἀσκήσεως διερχομένη, προσάγεται Ἀυρηλιανῷ, τῆς βασιλείας κρατήσαντι, ὑπὸ τῶν πρώην αὐτῆς ἐραστῶν. Θαυματουργήσασα δέ, καὶ τὸν βασιλέως παῖδα τεθνηκότα ἐγείρασα, πρὸς τὴν εἰς Χριστὸν πίστιν ἐπισπᾶται τὸν βασιλέα. Χρόνοις δὲ ὕστερον ἐξετάζεται παρὰ Διογένους τοῦ ἡγεμόνος Ἡλιουπόλεως, καὶ θαυματουργήσασα πάλιν, ἀφίεται. Ὑπὸ δὲ Βικεντίου, τοῦ διαδεξαμένου τὸν Διογένην, ξίφει τὴν κεφαλὴν ἀφαιρεῖται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Δομνίνης τῆς Νέας
Τῶν ἀρετῶν φέρουσα φόρτους Δομνῖνα,
Θεῷ προσῆλθεν ἔμπορος πανολβία.
Αὕτη κατήγετο ἐκ τῆς πόλεως Νικαίας τῆς Βιθυνίας (νῦν καλουμένην Ἰσνίκ), κατὰ τοὺς χρόνους τοῦ βασιλέως Μαξιμιανοῦ ἐν ἔτει 295. Παρασταθεῖσα λοιπὸν ἔμπροσθεν τοῦ ῥηθέντος βασιλέως, καὶ τὸν Χριστὸν παῤῥησίᾳ ὁμολογήσασα, πρῶτον μὲν λαμβάνει διάφορα βάσανα καὶ βάλλεται εἰς εἱρκτήν, ἔπειτα δὲ ἐκβάλλεται ἐκ τῆς ἑιρκτῆς, καὶ ἐπειδὴ δὲν ἐπείσθη νὰ θυσιάσῃ ἐν τοῖς εἰδώλοις, κρεμᾶται καὶ ξεσχίζεται εἰς τὰς πλευράς. Ταῦτα δὲ πάσχουσα ἡ μακαρία, ἐνέπαιζε τοὺς θεοὺς τῶν Ἑλλήνων και τὴν πλάνην τοῦ βασιλέως· διὸ παρεδόθη εἰς τοὺς δημίους, διὰ νὰ ἐκδύσωσι καὶ νὰ δείρωσιν αὐτὴν δυνατά· ἀλλ’ ὅτε οἱ δήμιοι ἐπλησίασαν διὰ νὰ τὴν γυμνώσωσιν, εὐθὺς ἦλθον ἀπὸ τοὺς οὐρανοὺς Ἄγγελοι καὶ τοὺς μὲν δημίους κτυπήσαντες δυνατά, τοὺς ἔσπρωξαν, τὴν δὲ Ἁγίαν διεφύλαξαν ἀβλαβῆ. Μετὰ ταῦτα ἥπλωσαν αὐτὴν ἐπάνω εἰς ἀννημένην ἐσχάραν· ἐπειδὴ δὲ καὶ ἀπὸ τὴν βάσανον αὐτὴν ἔμεινε ἀβλαβής, βάλλεται ἐντὸς σάκκου, καὶ ῥίπτεται εις τὴν λίμνην τῆς Νικαίας, καὶ οὕτως ἡ ἀοίδιμος λαμβάνει τοῦ μαρτυρίου τὸν στέφανον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀντωνίνης
Θάλαμος ἡ θάλασσα νυμφικὸς γίνῃ,
Ἀντωνῖναν κρύπτουσα νύμφην Κυρίου.
Αὕτη, ἔζῃ ἐν τοῖς χρόνοις Διοκλητιανοῦ τοῦ Αὐτοκράτορος ἐκ Νικαίας τῆς Βιθυνίας. Διαβηθλείσα δὲ τῷ ἡγεμόνι, καὶ μυρίοις βασάνοις καὶ εἱκρτῇ ὑποστείσασα, ἐῤίφθη ἐν τῇ λίμνῃ τῆς Νίκαιας ἐντὸς σακκίου καὶ οὕτως ἐλαβεν τὸ τοῦ μαρτυρίου στέφανον.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Μάρκελλος καὶ Ἀντώνιος, πυρὶ τελειοῦνται.
Χώνη τις ἡ κάμινος Ἀθληταῖς δύο,
οἳ χρυσίου λάμπουσιν ἐν ταύτῃ πλέον.


Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Σιλβέστρος καὶ Σωφρόνιος, ξίφει τελειοῦνται
Οὐ καρτερῶν Σίλβεστρε θρησκεύειν πλάνην,
σὺν Σωφρονίῳ τὴν τομὴν ἐκαρτέρεις.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Νεστοριανός, ξίφει τελειοῦται.
Εἰς τοὐπίσω τράχηλον ἐξειλκυσμένος,
Νεστοριανὸς τὴν σφαγὴν πρόσω φέρει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Χαρισίου, Νικηφόρου καὶ Ἀγαπίου
Tριὰς Tριάδι νῦν παρίστατ’ ἐν πόλῳ,
ἡ τῶν ἀθλητῶν τῇ τὰ πάντα κτισάσῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πατριάρχου Σιλβέστρου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συνεσίου τοῦ ἐν Λύσῃ τῆς Κύπρου.

Τῇ αὐτῇ ἡμέρᾳ,ὁ Ἅγιος Ὁσιομάρτυς Παῦλος, ὁ ὑπὲρ τῶν Ἁγίων Εἰκόνων, πυρὶ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δαβὶδ (David) τῆς Οὐαλίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λουκᾶ τοῦ Σικελοῦ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαρτυρίου τοῦ Ζελένσκ, τοῦ Ῥώσου.

