Πέμπτη 14 Μαΐου 2026

ΜΑΪΟΣ 12. ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΜΥΡΩΝΟΣ ΚΡΗΤΗΣ ΑΝΑΚΟΜΕΙΔΗ ΛΕΙΨΑΝΩΝ

 

ΜΑΪΟΣ ΙΒ

ΜΥΡΩΝΟΣ ΚΡΗΤΗΣ ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΝ ΤΩ ΕΣΠΕΡΙΝΩ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν γ΄ Προσόμοια τῆς ἑορτῆς καὶ γ΄τοῦ Ἁγίου. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Ὦ Μύρων θαυμάσιε πιστῶς, συνελθόντες σήμερον, τῶν σῶν λειψάνων ἀνάδειξιν τιμῶμεν ἅπαντες ᾄσμασιν ἐνθέοις καὶ Χριστὸν τὸν Κύριον, τὸν σὲ ἀντιδοξάσαντα σέβομεν καὶ μεγαλύνομεν εὐσπλαγχνίαν αὐτοῦ ἄφατον καὶ ἀγάπην καὶ τὸ μέγα ἔλεος.

 

Ὦ Μύρων πανένδοξε, Χριστοῦ Ἱεράρχα Ὅσιε , τῆς Κρήτης πάσης τὸ καύχημα , ἡμᾶς προστάτευσον πίστει συνελθόντας ἐπὶ τῇ λειψάνων σου σεπτὴ ἀνακομίσει, θεόληπτε, καὶ ἐπευλόγησον , παρεχόμενος πρεσβείαις σου τῶν σωμάτων καὶ ψυχῶν τὴν ἴασιν.

 

Ὦ Μύρων πανόλβιε, Χριστὸν ἐπὶ γῆς ἐδόξασας τῇ καθαρᾷ πολιτείᾳ σου καὶ ποιμασίᾳ σου· ὅθεν καὶ ἐδέξω πάρ΄αὐτοῦ τὴν ἄφθονον θαυμάτων ἐνεργείας τὴν δύναμιν. Αὐτῷ οὖν πρέσβευε ἐλεῆσαι τοὺς τιμῶντάς σου τῶν λειψάνων τὴν χάριν τὴν ἄληκτον.

 

Δόξα Ἦχος πλ. Β΄.

Σήμερον τῶν Κρητῶν τὰ πλήθη συνελθόντα, εὐσεβῶς πανηγυρίζομεν ἐπὶ τῇ ἀνακομιδῇ τῶν τιμίων λειψάνων τοῦ σεπτοτάτου ἡμῶν ποιμενάρχου Μύρωνος· ταῦτα γὰρ ἐκ γῆς λαγόνων, τῇ αὐτοῦ εὐδοκίᾳ, ἀνεδέξατο Κρήτης ὁ ποιμὴν καὶ αὐτοῦ διάδοχος, ἱεράρχης Εἰρηναῖος. Ὅθεν καὶ ἡμεῖς σήμερον ἐν ἀγαλλιάσει ψυχῆς καὶ κατανύξει καρδίας αὐτῷ βοῶμεν· πρόφθασον Ἅγιε, καὶ λύτρωσαι ἡμᾶς, τοὺς ἐν τοῖς ἐσχάτοις καιροῖς περιστατουμένους καὶ θλιβομένους, ἀπὸ πάσης ἀπειλῆς καὶ μανίας τοῦ ἀλλοτρίου, τηρῶν ἀσαλεύτους καὶ ἑδραίους ἐν τῇ πίστει, ἵνα ὁμοφρόνως μεγαλύνωμεν τὸν ἐν Τριάδι δοξαζόμενον Θεὸν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

 

 

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).

Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 14, Παροιμ. ι´ 31).

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν· δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.

Ἀγάλλου ἐν Κυρίῳ χαρᾷ ἀνεκλαλήτῳ Ἁγίου Μύρωνος ἡ κώμη, ὡς ἐν κόλποις κατέχουσα θησαυρὸν ἀτίμητόν τε καὶ ἀσύλητον, τὰ πάνσεπτα καὶ μυρίπνοα λείψανα τοῦ κλεινοῦ ἱεράρχου τῆς Κρήτης Μύρωνος. Ταῦτα γὰρ ἐπ΄ἐσχάτων ἐκ τῶν τῆς γῆς ἀδύτων ἀναλαβοῦσα , ἐπὶ τῆς λάρνακος αὐτοῦ ἐφηπλωμένα ἔχεις, εἰς εὐλογίαν καὶ ἴασιν τῶν πίστει τούτοις προσερχομένων καὶ ἐξαιτούντων τὴν τοῦ Ἁγίου χάριν καὶ βοήθειαν· διό βόησον δόξα σοι, Κύριε, τῷ ἀντιδοξάζοντι τοὺς Ἁγίους σου.

 

 

 

 

 

Ἦχος β΄.

Ἀτελεύτητος ὑπάρχει, Κύριε, ἡ χάρις τῶν Ἁγίων σου, τῶν παλαιῶν τε καὶ νέων, τῶν σὲ ἐκ ψυχῆς ἀγαπησάντων καὶ δοξασάντων τοῖς ἑαυτῶν ἔργοις τε καὶ λόγοις. Ταύτην καὶ ἡμεῖς ἀπαντλούμεν, προσερχόμενοι τῇ σεπτῇ λάρνακι τοῦ θειοτάτου ἱεράρχου Μύρωνος καὶ κατασπαζόμενοι ἐν κατανύξει ψυχῆς τὰ χαριτόβρυτα καὶ μυρίπνοα λείψανα αὐτοῦ, τὰ ἀρτίως ἡμῖν ἀναφανέντα, καὶ σὲ μεγαλύνοντες, τὸν θαυμαστὸν ἐν τοῖς Ἁγίοις Κύριον.

 

Ἦχος γ΄.

Πατέρων ἀγλάισμα καὶ Κρήτης τὸ καύχημα, ἱερώτατε πάτερ Μύρων, οὐ μόνον ἐπὶ τῇ μνήμῃ σου τὰ σά τέκνα πανηγυρίζομεν, ἀλλὰ καὶ ἐπὶ τῇ ἀνακομιδῇ τοῦ πανσέπτου σου λειψάνου, ἐπ΄ἐσχάτων γενομένῃ. Τούτων τὴν χάριν μὴ διαλίπῃς ἀφθόνως προχέων, τοῖς πιστῶς ἐπικαλουμένοις σε καὶ ἀσπαζομένοις αὐτὰ ἐν εὐλαβείᾳ, ἐκπληρῶν τὰ αἰτήματα καὶ πρεσβεύων ἀεὶ ὑπὲρ αὐτῶν πρὸς Κύριον.

 

Ἦχος δ΄.

Ἔλαμψεν ἡ χάρις ἐν σοί τοῦ Πνεύματος, Ἅγιε, προχειρίζουσά σε ποιμένα καὶ πρόεδρον τῆς ἐν Κρήτῃ Ἐκκλησίας. Ταύτην δὲ καλῶς καὶ θεαρέστως ποιμάνας καὶ ἰθύνας τὸ σὸν ποίμνιον εἰς νομὰς σωτηρίους καὶ θαυματουργῶν ἔτι ζῶν, σημείοις καὶ τέρασιν, τάς καρδίας τῶν σῶν τέκνων ἐστερέωσας ἐπὶ τὴν ἀσάλευτον κρηπῖδα τῆς Χριστοῦ πίστεως. Διὸ καὶ ἡμᾶς νῦν, πάτερ Μύρων, εὐλόγει πατρικῶς, σκέπων καὶ φυλάττων, ἀσπαζομένους εὐλαβῶς τὰ θεῖά σου λείψανα.

 

Δόξα. Ἦχος πλ. α΄.

Τί δυνήσεται κατ΄ ἀξίαν ὑμνῆσαί σε καὶ ἐξειπεῖν ἐπαρκῶς τὰ ἔνδοξα καὶ ἐξαίσια, ἃ ἐπετέλεσας ἔτι ζῶν, ἀλλὰ καὶ μετὰ τὴν ὁσίαν σου τελευτήν, πάτερ Μύρων, ἱεράρχα πανθαύμαστε; Ὑπὲρ γὰρ τὴν ψάμμον τὴν θαλαττίαν ταῦτα εὑρίσκει, ἅτινα πληθυνόμενα ἕως σήμερον, οὐ περαιοῦνται· διὸ καὶ ἡμεῖς, ὡς εὐγνώμονες παῖδες τῷ φιλόπαιδι πατρὶ σοὶ βοῶμεν· εὐχαριστοῦμέν σοι ἐκ ψυχῆς, θεόληπτε πάτερ Μύρων, διὰ τὴν πρὸς ἡμᾶς σου πατρικὴν κηδεμονίαν, ἥν ἀφθόνως ἐπινέμεις τοῖς καταφεύγουσιν ἐν πίστει τῇ ἀγρύπνῳ προστασίᾳ σου καὶ ἀσπαζομένοις τὸ θεῖόν σου λείψανον.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

 

 

 

Εἰς τὸν στίχον, προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῇ παμφαεῖ πανηγύρει ἀνακομίσεως τῶν ἱερῶν λειψάνων τοῦ σεπτοῦ ἱεράρχου, Μύρωνος τοῦ Κρήτης, πανευλαβῶς ἱκετεύομεν λέγοντες, ῥῦσαι ἡμᾶς ἐκ κινδύνων καὶ πειρασμῶν, ἱεράρχα, ταῖς πρεσβείαις σου.

