ΜΑΪΟΣ ΙΒ
ΜΥΡΩΝΟΣ ΚΡΗΤΗΣ ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ ΤΩ ΕΣΠΕΡΙΝΩ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν γ΄ Προσόμοια τῆς ἑορτῆς καὶ γ΄τοῦ Ἁγίου. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ὦ Μύρων θαυμάσιε πιστῶς, συνελθόντες σήμερον, τῶν σῶν λειψάνων ἀνάδειξιν τιμῶμεν ἅπαντες ᾄσμασιν ἐνθέοις καὶ Χριστὸν τὸν Κύριον, τὸν σὲ ἀντιδοξάσαντα σέβομεν καὶ μεγαλύνομεν εὐσπλαγχνίαν αὐτοῦ ἄφατον καὶ ἀγάπην καὶ τὸ μέγα ἔλεος.
Ὦ Μύρων πανένδοξε, Χριστοῦ Ἱεράρχα Ὅσιε , τῆς Κρήτης πάσης τὸ καύχημα , ἡμᾶς προστάτευσον πίστει συνελθόντας ἐπὶ τῇ λειψάνων σου σεπτὴ ἀνακομίσει, θεόληπτε, καὶ ἐπευλόγησον , παρεχόμενος πρεσβείαις σου τῶν σωμάτων καὶ ψυχῶν τὴν ἴασιν.
Ὦ Μύρων πανόλβιε, Χριστὸν ἐπὶ γῆς ἐδόξασας τῇ καθαρᾷ πολιτείᾳ σου καὶ ποιμασίᾳ σου· ὅθεν καὶ ἐδέξω πάρ΄αὐτοῦ τὴν ἄφθονον θαυμάτων ἐνεργείας τὴν δύναμιν. Αὐτῷ οὖν πρέσβευε ἐλεῆσαι τοὺς τιμῶντάς σου τῶν λειψάνων τὴν χάριν τὴν ἄληκτον.
Δόξα Ἦχος πλ. Β΄.
Σήμερον τῶν Κρητῶν τὰ πλήθη συνελθόντα, εὐσεβῶς πανηγυρίζομεν ἐπὶ τῇ ἀνακομιδῇ τῶν τιμίων λειψάνων τοῦ σεπτοτάτου ἡμῶν ποιμενάρχου Μύρωνος· ταῦτα γὰρ ἐκ γῆς λαγόνων, τῇ αὐτοῦ εὐδοκίᾳ, ἀνεδέξατο Κρήτης ὁ ποιμὴν καὶ αὐτοῦ διάδοχος, ἱεράρχης Εἰρηναῖος. Ὅθεν καὶ ἡμεῖς σήμερον ἐν ἀγαλλιάσει ψυχῆς καὶ κατανύξει καρδίας αὐτῷ βοῶμεν· πρόφθασον Ἅγιε, καὶ λύτρωσαι ἡμᾶς, τοὺς ἐν τοῖς ἐσχάτοις καιροῖς περιστατουμένους καὶ θλιβομένους, ἀπὸ πάσης ἀπειλῆς καὶ μανίας τοῦ ἀλλοτρίου, τηρῶν ἀσαλεύτους καὶ ἑδραίους ἐν τῇ πίστει, ἵνα ὁμοφρόνως μεγαλύνωμεν τὸν ἐν Τριάδι δοξαζόμενον Θεὸν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 14, Παροιμ. ι´ 31).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν· δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Ἀγάλλου ἐν Κυρίῳ χαρᾷ ἀνεκλαλήτῳ Ἁγίου Μύρωνος ἡ κώμη, ὡς ἐν κόλποις κατέχουσα θησαυρὸν ἀτίμητόν τε καὶ ἀσύλητον, τὰ πάνσεπτα καὶ μυρίπνοα λείψανα τοῦ κλεινοῦ ἱεράρχου τῆς Κρήτης Μύρωνος. Ταῦτα γὰρ ἐπ΄ἐσχάτων ἐκ τῶν τῆς γῆς ἀδύτων ἀναλαβοῦσα , ἐπὶ τῆς λάρνακος αὐτοῦ ἐφηπλωμένα ἔχεις, εἰς εὐλογίαν καὶ ἴασιν τῶν πίστει τούτοις προσερχομένων καὶ ἐξαιτούντων τὴν τοῦ Ἁγίου χάριν καὶ βοήθειαν· διό βόησον δόξα σοι, Κύριε, τῷ ἀντιδοξάζοντι τοὺς Ἁγίους σου.