Τράπεζαν θείαν παρασκευάσας ἄνω,
Παρασκευᾶ, ἀθλήσας ἀγχόνῃ κάτω.
Οὗτος ἦν τις τῶν περιφανῶν πολιτῶν καὶ ἀρχόντων τῆς περικλύτου εὐξεινοποντικῆς μεγαλουπόλεως καὶ πρωτευούσης Τραπεζοῦντος. Ὁμολογήσας οὖν ἐν αὐτῇ τὸ μέγα μυστήριον τῆς τοῦ Δεσπότου ἡμῶν Χριστοῦ θείας Οἰκονομίας, ἀχθεὶς ἐνώπιον τῶν ἐντοπίων τῆς ἀγαρηνῶν πλάνης ὑπερμάχων, καὶ κρεμασθεὶς ἀπηγχονίσθη τῇ 1ῃ τοῦ μηνὸς Μαρτίου τοῦ σωτηρίου ἔτους 1659 εἰς τὴν ἑαυτοῦ γενέτειραν. Τὸ μαρτυρικὸν καὶ τίμιον λείψανον αὐτοῦ ἀποκρεμάσαντες οἱ εὐλαβεῖς χριστιανοὶ παρέλαβον ἐν χαρᾷ ψυχῆς καὶ ἔθαψαν ἐντίμως ἐντὸς τοῦ ἱεροῦ ναοῦ τοῦ Ἁγίου Γρηγορίου Νύσσης· μετὰ δὲ χρόνους τήν, κατὰ τὰ ἡμέτερα ἐκκλησιαστικὰ εἰωθότα, ἀνακομιδὴν ποιήσαντες, ἐφύλαξαν τοῦτο μετ’ εὐλαβείας εἰς τὴν περιώνυμον Ἱερὰν Μονὴν τῆς Παναγίας Θεοσκεπάστου Τραπεζοῦντος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Νεομάρτυρος Ἀναστασίας Ἀντρέγιεβνα τῆς Ῥωσσίδας, τῆς διὰ Χριστὸν σαλής.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Μεθόδιος ὁ Ῥώσος, ἐν ἔτει 1920, τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Νέα Ὁσιομάρτυς Ἀντωνίνα ἡ Ῥωσίδα, ἐν ἔτει 1924 τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Ταπεινώσεως πτωχείας καὶ πραότητος ὁδοὺς Ἀγάπιε βασδίσας γνώμῃ στεῤρᾷ, τὸ κράτος σὺ δέδοικας τῶν πλάνων Ἀγαρηνῶν, ἀλλ’ ἐπτέρωσας, τὸν νοῦν σου τὸν ἀδούλωτον, πρὸς Χριστὸν τὸν Ζωοδότην.
σιώτατε δουλεύων τοῖς κυρίοις σου οὐκ ἐκοπίασας παρακαλῶν τῇ Μητρί, τοῦ Κτίσαντος δώδεκα ἐνιαυτοὺς ἀσκητά, ἀπαλλάξαι σε, ἐκ τῶν δεσμῶν Ἀγάπιε, τῆς φρικτῆς αἰχμαλωσίας.
φαπτόμενος τῷ τοῦ Κυρίου ἔρωτι αὐτὸν ἀνέθηκας ὁλοσχερῶς πρὸς Χριστόν, θεόφρον Ἀγάπιε καὶ κατεσκήνωσας, ἐν τῷ Ἄθωνι, γενόμενος θησαύρισμα, τῆς Μονῆς Βατοπεδίου.
Θεοτοκίον.
Σωματώσασα τὸν Λυτρωτὴν καὶ Κύριον ἀφράστως πάναγνε ἀθανασίας πηγήν, διήνοιξας ἅπασι τοῖς ὑποκύψασι, πανωδύνῳ τε, φθορᾷ καὶ σήψει· ὅθεν Σε, μεγαλύνομεν ἀπαύστως.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
μνοις σε τιμῶμεν τὸν προθύμως, δουλεύσαντα τοῖς Ἀγαρηνοῖς, καὶ τὴν Κυρίαν Δέσποιναν, ἰδόντα ὢ Ἀγάπιε, κατ’ ὄναρ σοι δεικνύουσαν, δραμεῖν σὸν Γέροντα, εἰς ὄροις ἐπισκέψασθαι Ἄθω, καὶ εἰς τοὺς κυρίους, ἐλθεῖν τοὺς σοὺς ὀπίσω.
Νόμοις πεφραγμένος τοῦ Σωτῆρος, δραπέτης Ἀγάπιε κλεινέ, γενέσθαι οὐκ ἠθέλησας, εἰ καὶ ἠδύνω Ὅσιε· διὸ καὶ τοὺς κυρίους σου, πιστεῦσαι ἔπιθες, εἰς πάσας τοῦ Χριστοῦ ἀληθείας, καὶ ἀκολουθῆσαι, τὰς τρίβους σωτηρίας.
Οὔτε ἡ πικρὰ αἰχμαλωσία, Ἀγάπε οὔτε ἡ δεινή, σκαιότης τῶν κυρίων σου, ἀγάπης σε ἐξένωσαν, τῆς τοῦ Χριστοῦ ἀλλ’ ἤνυσας, καλῶς τὸν βίον σου, γενόμενος τῆς πίστεως σκεῦος, τιμαλφὲς ἀγάπης, τὸ νᾶμα περιέχον.
Θεοτοκίον.
Δέξαι ἀγαθὴ τὸ ψέλλισμά μου, καὶ δός μοι τὴν χάριν Σαῖς εὐχαῖς, τοῦ παναγίου Πνεύματος, Χριστιανῶν ἀγλάϊσμα, τιμὴ χαρὰ καὶ καύχημα, Παρθένε Δέσποινα, πληρώματος παντὸς Ὀρθοδόξου, καὶ τοῦ Ἀγαπίου, τοῦ θεοφόρου κλέος.



ᾨδὴ θ’. Ἅπας γηγενής.
λαμψας ἡμῖν, ὡς ἄστρον ἀείφωτον θεοειδῶν ἀρετῶν, πίστεως ὑπόδειγμα, ὐπομονῆς τε καὶ ταπεινώσεως, ἀρχέτυπον· διόπερ σε, τιμῶντες ᾄσμασιν, ὑμνοῦμεν τὸν ἀγάπης ἀπλέτου, δείξαντά σε βάθρον, Ἀγάπιε φωσφόρε.
λεων ἡμῖν, γενέσθαι τὸν Κύριον καθικετεύσατε, Ὅσιε Ἀγάπιε, ἀγάπης θείας σεπτὲ διδάσκαλε, Βατοπεδίου σέμνωμα, καὶ Ἄθω πρότυπον, ὁμοῦ σὺν τῇ πανσόφῳ τριάδι, τῶν συνασκητῶν σου, ἐν οὐρανοῖς νῦν ὄντων.
νωθεν ἡμᾶς, βραβεύεις Ἀγάπιε τοὺς εὐφημοῦντάς σε, σὺν τῇ τῶν κυρίων σου, σεμνῇ τριάδι τῇ συνοικούσῃ σοι, ἐν οὐρανίοις δώμασι, καὶ τῷ σῷ Γέροντι, τῷ δείξαντι ὁδοὺς σωτηρίας, σοὶ καὶ ἐν τῷ πόλῳ, συνεπαγαλλομένῳ.
Θεοτοκίον.
Χάρισαι ἡμῖν, μετάνοιαν ἄχραντε, τοῖς μεγαλύνουσι, Σὲ ὡς Μητροπάρθενον, καὶ ἐργαστήριον ἁγιότητος, ἡμῶν ἀγάπης τέμενος, καὶ τοῦ θεόφρονος, ἐν Ἄῶ Ἀγαπίου φαιδρότης, χαρμονή υτε κλέος, καὶ ἐν δεινοῖς ἀκέστωρ.

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστοις.
Ἀσκητικῶς ἐν τῷ Ἄθῳ, πολιτευσάμενος σοφέ, καὶ τῆς δουλείας καμάτους, ἀνδροπρεπῶς ὑπομείνας, πρὸς τὴν ἀγήρω μετέστης, ζωὴν Ἀγάπιε θεῖε.
Θεοτοκίον.
Χριστὸς ὁ ἄδυτος Κόρη, Ἥλιος ἔλαμψεν ἐκ Σοῦ, σωματικῶς λύσας σκότος, τὸ χαλεπὸν τῶν πταισμάτων, ἡμῶν· διό Σε τιμῶμεν, Θεογεννῆτορ ἀπαύστως.
















Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Κλέος, ἀσκητῶν Ἀγάπιε, ὥσπερ ἀστὴρ φαεινός, ἐν τῷ Ἄθῳ ἐξέλαμψας, πόνοις τῆς ἀσκήσεως, καὶ σεμνῇ πολιτείᾳ σου· διὸ καὶ πᾶσαν, παθῶν σκοτόμαιναν, ταῖς ἀρετῶν σου, βολαῖς διέλυσας, τῷ Παντοκράτορι, μάκαρ ἀναγόμενος, ᾯ ἐκτενῶς, πρέσβευε δοθῆναί μοι, πταισμάτων ἄφεσιν.

Οὔτε, πειρατῶν ἡ ἔφοδος, οὔτε δουλεία πικρά, ἠδυνήθη χωρίσαι σε, τῆς τοῦ σὲ κρατύναντος, Ἰησοῦ ἀγαπήσεως, ἀλλ’ ὑπομείνας, θλίψεις καὶ σκώμματα, κατηξιώθης, σὺν τοῖς κυρίοις σου, οὓς καὶ προσείλκυσας, πρὸς τὴν πίστιν Ὅσιε ἐν οὐρανῶν, δώμασιν αὐλίζεσθαι, ἐπαγαλλόμενος.

Στῦλος, ἀκλινὴς χρηστότητος, ἀκτημοσύνης κανών, ἀπαθείας παλάτιον, καὶ πυξίον νήψεως, ἀνεδείχθης Ἀγάπιε· ὅθεν πρὸς πόνους, λαμπρᾶς ἀσκήσεως, ἐναπεδύσω, στεῤῥῷ φρονήματι, καὶ τοῖς τοῦ Γέροντος, ὑπακούων φθέγμασι, τοῦ σοῦ σοφοῦ, τὸν ἐχθρὸν κατέβαλες, Χριστοῦ τῇ χάριτι.