 

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται

Ἡ κώμη ἅπασα χαίρει, Ἁγίου Μύρωνος, προστάτην, πολιοῦχον κεκτημένη σε, πάτερ· λείψανα δὲ σχοῦσα σὰ ἐμφανῶς τῶν θαυμάτων τὸ πέλαγος τῶν σῶν ἐκδέχεται πίστει καὶ δωρεὰς τῆς σῆς χάριτος κομίζεται.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ

Πιστῶν οἱ δῆμοι προσῆλθον σήμερον χαίροντες ἐπὶ τῇ ἀναδείξει τῶν ἁγίων λειψάνων Μύρωνος τοῦ θείου ἱερουργοῦ, ὅν τιμῶσιν ἐν ᾄσμασιν, ὅτι αὐτὸς τὰ αἰτήματα τὰ αὑτῶν ἐκπληροῖ καὶ σκέπει ἅπαντας.

 

Δόξα. Ἦχος πλ. δ΄.

Δεῦτε ἅπαντες πιστοί, ἐν εὐλαβείᾳ συνελθόντες, τιμήσωμεν ἐκ ψυχῆς τὸν τοῦ Κυρίου πάνσεπτον ἱεράρχην, Μύρωνα τὸν θαυματουργὸ, ἐπὶ τῇ ἀνακομιδῇ τῶν θείων αὐτοῦ λειψάνων, λέγοντες αὐτῶ· ἱεράρχα ἱερέ, μὴ ἐπιλάθῃ ἡμῶν δεομένων σου, ἀλλὰ βοήθησον ἡμῖν, χορηγῶν πᾶσι τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ ζωὴν τὴν αἰώνιον.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Νῦν ἀπολύεις, Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄ Θείας πίστεως

Μέγας ἥλιος, ἐν Κρήτῃ ὤφθης, τοῖς σοῖς θαύμασι, πάντας πυρσεύων, Πάτερ Μύρων Ἱεράρχα πανθαύμαστε. Ὡς οὖν τὸ ῥεῖθρον τοῦ Τρίτωνος ἔστησας, καί τὸν ὀλέθριον δράκοντα ἔκτεινας, οὕτως, Ἅγιε, Χριστόν τὸν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα έλεος.

Δόξα. Ἦχος γ΄. Θείας πίστεως.

Πόθῳ σήμερον πάντες ἐλθόντες, ἀσπασώμεθα ἐν εὐλαβείᾳ θείου Μύρωνος τὰ τίμια λείψανα· καὶ πρὸς αὐτὸν τὰ αἰτήματα ἅπαντα ἡμῶν προβάλωμεν πίστει καὶ εἴπωμεν· Πάτερ ὅσιε, ἡμῶν συμπαθῶς προστάτευε, δωρούμενος ἡμῖν χάριν καὶ ἔλεος.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ στιχολογίαν , Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Ἐκ τάφου σου, σεπτὲ ἱεράρχα, λαβόντες τὰ λείψανα τὰ σά, τὰ μυρίπνοα, Μύρων, τὴν χάριν κηρύττομεν, ἥν ἀφθόνως δεχόμεθα, οἱ προστρέχοντες εἰς τὸ σεπτὸν ἱερόν σου καὶ προσπίπτοντες τῇ λάρνακί σου τῇ θείᾳ, πατέρων ἀγλάισμα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὴν β΄ στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἱέρευσας , Ἅγιε , τῷ σῷ Δεσπότη Χριστῷ, ἀξίως καὶ ἀπείληφας ἀντιμισθίαν, σοφέ, θαυμάτων ἐνέργειαν. Ἔλαμψας ἐν τῇ Κρήτῃ ὡς ἀστὴρ φωτοφόρος, ἔσωσας ἐκ τῆς πλάνης τῶν πιστῶν τὰς χορείας· διὸ ὡς ἱεράρχην κλεινὸν, Μύρων, τιμῶμέν σε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσὴφ.

Συνηθροίσθησαν θερμῶς τῶν Ὀρθοδόξων οἱ χοροὶ, τῶν λειψάνων σου, σοφέ, τιμῆσαι ἀνακομιδήν, ἃ ἐκ τοῦ τάφου σου ἔλαβον, θεῖε Μύρων· ὕμνοις καὶ ᾠδαῖς σὲ γεραίροντες, πίστει ἀρωγὴν σὴν αἰτούμενοι· οἱ ἐν δεινοῖς καὶ θλίψεσι βιοῦντες καὶ πειρασμοῖς ταραττόμενοι· διὸ παράσχου τοῖς σοῖς ἱκέταις σὴν βοήθειαν, Ἅγιε.

Δόξα. Ὅμοιον

Ἀστραπαῖς τε καὶ βρονταῖς καὶ ἐν θορύβῳ καὶ βοῇ, ἀπεκάλυψας, σοφέ, τὴν γενομένην ἐν κρυπτῷ, σεπτοῦ σου τάφου τὴν σύλησιν, θεῖε Μύρων· θάνατον πικρὸν εὗρον ἅπαντες, θράσει περισσῷ οἱ συλήσαντες. Πανευλαβῶς οὖν σήμερον τιμῶμεν τὴν τῶν λειψάνων σου λάρνακα· διὸ καὶ δίδου ἡμῖν, ὦ πάτερ, εὐλογίαν σου ἄφθονον.

Καὶ νῦν . Τῆς Ἑορτῆς.

 

Εἶτα οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου 

Προκείμενον, ἦχος δ΄: Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Εὐαγγέλιον, ζήτει τῇ ιγ΄ Νοεμβρίου.

Ὁ Ν΄ Ψαλμὸς.

Δόξα. Ἦχος β΄: Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον...

Ἰδιόμελον, Ἦχος πλ. β΄. Στ.: Ἐλέησον με, ὁ Θεός...

Εὐαγγελικῶς ἐν γῇ πολιτευσάμενος, Ὅσιε Πάτερ, καὶ τάς τοῦ Κυρίου ἐντολάς πιστῶς τηρήσας καὶ αὐτὸν ὁλοτρόπως ἀγαπήσας, ἔλαμψας ὡς ἀστὴρ ἑωθινὸς καὶ κατηύγασας τῶν πιστῶν τάς ψυχάς τῇ καθαρᾷ καὶ ἐναρέτῳ σου πολιτείᾳ καὶ τῇ ἀμωμήτῳ σου ἱερουργίᾳ· ὅθεν παρὰ τοῦ Θεοῦ θαυμάτων τὴν χάριν κομισάμενος, ἱερώτατεΜύρων, ταύτην προχέεις ἀφθόνως τοῖς δεομένοις καὶ προσκυνοῦσιν ἐν πίστει τὰ θεῖά σου λείψανα.

 

Εἶτα οἱ Κανόνες , ὁ τῆς Ἑορτῆς καὶ ὁ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Λειψάνων σῶν, ὦ Μύρων, χάριν δὸς ἡμῖν. Ἀμήν.

Ὠδὴ α΄. Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου.

Λαβόντες σὰ λείψανα ἐκ τάφου σήμερον, Ἅγιε, ὦ Μύρων πανένδοξε, χαρᾶς πλησθέντες πολλῆς , ἱκετεύομεν ἡμᾶς μὴ διαλίπῃς φρουρεῖν τοὺς ἱκέτας σου πάσης κακώσεως.

Εὐφράνθη ἡ κώμη σου, ἡ καυχωμένη τῇ κλήσει σου, ὦ Μύρων θεόληπτε, κάτ΄εὐδοκίαν τὴν σήν, τὰ σὰ λείψανα ἐκ κόλπων γῆς λαβοῦσα· διὸ τοὺς ὑμνοῦντάς σε φώτισον, Ἅγιε.

Ἱκέτας σου φύλαττε καὶ περιφρούρει, μακάριε, ἐχθροῦ ἐπιθέσεων καὶ συμφορῶν καὶ κακῶν , σὲ γὰρ ἔχουσιν, ὦ Μύρων, κυβερνήτην, εἰς βίου κλυδώνιον νῦν θαλαττεύοντες.

Θεοτοκίον.

Ψαλῶ σοι, Πανύμνητε, καὶ διηγήσομαι ἅπαντα, ὅσα σοι ἐποίησεν ὁ Δυνατός τῇ σεμνῇ μεγαλεῖά τε καὶ ἔνδοξα μεγάλα, ἐπὶ σὴν ταπείνωσιν ἐπιβλεψάμενος.

 

Ὠδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Ἀντλήσωμεν πάντες ἰαμάτων τὰ νάματα θείας ἐκ πηγῆς, βλύζοντα τῶν λειψάνων σου, Μύρων θεόφρον ὅσιε, ἀπαλλαγὴν τῶν νόσων τε λαβόντες, εὐχαριστήσωμεν.