Ἦχος β΄.
Ἀτελεύτητος ὑπάρχει, Κύριε, ἡ χάρις τῶν Ἁγίων σου, τῶν παλαιῶν τε καὶ νέων, τῶν σὲ ἐκ ψυχῆς ἀγαπησάντων καὶ δοξασάντων τοῖς ἑαυτῶν ἔργοις τε καὶ λόγοις. Ταύτην καὶ ἡμεῖς ἀπαντλούμεν, προσερχόμενοι τῇ σεπτῇ λάρνακι τοῦ θειοτάτου ἱεράρχου Μύρωνος καὶ κατασπαζόμενοι ἐν κατανύξει ψυχῆς τὰ χαριτόβρυτα καὶ μυρίπνοα λείψανα αὐτοῦ, τὰ ἀρτίως ἡμῖν ἀναφανέντα, καὶ σὲ μεγαλύνοντες, τὸν θαυμαστὸν ἐν τοῖς Ἁγίοις Κύριον.
Ἦχος γ΄.
Πατέρων ἀγλάισμα καὶ Κρήτης τὸ καύχημα, ἱερώτατε πάτερ Μύρων, οὐ μόνον ἐπὶ τῇ μνήμῃ σου τὰ σά τέκνα πανηγυρίζομεν, ἀλλὰ καὶ ἐπὶ τῇ ἀνακομιδῇ τοῦ πανσέπτου σου λειψάνου, ἐπ΄ἐσχάτων γενομένῃ. Τούτων τὴν χάριν μὴ διαλίπῃς ἀφθόνως προχέων, τοῖς πιστῶς ἐπικαλουμένοις σε καὶ ἀσπαζομένοις αὐτὰ ἐν εὐλαβείᾳ, ἐκπληρῶν τὰ αἰτήματα καὶ πρεσβεύων ἀεὶ ὑπὲρ αὐτῶν πρὸς Κύριον.
Ἦχος δ΄.
Ἔλαμψεν ἡ χάρις ἐν σοί τοῦ Πνεύματος, Ἅγιε, προχειρίζουσά σε ποιμένα καὶ πρόεδρον τῆς ἐν Κρήτῃ Ἐκκλησίας. Ταύτην δὲ καλῶς καὶ θεαρέστως ποιμάνας καὶ ἰθύνας τὸ σὸν ποίμνιον εἰς νομὰς σωτηρίους καὶ θαυματουργῶν ἔτι ζῶν, σημείοις καὶ τέρασιν, τάς καρδίας τῶν σῶν τέκνων ἐστερέωσας ἐπὶ τὴν ἀσάλευτον κρηπῖδα τῆς Χριστοῦ πίστεως. Διὸ καὶ ἡμᾶς νῦν, πάτερ Μύρων, εὐλόγει πατρικῶς, σκέπων καὶ φυλάττων, ἀσπαζομένους εὐλαβῶς τὰ θεῖά σου λείψανα.
Δόξα. Ἦχος πλ. α΄.
Τί δυνήσεται κατ΄ ἀξίαν ὑμνῆσαί σε καὶ ἐξειπεῖν ἐπαρκῶς τὰ ἔνδοξα καὶ ἐξαίσια, ἃ ἐπετέλεσας ἔτι ζῶν, ἀλλὰ καὶ μετὰ τὴν ὁσίαν σου τελευτήν, πάτερ Μύρων, ἱεράρχα πανθαύμαστε; Ὑπὲρ γὰρ τὴν ψάμμον τὴν θαλαττίαν ταῦτα εὑρίσκει, ἅτινα πληθυνόμενα ἕως σήμερον, οὐ περαιοῦνται· διὸ καὶ ἡμεῖς, ὡς εὐγνώμονες παῖδες τῷ φιλόπαιδι πατρὶ σοὶ βοῶμεν· εὐχαριστοῦμέν σοι ἐκ ψυχῆς, θεόληπτε πάτερ Μύρων, διὰ τὴν πρὸς ἡμᾶς σου πατρικὴν κηδεμονίαν, ἥν ἀφθόνως ἐπινέμεις τοῖς καταφεύγουσιν ἐν πίστει τῇ ἀγρύπνῳ προστασίᾳ σου καὶ ἀσπαζομένοις τὸ θεῖόν σου λείψανον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν στίχον, προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῇ παμφαεῖ πανηγύρει ἀνακομίσεως τῶν ἱερῶν λειψάνων τοῦ σεπτοῦ ἱεράρχου, Μύρωνος τοῦ Κρήτης, πανευλαβῶς ἱκετεύομεν λέγοντες, ῥῦσαι ἡμᾶς ἐκ κινδύνων καὶ πειρασμῶν, ἱεράρχα, ταῖς πρεσβείαις σου.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται
Ἡ κώμη ἅπασα χαίρει, Ἁγίου Μύρωνος, προστάτην, πολιοῦχον κεκτημένη σε, πάτερ· λείψανα δὲ σχοῦσα σὰ ἐμφανῶς τῶν θαυμάτων τὸ πέλαγος τῶν σῶν ἐκδέχεται πίστει καὶ δωρεὰς τῆς σῆς χάριτος κομίζεται.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ
Πιστῶν οἱ δῆμοι προσῆλθον σήμερον χαίροντες ἐπὶ τῇ ἀναδείξει τῶν ἁγίων λειψάνων Μύρωνος τοῦ θείου ἱερουργοῦ, ὅν τιμῶσιν ἐν ᾄσμασιν, ὅτι αὐτὸς τὰ αἰτήματα τὰ αὑτῶν ἐκπληροῖ καὶ σκέπει ἅπαντας.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε ἅπαντες πιστοί, ἐν εὐλαβείᾳ συνελθόντες, τιμήσωμεν ἐκ ψυχῆς τὸν τοῦ Κυρίου πάνσεπτον ἱεράρχην, Μύρωνα τὸν θαυματουργὸ, ἐπὶ τῇ ἀνακομιδῇ τῶν θείων αὐτοῦ λειψάνων, λέγοντες αὐτῶ· ἱεράρχα ἱερέ, μὴ ἐπιλάθῃ ἡμῶν δεομένων σου, ἀλλὰ βοήθησον ἡμῖν, χορηγῶν πᾶσι τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ ζωὴν τὴν αἰώνιον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄ Θείας πίστεως
Μέγας ἥλιος, ἐν Κρήτῃ ὤφθης, τοῖς σοῖς θαύμασι, πάντας πυρσεύων, Πάτερ Μύρων Ἱεράρχα πανθαύμαστε. Ὡς οὖν τὸ ῥεῖθρον τοῦ Τρίτωνος ἔστησας, καί τὸν ὀλέθριον δράκοντα ἔκτεινας, οὕτως, Ἅγιε, Χριστόν τὸν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα έλεος.
Δόξα. Ἦχος γ΄. Θείας πίστεως.
Πόθῳ σήμερον πάντες ἐλθόντες, ἀσπασώμεθα ἐν εὐλαβείᾳ θείου Μύρωνος τὰ τίμια λείψανα· καὶ πρὸς αὐτὸν τὰ αἰτήματα ἅπαντα ἡμῶν προβάλωμεν πίστει καὶ εἴπωμεν· Πάτερ ὅσιε, ἡμῶν συμπαθῶς προστάτευε, δωρούμενος ἡμῖν χάριν καὶ ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ στιχολογίαν , Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ἐκ τάφου σου, σεπτὲ ἱεράρχα, λαβόντες τὰ λείψανα τὰ σά, τὰ μυρίπνοα, Μύρων, τὴν χάριν κηρύττομεν, ἥν ἀφθόνως δεχόμεθα, οἱ προστρέχοντες εἰς τὸ σεπτὸν ἱερόν σου καὶ προσπίπτοντες τῇ λάρνακί σου τῇ θείᾳ, πατέρων ἀγλάισμα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὴν β΄ στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἱέρευσας , Ἅγιε , τῷ σῷ Δεσπότη Χριστῷ, ἀξίως καὶ ἀπείληφας ἀντιμισθίαν, σοφέ, θαυμάτων ἐνέργειαν. Ἔλαμψας ἐν τῇ Κρήτῃ ὡς ἀστὴρ φωτοφόρος, ἔσωσας ἐκ τῆς πλάνης τῶν πιστῶν τὰς χορείας· διὸ ὡς ἱεράρχην κλεινὸν, Μύρων, τιμῶμέν σε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσὴφ.
Συνηθροίσθησαν θερμῶς τῶν Ὀρθοδόξων οἱ χοροὶ, τῶν λειψάνων σου, σοφέ, τιμῆσαι ἀνακομιδήν, ἃ ἐκ τοῦ τάφου σου ἔλαβον, θεῖε Μύρων· ὕμνοις καὶ ᾠδαῖς σὲ γεραίροντες, πίστει ἀρωγὴν σὴν αἰτούμενοι· οἱ ἐν δεινοῖς καὶ θλίψεσι βιοῦντες καὶ πειρασμοῖς ταραττόμενοι· διὸ παράσχου τοῖς σοῖς ἱκέταις σὴν βοήθειαν, Ἅγιε.