Ἔμπλεως χαρίτων Ὅσιε, αἰχμαλωσίας δεινά, ἐλογίσω παράδεισον, τὸν σὸν νοῦν Ἀγάπιε, ἀνατείνων πρὸς Κύριον, καταδεικνύων, γὰρ τοῖς κυρίοις σου, τὴν τῆς ψυχῆς σου, σοφὲ εὐγένειαν, ἴθυνας τάχιστα, πρὸς λιμένα εὔδιον τὸν τοῦ Χριστοῦ, τούτους καὶ πρὸς ἄληκτον, μακαριότητα.

Δόξα. Ἦχος πλ. α΄.
Τοὺς τιμίους σου καμάτους, προσχὼν ὁ ἀγωνοθέτης Κύριος, τῆς ἀκαταλύτου ζωῆς σε ἠξίωσιν, Ἀγάπιε Ὅσιε. Σὺ γὰρ ἐν τῇ αἰχμαλωσίᾳ, δοκιμασθεὶς ὡς χρυσὸς ἐν τῇ χώνει, ἐκρίθης ἄξιος εἰσελθεῖν, εἰς τὴν Βασιλείαν τῶν Οὐρανῶν· ἧς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, μονοτρόπων ἀκροθίνιον, τοὺς πίστει τελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.



Μεγαλυνάριον.
Ἤρθης πρὸς ἀγάπην τὴν ἀληθῆ, Ἰησοῦν ἐν πόλῳ, ἀγαπήσεως ὢν κρηπίς, σὺν τῷ Γέροντί σου, καὶ τῇ σεπτῇ τριάδι, τῶν δοῦλόν σε ἐχόντων, πρώην Ἀγάπιε.

ΜΑΡΤΥΙΟΣ 3. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΘΕΟΔΩΡΗΤΟΣ ΑΝΤΙΟΧΕΙΑΣ


ΜΑΡΤΙΟΣ Γ΄!!
ΘΕΟΔΩΡΗΤΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΑΝΤΙΟΧΕΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἱερομάρτυς γενναῖε σεπτὲ Πρεσβύτερε, τῆς ἐν Ἀντιοχείᾳ, τοῦ Χριστοῦ Ἐκκλησίας, συνέτριψας εἰδώλων δήμου λατρῶν, τὴν ὀφρὺν Θεοδώρητε, καὶ κατηγλάϊσας σύστημα εὐσεβῶν, τῇ ἐνδόξῳ ἐναθλήσει σου.

Ἀντιοχείας κοσμῆτορ τῆς Θεουπόλεως, τὴν λογικήν σου ποίμνην, ὁ σοφῶς κατευθύνων, πρὸς δόμους μετανοίας καὶ ἀρετῆς, ἀκραιφνοῦς Θεοδώρητε, πληθὺν βασάνων ὑπέμεινας καρτερῶς, καὶ αὐχένος σου ἀπότμησιν.

Διὰ Χριστοῦ τὴν ἀγάπην μάκαρ Πρεσβύτερε, Ἀντιοχείας χαίρων, ἐκρεμάσθης καὶ ξέσιν, ὑπέμεινας σαρκός του ὡς ἀληθῶς, ἄλλου πάσχοντος ἔνδοξε, Ἱερομάρτυς ὁ κλίνας σὴν κεφαλήν, τοῖς ἀπίστοις Θεοδώρητε.

Τὴν σὴν ὑπέρτιμον μνήμην πανηγυρίζοντες, στεῤῥὲ Ἱερομάρτυς, ἐξαιτούμεθα πόθῳ, εὐχάς σου τὰς ἀόκνους πρὸς τὸν Θεόν, θαυμαστὲ Θεοδώρητε, Ὃν παῤῥησίᾳ πρὸ βήματος τῶν λατρῶν, τῶν εἰδώλων ὡμολόγησας.

Δόξα. Ἦχος β΄.
Τὸν ζεούσῃ καρδίᾳ καὶ ἀπεριτρέπτῳ φρονήματι, εὐθαρσῶς Χριστὸν πρὸ λατρῶν εἰδώλων ὁμολογήσαντα, Θεοδώρητον τὸν τῆς Ἀντιοχείας Πρεσβύτερον, ὕμνοις μεγαλύνωμεν λέγοντες· ὁ μὴ φεισάμενος ζωῆς τῆς προσκαίρου σου, καὶ ὡς ἔφηβος ἐν τῷ σταδίῳ ἀθλήσας, οὐρανῶν κληρονόμος ἐγένου καὶ χάριν εἴληφας, πρεσβεύειν Κυρίῳ ὑπὲρ τῶν τιμώντων, τὴν λαμπρὰν καὶ ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.



Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε ὁ τοῦ Χριστοῦ, ὁμολογήσας κλῆσιν, ἐνώπιον εἰδώλων, λατρῶν Ἀντιοχείας, λευΐτα Θεοδώρητε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ὁ Ἰουλιανοῦ, καταπατήσας θράσος, ἐνήθλησας εὐτόλμως, διὰ Χριστοῦ τὴν πίστιν, τὴν θείαν Θεοδώρητε.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαῖρε ὁ κρεμασθείς, καὶ ξέσιν τοῦ σαρκίου, στεῤῥῶς καθυπομείνας, διὰ τοῦ Θεανθρώπου, τὴν πίστιν Θεοδώρητε.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, σεπτοῦ Θεοδωρήτου, Τριὰς ὑπεραγία, σὺν τῷ Πατρὶ καὶ Λόγῳ, τὸ Πνεῦμα τὸ Πανάγιον.

Καὶ νῦν. Θεοτοκίον.
Πάντας Χριστιανούς, θεόθεν Ἐλεοῦσα, μὴ παύσῃ Θεοτόκε, τοὺς ὡς Θεοῦ Μητέρα, λαμπρῶς Σε μεγαλύνοντας.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄ Τὸν συνάναρχον Λόγον.
Σεαυτὸν προσεκόμισας δῶρον πάντιμον, διὰ σεπτοῦ μαρτυρίου, τῷ ἀθλοθέτῃ Χριστῷ, Θεοδώρητε ἀήττητε πρεσβύτερε, Ἀντιοχείας τῆς κλεινῆς, τὴν ὀφρὺν ὁ καθελών, τὰ εἴδωλα λατρευόντων, ὡς Μάρτυς· ὅθεν πρεσβεύεις, Χριστῷ ὑπὲρ τῶν εὐφημούντων σε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.









ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἀντιοχεία πόνοις σου, μαρτυρίου σεμνύνεται, ἧς σεπτὸς Πρεσβύτερος ἐχρημάτισας, πανευσταλὲς Θεοδώτηρε, τῆς πίστεως σέμνωμα, εὐσεβείας ἀκρεμών, τῶν εἰδώλων κατάπτωμα, καὶ ὡράϊσμα, τῆς Χριστοῦ Ἐκκλησίας· ὅθεν πάντες, σὺν αὐτῇ ὑμνολογοῦμεν, τὴν σὴν ἀρίστην ἐνάθλησιν.

Τῶν σεβόντων τὰ εἴδωλα, τὴν ὀφρὺν κατεπάτησας, πίστει Θεοδώρητε τρισμακάριστε, καὶ μαρτυρίου διήνυσας, εὐψύχως τὴν δίοδον, ἱερόαθλε στεῤῥέ, ἄχρι τῆς καταξέσεως, τοῦ σαρκίου σου, καὶ τομῆς κεφαλῆς του τῆς πανσέπτου, τῆς Χριστοῦ ὁμολογούσης, τὸ πανσεβάσμιον ὄνομα.