Ναός σου παράδεισος ἐδείχθη, ἐν ᾧ προσερχόμενοι πιστῶς, χάριν ἀποκομίζουσιν οἱ σὲ τιμῶντες, Ἅγιε, καὶ ἐκ παντοίων θλίψεων καὶ δυσχερῶν ἀπαλλάττονται.

Ὦ Μύρων τῆς Κρήτης ποιμενάρχα, ἐπίσκεψαι ἄνωθεν ἡμᾶς, ἅπαντες γὰρ συνήλθομεν τιμῆσαί σου τὰ λείψανα, σὴν χάριν δὲ μυρίπνοον τοῖς σοῖς ἱκέταις κατάπεμψον.

Θεοτοκίον.

Νενίκηνται ὅροι, Θεομῆτορ, ἐν σοί οἱ τῆς φύσεως τρανῶς, τόκῳ παρθενευούσης σου καὶ μετὰ τόκον, Ἄχραντε, ὡς πρὸ τοῦ τόκου οὔσης σου, ἀειπαρθένου, Πανύμνητε.

 

Κάθισμα τοῦ Ἁγίου. Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Τὴν τῶν λειψάνων σου μυρίπνοον χάριν, ἀπολαβόντες οἱ πιστοὶ, θεῖε Μύρων, εὐχαριστοῦντες δέονται τῶν σῶν πρεσβειῶν. Ἴασαι ἱκέτας σου ἐκ δεινῶν νοσημάτων, θλίψεων ἀπάλλαξον καὶ πολλῶν ἀλγηδόνων· ὡς παῤῥησίαν, Ἅγιε, πλουτῶν πρὸς τὸν Θεὸν τοῦ ἐλέους καὶ Κύριον.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ὠδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.

Σῷζε τοὺς προστρέχοντας, Πάτερ, πιστοὺς πρὸς τὸν σὸν ναὸν ἐκ κακώσεων καὶ ἐκ κινδύνων καὶ παντοίων πειρασμῶν, καὶ ἐκ ψυχῆς κραυγάζοντας, δόξα τῷ Θεῷ, ὅν ἐδόξασας.

Ὢ τῆς ἁγιότητος, Πάτερ, τῆς σῆς, ὢ τῆς καθαρᾶς πολιτείας σου! Χριστὸν δοξάσας καὶ ἀξίως λειτουργῶν, κατηξιώθης, ἔνδοξε, χάριτος Θεοῦ καὶ δυνάμεως.

Νῦν παρακαλοῦμέν σε, Πάτερ σοφέ, τὴν ὁρμὴν χειμάῤῥου κωλύσαντα, τῶν ἱκετῶν σου τοὺς χειμάῤῥους τῶν παθῶν, ταῖς σαῖς εὐχαῖς ἀνάστειλον καὶ πρὸς σωτηρίαν ὁδήγησον.

Θεοτοκίον.

Ὡς περικαλλέστατον θεῖον ναόν εὗρες τὴν τεκοῦσάν σε, Κύριε , καὶ κατοικήσας ἐν αὐτῇὑπερφυῶς, φύσιν βροτῶν διέσωσας , δόξαν παρασχών τὴν πρωτόκτιστον.

 

Ὠδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Μεγάλως ἠγώνισαι ἐπὶ τῆς γῆς, μακάριε, πάντα σου τὸν βίον θεαρέστως ἤνυσας ὄντως καὶ ἐν ἀσκήσει πολλῇ πρὸς Κύριον ὕψωσας τὸν νοῦν, ὅθεν σοι δεδώρηται τῶν θαυμάτων ἐνέργειαν.

Ὑψώθης, θεσπέσιε, εὐχῇ ἀδιαλείπτῳ σου πρὸς τὴν τοῦ Θεοῦ σὺ θεωρίαν, ἔχων τὸν νοῦν σου διηυγασμένον φωτὶ ἀκτίστῳ καὶ εἴληφας σαφῶς πᾶσαν τὴν ἐνέργειαν τῆς τοῦ Πνεύματος χάριτος.

Ῥεόντων τὰ μένοντα ἐνθέῳ προαιρέσει σου, πάτερ ἀξιάγαστε, προκρίνας, τύπος ἐγένου τῶν ἐν τῇ Κρήτῃ πιστῶν, καλὸς τε ποιμὴν καὶ ὁδηγός, πάντας τε πρὸς κρείττονα καὶ οὐράνια ἴθυνας.

Θεοτοκίον

Ὡράθης, Πανάμωμε, τῶν οὐρανῶν βασίλισσα, σὺ γὰρ ἀπεκύησας, Παρθένε, Θεοῦ τὸν Λόγον εἰς σωτηρίαν βροτῶν , διδόντα τοῖς πᾶσι τὴν ζωὴν χάριν τε καὶ ἔλεος καὶ ζωὴν τὴν αἰώνιον.

 

Ὠδὴ στ΄. Τὴν θείαν ταύτην

Ναῷ σου θείῳ, προστρέχοντες, ὦ Μύρων ἱεράρχα θεόληπτε, σὲ ἱκετεύομεν δράκοντος πάντας ἐξάρπασον τοῦ νοητοῦ ὁ κτείνας πάλαι τὸν δράκοντα.

Χαρᾶς πληροῦνται τὰ τέκνα σου, τελοῦντα ἑορτὴν τῆς λειψάνων σου ἀνακομίσεως, Μύρων θεόφρον, δεόμενα τὴν πατρικήν σου σκέπην αὐτοῖς δωρήσασθαι.

Ἀστράπτει πᾶσιν ἡ χάρις σου τοῖς πέρασι τῆς Κρήτης, πανένδοξε, καταφωτίζουσα πάντας τοὺς πίστει καὶ πόθῳ σε, ὦ Μύρων θεοφόρε, σὲ μακαρίζοντας.

Θεοτοκίον.

Ῥαδίως πάσας ἐκφεύγομεν ἐχθροῦ τάς προσβολάς οἱ προστρέχοντες ὑπὸ τὴν σκέπην σου· Μῆτερ Θεοῦ, πάντας φύλαττε, τοὺς ἐκ ψυχῆς ἀπαύστως σὲ μεγαλύνοντας.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τῇ τῶν λειψάνων σου θήκῃ σεμνύνεται, Ἅγιε Μύρων, ἡ κώμη σου πάντοτε, ἀντλοῦσα τὴν χάριν σου ἄφθονον καὶ προστασίαν τὴν σὴν καὶ ἀντίληψιν· αὐτῆς γὰρ ὑπάρχεις ἑδραίωμα.

Ὁ Οἶκος.

Μύρωνα θεῖον, πλήθη πιστῶν πολλῇ χαρᾷ προσελθόντα, ἐν λειψάνων αὐτοῦ ἀναδείξει τιμήσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, τῷ δὲ δοξάσαντι αὐτὸν Χριστῷ, εἴπωμεν ὁμοφρόνως· σῶσον ἡμᾶς ἐκ παντοίας ἀνάγκης, Πανάγαθε, κινδύνων καὶ συμφορῶν, τῇ πρεσβείᾳ τοῦ Ἁγίου Ἱεράρχου εἰς σὲ γὰρ προσβλέπομεν τὸν Σωτῆρα ἡμῶν τε καὶ Κύριον, ὅτι σὺ ὑπάρχεις ἡμῶν τὸ ἑδραίωμα.

 

Συναξάριον

Τῇ ιβ΄ τοῦ αὐτοῦ μηνὸς τὴν ἀνακομιδὴν ἑορτάζομεν τοῦ τιμίου λειψάνου τοῦ Ἁγίου Μύρωνος ἀρχιεπισκόπου Κρήτης, γενομένην ἐν ἔτει 2014ῳ

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Ὠδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Ἰδοὺ σπεύδουσι Κρητῶν οἱ δῆμοι σήμερον καὶ ἱκετεύουσι, τῷ σῷ, ὦ Μύρων, ναῷ, συλοῦντας τὸν σῖτόν σου ὡς σὺ ἐδίδαξας μὴ ἁρπάζειν οὖν, αὐτὸς ἡμᾶς συνέτισον ἐλεήμονας γενέσθαι.

Νέμεις ἄνωθεν τὴν χάριν καὶ τὸ ἔλεος τῇμεσιτείᾳ σου παρὰ Χριστῷ τῷ Θεῷ, ὦ Μύρων, ἱκέταις σου, οἵτινες ψάλλουσιν· ἀξιύμνητε, σὺ τὸν Χριστὸν ἐδόξασας τοῖς σοῖς ἔργοις καὶ τοῖς λόγοις.

Δίδου ἴασιν ψυχῆς ὁμοῦ καὶ σώματος πᾶσι τοῖς χρῄζουσι· καὶ γὰρ προσῆλθον θερμῶς τῷ θείῳ τεμένει σου, Μύρων, καὶ ψάλλουσιν, ἀξιάγαστε, σὲ τὸ Πατέρων καύχημα εὐλαβῶς παρακαλοῦμεν.