Δόξα. Ὅμοιον
Ἀστραπαῖς τε καὶ βρονταῖς καὶ ἐν θορύβῳ καὶ βοῇ, ἀπεκάλυψας, σοφέ, τὴν γενομένην ἐν κρυπτῷ, σεπτοῦ σου τάφου τὴν σύλησιν, θεῖε Μύρων· θάνατον πικρὸν εὗρον ἅπαντες, θράσει περισσῷ οἱ συλήσαντες. Πανευλαβῶς οὖν σήμερον τιμῶμεν τὴν τῶν λειψάνων σου λάρνακα· διὸ καὶ δίδου ἡμῖν, ὦ πάτερ, εὐλογίαν σου ἄφθονον.
Καὶ νῦν . Τῆς Ἑορτῆς.
Εἶτα οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου
Προκείμενον, ἦχος δ΄: Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Εὐαγγέλιον, ζήτει τῇ ιγ΄ Νοεμβρίου.
Ὁ Ν΄ Ψαλμὸς.
Δόξα. Ἦχος β΄: Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον...
Ἰδιόμελον, Ἦχος πλ. β΄. Στ.: Ἐλέησον με, ὁ Θεός...
Εὐαγγελικῶς ἐν γῇ πολιτευσάμενος, Ὅσιε Πάτερ, καὶ τάς τοῦ Κυρίου ἐντολάς πιστῶς τηρήσας καὶ αὐτὸν ὁλοτρόπως ἀγαπήσας, ἔλαμψας ὡς ἀστὴρ ἑωθινὸς καὶ κατηύγασας τῶν πιστῶν τάς ψυχάς τῇ καθαρᾷ καὶ ἐναρέτῳ σου πολιτείᾳ καὶ τῇ ἀμωμήτῳ σου ἱερουργίᾳ· ὅθεν παρὰ τοῦ Θεοῦ θαυμάτων τὴν χάριν κομισάμενος, ἱερώτατεΜύρων, ταύτην προχέεις ἀφθόνως τοῖς δεομένοις καὶ προσκυνοῦσιν ἐν πίστει τὰ θεῖά σου λείψανα.
Εἶτα οἱ Κανόνες , ὁ τῆς Ἑορτῆς καὶ ὁ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Λειψάνων σῶν, ὦ Μύρων, χάριν δὸς ἡμῖν. Ἀμήν.
Ὠδὴ α΄. Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου.
Λαβόντες σὰ λείψανα ἐκ τάφου σήμερον, Ἅγιε, ὦ Μύρων πανένδοξε, χαρᾶς πλησθέντες πολλῆς , ἱκετεύομεν ἡμᾶς μὴ διαλίπῃς φρουρεῖν τοὺς ἱκέτας σου πάσης κακώσεως.
Εὐφράνθη ἡ κώμη σου, ἡ καυχωμένη τῇ κλήσει σου, ὦ Μύρων θεόληπτε, κάτ΄εὐδοκίαν τὴν σήν, τὰ σὰ λείψανα ἐκ κόλπων γῆς λαβοῦσα· διὸ τοὺς ὑμνοῦντάς σε φώτισον, Ἅγιε.
Ἱκέτας σου φύλαττε καὶ περιφρούρει, μακάριε, ἐχθροῦ ἐπιθέσεων καὶ συμφορῶν καὶ κακῶν , σὲ γὰρ ἔχουσιν, ὦ Μύρων, κυβερνήτην, εἰς βίου κλυδώνιον νῦν θαλαττεύοντες.
Θεοτοκίον.
Ψαλῶ σοι, Πανύμνητε, καὶ διηγήσομαι ἅπαντα, ὅσα σοι ἐποίησεν ὁ Δυνατός τῇ σεμνῇ μεγαλεῖά τε καὶ ἔνδοξα μεγάλα, ἐπὶ σὴν ταπείνωσιν ἐπιβλεψάμενος.
Ὠδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ἀντλήσωμεν πάντες ἰαμάτων τὰ νάματα θείας ἐκ πηγῆς, βλύζοντα τῶν λειψάνων σου, Μύρων θεόφρον ὅσιε, ἀπαλλαγὴν τῶν νόσων τε λαβόντες, εὐχαριστήσωμεν.