Ἀθλοφόρε Πρεσβύτερε, σεαυτὸν προσενήνοχας, δῶρον τῷ Κυρίῳ τῷ Παντοκράτορι, διὰ σεπτοῦ μαρτυρίου σου, στεῤῥὲ Θεοδώρητε, ὁ τοῦ Ἰουλιανοῦ, καταπτύσας τὴν ἔπαρσιν, καὶ τὸ φρύαγμα, τῶν εἰδώλων λατρῶν τὸ ἐπηρμένον, τῇ ἐνστάσει σου συντρίψας, καὶ τῇ ἐνδόξῳ ἀθλήσει σου.

Τὸν αὐχένα σου ἔκλινας, ἱερεῖον ὡς ἄμωμον, ξίφει τῶν σεβόντων οἴμοι τὰ εἴδωλα, πανευλαβὲς Θεοδώρητε, καὶ ὡς ἐθελόθυτον, κατεσφάγης ἀπηνῶς, καρτερόψυχε πρόβατον, διὰ πίστιν σου, καὶ ἀγάπην πρὸς Κύριον τῶν ὅλων, εὐσεβέσιν οὐρανόθεν, πέμποντα ἄμετρον ἔλεος.

Περιφέρων τὸ ὄνομα, τοῦ Κυρίου ὡς τρόπαιον, ἐν Ἀντιοχείᾳ ἐχθροὺς ἐξώργισας, τοῦ Ναζωραίου στεῤῥόψυχε, καὶ μῆνιν ἐκίνησας, φαύλων εἰδωλολατρῶν, κατὰ σοῦ ἐνθεώτατε, Θεοδώρητε, τοῦ στεῤῥῶς ὑπομείναντος βασάνους, κρέμασίν σου ἐπὶ ξύλου, καὶ τῆς σαρκός σου ἀπόξεσιν.

Δεῦτε πάντες φιλέορτοι, τὸν Πρεσβύτερον μέλψωμεν, τῆς Ἀντιοχείας τὸν ἱερόαθλον, τὸν ἀκλινῶς ὑπομείναντα, αὐχένος ἀπότμησιν, δι’ ἀγάπην τοῦ Χριστοῦ, θαυμαστὸν Θεοδώρητον, τὸν δωρούμενον, εὐσεβέσιν αὐτὸν ἀνευφημοῦσι, δαψιλῶς θεόθεν δόσεις, χαρᾶς καὶ θείας δυνάμεως.






Δόξα. Ἦχος πλ. β΄.
Σήμερον φιλομαρτύρων οἱ δῆμοι πανευλαβῶς συνελθόντες, τὴν μνήμην ἑορτάσωμεν τοῦ ἱεροάθλου Θεοδωρήτου, τοῦ ἐν Ἀντιοχείᾳ ὑπὲρ τῆς εὐσεβείας ἀθλήσαντος, οὕτω λέγοντες· ὁ νομίμως ἀγωνισάμενος ἐν σταδίῳ, καὶ νίκης λαβὼν γέρα οὐρανόθεν, μὴ παύσῃ ἡμῖν δωρούμενος εὐχαῖς σου Θεοῦ τὰ ἐλέη, τοῦ εὐϊλάτου καὶ πανοικτίρμονος Παντοκράτορος.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ ἡ τῶν Ἀντιοχέων χριστωνύμων ὁμήγυρις, τελοῦσα τὴν μνήμην τοῦ Πρεσβυτέρου σου, Θεοδωρήτου τοῦ Ἱερομάρτυρος, τοῦ ἁγιάσαντος τὴν χθόνα αὐτοῦ τῆς πατρίδος, ποταμοῖς αἱμάτων καὶ ἐν ἀγαλλιάσει βόησον· ὁ διὰ Χριστὸν ὑπομείνας βασάνους κατωδύνους, καὶ κεφαλῆς σου ἀπότμησιν, εὔφρανον εὐχαῖς σου ἀδιαλείπτοις τοὺς τιμῶντας τὴν μνήμην σου, πρὸς Κύριον τὸν δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.

Ἦχος β΄.
Τῇ παῤῤησίᾳ τῶν λόγων σου καὶ τῇ εὐθαρσεῖ ἐνστάσει σου, καθήδυνας Χριστωνύμους Ἀντιοχείας, Θεοδώρητε Ἱερομάρτυς πανεύφημε· ὅθεν καὶ ἡμεῖς σὺν αὐτοῖς τὴν μνήμην σου σήμερον ἑορτάζοντες, καὶ τὰς ἀριστείας σου ἐν τῷ σταδίῳ μεγαλύνοντες, Χριστὸν δοξάζομεν, τὸν ἀφθαρσίας στεφάνοις σὲ ἀντιδοξάσαντα.

Ἦχος γ΄.
Τὸν δωρεοδότην Κύριον Θεοδώρητε ἱερόαθλε, ἐξ ὅλης ψυχῆς ἀγαπήσας ἄχρι μαρτυρικοῦ τέλους, ἐδόξασας τῇ ἀθλήσει σου ἐν τῇ Ἀντιοχείᾳ τῇ Μεγάλῃ. Αὐτοῦ ὅθεν τοῦ κάλλους τοῦ προσώπου ἀξιωθεὶς ἀπολαῦσαι, κατάπεμψον ἡμῖν εὐχαῖς σου ἀδιαλείπτοις, τὰς δωρεὰς τοῦ Παρακλήτου Πνεύματος, δι’ ὧν δαψιλῶς ἐπλήσθης πολύαθλε.





Δόξα. Ἦχος δ΄
Εὐθαρσῶς συνέτριψας τὴν ὀφρὺν τῶν σεβόντων, τὰ ἀναίσθητα καὶ ἄψυχα εἴδωλα, Θεοδώρητε σθένει τῆς πίστεώς σου, πρὸς τὸν μόνον σώζειν δυνάμενον Θεάνθρωπον Κύριον. Αὐτοῦ ὅθεν ἀξιωθεὶς ἀπολαῦσαι μορφῆς τοῦ κάλλους, ὡς Ἱερομάρτυς γενναιότατος, μὴ παύσῃ Αὐτὸν ἡμῖν ἱλεούμενος Ἀντιοχείας Πρεσβύτερε, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ἱερομάρτυς στεῤῥέ, Ἀντιοχείας τῆς Μεγάλης Πρεσβύτερε, Μαρτύρων ἡ ὡραιότης, τῆς εὐσεβείας κρηπίς, βάθρον ἀριστείας ἐν τοῖς σκάμμασι, σεπτὲ Θεοδώρητε, τῶν εἰδώλων κατάπτωμα, τῆς τοῦ Κυρίου, ἀγαπήσεως πρόβολε, καὶ ἀλάνθαστε, κατευθῦντορ πρὸς θέωσιν, τοῦ εὐσεβῶν πληρώματος· διὸ ἑορτάζοντες, σὴν πανακήρατον μνήμην, καὶ καταστέφοντες ᾄσμασι, τὴν σὴν εὐτολμίαν, Ἰησοῦν δοξολογοῦμεν, τὸν σὲ δοξάσαντα.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, ὁ τῶν πιστῶν στηριγμός, Ἀντιοχείας ἱερεῦ Θεοδώρητε, ὁ πλάνου καταπατήσας, ὀφρὺν Ἰουλιανοῦ, τοὺς ἀψύχους λίθους, οἴμοι σέβοντος, ἐνστάσει τιμίᾳ σου, καὶ ἀθλήσεως πόνοις σου, Ἱερομάρτυς, γεραρὲ καὶ τρισένδοξε, οὗ ἐκρέμασαν, ἀπηνῶς εἰδωλόφροντες, σῶμα τὴν σάρκα ἔξεσαν, περόναις καὶ ἔταμον, κάραν ἀκμῇ τῆς μαχαίρας, στεφανηφόρε πολύαθλε, Χριστῷ ὁ πρεσβεύων, ὑπὲρ πάντων σε τιμώντων, ψαλμοῖς καὶ ᾄσμασι.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Μνήμην, ἐπιτελοῦντες λαμπρῶς, τὴν παμφαῆ σου καὶ φαιδρὰν Θεοδώρητε, οἱ δῆμοι τῶν φιλεόρτων, ἐν κατανύξει πολλῇ, σοῦ ὑμνολογοῦμεν κατορθώματα, τὸ βάθος σῆς πίστεως, καὶ τὸ ὕψος ἀθλήσεως, σῆς παναρίστου, εὐσταλὲς ἱερόαθλε, νίκης στέφανον, ὁ θεόθεν δεξάμενος, τῆς ἀϊδίου ἔνδοξε, καὶ πόθῳ δοξάζομεν, τὸν σὲ ἰσχύσαντα ἄθλοις, τροπῶσαι τοὺς εἰδωλόφρονας, Θεοῦ τοῦ Ὑψίστου, Λόγον πᾶσι θεῖον σθένος, πιστοῖς δωρούμενον.





Δόξα. Ἦχος πλ. δ΄.
Πεπαῤῥησιασμένῃ φωνῇ Χριστοῦ τὴν πίστιν ὁμολογήσαντα, πρὸ Ἰουλιανοῦ τοῦ ἀσεβεστάτου τυράννου, Θεοδώρητον τὸν τῆς Ἀντιοχείας Πρεσβύτερον, εὐφημήσωμεν, ὡς πίστεως γλῶσσαν πνευματοκίνητον, καὶ θάῤῥους φωστῆρα παμφαέστατον, ἐν εὐλαβείᾳ κραυγάζοντες· ὁ δῶρον σεαυτὸν Χριστῷ προσάξας πολυτίμητον, καὶ ὡς ἀμνὸς σφαγιασθεὶς ἐθελόθυτος, πρέσβευε τῷ σὲ δοξάσαντι Κυρίῳ, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄ Τὸν συνάναρχον Λόγον.
Σεαυτὸν προσεκόμισας δῶρον πάντιμον, διὰ σεπτοῦ μαρτυρίου, τῷ ἀθλοθέτῃ Χριστῷ, Θεοδώρητε ἀήττητε πρεσβύτερε, Ἀντιοχείας τῆς κλεινῆς, τὴν ὀφρὺν ὁ καθελών, τὰ εἴδωλα λατρευόντων, ὡς Μάρτυς· ὅθεν πρεσβεύεις, Χριστῷ ὑπὲρ τῶν εὐφημούντων σε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.
















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Πρεσβύτερε σεπτέ, ποίμνης Ἀντιοχείας, ὁδοὺς μαρτυρικούς, ὁ ἀνύσας προθύμως, καὶ κλίνας τὴν κάραν σου, τῶν σεβόντων τὰ εἴδωλα, ξίφει ἔλαβες, τῆς ἀφθαρσίας στεφάνους, Θεοδώρητε, ἐκ τῶν χειρῶν τοῦ Κυρίου, Θεοῦ Παντοκράτορος.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χριστοῦ ἐκ τῆς φθορᾶς, τοῦ λυτρώσαντος γένος, μερόπειον σεμνή, Μῆτερ σκέπε Σοὺς δούλους, καὶ ῥύου στενώσεων, τοὺς πιστῶς μακαρίζοντας, Σὲ ὡς ἄγρυπνον, ἡμῶν ἐν δίναις προστάτιν, παραμύθιον, ἐν λυπηροῖς τοῖς τοῦ βίου, καὶ ῥύστιν ἐκ θλίψεων.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θεοδώρητε, Ἱερομάρτυς, ἐγκαλλώπισμα, τῶν Πρεσβυτέρων, καὶ Μαρτύρων στεῤῥοψύχων ἀγλάϊσμα, ὁ τῶν λατρῶν τῶν εἰδώλων τὴν ἔπαρσιν, καταπατήσας ἐνστάσει τιμίᾳ σου, καὶ ἀθλήσει σου εὐτόλμῳ ἡμῶν ἐπάκουσον, δεήσεων φωνῶν ὡς εὐσυμπάθητος.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Μητροπάρθενε, Θεοκυῆτορ, παντευλόγητε, γλυκοφιλοῦσα, ἐν χερσὶν ἡ φιλοστόργως βαστάζουσα, τὸν Ποιητὴν καὶ Δεσπότην τῆς κτίσεως, Λόγον Θεοῦ τοῦ Ὑψίστου περίσκεπε, τοὺς ὑμνοῦντάς Σε ἀπαύστως καὶ ῥύου θλίψεων, καὶ πάσης περιστάσεως τοὺς δούλους Σου.
     
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἱερομάρτυρα, νῦν Θεοδώρητον, σεπτὸν Πρεσβύτερον, τῆς Θεουπόλεως, Ἀντιοχείας τῆς κλεινῆς τιμήσωμεν εὐσχημόνως, τὸν σαφῶς αἰσχύναντα τοὺς τὰ εἴδωλα σέβοντας, καὶ καθυπομείναντα τοῦ αὐχένος ἀπότμησιν, ἐν ἄκρᾳ εὐλαβείᾳ βοῶντες· χαῖρε ἱεροάθλων κέρας.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριὰμ ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ κεχαριτωμένη.









Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17-ιστ΄ 2): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν... (Ὅρα τὸ εἰς τὴν Λειτουργίαν τοῦ Ἁγ. Γεωργίου)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεροάθλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὸν ἔνδοξον Ἱερομάρτυρα Θεοδώρητον, τρόπαιον ἐγείραντα Χριστοῦ πίστεως, ἐν Ἀντιοχείας τῷ σταδίῳ εὐλαβῶς εὐφημήσωμεν, ἐκ μυχίων κραυγάζοντες· ὁ ἐν γήρᾳ ὥσπερ ἔφηβος ἀθλήσας, καὶ στεφανίτης ἀνελθὼν πρὸς πόλου ἐπάλξεις, μὴ παύσῃ Χριστὸν ἡμῖν ἱλεούμενος, τοῖς ἑορτάζουσι πίστει τὴν ἁγίαν μνήμην σου.

Εἶτα, οἰ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ Ἀκροστιχίς: Θεοδωρήτου, αἶνος, τοῦ Ἱερομάρτυρος. Χ. Μ.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Θεῷ προσεκόμισας, δῶρον σαὐτὸν πολυτίμητον, σεπτὲ Θεοδώρητε, Ἀντιοχείας κλεινῆς, ἴον εὔοσμον, διὰ στεῤῥῶν καμάτων, καὶ χαριτοβρύτου σου, κάρας ἐκτμήσεως.
ξ ὕψους τὴν δύναμιν, λαβὼν στεῤῥὲ Θεοδώρητε, τὸ θράσος ἐπάτησας, στυγνοῦ Ἰουλιανοῦ, καὶ τὰ σκάμματα, ἐνδόξου μαρτυρίου, ἐβάδισας Ἅγιε, ὥσπερ ἀσώματος.
Οἱ σέβοντες εἴδωλα, τὸν πολιόν σε Πρεσβύτερον, σεμνὲ Θεοδώρητε, Ἀντιοχείας κλυτῆς, ἐβασάνισαν, καὶ ὥσπερ ἱερεῖον, ἀπέταμον κάραν σου, τὴν πανσεβάσμιον.
Θεοτοκίον.
Δυνάμεως ἔμπλησον, ἡμᾶς Υἱοῦ τοῦ ἀχράντου Σου, Θεοῦ Παντορκάτορος, Θεογεννῆτορ σεμνή, ἵνα δίοδον ἀνύοντες τοῦ βίου, σοφῶς καταντήσωμεν, πόλου εἰς δώματα.











ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
ς δῶρον Ἀντιοχέων δήμοις, ἐδόθης θεόθεν τιμαλφές, τρισμάκαρ Θεοδώρητε, ὁ πόθῳ δωρησάμενος, σαὐτὸν τῷ Παντοκράτορι, διὰ τομῆς τοῦ αὐχένος σου.
οαῖς τῶν τιμίων σου αἱμάτων, ἡγίασας χθόνα τῆς κλεινῆς, Ἀντιοχείας ἔνδοξε, Πρεσβύτερε ἧς ποίμνιον, τὸ λογικὸν ὡδήγησας, πρὸς τὰς νομὰς ἀφθαρτότητος.
Χάρις τοῦ θείου Παρακλήτου, ἀνέδειξε Μάρτυρα στεῤῥόν. Σὲ τὸν φιλοῦντα Κύριον, ἐξ ὅλης τῆς καρδίας σου, ἐξ ὅλης διανοίας σου, καὶ ἐκ ψυχῆς Θεοδώρητε.
Θεοτοκίον.
Ταμεῖον ἀδάπανον Παρθένε, θερμῆς προστασίας εὐσεβῶν, ἑτοίμης ἀντιλήψεως, καὶ προστασίας πέφηνας, λαμπρῶς μακαριζόντων Σε, Θεογεννῆτορ ἑκάστοτε.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σεπτὲ Θεοδώρητε, Ἱερομάρτυς Χριστοῦ, τῆς πίστεως ἔνδοξε, ὀφρὺν Ἰουλιανοῦ, εὐτόλμως ἐπάτησας, λίθους οίμοι ἀψύχους, τοῦ λατρεύοντος Πάτερ, ὁ ἐν προβεβηκυΐᾳ, ἡλικίᾳ βαδίσας, καθάπερ νεανίας καλῶς, δρόμον ἀθλήσεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀνύστακτε πρόμαχε, καὶ ἀντιλῆπτορ πιστῶν, πανύμνητε Δέσποινα, καταφυγὴ ἐν δεινοῖς, καὶ κλύδωσι δούλων Σου, ῥῦσαι ἡμᾶς μανίας, τοῦ στυγνοῦ βροτοκτόνου, θλίψεως καὶ ἀνάγκης, καὶ παντοίων κινδύνων, τοὺς κράζοντας εὐτάκτοις φωναῖς· Χαῖρε Μητρόθεε.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Οὐρανόθεν εὐλογίαν μαρτυρίου δεξάμενος, ἤνυσας εὐτόλμως, καὶ νομίμως δρόμον ἀθλήσεως, καὶ ταῖς χερσὶ τῶν ἀπίστων Θεοδώρητε, κάραν ἔκλινας, σὴν ἱερὰν καὶ πανσέβαστον.
μνῳδίαις μελιῤῥύτοις καταστέφομεν μνήμην σου, τὴν λαμπρὰν στεῤῥόφρον, τῆς Ἀντιοχείας Πρεσβύτερε, ὅτι τοὺς λάτρας εἰδώλων λόγοις ᾔσχυνας, τοῖς πανσόφοις σου, καὶ ὥσπερ ἔφηβος ἤθλησας.
θλοφόρων κοσμιότης θεαυγῶν Θεοδώρητε, ἐκ τοῦ Παραβάτου, Ἰουλιανοῦ χρόνοις ἤθλησας, διὰ Χριστοῦ τὴν ἀγάπην ὥσπερ ἄσαρκος, καὶ ὑπέμεινας, τῆς κεφαλῆς σου ἀπότμησιν.
Θεοτοκίον.
λαστήριον τοῦ κόσμου ὑπερύμνητε Δέσποινα, κεχαριτωμένη, Μῆτερ τοῦ Ὑψίστου ἐπάκουσον, ἡμῶν φωνῆς τῆς δεήσεως καὶ λύτρωσαι, περιστάσεως, τοὺς Σὲ λαμπρῶς μεγαλύνοντας.



ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Νικήσας ἐνστάει σου, τιμίᾳ Θεοδώρητε, Ἰουλιανὸν τὸν Παραβάτην, καὶ καταισχύνας, σῷ μαρτυρίῳ αὐτοῦ, φερώνυμον Πάτερ ἱερέ, νικηφόρος ἔδραμες, ὑπαντῆσαι τῷ Κτίστῃ σου.
ἄνομος τύραννος, τὴν σάρκα σου κατέξεσε, καὶ τὸν σὸν ἀπέταμεν αὐχένα, Ἀντιοχείας, θεοειδὲς ἱερεῦ, Μαρτύρων καλλώπισμα σεπτόν, μάκαρ Θεοδώρητε, θείας Χάριτος σκήνωμα.
Στεῤῥὲ Θεοδώρητε, ἐκρέμασαν τὸ σῶμά σου, ἀπηνῶς οἱ λάτρεις τῶν εἰδώλων, τῶν ἀναισθήτων, καὶ ἐξεσάν σου αὐτό, περόναις τρισμάκαρ σιδηταῖς, πίστεως Πρεσβύτερε, τοῦ Χριστοῦ γενναιότατε.
Θεοτοκίον.
Τιμῶμέν Σε πάντοτε, μελισταγέσιν ᾄσμασι, καὶ ψαλμοῖς Κυρία Θεοτόκε, τῶν φωτομόρφων, Ἀγγέλων ὁ γλυκασμός, καὶ πάντων μερόπων χαρμονή, ἡ ταχέως σπεύδουσα, βοηθῆσαι οἰκέταις Σου.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
δὸν στενὴν Θεοδώρητε, ἐπόθησας ἀνῦσαι Πρεσβύτερε, τῆς ἐναθλήσεως, διὰ Χριστὸν Ὃν ἠγάπησας, ἐξ ὅλης σου καρδίας, σεπτὲ πολύαθλε.
πὲρ Χριστοῦ θείας πίστεως, ὑπέμεινας σαρκός σου κατάξεσιν, καὶ τοῦ αὐχένος σου, τομὴν στεῤῥῶς Θεοδώρητε, Ἀντιοχείας Μάρτυς, τῆς Θεουπόλεως.
δεῖν Χριστὸν κατηξίωσαι, ἰδίοις σου βλεφάροις ἐν δώμασι, πόλου μεγάλαθλε, πανευσταλὲς Θεοδώρητε, δι’ Ὃν τὸ τίμιόν σου, αἷμα ἐξέχεας.
Θεοτοκίον.
λπὶς σεμνὴ ἀειπάρθενε, πιστῶν Χριστιανῶν ἀκαταίσχυντε, Θεογεννήτρια, ῥῦσαι τοὺς Σὲ μακαρίζοντας, κινδύνων κατωδύνων, καὶ περιστάσεων.















Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ἀντιοχείας θεουπόλεως καλλώπισμα, τὸν καθελόντα τῶν λατρῶν εἰδώλων ἔπαρσιν, Θεοδώρητον τιμήσωμεν εὐσχημόνως, ὡς στεῤῥὸν Ἱερομάρτυρα τῆς πίστεως, ὑπομείναντα βασάνους καὶ ἀπότμησιν, κάρας κράζοντες· Χαίροις Μάρτυς πρεσβύτερε.
Ὁ Οἶκος.
Ἄγγελοι καθορῶντες, Θεοδώρητε ἄθλους, ἐξέστησαν τοὺς σοὺς ἐν σταδίῳ, καὶ ἀγέλης τῆς σῆς λογικῆς, ἐν Ἀντιοχείᾳ ἄρνες πανθαύμαστε, τὴν ἔνδοξόν σου ἄθλησιν, καὶ ἔκραζον ἐν εὐλαβείᾳ·
Χαῖρε, τὸ κλέος τῶν Πρεσβυτέρων·
χαῖρε, τὸ κῦδος τῶν Ἀθλοφόρων.
Χαῖρε, τῶν λατρῶν τῶν εἰδώλων τὸ σύντριμμα·
χαῖρε, θεαυγῶν ἱερέων ἐκτύπωμα.
Χαῖρε, ὅτι κατεπάτησας θράσος Ἰουλιανοῦ·
χαῖρε, ὅτι πᾶσιν ἔδειξας, χάριν τὴν ἐν σοὶ Χριστοῦ.
Χαῖρε, ὁ ὑπομείνας τοῦ σαρκίου σου ξέσιν·
χαῖρε, ὁ καταδείξας τοῖς ἀπίστοις σὴν πίστιν.
Χαῖρε, Μαρτύρων ἴον ἡδύπνευστον·
χαῖρε, Χαρίτων θείων κυάθιον.
Χαῖρε, κρατὴρ ὁ κιρνῶν ἀριστείας·
χαῖρε, λαμπτὴρ παμφαὴς εὐτολμίας.
Χαίροις, Μάρτυς πρεσβύτερε.





















Συναξάριον.
Χωρεῖν ἔχει που τῆς Ἐδὲμ τὸ χωρίον,
καὶ τὸν Θεοδώρητον ἔνδον τὸν μέγαν.
Οὗτος ἦν Πρεσβύτερος τῆς ἐν Ἀντιοχείᾳ Ἐκκλησίας. Ὅτε ὁ θεῖος τοῦ Παραβάτου Ἰουλιανοῦ, Ἰουλιανὸς καὶ αὐτὸς ἐπονομαζόμενος, Χριστιανὸς πρότερον ὢν καὶ ἀναγνώστης τῆς ἐν Ἀντιοχείᾳ Μεγάλης Ἐκκλησίας, ἠσπάσθη τὴν εἰδωλολατρείαν, κατεδίωξε καὶ διεσκόρπισε τὸ ἱερατεῖον τῆς πόλεως, καὶ τὰ ἱερὰ τῶν βασιλέων ἀναθήματα κατέστρεψε, παρέμεινε μετ’ ὀλίγων Χριστιανῶν ἐν Ἀντιοχείᾳ ὁ Πρεσβύτερος Θεοδώρητος. Συλλαβὼν αὐτὸν ὁ ἀσεβὴς Ἰουλιανὸς ἐκρέμασε καὶ προσέταξε τοὺς αὐτοῦ στρατιῶτας τὰς σάρκας αὐτοῦ καταξέειν. Ἀγωνισθεὶς μάτην μετάστρεψαι τὸ εὐσεβὲς αὐτοῦ φρόνημα ἀπηνῶς τὴν κεφαλὴν αὐτοῦ ἀπέταμε.

Ὁ χρηστὸς ἡμῖν Εὐτρόπιος τοὺς τρόπους,
ἐφεῦρε Χριστὸν καὶ τέλους διὰ ξίφους.
Καὶ Κλεόνικος εὐκλεᾶ νίκην ἔχει,
Σταυρῷ κρεμασθείς, ὡς Χριστός μου πάλαι.
Εἱρκτὴν τὸ σῶμα καὶ πρὸ τῆς εἱρκτῆς ἔχων,
εἱρκτῶν λυτροῦται Βασιλίσκος ἐκ δύο.
Οὗτοι ὑπῆρχον κατὰ τοὺς καιροὺς Μαξιμιανοῦ, συστρατιῶται καὶ συγγενεῖς τοῦ Ἁγίου Μάρτυρος Θεοδώρου τοῦ Τήρωνος, ἐκ τῆς Καππαδοκῶν ὄντες χώρας. Παρίστανται οὖν Ἀσκληπιοδότῃ τῷ ἡγεμόνι, καὶ τύπτονται σοφδρῶς. Ὁ δὲ Ἅγιος Εὐτρόπιος κατὰ τοῦ στόματος λαμβάνει πληγάς, ὅτι τὸν ἡγεμόνα ἐξύβρισεν. Ἔνθα οἱ μὲν τύπτοντες ἐξελύθησαν διὰ τὸ σύντονον τῆς βασάνου· οἱ δὲ Μάρτυρες, ἐπιφανέντος αὐτοῖς τοῦ Κυρίου καὶ τοῦ ἐνδόξου Μάρτυρος Θεοδώρου, γεγόνασιν ὑγιεῖς. Ἐπεὶ οὖν τῇ παραδοξοποιΐᾳ ταύτῃ πολλοὶ ἐπίστευσαν τῷ Χριστῷ, τὴν διὰ ξίφους δέχονται τελευτήν. Μεταβαλλομένου οὖν τοῦ ἡγεμόνος, καὶ κολακείαις ἐπιχειροῦντος τὸν Ἅγιον Κλεόνικον μεταθέσθαι ἀπὸ τῆς εἰς Χριστὸν πίστεως, καὶ τὰ μὲν ὑπισχνουμένου, τὰ δὲ καὶ διδόντος, οὐδέν τι μᾶλλον ὁ Ἅγιος μαλακισθείς, ἀλλὰ καὶ παροξυνθείς, κατεγέλασε μὲν τῆς ἀνοίας τοῦ ἡγεμόνος, κατεχλεύασε δὲ τὴν τῶν εἰδώλων ἀσθένειαν· ὅθεν, θυσίας αὐτοῖς ἐπιτελουμένης, διὰ προσευχῆς τὸ ξόανον κατέβαλε τῆς Ἀρτέμιδος. Ἐκκαεῖσαν οὖν πίσσαν καὶ ἄσφαλτον, ἐν τρισὶ λέβησι, κατέχεον ἐπ’ αὐτούς· καὶ αὐτοὶ μὲν ἀλώβητοι διεφυλάχθησαν, οἱ δὲ ὑπουργοὶ καὶ ὑπηρέται τῶν τοιούτων κατεφλέχθησαν. Εἶτα σταυροῦνται Κλεόνικος καὶ Εὐτρόπιος, καὶ τελειοῦνται· ὁ δὲ Ἅγιος Βασιλίσκος ἐν τῇ φρουρᾷ τεθείς, μετὰ χρόνον τινὰ καὶ αὐτὸς τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ζήνωνος καὶ Ζωΐλου
Ζωῆς λύσις Ζήνωνι καὶ τῷ Ζωΐλω
ζωῆς ὑπῆρξε κρείττονος παραιτία.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Πιαμοῦν τῆς παρθένου
Κροσσωτὰ χρυσᾶ Πιαμοῦν μελαμφόρος,
τὰς ἀρετὰς ἄπεισιν ἠμφιεσμένη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἀλεξάνδρας τῆς ἐξ Ἀλεξανδρείας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου Πατριάρχου Γεωργίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἐννέα Μαρτύρων τῶν ἐκ Γεωργίας

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
είθροις αἵματος σοῦ θείου Θεοδώρητε κατεπορφύρωσας, Ἀντιοχείας κλεινῆς, τὴν χθόνα καὶ ηὔφρανας, στεῤῥᾷ ἐνστάσει σου, τὴν ἀγέλην σου, τὴν λογικὴν Πρεσβύτερε, ἐνθεώτατε καὶ πρᾶε.
λβος πάντιμος ἐδείχθης θείας πίστεως καὶ πολυτίμητος, τῆς ἀρετῆς θησαυρός, σεμνὲ Θεοδώρητε, ὁ δι’ ἀθλήσεως, σοῦ τὸ πρόσκαιρον, σφραγίσας βίον ἔνδοξε, ὑπὲρ πίστεως Κυρίου.
Μάρτυς ἄριστε τῷ ξίφει Θεοδώρητε σὴν κάραν ἔκλινας, στυγνῶν εἰδώλων λατρῶν, ὡς πρόβατον ἄμωμον, Χριστοῦ τῆς πίστεως, καὶ ὡς ἄμεμπτον, καὶ καθαρὸν Πρεσβύτερε, ἱερεῖον Ἀθλοφόρε.
Θεοτοκίον.
ειπάρθενε Χριστὸν ἡμῖν ἱλέωσαι τὸν θεῖον Τόκον Σου, τοῖς καθ’ ἑκάστην ψαλμοῖς, καὶ ὕμνοις ἐμπρέπουσι, Σὲ μακαρίζουσιν, καταφύγιον, ὡς σταθηρὸν τῶν δούλων Σου, ἐν κινδύνοις καὶ ἀνάγκαις.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
άβδῳ Θεοδώρητε λιτῶν σου, ἐνθέρμων καὶ προστασίας ἀνυστάκτου σου, πάντας ἐπιστήριζε, ἀκλινῶς τιμῶντάς σε, καὶ μνήμην ἐκτελοῦντάς σου, τὴν πανσεβάσμιον, εὐτάκτοις μελῳδίαις καὶ ὕμνοις, ἱερεῦ θεόφρον, κλυτῆς Ἀντιοχείας.
Τεῖχος Θεοδώρητε ἀνδρείας, καὶ στῦλος στεῤῥοψυχίας ἀδιάσειστος, πέφηνας πολύαθλε, Μάρτυς τῶν προσφύγων σου, τῶν κλονουμένων Ἅγιε, ἐν βίῳ πάντοτε, Πρεσβύτερε τῆς Ἀντιοχείας, ὁ Χριστοῦ τὴν πίστιν, σοῖς ἄθλοις μεγαλύνας.
μνοις Θεοδώρητε εὐτάκτοις, καὶ ᾄσμασι μελιῤῥύτοις μεγαλύνομεν, τοὺς ἀρίστους ἄθλους σου, ἐν σταδίῳ ἔνδοξε, καὶ μνήμην σου τὴν πάμφωτον, καὶ πανσεβάσμιον, εἰδώλων τῶν λατρῶν ἡ αἰσχύνη, καὶ τῶν Χριστωνύμων, ἀγλάϊσμα τὸ μέγα.
Θεοτοκίον.
ῦσαι πειρασμῶν τοὺς Σοὺς οἰκέτας, πανύμνητε Θεοκῦμον Μητροπάρθενε, βλάβης τοῦ ἀλάστορος, καὶ δεινῶν καὶ θλίψεων, τοὺς ὕμνοις μεγαλύνοντας, τὰ Σὰ θαυμάσια, καὶ Τόκον Σου δοξάζοντας θεῖον, τὸν δεδοξαμένον, Θεοῦ Ὑψίστου Λόγον.

ᾨδὴ θ’. Ἅπας γηγενής.
μβρισον ἡμῖν, σεπτὲ Θεοδώρητε, τῆς θείας Χάριτος, ὑετὸν τοῖς μέλπουσιν, ἐν τῷ σταδίῳ τὰ σὰ κατορθώματα, καὶ σὴν λαμπρὰν ἐνάθλησιν, δι’ ἧς ἠγλάϊσας, τοῦ Κυρίου, πίστιν τὴν πανάμωμον, εὐσεβεῖς πρὸς Αὐτὸν τὴν ἀπάγουσαν.
Σὲ τὸν θεαυγῆ, Πρεσβύτερον μέλποντες, τὸν καταισχύναντα, εἴδωλα τοὺς σέβοντας, καὶ ἐν σταδίῳ λαμπρῶς ἀθλήσαντα, τρισμάκαρ Θεοδώρητε, ἀπεκδεχόμεθα, τὰς ἐνθέρμους, πρὸς Θεὸν πρεσβείας σου, τὸν δωρούμενον πᾶσι τὸ ἔλεος.
Χαῖρε Ἀθλητά, Χριστοῦ θείας πίστεως, ὁ ἐναθλήσει σου, μάκαρ Θεοδώρητε, καταγλαΐσας τὴν Ἀντιόχειαν, βοῶντες καταφεύγομεν, ἐν περιστάσεσι, σαῖς πρεσβείαις, πρὸς Θεὸν τὸν εὔσπλαγχνον, ἀφθαρσίας βραβεῖα τὸν νέμοντα.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, τοῦ Λόγου φιλόστοργε, θερμὸν προσφύγιον, τῶν μεγαλυνόντων Σε, καὶ θλιβομένων τὸ καταφύγιον, ἐξ ὕψους θείας δόξης Σου, ἡμῖν κατάπεμψον, τοῦ Υἱοῦ Σου, ἔλεος τὸ ἄμετρον, καὶ πληθὺν οἰκτιρμῶν παντευλόγητε.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀντιοχείας ἄγρυπνε, Πρεσβύτερε παρέδωκας, σαὐτὸν ὡς δῶρον Κυρίῳ, τῷ θείῳ ἀγωνοθέτῃ, διὰ στεῤῥᾶς ἀθλήσεως, τρισμάκαρ Θεοδώρητε, καὶ κεφαλῆς τιμίας σου, ἀποτομῆς καλλιμάρτυς, λατρῶν εἰδώλων αἰσχύνη.
Θεοτοκίον.
Ἀπαύστως τοὺς οἰκέτας Σου, εὐλόγει καὶ Ἁγίαζε, καὶ τήρει τοῦ μισοκάλου, τοῦ δυσμενοῦς ἐπηρείας, ἀπήμονας Μητρόθεε, λαμπρῶς Σὲ μεγαλύνοντας, καὶ ἀκλινῶς γεραίροντας, Θεοδωρήτου τοὺς ἄθλους, λευΐτου Ἀντιοχείας.














Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Κατήσχυνας Ἰουλιανόν, εὐσθενεῖ ἐνστάσει σου, καὶ μαρτυρίου σου σκάμμασι, θεῖε Πρεσβύτερε, τῆς Ἀντιοχείας, μάκαρ Θεοδώρητε, ὁ ῥείθροις πορφυρώσας αἱμάτων σου, τὴν διπλοΐδα σου, καὶ ὁδοὺς τῆς Θεουπόλεως, ἧς τὴν ποίμνην, κατηύφρανας ἄθλοις σου.

Θεῷ ὥσπερ δῶρον τιμαλφές, σεαυτὸν παρέδωκας, περικλεὲς Θεοδώρητε, εὖχος τῆς πίστεως, εὐσεβείας βάθρον, καὶ κρηπὶς συνέσεως, ἀθλήσας ἱερεῖον ὡς ἄμωμον, καὶ νίκης στέφανον, ἀμαράντινον δεξάμενος, οὐρανόθεν, τρισμάκαρ Πρεσβύτερε.

Αἰσχύνας τὸν Ἰουλιανόν, λόγοις ὑπερσόφοις σου, καὶ μαρτυρίου σου σκάμμασι, τὸν εἰδωλόφρονα, ἔκλινας μαχαίρᾳ, τὴν αὐτοῦ αὐχένα σου, καὶ ὡς ἀμνὸς σεπτὲ Θεοδώρητε, Μάρτυς πολύαθλε, κατεσφάγης ἵνα στέφανον, ἀπολάβῃς, θεόθεν χρυσόπλοκον.

Τὴν πάνσεπτον μνήμην σου λαμπρῶς, ἐκτελοῦντες σήμεορν, τῶν Χριστωνύμων οἱ σύλλογοι, ἐκδυσωποῦμέν σε· τῆς Ἀντιοχείας, θαυμαστὲ Πρεσβύτερε, θεόφρον Θεοδώρητε χάριν σου, θείαν κατάπεμψον, ἐφ’ ἡμᾶς τοὺς μεγαλύνοντας, μαρτυρίου, ἀρίστου σου σκάμματα.

Δόξα. Ἦχος πλ. α΄.
Ὁ ἐνστάσει σου καταισχύνας εἰδώλων τοὺς λάτρας, καὶ φοινίξας σοῖς αἵμασι Ἀντιοχείας τὰς ῥύμας, σὴν λογικὴν ποίμνην ηὔφρανας Πρεσβύτερε Θεοδώρητε· ὅθεν ἡμεῖς τὴν μνήμην σου ἑορτάζοντες, καὶ τὰς ἀριστείας σου μεγαλύνοντες, τὰς θεοπειθεῖς πρεσβείας σου ἐκδεχόμεθα, πρὸς ψυχῶν σωτηρίαν καὶ ζωὴν τὴν αἰώνιον.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον
Χαίροις ἱερόαθλε θαυμαστέ, τῆς Ἀντιοχείας, Θεοδώρητε ὁ τομήν, κάρας ὑπομείνας, διὰ Χριστοῦ τὴν δόξαν, πρεσβύτερε γενναῖε, πίστεως σέμνωμα.