Θεοτοκίον.

Οὐ παυόμεθα ὑμνοῦντές σε, πανύμνητε, Παρθένε πάναγνε, καὶ μακαρίζειν τρανῶς, Θεὸν γὰρ ἐγέννησας, σάρκα γενόμενον· Παναμώμητε, τὸν τοὺς ἀνθρώπους σώσαντα ἐκ θανάτου καταδίκης.

 

Ὠδὴ η΄. Παῖδας εὐαγεῖς.

Σῶσον τοὺς τὰ σὰ λείψανα, Μύρων, τιμῶντας καὶ προσκυνοῦντας καὶ αἰτοῦντάς σε, λύτρωσαι ἐκ θλίψεων πάσης τε κακώσεως, ἵνα σωθέντες ἅπαντες συντόνως ψάλλωμεν, τὸν Κύριον ἐδόξασας, Πάτερ, ὃς ἀντιδοξάζει σὲ χάριτι θαυμάτων.

Ἦλθον τὰ σὰ τέκνα, Πάτερ Μύρων, ἐκ κώμης τῆς σῆς θερμῶς εὐχαριστήσοντα, ταύτην γὰρ διέσωσας πάλαι κινδυνεύουσαν Ὀθωμανῶν κακώσεως καὶ ἐπ΄ἐσχάτων δὲ, μανίας Γερμανῶν ὀλετήρων· ὅθεν εὐγνωμόνως ὡς πρόμαχον τιμῶσι.

 

Μείναντα ἐν γῇ ἔτεσι πλείστοις ἐν τάφῳ κατακλεισθέντα τὰ σὰ λείψανα, νῦν δ΄ἀνεκομίσθησαν, Πάτερ, εὐδοκίᾳ σου, εἰς ἀρωγὴν ἁπάντων τε πιστῶν καὶ ἄνεσιν τῶν θλίψεσι ποικίλαις καὶ νόσοις κατατρυχομένων ἐν χρόνοις τοῖς ἐσχάτοις.

Θεοτοκίον.

Ἴσθι ἀρωγὸς καὶ προστασία ἀνθρώπων χειμαζομένων, ἀπειρόγαμε, πάντας περισκέπουσα, πάντων προστατεύουσα καὶ ὀρθοδόξους ἅπαντας εὐλόγει ψάλλοντας, τὸν Κύριον ἐγέννησας, Μῆτερ, τὸν τὴν σωτηρίαν πηγάσαντα τῷ κόσμῳ.

 

Ὠδὴ θ΄. Ἅπας γηγενής.

Νεῦσον πρὸς ἡμᾶς ὑψόθεν, πανθαύμαστε καὶ ἐπισκόπησον πάντας τοὺς προστρέχοντας ναῷ σου, Μύρων, πίστει καὶ λάρνακα τὴν ἱερά σου λείψανα φέρουσαν, Ἅγιε, προσκυνοῦντας, τούτοις παρεχόμενος αἰτημάτων σαφῶς τὴν ἐκπλήρωσιν.

Ἄῤῥητον ὀσμήν ᾐσθάνοντο, Ἅγιε, οἱ ὑποδείξει σου, δι’ ἀνασκαφῆς ὀστᾶ, ἐγγὺς ναοῦ σου, Μύρων, εὑράμενοι ἀρχιερέων τίμια, οἵ ἐμαρτύρησαν, βεβαιῶν τε οὕτω ἐν ὁράματι, σῶν ὡς βούλειλειψάνων ἀνάδειξιν.

Μεῖνον μεθ’ἡμῶν, ἰθύνων τὴν ποίμνην σου ὡς πάλαι, ἔνδοξε, εἰς νομὴν σωτήριον, διδάσκων πάντας ἔχειν εὐλάβειαν, μετανοεῖν καὶ εὔχεσθαι Κυρίῳ πάντοτε, ἵνα λάβη χάριν τὴν οὐράνιον καὶ Θεοῦ Βασιλείας τὴν οἴκησιν.

Ἥλιος φαιδρὸς ἀνέτειλας σήμερον καὶ κατεφώτισας πάντων τὴν διάνοιαν ψαλμοῖς καὶ ὕμνοις μνήμην τὴν ἔνδοξον τῶν ἱερῶν λειψάνων σου ἀνακομίσεως ἐπιστέφειν, Μύρων πάτερ ὅσιε, ὀρθοδόξων Κρητῶν τὸ ἀγλάισμα.

Θεοτοκίον.

Νύμφη τοῦ Θεοῦ ἐδείχθης, Πανάχραντε, Χριστὸν κυήσασα, ὅθεν σε ἐδόξασε , εἰς σὴν ταπείνωσιν γὰρ ἐπέβλεψε καὶ μεγαλεῖα ἄῤῥητα ἐν σοί ἐποίησε καὶ παρέσχε δόξαν ἀνεκλάλητον τῇ Παρθένῳ μητρί, Παμμακάριστε.

 

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τῶν σῶν πανένδοξε Μύρων λειψάνων ἀνακομιδὴν πανηγυρίζοντες ὕμνοις τὸν σὲ δοξάσαντα Χριστὸν ἀνευφημοῦμεν προφρόνως, σὴν ἀρωγὴν ἐξαιτοῦντες .

Τῆς ἑορτῆς.

 

 

 

 

 

Αἶνοι. Ἦχος δ΄. ΄Ἐδωκας σημείωσιν.

Ἤστραψας ὡς ἥλιος καὶ τάς ψυχάς κατεφώτισας τῶν ἐν πίστει τιμώντων σε, ὦ Μύρων θαυμάσιε, τῇ τῶν σῶν λειψάνων κομιδῇ ἐκ τάφου, δι’ὧν παρέχεις τοῖς πιστοῖς ψυχῆς ὑγίειαν καὶ τὴν τοῦ σώματος· διὸ σὲ μακαρίζομεν καὶ μελύνομεν ᾄσμασιν Ἰησοῦν τὸν φιλάνθρωπον, τὸν τρανῶς σὲ δοξάσαντα.

 

Ἔλαβον σὰ λείψανα ἐκ τοῦ σοῦ τάφου τὰ τέκνα σου, ἐν χαρᾷ καὶ ἐδόξασαν Χριστὸν τὸν φιλάνθρωπον, τὸν αὐτοῖς διδόντα πηγὴν τῶν θαυμάτων μὴ κενουμένην ἀληθῶς καὶ τὰς ἰάσεις πᾶσι παρέχουσαν· διὸ σὲ ἱκετεύομεν, ὦ Μύρων θεῖε, βοήθησον καὶ ἡμᾶς διαφύλαξον, τοὺς ἱκέτας σου ἔνδοξε.

 

Ἔλαμψας ἐν βίῳ σου ἐπὶ τῆς γῆς, Μύρων ὅσιε, τὸν Σταυρόν σου ἀράμενος προθύμως καὶ ἤνυσας τὴν στενὴν πορείαν πᾶσαν ἐναρέτως καὶ εὐηρέστησας Χριστῷ, ὡς ἀρχιθύτης τούτου, πανόλβιε· διὸ σε καὶ ἐδόξασε, χάριν θαυμάτων βραβεύων σοι, ἥν παρέχεις ἑκάστοτε τοῖς πιστῶς προσιοῦσί σοι.

 

Γάνυται ἡ κώμη σου ἐπὶ τοῖς θείοις λειψάνοις σου καὶ ναῷ σου, πανένδοξε, τιμῶσά σε πάντοτε ὡς αὐτῆς προστάτην καὶ ὡς πολιοῦχον, Μύρων θεόληπτε, τρανῶς, ἐνιαυσίως πανηγυρίζουσα· διὸ καὶ ἱκετεύει σε φυλάττειν ταύτην ἀπήμαντον καὶ πρεσβεύειν πρὸς Κύριον ὑπὲρ κόσμου, μακάριε.

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον ὡς φῶς ἐκ τάφου ἐξέλαμψε καὶ κόσμον κατηύγασε ταῖς τῶν θαυμάτων λαμπηδόσιν ἡ σεβάσμιος θήκη τῶν τιμίων σου λειψάνων, Μύρων ἱεράρχα, ἀοίδιμε. Ταύτῃ οὖν προσερχόμενοι μετὰ πίστεως οἱ περιστατούμενοι καὶ ἐν ἀνάγκαις καὶ θλίψεσιν ὑπάρχοντες ὀρθόδοξοι πιστοὶ ἐν ταπεινώσει ψυχῆς καὶ πόθῳ σοὶ βοῶσι. Λύτρωσαι ἡμᾶς τῶν τοῦ βίου περιστάσεων, κινδύνων καὶ πειρασμῶν, πανθαύμαστε Πάτερ, παρέχων τῇ πρεσβείᾳ σου τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ τὸ θεῖον ἔλεος.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον

Λάρνακα κυκλοῦντες τῶν ἱερῶν λειψάνων σου, Μύρων , τὴν ἀνέκλειπτον δωρεὰν Πνεύματος πλουτοῦμεν καὶ σὲ ἡμῶν προστάτην ἐγρήγορον φρουρό τε ἀνακηρύττομεν.