Ναός σου παράδεισος ἐδείχθη, ἐν ᾧ προσερχόμενοι πιστῶς, χάριν ἀποκομίζουσιν οἱ σὲ τιμῶντες, Ἅγιε, καὶ ἐκ παντοίων θλίψεων καὶ δυσχερῶν ἀπαλλάττονται.
Ὦ Μύρων τῆς Κρήτης ποιμενάρχα, ἐπίσκεψαι ἄνωθεν ἡμᾶς, ἅπαντες γὰρ συνήλθομεν τιμῆσαί σου τὰ λείψανα, σὴν χάριν δὲ μυρίπνοον τοῖς σοῖς ἱκέταις κατάπεμψον.
Θεοτοκίον.
Νενίκηνται ὅροι, Θεομῆτορ, ἐν σοί οἱ τῆς φύσεως τρανῶς, τόκῳ παρθενευούσης σου καὶ μετὰ τόκον, Ἄχραντε, ὡς πρὸ τοῦ τόκου οὔσης σου, ἀειπαρθένου, Πανύμνητε.
Κάθισμα τοῦ Ἁγίου. Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τὴν τῶν λειψάνων σου μυρίπνοον χάριν, ἀπολαβόντες οἱ πιστοὶ, θεῖε Μύρων, εὐχαριστοῦντες δέονται τῶν σῶν πρεσβειῶν. Ἴασαι ἱκέτας σου ἐκ δεινῶν νοσημάτων, θλίψεων ἀπάλλαξον καὶ πολλῶν ἀλγηδόνων· ὡς παῤῥησίαν, Ἅγιε, πλουτῶν πρὸς τὸν Θεὸν τοῦ ἐλέους καὶ Κύριον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὠδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Σῷζε τοὺς προστρέχοντας, Πάτερ, πιστοὺς πρὸς τὸν σὸν ναὸν ἐκ κακώσεων καὶ ἐκ κινδύνων καὶ παντοίων πειρασμῶν, καὶ ἐκ ψυχῆς κραυγάζοντας, δόξα τῷ Θεῷ, ὅν ἐδόξασας.
Ὢ τῆς ἁγιότητος, Πάτερ, τῆς σῆς, ὢ τῆς καθαρᾶς πολιτείας σου! Χριστὸν δοξάσας καὶ ἀξίως λειτουργῶν, κατηξιώθης, ἔνδοξε, χάριτος Θεοῦ καὶ δυνάμεως.
Νῦν παρακαλοῦμέν σε, Πάτερ σοφέ, τὴν ὁρμὴν χειμάῤῥου κωλύσαντα, τῶν ἱκετῶν σου τοὺς χειμάῤῥους τῶν παθῶν, ταῖς σαῖς εὐχαῖς ἀνάστειλον καὶ πρὸς σωτηρίαν ὁδήγησον.
Θεοτοκίον.
Ὡς περικαλλέστατον θεῖον ναόν εὗρες τὴν τεκοῦσάν σε, Κύριε , καὶ κατοικήσας ἐν αὐτῇὑπερφυῶς, φύσιν βροτῶν διέσωσας , δόξαν παρασχών τὴν πρωτόκτιστον.
Ὠδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Μεγάλως ἠγώνισαι ἐπὶ τῆς γῆς, μακάριε, πάντα σου τὸν βίον θεαρέστως ἤνυσας ὄντως καὶ ἐν ἀσκήσει πολλῇ πρὸς Κύριον ὕψωσας τὸν νοῦν, ὅθεν σοι δεδώρηται τῶν θαυμάτων ἐνέργειαν.
Ὑψώθης, θεσπέσιε, εὐχῇ ἀδιαλείπτῳ σου πρὸς τὴν τοῦ Θεοῦ σὺ θεωρίαν, ἔχων τὸν νοῦν σου διηυγασμένον φωτὶ ἀκτίστῳ καὶ εἴληφας σαφῶς πᾶσαν τὴν ἐνέργειαν τῆς τοῦ Πνεύματος χάριτος.
Ῥεόντων τὰ μένοντα ἐνθέῳ προαιρέσει σου, πάτερ ἀξιάγαστε, προκρίνας, τύπος ἐγένου τῶν ἐν τῇ Κρήτῃ πιστῶν, καλὸς τε ποιμὴν καὶ ὁδηγός, πάντας τε πρὸς κρείττονα καὶ οὐράνια ἴθυνας.
Θεοτοκίον
Ὡράθης, Πανάμωμε, τῶν οὐρανῶν βασίλισσα, σὺ γὰρ ἀπεκύησας, Παρθένε, Θεοῦ τὸν Λόγον εἰς σωτηρίαν βροτῶν , διδόντα τοῖς πᾶσι τὴν ζωὴν χάριν τε καὶ ἔλεος καὶ ζωὴν τὴν αἰώνιον.
Ὠδὴ στ΄. Τὴν θείαν ταύτην
Ναῷ σου θείῳ, προστρέχοντες, ὦ Μύρων ἱεράρχα θεόληπτε, σὲ ἱκετεύομεν δράκοντος πάντας ἐξάρπασον τοῦ νοητοῦ ὁ κτείνας πάλαι τὸν δράκοντα.
Χαρᾶς πληροῦνται τὰ τέκνα σου, τελοῦντα ἑορτὴν τῆς λειψάνων σου ἀνακομίσεως, Μύρων θεόφρον, δεόμενα τὴν πατρικήν σου σκέπην αὐτοῖς δωρήσασθαι.
Ἀστράπτει πᾶσιν ἡ χάρις σου τοῖς πέρασι τῆς Κρήτης, πανένδοξε, καταφωτίζουσα πάντας τοὺς πίστει καὶ πόθῳ σε, ὦ Μύρων θεοφόρε, σὲ μακαρίζοντας.
Θεοτοκίον.
Ῥαδίως πάσας ἐκφεύγομεν ἐχθροῦ τάς προσβολάς οἱ προστρέχοντες ὑπὸ τὴν σκέπην σου· Μῆτερ Θεοῦ, πάντας φύλαττε, τοὺς ἐκ ψυχῆς ἀπαύστως σὲ μεγαλύνοντας.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ τῶν λειψάνων σου θήκῃ σεμνύνεται, Ἅγιε Μύρων, ἡ κώμη σου πάντοτε, ἀντλοῦσα τὴν χάριν σου ἄφθονον καὶ προστασίαν τὴν σὴν καὶ ἀντίληψιν· αὐτῆς γὰρ ὑπάρχεις ἑδραίωμα.
Ὁ Οἶκος.
Μύρωνα θεῖον, πλήθη πιστῶν πολλῇ χαρᾷ προσελθόντα, ἐν λειψάνων αὐτοῦ ἀναδείξει τιμήσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, τῷ δὲ δοξάσαντι αὐτὸν Χριστῷ, εἴπωμεν ὁμοφρόνως· σῶσον ἡμᾶς ἐκ παντοίας ἀνάγκης, Πανάγαθε, κινδύνων καὶ συμφορῶν, τῇ πρεσβείᾳ τοῦ Ἁγίου Ἱεράρχου εἰς σὲ γὰρ προσβλέπομεν τὸν Σωτῆρα ἡμῶν τε καὶ Κύριον, ὅτι σὺ ὑπάρχεις ἡμῶν τὸ ἑδραίωμα.
Συναξάριον
Τῇ ιβ΄ τοῦ αὐτοῦ μηνὸς τὴν ἀνακομιδὴν ἑορτάζομεν τοῦ τιμίου λειψάνου τοῦ Ἁγίου Μύρωνος ἀρχιεπισκόπου Κρήτης, γενομένην ἐν ἔτει 2014ῳ
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἰδοὺ σπεύδουσι Κρητῶν οἱ δῆμοι σήμερον καὶ ἱκετεύουσι, τῷ σῷ, ὦ Μύρων, ναῷ, συλοῦντας τὸν σῖτόν σου ὡς σὺ ἐδίδαξας μὴ ἁρπάζειν οὖν, αὐτὸς ἡμᾶς συνέτισον ἐλεήμονας γενέσθαι.
Νέμεις ἄνωθεν τὴν χάριν καὶ τὸ ἔλεος τῇμεσιτείᾳ σου παρὰ Χριστῷ τῷ Θεῷ, ὦ Μύρων, ἱκέταις σου, οἵτινες ψάλλουσιν· ἀξιύμνητε, σὺ τὸν Χριστὸν ἐδόξασας τοῖς σοῖς ἔργοις καὶ τοῖς λόγοις.
Δίδου ἴασιν ψυχῆς ὁμοῦ καὶ σώματος πᾶσι τοῖς χρῄζουσι· καὶ γὰρ προσῆλθον θερμῶς τῷ θείῳ τεμένει σου, Μύρων, καὶ ψάλλουσιν, ἀξιάγαστε, σὲ τὸ Πατέρων καύχημα εὐλαβῶς παρακαλοῦμεν.
Θεοτοκίον.