Παρασκευή 1 Μαΐου 2026

ΜΑΪΟΣ 1. ΠΡΟΦΗΤΗΣ ΙΕΡΕΜΙΑΣ ΑΚΟΛΟΥΘΙΑ ΠΛΗΡΗΣ

 

ΜΑΪΟΣ Α΄.

ΙΕΡΕΜΙΑΣ ΠΡΟΦΗΤΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(Κατὰ τὰ ἐλλείποντα ὑπὸ Χαραλάμπους  Μ.  Μπούσια)

 


ΕΝ  Τῼ  ΜΙΚΡῼ  ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Πανεύφημοι μάρτυρες.

Προφῆτα Κυρίου ἐκλεκτέ, Ἀναθὼθ ἐκβλάστημα, ἐκ τῆς κοιλίας ἡγίασαι, μητρὸς τῆς θείας σου, καὶ Θεοῦ σε πνεῦμα, ὄντως ἐπεσκίασε, καὶ ἄνω θεαμάτων ἐξήγησιν, σοὶ ἐδωρήσατο, ταῖς ἀκτίστοις πνευματέμφορε, ἐνεργείαις· διό σε δοξάζομεν.

 

Προφῆτα Κυρίου ἐκλεκτέ, ἄνερ θεοφώτιστε, Ἱερεμία τὴν μνήμην σου, πανηγυρίζοντες, ὡς σεπτὸν δοχεῖον, τοῦ Ἁγίου Πνεύματος,  τιμῶντες καὶ μαρτύρων ἀκρώρειαν, τὸν δι' εὐσέβειαν, λιθοβοληθέντα κράζομεν· Χαῖρε σάλπιγξ, Παντάνατος εὔηχε.

 

Προφῆτα Κυρίου ἐκλεκτέ, Παρακλήτου ὄργανον, χειρὶ Αὐτοῦ κυβερνώμενον, ἐν κόσμῳ πέφηνας· ὅθεν οὐρανίους, ἱερὰς φθεγγόμενος, φωνὰς Ἱερεμία ἀνέμελπες· Θεὲ καὶ Κύριε, τὸ Σὸν ὄνομα δεδόξασται, εἰς αἰῶνα, πρεπόντως τὸν ἅπαντα.

 

Προφῆτα Κυρίου ἐκλεκτέ, εὐσεβείας σκήνωμα, τῆς ἀθεΐας διήλεγξας, δεινὴν ἀσθένειαν, καὶ ἀποστασίαν, σοῦ λαοῦ ἐθρήνησας, ἐκ νόμου τοῦ Θεοῦ παμμακάριστε, κινύρα χάριτος, ὦ Ἱερεμία ἔνδοξε, καὶ κιθάρα, ἡδύχορδος πνεύματος.

 

Δόξα. Ἦχος β΄.

Προφητῶν πάντων τὴν θεόφθογγον λύραν, καὶ τὸ ἡδύμολπον ψαλτήριον, Ἱερεμίαν τὸν ἔνθεον πιστοὶ μακαρίσωμεν· οὗτος γὰρ δεχθεὶς ἐν τῇ καρδίᾳ, τὴν ὑπέρφωτον ἔλλαμψιν τοῦ Παναγίου Πνεύματος, λύχνον ἑαυτὸν ἀπειργάσατο, φαίνειν τοῖς ἐν σκιᾷ καθημένοις ἀποστασίας· διὸ ὡς χάριν λαβὼν δαψιλῶς οὐρανόθεν, πρὸς Θεοῦ ἐπιγνώσεως τρίβους,  ὁδηγεῖ καὶ τοὺς τελοῦντας ἐν ᾄσμασι, μνήμην αὐτοῦ τὴν ἀεισέβαστον.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

 

 

 

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Κλύδωνα τῆς ζωῆς, τὸν πολυτάραχόν μου, εἰρήνευσον λιταῖς σου, Προφῆτα θεοφόρε, Ἱερεμία ἔνδοξε.

 

Στ.: Μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.

Δακρύων ὀχετοῖς, καὶ κάμψεσι γονάτων, Ἱερεμία θεῖε, ἐκάλεσας λαόν σου, πρὸς σωστικὴν ἐπίγνωσιν.

 

Στ.: Σὺ εἶ Ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

Ὤφθης ὡς ἀληθῶς, στεῤῥὸς προφητομάρτυς, Ἱερεμία σῶφρον, ὁ προϊδὼν Παρθένου, Υἱὸν συντρίβειν εἴδωλα.

 

Δόξα. Τριαδικόν.

Χαῖρε Τριὰς σεπτή, τῶν Προφητῶν ἡ δόξα, καὶ τῶν μαρτύρων κλέος, ἡ πᾶσι δωρουμένη, πιστοῖς ἄμφω ὑγίειαν.

 

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε Μῆτερ Θεοῦ, Παρθένε Θεοτόκε, ἣν ἐν τῇ φάτνῃ βρέφος, βαστάζουσαν προεῖδεν, Ἱερεμίας Κύριον.

 

Νῦν ἀπολύεις... Τρισάγιον.

 

Ἀπολυτίκιον. Τοῦ Προφήτου. Ἦχος β'

Τοῦ Προφήτου Σου Ἱερεμίου τὴν μνήμην Κύριε ἑορτάζοντες, δι' αὐτοῦ Σε δυσωποῦμεν, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΕΝ  Τῼ  ΜΕΓΑΛῼ  ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν γ΄ Προσόμοια τῆς Ἑορτῆς καὶ γ’ τοῦ Προφήτου. Ἦχος πλ. δ'. Κύριε, εἰ καὶ κριτηρίῳ

Κύριε, σὺ πρὸ τοῦ πλασθῆναι προέγνως, Ἱερεμίαν τὸν ἔνδοξον, καὶ πρὸ τοῦ τεχθῆναι ἐκ μήτρας, ὑποφήτην καθηγίασας, ὡς προειδὼς ἀληθῶς, τῆς γνώμης τὸ ἐλεύθερον, οὗ ταῖς πρεσβείαις ἡμᾶς σῶσον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

 

Κύριε, εἰ καὶ ἐν βορβόρῳ ἐβλήθη, Ἱερεμίας ὁ ἔνδοξος, ἀλλὰ τῆς τερπνῆς εὐωδίας, νοητῶς ἀντελαμβάνετο, ἐν Παραδείσου σκηναῖς, οἷά περ αὐλιζόμενος, οὗ ταῖς πρεσβείαις ἡμᾶς σῶσον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

 

Κύριε, εἰ καὶ θρηνῳδίας ἐλάλει, Ἱερεμίας ὁ δοῦλός σου, ἀλλὰ τὴν πρὸς σὲ εὐφροσύνην, ὡς Προφήτης οὐκ ἠμαύρωσε· τὴν γὰρ Ψυχήν σοι Χριστέ, τῷ πόθῳ συνηρμόσατο, καὶ θυμηδίας τῆς ἀνεκφράστου, διαπαντὸς ἐνεπίμπλατο.

 

Δόξα. Ἦχος πλ. β΄.

Προφητικὴν πανήγυριν ἄγοντες σήμερον, τὸν δωρεοδότην παντὸς ἀγαθοῦ δοξάζομεν Κύριον, τὸν δοχεῖον δείξαντα Πνεύματος θείου, Ἱερεμίαν τὸν πανένδοξον πρὸς ὃν κραυγάζομεν· μεγαλοφωνότατε κῆρυξ τῆς εὐσεβείας, καὶ διδάσκαλε τῆς μετανοίας διαπρύσιε, ὁδοὺς σωτηρίας ὑπόδειξον, τοῖς ἀνυμνοῦσιν ἐκθύμως τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἱερεμίου τὸ Ἀνάγνωσμα. (Κεφ. ιζ΄ 5 - 11)

Ἐπικατάρατος ὁ ἄνθρωπος, ὅς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ ἐπ' αὐτὸν καὶ ἀπὸ Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ· καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη ἡ ἐν τῇ ἐρήμῳ, οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθὰ καὶ κατασκηνώσει ἐν ἁλίμοις καὶ ἐρήμῳ, ἐν γῇ ἁλμυρᾷ, ἥτις οὐκ κατοικεῖται. Καὶ εὐλογημένος ὁ ἄνθρωπος, ὅς πέποιθεν ἐπὶ τῷ Κυρίῳ καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ· καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρ' ὕδατα καὶ ἐπὶ ἱκμάδα βαλεῖ ῥίζας αὐτοῦ καὶ οὐ φοβηθήσεται ὅταν ἔλθῃ καῦμα καὶ ἔσται ἐπ' αὐτῷ στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται καὶ οὐ διαλείψει ποιῶν καρπόν. Βαθεῖα ἡ καρδία παρὰ πάντα, καὶ ἄνθρωπός ἐστιν· καὶ τίς γνώσεται αὐτόν; Ἐγὼ Κύριος ἐτάζων καρδίας καὶ δοκιμάζων νεφροὺς τοῦ δοῦναι ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτοῦ.  Ἐφώνησεν πέρδιξ, συνήγαγεν ἅ οὐκ ἔτεκεν· ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως, ἐν ἡμίσει ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσι αὐτὸν καὶ ἐπ' ἐσχάτων αὐτοῦ ἔσται ἄφρων.

 

Προφητείας Ἱερεμίου τὸ Ἀνάγνωσμα. (Κεφ. ιη΄ 1 - 10 )

Τάδε λέγει Κύριος· Ἀνάστηθι καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου. Καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων· καὶ διέπεσε τὸ ἀγγεῖον, ὅ αὐτὸς ἐποίει, ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῦ ποιῆσαι. Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ἰσραήλ; Ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσί μου. Πέρας λαλήσω ἐπὶ ἔθνος ἤ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ τοῦ ἀπολλύειν καὶ ἐπιστραφῇ τὸ ἔθνος  ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς· καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι καὶ ποιήσωσιν τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν, ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1  -  9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄.

Τὴν ἔμψυχον κιθάραν τοῦ Παρακλήτου, καὶ παναρμόνιον αὐλὸν τῆς χάριτος, Ἱερεμίαν τὸν προφήτην καταστέψωμεν ᾄσμασιν· οὗτος γὰρ προϊδὼν τῶν εἰδώλων τὴν πτῶσιν, διὰ τοῦ ἐκ τῆς Παρθένου τεχθέντος Σωτῆρος, καὶ τὴν ἐπὶ Σταυροῦ Αὐτοῦ ἀπαιώρησιν, μαρτυρικῶς τὸ ζῆν ἐξεμέτρησε· καὶ νῦν τοῦ Παμβασιλέως τῷ θρόνῳ παριστάμενος, τοῦ βραβεύοντος πᾶσι ζωὴν τὴν αἰώνιον, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Τὸν ζήλῳ πυρπολούμενον θείῳ στηλιτεύσαντα, τῶν ὁμοεθνῶν αὐτοῦ τὴν ἀπείθειαν καὶ ἀνομότητα, Ἱερεμίαν τὸν θειότατον ἐγκωμίων στέψωμεν ᾄσμασιν· οὗτος γὰρ ἀκτῖσι ἀκραιφνοῦς πολιτείας, καὶ βολαῖς εὐσεβείας καὶ πίστεως,  τὴν ζόφωσιν τῆς ἀποστασίας διεσκέδασε· γευσάμενος οὖν μαρτυρικοῦ τέλος, κληρονόμος τῶν παμφαεστάτων τοῦ οὐρανοῦ σωμάτων γέγονεν, ἔνθα πρεσβεύει ὑπὲρ τῶν τιμώντων αὐτοῦ τὸ μνημόσυνον.

 

Ἦχος γ΄.

Τὸν προϊδόντα Ἱερουσαλὴμ τὴν ἐρήμωσιν, καὶ αὐτὴν θρηνήσαντα μετὰ δακρύων, Ἱερεμίαν τὸ τοῦ  Πνεύματος ἔσοπτρον ἀξιοχρέως μακαρίσωμεν·  οὗτος γὰρ ἀνελθὼν ἀρετῆς τὰς βαθμίδας, προφητικοῦ ἠξιώθη χαρίσματος, καὶ μαρτυρικοῦ τέλους διὰ τὴν εὐσέβειαν· καὶ νῦν σὺν Ἀγγέλων χορείαις εὐφραινόμενος, τοὺς ἐκτελοῦντας τὴν αὐτοῦ μνήμην ἐπισκιάζει, ταῖς πτέρυξι τῶν αὐτοῦ θερμῶν λιτῶν πρὸς Κύριον.

 

Δόξα. Ἦχος δ΄.

Τὸν ἔνδοξον προφητομάρτυρα Ἱερεμίαν, ὡς τῆς ἀγάπης καθηγητὴν καὶ ὑφηγήτορα τιμήσωμεν λέγοντες· μὴ  παύσῃ Κυρίῳ πρεσβεύων   μακάριε, ὑπὲρ  ἡμῶν ἀναφέρων δεήσεις, τῶν ὡς μεσίτην τιμώντων σε,ἵνα εὕρωμεν ἔλεος ἐν τῇ  ἡμέρᾳ τῆς  Κρίσεως.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

 

 

 

 

 

 

 

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, τῶν προφητῶν καλλονή, οὗ εὐωδίας μύρον δῆμος ὁ ἄνομος, μὴ φέρων συμπολιτῶν σου, Ἱερεμία σοφέ, εἷρξεν εἰς δυσσώδη, λάκκον ἔμπλεων, βορβόρου πανεύφημε, καὶ ὃν λίθοις ἀπέκτειναν, αὐτοὶ ἐν Τάφναις, τῆς Αἰγύπτου τὰ χείλη σου, κλεῖσαι θέλοντες, μαρτυροῦντα εὐσέβειαν, καὶ ἔργα στηλιτεύοντα, αὐτῶν τὰ παράνομα, προφητομάρτυς γενναῖε, τῆς θείας χάριτος ἔσοπτρον· διόπερ σὴν μνήμην, τὴν σεπτὴν ἐπιτελοῦμεν, καὶ ἀεισέβαστον.

 

Στ.: Μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.

Χαίροις, τὴν πτῶσιν ὁ προειπών, εἰδώλων πάντων διὰ βρέφους Θεόπαιδος, τεχθέντος ὑπὸ παρθένου, ἐν φάτνῃ ὑπερφυῶς, καὶ τετιμημένου, Παντοκράτορος, τιμὴν τὴν ὑπέρτιμον, ἀντὶ ὄντως τριάκοντα, ὁ προφητεύσας, ἀργυρίων θεόπνευστε, ἄνερ ὄργανον, θείου Πνεύματος εὔχρηστον, καὶ Ἰσραὴλ ὡράϊσμα· διὸπερ τιμῶντές σε, ὡς μυστικὴν εὐωδίαν, τὴν καθηδύνασαν σύμπαντα, σῇ χρηστοηθείᾳ, τὴν ἐτήσιόν σου μνήμην, πανηγυρίζομεν.

 

Στ.: Σὺ εἶ Ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

Μνήμην τὴν σὴν τελοῦντες λαμπρῶς, Ἱερεμία Ἀναθὼθ γόνε πάντιμε, καρδίας ἐκ τῶν μυχίων, ἀναβοῶμεν θερμῶς· Προφητῶν ἀκρότης, καὶ ἀγλάϊσμα, μαρτύρων ἐν δώμασιν, οὐρανῶν εὐφραινόμενος, νῦν μὴ ἐλλίπῃς, δυσωπῶν τὸν Παντάνακτα, δοῦναι ἅπασι, τοῖς πιστῶς σε γεραίρουσι, δύναμιν τὴν σκοτόμαιναν, διῶξαι τῶν θλίψεων, καὶ ἁμαρτάδων παντοίων, τῶν χαμαιζήλων περίδοξε, τοῦ Πνεύματος πύργε, ἀδιάσειστε καὶ φάρε, χαρίτων πάμφωτε.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν προφητεύσαντα τὴν τιμὴν τοῦ τετιμημένου, ἀντὶ τριάκοντα ἀργυρίων Ἱερεμίαν τὸν μέγιστον, οἱ πιστοὶ ἀξιοχρέως μακαρίσωμεν κράζοντες· φιλαργυρίας ὑπερόπτας δεῖξον, καὶ ζηλωτὰς ἐναρέτου πολιτείας τοὺς τιμῶντας τὴν μνήμην σου, προφητομάρτυς Ὑψίστου ἐνθεώτατε.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Νῦν ἀπολύεις... Τρισάγιον.

Ἀπολυτίκιον. Τοῦ Προφήτου. Ἦχος β'

Τοῦ Προφήτου Σου Ἱερεμίου τὴν μνήμην Κύριε ἑορτάζοντες, δι' αὐτοῦ Σε δυσωποῦμεν, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Τὴν μνήμην σου λαμπρῶς, οἱ πιστοὶ ἐκτελοῦντες, Προφῆτα θαυμαστέ, σῶφρον Ἱερεμία, καὶ θρήνους τοὺς ἀόκνους  σου, καὶ κρουνοὺς τῶν δακρύων σου, οὓς ἐξέχεας, διὰ λαοῦ ἀνομίαν, μεγαλύνοντες, δοξολογοῦμεν τὸν σκεῦος, χαρίτων σε δείξαντα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Προφῆτα τρισμέγιστε, τῆς Ἀναθὼθ ἱερόν, καὶ πάντιμον βλάστημα, ἐν Τάφναις μαρτυρικῶς, Αἰγύπτου τετέλεκας, βίον Ἱερεμία, τὸν σεπτόν σου καὶ στέφος, εἴληφας μαρτυρίου, ἐκ χειρῶν τοῦ Κυρίου, τοῦ πλήσαντος χαρίτων πολλῶν, σὲ θείου Πνεύματος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὸν Πολυέλαιον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Σταυρὸν τὸν τίμιον καὶ θεοδόξαστον, τὸν προσκυνούμενον ὡς ξύλον πάνσεπτον, Ἱερεμίας ὁ σοφὸς προεῖδε χάριτι θείᾳ, καὶ εἰδώλων σύντριψιν διὰ βρέφους θεόπαιδος, ἐκ παρθένου σώφρονος γεννηθέντος ὁ ἔνδοξος, ἐν φάτνῃ· διὸ κράζομεν τούτῳ· Χαῖρε, κλεινὲ προφητομάρτυς.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.

Στ.: Τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.

Εὐαγγέλιον κατὰ Λουκᾶν (Κεφ. δ΄ 22 -30 ): Τῷ καιρῷ ἐκείνῳ ἐθαύμαζον οἱ ὄχλοι ἐπὶ τοῖς λόγοις τῆς χάριτος... Ζήτει τῇ Παρασκευῇ τῆς α΄ ἑβδομάδος τοῦ Λουκᾶ.

Ὁ Ν΄ Ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Προφήτου πρεσβείαις, Ἐλεῆμον,..

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,..

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Τὸν θρηνήσαντα καὶ ποταμηδὸν ἐκχύσαντα δάκρυα, διὰ τὰς ἁμαρτάδας τοῦ λαοῦ Ἰσραήλ,  Ἱερεμίαν τὸν προφήτην ἀξιοχρέως οἱ πιστοί, εὐφημήσωμεν· οὗτος γὰρ ποδηγετῶν πάντας, πρὸς βίον ἀνέγκλητον καὶ ἀνεπίληπτον, ἔκλαυσε πικρῶς διὰ τὴν αὐτῶν ἀποστασίαν καὶ ἀπείθειαν· εὐσυμπάθητος οὖν ὤν καὶ χαρᾶς κοινωνὸς ἀϊδίου, πρὸς ἐπίγνωσιν ἡμᾶς ἰθύνει ταῖς αὐτοῦ πρεσβείαις, τοὺς ἀπεγνωσμένους πλείστοις πάθεσι.

 

 

Ὁ Κανὼν τοῦ Προφήτου

ᾨδὴ α'. Ἦχος πλ. δ'.  Ὑγρὰν διοδεύσας

Πρὸ τοῦ σὲ πλασθῆναι προγνωστικῶς, μητρὸς ἐκ κοιλίας, ἡγιάσθης καὶ τῶν ἐθνῶν, Προφήτης ἐχρίσθης ἀνακράζων, τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Ὁ πάντων τὴν γνῶσιν προειληφώς, σοῦ τῆς διανοίας, τὰς κινήσεις προθεωρῶν, ὦ Ἱερεμία θεοφάντορ, καθηγητήν σε λαοῦ προχειρίζεται.

Σοῦ τῆς διανοίας τὸ ὀπτικόν, σαφῶς ἐκκαθάρας, μολυσμάτων τῶν τῆς σαρκός, ἀληθείας μάρτυς ἀνεδείχθης, τῷ Ποιητῇ σου ποθεινότατος.

Θεοτοκίον.

Σκηνώσαντα Λόγον τὸν τοῦ Πατρός, ἐπὶ σοὶ Παρθένε, Θεοτόκε ὑπερφυῶς, ἐν σαρκὶ τεκοῦσα ἀνεφάνης, τῶν ποιημάτων ἁπάντων δεσπόζουσα.

 

ᾨδὴ γ'. Τοῦ Προφήτου. Σὺ εἶ τὸ στερέωμα

Σὺ προκαθηγίασας, τὸν ὑποφήτην σου Δέσποτα, πρὸ τοκετοῦ, καὶ τοῖς πλανωμένοις, ὁδηγὸν ἐξαπέστειλας.

Χάρις σοῦ τοῖς χείλεσιν, ἐγκατοικήσασα Πνεύματος, φωτιστικήν, οἷά περ λαμπάδα, τοῖς ἐν σκότει σε ἀνέδειξε.

Μύρον εὐωδίας σου, μὴ ὑποφέροντες δῆμός σε, τοῦ Ἰσραήλ, βεβορβορωμένος, ἐν τῷ λάκκῳ καθείργνυσι.

Θεοτοκίον.

Διὰ σοῦ πανάχραντε, ὁ ὑπερούσιος ἄναρχος, Υἱὸς Θεοῦ, συναναστραφῆναι, τοῖς ἀνθρώποις εὐδόκησε.

 

Κάθισμα. Τοῦ Προφήτου. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ

Ὁ ἄνομος λαός, σὲ τὸν νόμους δικαίους, κρατύνοντα σοφέ, ὑποβάλλει βορβόρῳ, ὀσμὴν θείας γνώσεως, μὴ βουλόμενος δέξασθαι, ὃν ἐθρήνησας, ὑπὸ βαρβάρων ἀθέων, ἀπαγόμενον, αἰχμαλωσίᾳ βιαίᾳ, Προφῆτα μακάριε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

ᾨδὴ δ'. Τοῦ Προφήτου. Εἰσακήκοα Κύριε

Ἡ ὑπέρφωτος ἔλλαμψις, ἡ τοῦ παναγίου καὶ θείου Πνεύματος, τῇ καρδίᾳ σου ἀστράψασα, τοῖς ἐν σκότει φαίνειν ἀπειργάσατο.

Προφητῶν συμπαθέστατος, πάντων πεφηνὼς παμμάκαρ θεόληπτε, συμπαθείας με ἀξίωσον, τὸν ἀπεγνωσμένον πολλοῖς πάθεσιν.

Ὡς μεσίτης γενόμενος, ἐκφαντορικῆς καὶ θείας ἐλλάμψεως, μεσιτείαις σου εἰρήνευσον, πολυτάραχόν μου βίου κλύδωνα.

Θεοτοκίον.

Ἰσραὴλ εὑρὼν δέδωκε, τῷ ἠγαπημένῳ Θεὸς νῦν ἅπασαν, ἐπιστήμης τὴν ἐπίγνωσιν, καὶ ἐκ σοῦ Παρθένε ἡμῖν ἔλαμψεν.

 

ᾨδὴ ε'. Τοῦ Προφήτου. Φώτισον ἠμάς

Ὥσπερ ἀστραπήν, τὸν Προφήτην σου ἀπέστειλας, Ἱερεμίαν τὸν ἱερώτατον, τοῖς ἐν τῷ σκότει, τὸ φῶς σε Χριστὲ μηνύοντα.

Βέλος ἐκλεκτόν, ἐν φαρέτρᾳ σε κρυπτόμενον, Ἱερεμία τῇ προγνώσει αὐτοῦ, ὁ σὸς Δεσπότης, οἷς ἔδει καιροῖς ἀνέδειξεν.

Ὦτα καθαρά, διανοίας ἔχων ἔνδοξε, προσομιλοῦντός σοι τοῦ Πνεύματος, κατηξιώθης, Προφῆτα ἐπακροάσασθαι.

Θεοτοκίον.

Μέγα καὶ φρικτόν, τῆς Παρθένου τὸ μυστήριον· τὸν γὰρ ὀφθέντα ἐπὶ γῆς δι' αὐτῆς, Θεὸν ἀνθρώποις, μητρικῶς ἐτιθηνήσατο.

 

ᾨδὴ ς'. Τοῦ Προφήτου. Ἄβυσσος ἁμαρτιῶν

Εἵλκυσας τὸν φωτισμόν, καὶ τὴν χάριν δαψιλῶς θεοφόρε, πνευματικῶς τὸ στόμα, τῆς ψυχῆς ὡς ἐπλάτυνας, καὶ πλησθεὶς κοινωνικῶς, πᾶσι μετέδωσας, ὦ Προφῆτα, τοῖς βουλομένοις τῆς ἐλλάμψεως.

Θάλασσαν τὴν κοσμικήν, ὑψουμένην πειρασμῶν τρικυμίαις, ἑωρακὼς ἐσχάτους, τοὺς σταθμοὺς ἐπεπόθησας, καὶ πηγὴν ποταμηδόν, βρύουσαν δάκρυα, τὸν λαόν σου, τὸν δυσμενῆ πικρῶς ὀδύρεσθαι.

Θάνατον τοῦ Λυτρωτοῦ, προεδήλους μυστικῶς θεηγόρε· ὡς γὰρ ἀμνὸν τῷ ξύλῳ, τὸν Χριστὸν ἀπῃώρησε, τῆς ζωῆς τὸν ἀρχηγόν, δῆμος ὁ ἄνομος Ἰουδαίων, τὸν εὐεργέτην πάσης κτίσεως.

Θεοτοκίον.

Λόγος ὁ ἐκ τοῦ Πατρός, πρὸ αἰώνων γεννηθεὶς ἀσωμάτως, ἐκ σοῦ Ἁγνὴ ἐν χρόνῳ, σαρκικῶς ἀποτίκτεται, καὶ αὐτοῦ ἐν τῇ σκιᾷ, πάντως ζησόμεθα, ὥσπερ πάλαι, Ἱερεμίας προεφήτευσεν.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τὸν χαριτόβρυτον προφήτην ἀνυμνήσωμεν, ἀποστασίαν Ἰσραὴλ λαοῦ θρηνήσαντα, καὶ ὡς ἄνομος βληθέντα τοῖς λίθοις πόθῳ, θαυμαστὸν Ἱερεμίαν τὸν θεόπνευστον, μελῳδήμασιν εὐτάκτοις καὶ μελίσμασι, θείοις κράζοντες· Χαίροις ὄργανον Πνεύματος.

Ὁ Οἶκος.

Ἅγιος  ἐκ κοιλίας, τῆς μητρός σου ἐδείχθης, προφῆτα σῶφρον Ἱερεμία, ὁ τὴν πτῶσιν θρηνήσας λαοῦ, Ἰσραὴλ καὶ λίθοις παραδοὺς πνεῦμά σου, τὸ πάντιμον τῷ Κτίσαντι· διό σοι εὐλαβῶς φωνοῦμεν·

Χαῖρε, ὁμόζηλος  τῶν μαρτύρων·

χαῖρε, ὁ σύσκηνος τῶν Ἀγγέλων.   

Χαῖρε, Ἀναθὼθ ἱερώτατον βλάστημα·

χαῖρε, Σαβαὼθ τῆς ἀγάπης φρυκτώρημα.

Χαῖρε, κλέος πολυτίμητον Ἰσραὴλ τοῦ ἐκλεκτοῦ·

χαῖρε, στῦλος ἀδιάσειστος ἀρωγῆς πιστοῦ λαοῦ.

 

Χαῖρε, λίθοις ἀνόμων ὁ βληθεὶς ἐν Αἰγύπτῳ·     

χαῖρε, δήμοις ἁγίων ὁ συνὼν ἐν τῷ πόλῳ.

Χαῖρε, χαρίτων πνεύματος ἔσοπτρον·

χαῖρε, μαρτύρων πίστεως κύμινον.

Χαῖρε, πυξὶς ἀπλανὴς εὐσεβείας·

χαῖρε, βαλβὶς σταθηρὰ ἀληθείας·

Χαίροις, ὄργανον Πνεύματος.

 

Συναξάριον

Μὴν Μάϊος, ἔχων ἡμέρας ΛΑ΄.

Τῇ Α' τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἱερεμίου.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Τοῦ Προφήτου. Παῖδες Ἑβραίων

Σὺ νῦν οὐκέτι ἐν ἐλπίσιν, ἀλλὰ πράγματι, Προφῆτα τὰς προῤῥήσεις, πληρουμένας τὰς σάς, θεώμενος κραυγάζεις· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ὄργανον θεῖον ἀνεδείχθης, κυβερνώμενον, χειρὶ τοῦ Παρακλήτου, οὐρανίους φωνάς, φθεγγόμενος καὶ μέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θρήνους συγγράφων ὦ Προφῆτα, οὐκ ἠμαύρωσας, τὴν θείαν εὐφροσύνην, ᾗ ἐκ βρέφους τρανῶς, συνήκμασας κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Μήτραν Παρθένου ὑπεισδῦναι, ὡς εὐδόκησας, ἀνθρώπους θέλων σῶσαι, τοὺς Προφήτας σαφῶς, ἐδίδαξας τὸ θαῦμα· Εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ η', τοῦ Προφήτου. Νικηταὶ τυράννου

Οὐρανοὺς ἐπέβης, γεγηθὼς θεόπνευστε Ἱερεμία, καὶ σὺν ἀσωμάτοις, θρόνον τοῦ Παντάνακτος περιπολεύεις· Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Θεϊκῆς ἀκτῖνος, τῷ πυρσῶ λαμπόμενος ἀντανακλάσεις, τοῖς ποθοῦσι πέμπεις, ἔσοπτρον πολύφωτον ὡς δεδειγμένος· Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Εὐσεβείας κήρυξ, ὁραθεὶς πανεύφημε ἱερωμένος, τὴν τῆς ἀθεΐας, ἤλεγξας ἀσθένειαν Ἱερεμία· Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Τὴν ἐμὴν οὐσίαν, ἐκ σοῦ ἀνεδέξατο ὁ Ζωοδότης, καὶ τῶν πρὶν κηλίδων, ταύτην ἐξεκάθηρεν ὦ Θεομῆτορ· Εὐλογοῦμεν τοίνυν, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦμεν, αὐτὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ', τοῦ Προφήτου. Κυρίως Θεοτόκον.

Φωτὶ συνανεκράθης, τῷ ἀκραιφνεστάτῳ, τῇ τῆς Θεότητος αἴγλῃ μακάριε, ἧς ἐπὶ γῆς τὰς ἐμφάσεις τρανῶς ἐκέκτησο.

Πηγῆς τῆς ἀκηράτου, μέχρι καταντήσας, ἀπαυγασμάτων τῶν τῇδε θεόπνευστε, τοῦ ποθουμένου σοι τέλους σαφῶς ἐπέτυχες.

Τῇ αἴγλῃ τῇ φωσφόρῳ, ἧς νῦν ἀπολαύεις, τοὺς ἀνυμνοῦντας σὴν μνήμην φαιδρύνεσθαι, Ἱερεμία παμμάκαρ πάντας ἀξίωσον.

Θεοτοκίον.

Λιμένα σωτηρίας, οἱ πεπιστευκότες, τῷ παναχράντῳ σου τόκῳ γινώσκοντες, ἐκ τῶν κινδύνων ῥυσθῆναι σὲ ἱκετεύομεν.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ἐν μέσῳ τῶν ὑμνούντων σου, τὴν θείαν μνήμην πάρεσο, καὶ ταῖς πρεσβείαις σου πάντας, ἐκ συμφορῶν ἡμᾶς ῥῦσαι, Ἱερεμία ἔνδοξε, Προφῆτα ἱερώτατε, ὁ τῶν μαρτύρων σκάμματα, ἐν τῇ Αἰγύπτῳ ὁδεύσας, σῦριγξ τερπνὴ Παρακλήτου.

Καὶ τὸ τῆς Ἑορτῆς.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Προφητομάρτυς γενναῖε, χαρίτων τέμενος, καὶ ἀηδὼν τοῖς πᾶσι, κελαδήσασα θείαν, ἀγάπην τὴν σὴν μνήμην τὴν παμφαῆ, ἐκτελοῦντες γηθόμενοι, Ἱερεμία ὑμνοῦμέν σου μυστικῶς, πολιτείαν τὴν φιλάρετον.

 

Τοῦ Ἰσραὴλ τὸν Προφήτην, τὸν πνευματέμφορον, σεπτὸν Ἱερεμίαν, ἐκ μητρὸς τῆς κοιλίας, αὐτοῦ ἡγιασμένον καὶ ἐν στοργῇ, τὸν θρηνήσαντα ἔκπτωσιν, τοῦ Ἰσραὴλ εὐφημήσωμεν ἐκτενῶς, ὥσπερ γλῶσσαν οὐρανόφωνον.

 

Τὸν ἐν ταῖς Τάφναις Αἰγύπτου, Προφήτην ἔνδοξον, βληθέντα λίθοις δεῦτε, ἀνυμνήσωμεν πόθῳ, βοῶντες ἐκ καρδίας· θεοειδές, μάρτυς δέξαι τὴν δέησιν, Ἱερεμία προσφύγων σου τῶν σεμνῶν, νῦν τὴν μνήμην ἀνυμνούντων σου.

 

Τὴν σὴν ὑπέρλαμπρον μνήμην, πανηγυρίζοντες, Ἱερεμία πάνυ, θείου Πνεύματος λύρα, ἀγῶνας τοὺς στεῤῥούς σου καὶ εὐκλεεῖς, ἀνυμνοῦμεν πρὸς κάθαρσιν, τοῦ Ἰσραὴλ ἐξ ἀνόμου διαγωγῆς, τοῦ κακῶς σε ἀποκτείναντος.

 

 

 

 

 

 

Δόξα. Ἦχος πλ. α΄.

Τὸν πεπλησμένον τῆς τοῦ Ὑψίστου, καὶ τοῦ πλησίον ἀγάπης, Προφήτην καὶ ἀθλητὴν ἐνθεώτατον, Ἱερεμίαν τὸν μέγιστον τιμήσωμεν· οὕτος γὰρ στηλιτεύσας τῶν ὁμοεθνῶν αὐτοῦ τὴν ἀνομίαν, καὶ προϊδὼν τὴν πτῶσιν τῆς Ἱερουσαλήμ, αὐτὴν ἐθρήνησε ἀειῤῥύτοις δάκρυσιν· οὐρανοπολίτης οὖν  γενόμενος, Χριστῷ ἀεὶ πρεσβεύει καὶ ἡμᾶς κατευθῦναι,  πρὸς τρίβον ἐννόμου καὶ ἐναρέτου βιώσεως.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον

Τὸν προφητομάρτυρα τὸν σοφόν, τὸν ἡγιασμένον, ἐκ κοιλίας αὐτοῦ μητρός, καὶ λαοῦ Κυρίου, θρηνήσαντα τὴν πτῶσιν, Ἱερεμίαν ὕμνοις, ἐγκωμιάσωμεν.