Οὐ παυόμεθα ὑμνοῦντές σε, πανύμνητε, Παρθένε πάναγνε, καὶ μακαρίζειν τρανῶς, Θεὸν γὰρ ἐγέννησας, σάρκα γενόμενον· Παναμώμητε, τὸν τοὺς ἀνθρώπους σώσαντα ἐκ θανάτου καταδίκης.
Ὠδὴ η΄. Παῖδας εὐαγεῖς.
Σῶσον τοὺς τὰ σὰ λείψανα, Μύρων, τιμῶντας καὶ προσκυνοῦντας καὶ αἰτοῦντάς σε, λύτρωσαι ἐκ θλίψεων πάσης τε κακώσεως, ἵνα σωθέντες ἅπαντες συντόνως ψάλλωμεν, τὸν Κύριον ἐδόξασας, Πάτερ, ὃς ἀντιδοξάζει σὲ χάριτι θαυμάτων.
Ἦλθον τὰ σὰ τέκνα, Πάτερ Μύρων, ἐκ κώμης τῆς σῆς θερμῶς εὐχαριστήσοντα, ταύτην γὰρ διέσωσας πάλαι κινδυνεύουσαν Ὀθωμανῶν κακώσεως καὶ ἐπ΄ἐσχάτων δὲ, μανίας Γερμανῶν ὀλετήρων· ὅθεν εὐγνωμόνως ὡς πρόμαχον τιμῶσι.
Μείναντα ἐν γῇ ἔτεσι πλείστοις ἐν τάφῳ κατακλεισθέντα τὰ σὰ λείψανα, νῦν δ΄ἀνεκομίσθησαν, Πάτερ, εὐδοκίᾳ σου, εἰς ἀρωγὴν ἁπάντων τε πιστῶν καὶ ἄνεσιν τῶν θλίψεσι ποικίλαις καὶ νόσοις κατατρυχομένων ἐν χρόνοις τοῖς ἐσχάτοις.
Θεοτοκίον.
Ἴσθι ἀρωγὸς καὶ προστασία ἀνθρώπων χειμαζομένων, ἀπειρόγαμε, πάντας περισκέπουσα, πάντων προστατεύουσα καὶ ὀρθοδόξους ἅπαντας εὐλόγει ψάλλοντας, τὸν Κύριον ἐγέννησας, Μῆτερ, τὸν τὴν σωτηρίαν πηγάσαντα τῷ κόσμῳ.
Ὠδὴ θ΄. Ἅπας γηγενής.
Νεῦσον πρὸς ἡμᾶς ὑψόθεν, πανθαύμαστε καὶ ἐπισκόπησον πάντας τοὺς προστρέχοντας ναῷ σου, Μύρων, πίστει καὶ λάρνακα τὴν ἱερά σου λείψανα φέρουσαν, Ἅγιε, προσκυνοῦντας, τούτοις παρεχόμενος αἰτημάτων σαφῶς τὴν ἐκπλήρωσιν.
Ἄῤῥητον ὀσμήν ᾐσθάνοντο, Ἅγιε, οἱ ὑποδείξει σου, δι’ ἀνασκαφῆς ὀστᾶ, ἐγγὺς ναοῦ σου, Μύρων, εὑράμενοι ἀρχιερέων τίμια, οἵ ἐμαρτύρησαν, βεβαιῶν τε οὕτω ἐν ὁράματι, σῶν ὡς βούλειλειψάνων ἀνάδειξιν.
Μεῖνον μεθ’ἡμῶν, ἰθύνων τὴν ποίμνην σου ὡς πάλαι, ἔνδοξε, εἰς νομὴν σωτήριον, διδάσκων πάντας ἔχειν εὐλάβειαν, μετανοεῖν καὶ εὔχεσθαι Κυρίῳ πάντοτε, ἵνα λάβη χάριν τὴν οὐράνιον καὶ Θεοῦ Βασιλείας τὴν οἴκησιν.
Ἥλιος φαιδρὸς ἀνέτειλας σήμερον καὶ κατεφώτισας πάντων τὴν διάνοιαν ψαλμοῖς καὶ ὕμνοις μνήμην τὴν ἔνδοξον τῶν ἱερῶν λειψάνων σου ἀνακομίσεως ἐπιστέφειν, Μύρων πάτερ ὅσιε, ὀρθοδόξων Κρητῶν τὸ ἀγλάισμα.
Θεοτοκίον.
Νύμφη τοῦ Θεοῦ ἐδείχθης, Πανάχραντε, Χριστὸν κυήσασα, ὅθεν σε ἐδόξασε , εἰς σὴν ταπείνωσιν γὰρ ἐπέβλεψε καὶ μεγαλεῖα ἄῤῥητα ἐν σοί ἐποίησε καὶ παρέσχε δόξαν ἀνεκλάλητον τῇ Παρθένῳ μητρί, Παμμακάριστε.
Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τῶν σῶν πανένδοξε Μύρων λειψάνων ἀνακομιδὴν πανηγυρίζοντες ὕμνοις τὸν σὲ δοξάσαντα Χριστὸν ἀνευφημοῦμεν προφρόνως, σὴν ἀρωγὴν ἐξαιτοῦντες .
Τῆς ἑορτῆς.
Αἶνοι. Ἦχος δ΄. ΄Ἐδωκας σημείωσιν.
Ἤστραψας ὡς ἥλιος καὶ τάς ψυχάς κατεφώτισας τῶν ἐν πίστει τιμώντων σε, ὦ Μύρων θαυμάσιε, τῇ τῶν σῶν λειψάνων κομιδῇ ἐκ τάφου, δι’ὧν παρέχεις τοῖς πιστοῖς ψυχῆς ὑγίειαν καὶ τὴν τοῦ σώματος· διὸ σὲ μακαρίζομεν καὶ μελύνομεν ᾄσμασιν Ἰησοῦν τὸν φιλάνθρωπον, τὸν τρανῶς σὲ δοξάσαντα.
Ἔλαβον σὰ λείψανα ἐκ τοῦ σοῦ τάφου τὰ τέκνα σου, ἐν χαρᾷ καὶ ἐδόξασαν Χριστὸν τὸν φιλάνθρωπον, τὸν αὐτοῖς διδόντα πηγὴν τῶν θαυμάτων μὴ κενουμένην ἀληθῶς καὶ τὰς ἰάσεις πᾶσι παρέχουσαν· διὸ σὲ ἱκετεύομεν, ὦ Μύρων θεῖε, βοήθησον καὶ ἡμᾶς διαφύλαξον, τοὺς ἱκέτας σου ἔνδοξε.
Ἔλαμψας ἐν βίῳ σου ἐπὶ τῆς γῆς, Μύρων ὅσιε, τὸν Σταυρόν σου ἀράμενος προθύμως καὶ ἤνυσας τὴν στενὴν πορείαν πᾶσαν ἐναρέτως καὶ εὐηρέστησας Χριστῷ, ὡς ἀρχιθύτης τούτου, πανόλβιε· διὸ σε καὶ ἐδόξασε, χάριν θαυμάτων βραβεύων σοι, ἥν παρέχεις ἑκάστοτε τοῖς πιστῶς προσιοῦσί σοι.
Γάνυται ἡ κώμη σου ἐπὶ τοῖς θείοις λειψάνοις σου καὶ ναῷ σου, πανένδοξε, τιμῶσά σε πάντοτε ὡς αὐτῆς προστάτην καὶ ὡς πολιοῦχον, Μύρων θεόληπτε, τρανῶς, ἐνιαυσίως πανηγυρίζουσα· διὸ καὶ ἱκετεύει σε φυλάττειν ταύτην ἀπήμαντον καὶ πρεσβεύειν πρὸς Κύριον ὑπὲρ κόσμου, μακάριε.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὡς φῶς ἐκ τάφου ἐξέλαμψε καὶ κόσμον κατηύγασε ταῖς τῶν θαυμάτων λαμπηδόσιν ἡ σεβάσμιος θήκη τῶν τιμίων σου λειψάνων, Μύρων ἱεράρχα, ἀοίδιμε. Ταύτῃ οὖν προσερχόμενοι μετὰ πίστεως οἱ περιστατούμενοι καὶ ἐν ἀνάγκαις καὶ θλίψεσιν ὑπάρχοντες ὀρθόδοξοι πιστοὶ ἐν ταπεινώσει ψυχῆς καὶ πόθῳ σοὶ βοῶσι. Λύτρωσαι ἡμᾶς τῶν τοῦ βίου περιστάσεων, κινδύνων καὶ πειρασμῶν, πανθαύμαστε Πάτερ, παρέχων τῇ πρεσβείᾳ σου τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον
Λάρνακα κυκλοῦντες τῶν ἱερῶν λειψάνων σου, Μύρων , τὴν ἀνέκλειπτον δωρεὰν Πνεύματος πλουτοῦμεν καὶ σὲ ἡμῶν προστάτην ἐγρήγορον φρουρό τε ἀνακηρύττομεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου