Δευτέρα 2 Ιουλίου 2018

ΟΚΤΩΒΡΙΟΣ 23. ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΙΑΚΩΒΟΣ ΑΔΕΛΦΟΘΕΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ





ΟΚΤΩΒΡΙΟΣ ΚΓ΄!!

ΙΑΚΩΒΟΣ ΑΠΟΣΤΟΛΟΣ ΑΔΕΛΦΟΘΕΟΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ'. Ἔδωκας σημείωσιν.

Δεῦτε τὸ μνημόσυνον, τοῦ θεαδέλφου τιμήσωμεν, ἱερῶς οἱ θεόφρονες· ζυγὸν γὰρ δεξάμενος, τοῦ Χριστοῦ προθύμως, τοῦ Εὐαγγελίου, τῆς ἀγαθότητος αὐτοῦ, καὶ βασιλείας κήρυξ γεγένηται, καὶ τούτου τὴν ἀνέκφραστον, οἰκονομίαν πιστεύεται. Δι' αὐτοῦ Παντοδύναμε, ἱλασμὸν ἡμῖν δώρησαι.

 

Πάντα περιήχησε, τῆς οἰκουμένης τὰ πέρατα, τῶν ῥημάτων ὁ φθόγγος σου, δι' ὧν φωτιζόμεθα, ἀρετῆς ἐνθέου, πρὸς πᾶσαν ἰδέαν, καὶ ὁδηγούμεθα πιστῶς, πρὸς τῆς Τριάδος θείαν ἐπίγνωσιν· διὸ ἐκδυσωποῦμέν σε, ὡς Ἱεράρχης ἱκέτευε, Ἰησοῦν τὸν φιλάνθρωπον, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Πόῤῥωθεν προβλέπων σου, τὴν πολιτείαν Ἰάκωβε, ἀδελφὸν σὲ προσήκατο, Χριστὸς ὁ φιλάνθρωπος, ὁ σοφὸς προγνώστης, Ἱεροσολύμων, ἱεροφάντορα πιστόν, καὶ ποιμενάρχην προχειρισάμενος, καὶ μύστην τὰ ἀπόῤῥητα, ἱερουργοῦντα μυστήρια. Ὃν καὶ νῦν καθικέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἕτερα. Ὁ αὐτός. Ὠς γενναῖον ἐν Μάρτυσιν.

Τῷ καλάμῳ τῆς χάριτος, ἐκ βυθοῦ ματαιότητος, τοὺς βροτοὺς ἀνείλκυσας ἀξιάγαστε, τοῦ διδασκάλου τοῖς νεύμασιν, ὑπείκων Ἰάκωβε, τοῦ φωτίσαντος τὴν σήν, κατὰ πάντα διάνοιαν, καὶ Ἀπόστολον, καὶ σεπτὸν θεηγόρον σὲ παμμάκαρ, ἀναδείξαντος τῆς τούτου, ἀκαταλήπτου θεότητος.

 

Ἡ τοῦ Πνεύματος ἔλλαμψις, ἐπὶ σὲ καταβέβηκε, τοῦ πυρὸς ἐν εἴδει καὶ σὲ μακάριε, θεῖον εἰργάσατο κήρυκα, συντόνως ἐλαύνοντα, ἀθεΐας τὴν ἀχλύν, καὶ τὸν κόσμον φωτίζοντα, τῇ λαμπρότητι, τῶν πανσόφων σου λόγων μυστολέκτα, Ἀποστόλων ἡ ἀκρότης, Χριστοῦ αὐτόπτα Ἰάκωβε.

 

 

Ἀστραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει καθεύδοντας, ἀγνωσίας ἔνδοξε ὦ Ἰάκωβε, καταφωτίσας ἀνέδειξας, υἱοὺς διὰ πίστεως, τοῦ Δεσπότου καὶ Θεοῦ, οὗ τὸ πάθος ἐζήλωσας, καὶ τὸν θάνατον, καὶ τῆς δόξης ἐγένου κληρονόμος, ὡς σοφὸς καὶ θεηγόρος, ὡς μαθητὴς ἀληθέστατος.

 

Δόξα... Ἦχος πλ. β'

Αἵματι τοῦ μαρτυρίου, τὴν ἱερωσύνην κατεποίκιλας, Ἱερομάρτυς Ἀπόστολε· τῷ γὰρ πτερυγίῳ του ἱεροῦ παρεστώς, Θεὸν Λόγον ἐκήρυξας, Δημιουργὸν ὄντα τοῦ παντός· ὅθεν ὑπὸ Ἰουδαίων ῥιφείς, οὐρανίων θαλάμων ἠξίωσαι, Ἀδελφόθεε Ἰάκωβε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν... Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Καθολικῆς ἐπιστολῆς Ἰακώβου τὸ Ἀνάγνωσμα.

Ἰάκωβος, Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν. Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, γινώσκοντες, ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἥτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. Εἶδέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς, καὶ μὴ ὀνειδίζοντος· καὶ δοθήσεται αὐτῷ. Αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος, ὁ γὰρ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ· μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος, ὅτι λήψεταί τι παρὰ τοῦ Κυρίου. Ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται, ἀνέτειλε γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι, καὶ ἐξήρανε τὸ χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε. Καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο, οὕτω καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται. Μακάριος ἀνήρ, ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος, λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν. Μηδεὶς πειραζόμενος λεγέτω, ὅτι ἀπὸ Θεοῦ πειράζομαι, ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα, ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενοι καὶ δελεαζόμενος. Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον. Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί, πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ’ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα. Βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.

 

Καθολικῆς ἐπιστολῆς Ἰακώβου τὸ Ἀνάγνωσμα.

Ἀδελφοί, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης· ἐὰν γὰρ εἰσέλθῃ εἰς τὴν συναγωγὴν ἡμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτο. Καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπράν, καὶ εἴπητε αὐτῷ· σὺ κάθου ὦδε καλῶς. Καὶ τῷ πτωχῷ εἴπητε· σὺ στῆθι ἐκεῖ ἢ κάθου ὦδε ὑπὸ τὸ ὑποπόδιόν μου. Καὶ οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί· οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τοῦ κόσμου τούτου πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας, ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; ὑμεῖς δὲ ἠτιμήσατε τὸν πτωχόν, οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; Οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ’ ὑμᾶς; εἰ μέν τοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν Γραφήν. Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· εἰ δὲ προσωποληπτῆτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. Ὅς τι ὅλον τὸν νόμον τηρήσει, πταίσει δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος, ὁ γὰρ εἰπὼν μὴ μοιχεύσῃς, εἶπε καί, μὴ φονεύσῃς, εἰ δὲ οὐ μοιχεύσῃς, φονεύσῃς δέ, γέγονας παραβάτης νόμου. Οὕτω λαλεῖτε, καὶ οὕτω ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι, ἡ γὰρ κρίσις ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος, καὶ κατακαυχᾶται ἔλεος κρίσεως.

 

Καθολικῆς ἐπιστολῆς Ἰακώβου τὸ Ἀνάγνωσμα.

Ἀδελφοί, μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; Μὴ δύναται, ἀδελφοί μου, σύκη ἐλαίας ποιῆσαι, ἢ ἄμπελος σῦκα; Οὕτως οὐδεμία πηγὴ ἁλικὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ. Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραότητι σοφίας. Εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐρίθειαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδησθε κατὰ τῆς ἀληθείας, οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλ’ ἐπίγειος, ψυχική, δαιμονιώδης. Ὅπου γὰρ ζῆλος καὶ ἐρίθεια, ἐκεῖ ἀκαταστασία, καὶ πᾶν φαῦλον πράγμα· ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲ ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειεθής, μεστὴ ἐλέους, καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος καὶ ἀνυπόκριτος. Καρπὸς δὲ τῆς δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην. Πόθεν πόλεμοι καὶ μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; Ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύεται καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε, οὐκ ἔχετε δέ, διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσετε. Μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; Ὃς ἂν οὐν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. Ἢ δοκεῖτε ὅτι κενῶς ἡ Γραφὴ λέγει, πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα, ὃ κατώκησεν ἐν ὑμῖν; μείζονα δὲ δίδωσι χάριν. Διὸ λέγει, ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

 

Λιτή. Ἦχος α΄.

Εὐφραίνου πόλις Ἱερουσαλήμ, καὶ ἀγάλλου Χριστὸν δοξάζουσα, ὅτι ἐκ σοῦ ἀνεβλάστησε καὶ ἐν σοὶ ἐχρημάτισε πρῶτος Ἱεράρχης Ἰάκωβος ὁ σοφός, ὁ σήμερον ἡμῖν εἰς εὐφημίαν προκείμενος. Χαίρεις, ὁ τὴν χάριν παρ’ αὐτοῦ τοῦ Κυρίου λαβὼν καὶ Χριστὸν τὸν Θεὸν ὁλοψύχως σαυτῷ ἐνστερνησάμενος, Ὃν ἐκτενῶς ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Γέγονας Ἰάκωβε, θεόπνευστον ὄργανον, δι’ οὗ ἡμῖν τὸ Πνεῦμα τὸ Ἅγιον ἐλάλησε. Τῇ εὐσήμῳ γὰρ ῥοῇ διέδραμε τὰ πέρατα, ὁ φθόγγος τῆς διδασκαλίας σου. Καὶ μιμητὴς γενόμενος τοῦ πάθους τοῦ Σωτῆρος Χριστοῦ, τὸν χῶρον κατέλαβες ἐκεῖνον Ὃν ἐπόθησας, πρέσβευε τῷ Κυρίῳ Ἀδελφόθεε, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος γ΄.

Στολήν σε τῆς νομικῆς ἐξέδυσε κρείττονα, καὶ Ἱεράρχην δεικνύει Ἀαρὼν τοῦ πάλαι τιμιωτέραν, ὁ δι’ οἶκτον, εἰς ἀδελφότητά σε δεξάμενος. Διὸ  ὃ καὶ μετὰ τὸ μαρτύριον θρόνῳ παριστάμενος μάκαρ, στεφανηφόρος τῆς Τριάδος πίστει τοὺς τιμῶντάς σε πόθῳ τῶν ἀκηράτων κατατρυφῆσαι γερῶν, Ἀρχιερεῦ Ἰάκωβε, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος δ΄.

Ἐφώτισε τοῖς πέρασι σήμερον, ὡς ἀστὴρ φαεινὸς ὁ πρῶτος Ἱεράρχης Ἰάκωβος ὁ σοφός. Πάντων τῶν ἀπίστων φωτίζων τὰς διανοίας καὶ τῶν πιστῶν τοὺς δισταγμούς, ἀποδιώκων καὶ τῶν ἐν πίστει καὶ πόθῳ τελοῦντων τὴν σεβάσμιον μνήμην αὐτοῦ. Παῤῥησίαν γὰρ πρὸς Θεὸν εὗρεν, ἀναμέλπων εὐχὰς ᾧ καὶ πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος πλ. δ΄.

Πάντες πιστοὶ συνελθόντες εὐθέως, πνευματικὴν χορείαν συστησώμεθα. Δεῦτε τὸν πρωτόθρονον πάντες, τῆς Ἐκκλησίας τὸν φωστῆρα, ἱεροῖς Ἰάκωβον ὕμνοις, ὡς Ἱεράρχην καὶ θεῖον κήρυκα, τὸν ἐπαξίως Δίκαιον ὀνομασθέντα. Μυσταγωγὸς γὰρ γενόμενος τῶν ἀῤῥήτων καὶ ἀνεκφράστων μυστηρίων καὶ πρὸς εὐσέβειαν λαοὺς μέλπων διήγειρεν. Δι’ ὃ Χριστὸν ἀπαύστως ἐν οὐρανοῖς δοξολογεῖ μετ’ Ἀγγέλων καὶ Ἱεραρχῶν χοροβατῶν καὶ πάντων τῶν Δικαίων, οὗ ταῖς πρεσβείαις Χριστέ, σῶσον ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

 

Καὶ νῦν. Θεοτοκίον.

Δεῦτε ἅπαντα τὰ ἔθνη, ἐν φωνῇ ἀγαλλιάσεως, τὴν παναγίαν Παρθένον καὶ Θεοτόκον εὐφημήσωμεν, τῆς ἀνθρωπίνης οὐσίας τὸ χωνευτήριον, τῶν ἀποῤῥήτων θαυμάτων τὸ ἐργαστήριον, ἐν αὐτῇ γὰρ γέγονε καινά, ὁ ἄναρχος ἄρχεται, ὁ Λόγος παχύνεται, ὁ Θεὸς ἄνθρωπος γίνεται, ἵνα Θεὸν τὸν ἄνθρωπον ἀπεργάσηται, οὐ τροπῇ τῶν φύσεων, ἀλλ’ ἑνώσει τῇ καθ’ ὑπόστασιν. Προέρχεται γὰρ εἷς ἐκ δύο τῶν ἐναντίων, ἐν δυσὶ τελείαις ταῖς φύσεσιν, ἀδιαιρέτως γνωριζόμενος, θελητικῶς τε καὶ ἐνεργητικῶς, καθ’ ἑκατέραν οὐσίαν, ὁ αὐτὸς τὸ ἀληθὲς πιστούμενος τῆς σωτηρίου οἰκονομίας, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ παρέχων τῷ κόσμῳ ἱλασμόν, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. δ'. Κύριε, εἰ καὶ κριτηρίῳ

Κύριε, εἰ καὶ πτερυγίῳ παρέστη, τοῦ ἱεροῦ ὁ Ἰάκωβος, ἀλλὰ παῤῥησίᾳ λαλήσας, Θεὸν Λόγον σε ἐκήρυξε, Δημιουργὸν τοῦ παντός, κόσμῳ ἐπιδημήσαντα· οὗ ταῖς πρεσβείαις καὶ νῦν παράσχου, τὸν φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.

 

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Κύριε, εἰ καὶ ἐν τῷ ξύλῳ ἡ κάρα, τοῦ Ἀποστόλου συντέτριπται, ἀλλ' ἐν Παραδείσῳ τῷ ξύλω, τῷ τῆς ζωῆς σοι προσήνεκται· τῶν γὰρ προσκαίρων λυθείς, αἰωνίως ἀγάλλεται, οὗ ταῖς πρεσβείαις ταῖς Ἐκκλησίαις, τὴν εἰρήνην σου κατάπεμψον.

 

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Κύριε, σὲ ὁμολογήσας γενναίως, ὁ Ἀδελφόθεος γέγηθεν, Υἱὸν τοῦ Θεοῦ τοῦ ὑψίστου, εἰλικρινῶς ὁ ἀοίδιμος· τοὺς δὲ δυσφήμους ἐχθρούς, κατῄσχυνε καὶ ἔπαυσε· διὰ τοῦτο καὶ ἐναθλήσας, σοὶ παρέστη ἀγαλλόμενος.

 

Δόξα... Ἦχος πλ. δ'

Τοῦ ἀρχιποίμενος Χριστοῦ, Ἀδελφὸς χρηματίσας καὶ διάδοχος, καὶ ἐν Ἀποστόλοις ἐπίσημος, τὸν ὑπὲρ αὐτοῦ θάνατον ἠγάπησας, καὶ τὸ μαρτύριον οὐκ ἐπῃσχύνθης, Ἰάκωβε ἔνδοξε· Αὐτὸν ἱκέτευε ἀδιαλείπτως, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

Καὶ νῦν... Θεοτοκίον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον Ἦχος δ'

Ὡς τοῦ Κυρίου μαθητής, ἀνεδέξω Δίκαιε τὸ Εὐαγγέλιον, ὡς Μάρτυς ἔχεις τὸ ἀπαράτρεπτον, τὴν παῤῥησίαν ὡς Ἀδελφόθεος, τὸ πρεσβεύειν ὡς ἱεράρχης· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ἀπόστολε Χριστοῦ, καὶ αὐτόπτα καὶ Μάρτυς, Ἰάκωβε σοφέ, Ἀδελφόθεε μάκαρ, τοὺς πίστει ἑορτάζοντας, τὸ σεπτόν σου μνημόσυνον, ἐλευθέρωσον, τῶν συνεχόντων πταισμάτων, ταῖς πρεσβείαις σου, τοὺς οὐρανοὺς ἐμβατεύων, δυνάμει τοῦ πνεύματος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μαρία ἡ τὰ τρεῖς, ἀνηκούστους ἑνώσεις, ἑνώσασα φρικτῶς, παρθενίαν καὶ τόκον, Θεόν τε καὶ ἄνθρωπον, πίστιν τε καὶ πιστεύουσαν, τοῖς ξενίζουσι, τούτοις καρδίαν ἀνθρώπου, ἡμᾶς ἕνωσον, τῇ τοῦ Υἱοῦ Σου ἀγάπῃ, καὶ σῶσον πανύμνητε.

 

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὡς στῦλος ὑπάρχων τῆς Ἐκκλησίας Χριστοῦ, τὰ τείχη κατέῤῥιψας τῆς ἀπιστίας σοφέ, Ἱερομάρτυς Ἰάκωβε· ὅθεν πρὸ τοῦ θανάτου, τῶν Μαρτύρων τὰ ἆθλα, χαίρων ἐνυπομείνας, τὸν Χριστὸν προτιμήσας· δι’ ὃ πρέσβευε Αὐτῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐπάκουσον Δέσποινα ἐκ κατωδύνου ψυχῆς, βοῶντος τοῦ δούλου Σου καὶ τῶν πολλῶν μοι κακῶν, παράσχου μοι ἄφεσιν, Σὲ γὰρ ἔχω προστάτην, ἐν νυκτὶ καὶ ἡμέρᾳ, λύτρωσαι Θεοτόκε, τοῦ πυρὸς τῆς γεέννης, καὶ στῆσον ἐκ δεξιῶν με, τοῦ Σοῦ Υἱοῦ καὶ Θεοῦ.

 

 

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τοῦ θείου Πνεύματος, τὴν ἐπιφοίτησιν, μάκαρ δεξάμενος, τέμενος γέγονας, τῶν χαρισμάτων τῶν αὐτοῦ, καὶ τύπον πλάτος ἔχοντα, μυστικὸν συνέγραψας, πανιέροις νοήμασι, καὶ σοφαῖς ἐν φράσεσι, θεοφόρε Ἰάκωβε, φρικτῆς ἱερουργίας καὶ τοῦτον, παρέδωκας τῇ Ἐκκλησίᾳ.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐν τῇ κοιμήσει Σου, Παρθένε ἄχραντε, καὶ ὁ Ἰάκωβος, ὁ Ἀδελφόθεος, μετὰ τῶν ἄλλων Μαθητῶν, παρῆν ὡς θεασόμενος, τὸ ζωαρχικώτατον, καὶ πανάχραντον σκῆνός Σου, καὶ τὸ ἀνερμήνευτον, ἀνυμνήσων μυστήριον, τῆς θείας καὶ φρικτῆς Σου λοχεῖας, ὃ προσκυνοῦντας ἡμᾶς σῶσον.

 

Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ἰωάννου: Ἐγὼ εἰμὶ ἡ θύρα, δι’ ἐμοῦ...

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀποστόλου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Σήμερον, ἡ Ἱερουσαλὴμ ἅπασα, ταῖς τοῦ Ἱεράρχου αὐγάζεται ἀκτῖσι, καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τοῖς ἄνθεσι κοσμουμένη εὐφραίνεται ἐν τῇ ἐνδόξῳ μνήμῃ τοῦ θεοφόρου Πατρός. Καὶ τοῦτον προσκυνοῦντες κραυγάζομεν· σῶσον ἡμᾶς Κύριε, ταῖς αὐτοῦ ἱκεσίαις.

 

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἀποστόλου δύο.

Ὁ α’ Κανών. Ποίημα Θεοφάνους

ᾨδὴ α' Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον

Τὴν δόσιν, τὴν ἀγαθὴν Ἰάκωβε, καὶ δῶρον τέλειον, ἐκ τοῦ Πατρὸς τῶν φώτων τοῖς βροτοῖς, χορηγεῖσθαι διδάσκεις σαφῶς, ἧς μετασχεῖν Ἀπόστολε, τοὺς σὲ ὑμνοῦντας καθικέτευε.

Τῇ αἴγλῃ, σὺ φωτισθεὶς Ἰάκωβε, τοῦ θείου Πνεύματος, καὶ σὺν αὐτῷ τοὺς νόμους ἐκτιθείς, Ἐκκλησίας ῥυθμίζεις ἐθνῶν, ὡς τοῦ Χριστοῦ Ἀπόστολος, ἱεροφάντορ παμμακάριστε.

Χορείαν, τῶν Ἀποστόλων πάνσοφε, σαφῶς ἐκόσμησας, Ἀρχιερεὺς ὡς πρῶτος γεγονώς, αὐτουργίᾳ τοῦ Λόγου χρισθείς, ὡς μαθητὴς θεάδελφος, ἱεροκήρυξ μυστικώτατος.

Θεοτοκίον

Πηγήν σε, τῶν ἰαμάτων ἔχοντες, ἀπαρυόμεθα, ὡς τὴν πηγὴν τεκοῦσαν τῆς ζωῆς, Θεοτόκε πανύμνητε, καὶ τῶν ψυχῶν τὴν ἴασιν, καὶ τῶν σωμάτων τὴν ἀνάκτησιν.

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἀδελφὸν Ἰάκωβον ὑμνῶ Κυρίου.

ᾨδὴ α’. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.

Ἀκτῖσι φωτὸς τοῦ νοητοῦ, καταστραφθεὶς τὴν διάνοιαν ἔνδοξε, ὅλος ἐχρημάτισας, φωτοειδὴς Ἰάκωβε θεάδελφε, πᾶσαν ἀπελαύνων, τὴν νύκτα τῆς ἀθεότητος.

Δίκαιος ἐκ βρέφους τῷ Θεῷ, ἐκλελεγμένος καὶ ἄμεμπτος κέκλησαι, τῆς δικαιοσύνης δε, μαρμαρυγαῖς αὐγασθεὶς φῶς ἀπήστραψας, τῆς θεογνωσίας, καὶ τοὺς ἀνθρώπους ἐφώτισας.

Θεοτοκίον

Ἐκ Σοῦ παναμώμητε ἁγνή, σεσαρκωμένος προῆλθεν ὁ Κύριος, Θεοτόκε ἄχραντε, ὡς ἀγαθὸς ἀδελφὸν τὸν Ἰάκωβον, δίκαιον ὡς ὄντα, προσήκατο ὁ φιλάνθρωπος.

 

ᾨδὴ γ'. Εὐφραίνεται ἐπὶ σοὶ

Εὐφραίνεται ἡ φυλή, ἡ τοῦ Ἰούδα ἐπὶ σοὶ σήμερον, ταῖς τοῦ Χριστοῦ βλέπουσα, σὲ μαρμαρυγαῖς ἀπαστράπτοντα.

Ἀστέρα θεολαμπῆ, σὲ ἡ Ἐκκλησία τῶν ἐθνῶν ἔχουσα, τὸν εὐκλεῆ κήρυκα, θείαις δᾳδουχίαις λαμπρύνεται.

Τὸν νόμον τὸν τῆς ζωῆς, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ τέθεικας, ζωοποιῷ Πνεύματι, σὺ νομοθετῶν καὶ φθεγγόμενος.

Θεοτοκίον

Ὃν ἔτεκες ἐν σαρκί, Παρθενομῆτορ ἐκ Πατρὸς λάμψαντα, τοῦτον Ἁγνή, Ἰάκωβος, ὡς Θεὸν τῶν ὅλων ἐκήρυττε.

 

Ἕτερος. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν.

Λαμπρύνας σαυτὸν ταῖς ἀρεταῖς, δοχεῖον ἐχρημάτισας, τοῦ παναγίου Πνεύματος ἔνδοξε, καὶ μυστηρίων θείων διάκονος, τοῦ Χριστοῦ γενόμενος, παρ’ Αὐτοῦ κεκλήρωσαι, ἱεράρχα τὰ θεῖα χαρίσματα.

Φαιδρὸς ὡς ἀστὴρ τοῦ νοητοῦ, ἡλιου ἐξορμώμενος, τὴν Ἐκκλησίαν σὺ ἐδᾳδούχησας, ὡς μύστης ὄντως καὶ μαθητὴς τοῦ Χριστοῦ, ἀδελφός τε δίκαιος, προσκληθεὶς Ἰάκωβε, καὶ τὴν κτίσιν αὐγάζεις τοῖς θαύμασιν.

Θεοτοκίον

Ὁ μόνος Θεὸς τὴν τῶν βροτῶν, οὐσίαν προσλαβόμενος, ἐκ Σοῦ Παρθενομῆτορ ἐπέφανεν· Ὃν ἐν τῇ δόξῃ Πατρὸς θεώμενος, ὁ κλεινὸς Ἰάκωβος, τοῖς λαοῖς ἐκήρυττε, Θεοτόκον κυρίως δοξάζειν Σε.

 

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον

Συγγενὴς κατὰ σάρκα τοῦ Ἰησοῦ, χρηματίσας πρὸς τούτου χάριν πολλήν, Ἀπόστολε εἴληφας, καὶ τοῖς πᾶσι μετέδωκας, φωτισμοῦ καὶ γνώσεως, πανσόφου, Ἰάκωβε, καὶ εἰδώλων πλάνην, ῥιζόθεν ἀνέσπασας· ὅθεν οἱ τοῦ σκότους, προϊστάμενοι πλάνοι, ἀδίκως σε κτείνουσι, τὸν Σωτῆρα κηρύττοντα· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ὡς πανάμωμος νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑπάρχουσα, τοῦ Παρακλήτου πανύμνητε, ἀνομίας με ὄντα, αἰσχρὸν καταγώγιον, καὶ δαιμόνων παίγνιον, ἐν γνώσει γενόμενον, σπεῦσον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι, λαμπρὸν οἰκητήριον, ἀρετῆς ἀπαρτίσασα, φωτοδόχε ἀκήρατε· δίωξον τὸ νέφος τῶν παθῶν, καὶ τῆς ἄνω μεθέξεως ἀξίωσον, καὶ φωτὸς ἀνεσπέρου, πρεσβείαις σου Ἄχραντε.

 

ᾨδὴ δ'. Δι' ἀγάπησιν Οἰκτίρμον

Ἐπεβίβασας εἰς θάλασσαν σοῦ τοὺς ἵππους, τοὺς Ἀποστόλους Σῶτερ, καὶ ἐφώτισαν τὰ ἔθνη, πρὸς τὴν σὴν ἐπίγνωσιν, ἑλκύσαντες Κύριε.

Ἀκηλίδωτον ὡς ἔσοπτρον δεδειγμένος, καὶ πρωτουργοὺς ἀκτῖνας, τῆς ἀκτίστου Τριάδος, ἀκριβῶς δεξάμενος, τοῖς πᾶσιν ἐξέλαμψας.

Κυλιόμενόν σε λίθον ἡ προφητεία, ἡγιασμένον βλέπει, καὶ συντρίβοντα πλάνης, σαθρὰν ματαιότητα, ἰσχύι τοῦ Πνεύματος.

Θεοτοκίον

Ὑποδὺς Παρθενομῆτορ τὴν σὴν γαστέρα, ὁ πρὸ αἰώνων Λόγος, γεννηθεὶς ἀποῤῥήτως, ἐκ Πατρός, Ἰάκωβον, Ἀπόστολον δείκνυσι.

 

Ἕτερος. Ὄρος σε.

Νομίμοις, ἐντρυφῶν δικαιώμασιν ἄμεμπτος, χάριτος ὤφθης λειτουργός, τῶν μυστηρίων ἀκραιφνής, παμμάκαρ Ἰάκωβε, ὡς μαθητής, καὶ γὰρ αὐτόπτης μακάριε, ὑπηρέτης τοῦ λόγου γενόμενος.

Ἰδών σου, ἀκλινὲς τοῦ δικαίου τὸ φρόνημα, ὁ ἀδικώτατος λαός, καὶ φοινικώτατος δῆμος, Ἑβραίων κατέλευσε, τὸν ἀπλανῆ, ὁ πλάνης πλήρης Ἰάκωβε, Θεοῦ Υἱὸν τὸν Χριστόν σε κηρύττοντα.

Θεοτοκίον

Ἀσπόρως, Σὺ μόνη γαλουχεῖς Μητροπάρθενε· τὸν Ποιητὴν γὰρ τοῦ παντός, τίκτεις καὶ φέρεις ἐν γαστρί, τὸν μύστην καὶ κήρυκα, καὶ μαθητήν, Αὐτοῦ Ἰάκωβον δείξαντα, καὶ ἀδελφὸν προσηκάμενον Δέσποινα.

 

ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς

Σὺ Κύριε φωτός, ἀστραπὴν τὸν Ἰάκωβον, ἀνέδειξας φρυκτωροῦσαν, καὶ βροτοὺς τῆς ἀγνοίας, καὶ πλάνης ἀπαλλάττουσαν.

Σὲ Κύριε φωνή, ἐλευθέρα ἐκήρυξεν, ὁ δίκαιος ἀδελφός σου, μιμητής τε τοῦ πάθους, ἐγένετο κτεινόμενος.

Τὶς βρότειός σοι νοῦς, ἐγκωμίων ἐφύμνιον, δυνήσεται προσκομίζειν, ἀρετῆς λαμπρυνθέντι, ταῖς χάρισιν Ἰάκωβε;

Θεοτοκίον

Σὲ θεῖον ἀληθῶς, εὑρηκὼς ἐνδιαίτημα, κατῴκησεν ὦ Παρθένε, τὴν ἡμῶν σωτηρίαν, ὁ Λόγος προμηθούμενος.

 

Ἕτερος. Ὁ φωτίσας.

Κυβερνήσας, τὴν Χριστοῦ Ἐκκλησίαν Ἀπόστολε, διεσώσω, ἐκ βυθοῦ ἀγνωσίας τοῖς δόγμασι, τῶν ἐθνῶν θαλάσσας δέ, ἐκταράξας ἐπεβιβάσθης, καὶ γὰρ ὡς ἵππος θεόληπτε,.

Ὡς εἰρήνης, ποταμὸς εἰς τὰ ἔθνη κλινόμενος, κατακλύζεις, ἀπιστίας τὸ πρόσωπον ἔνδοξε, τὰς ψυχὰς ἀρδεύεις δέ, θεογνωσίας ἐπομβρίαις, τὰς τῶν ἀνθρώπων θεόληπτε.

Θεοτοκίον

Βάτος πάλαι, προετύπου τὸν τόκον Σου ἄχραντε, Ὃν ἑώρα, ἐν σπηλαίῳ σαφῶς ὁ Ἰάκωβος, ἐκ Παρθένου μήτρας γάρ, μὴ λύσαντα τὰς Σὰς σφραγίδας, καὶ Θεοτόκον Σε δείξαντα.

 

ᾨδὴ ς'. Θύσω σοι, μετὰ φωνῆς

Στολὴν σε, τῆς νομικῆς ἐνέδυσε κρείττονα, καὶ Ἱεράρχην δεικνύει, Ἀαρὼν τοῦ πάλαι τιμιωτέραν, ὁ δι' οἶκτον, εἰς ἀδελφότητά σε δεξάμενος.

Ὄργανον, ἐνεργείαις κρουόμενον Πνεύματος, πᾶσαν διάνοιαν θέλγον, καὶ Θεῷ προσάγον τοὺς σῳζομένους, ἐκ δουλείας, χαλεπωτάτης γέγονας ἄριστον.

Διψήσας, τοῦ τῆς ζωῆς ἐξέπιες νάματος, καὶ ποταμοὺς ἀναβλύζεις, θεοῤῥημοσύνης τῆς σῆς κοιλίας, ἁλλομένους, τῇ οἰκουμένῃ τῷ θείῳ Πνεύματι.

Θεοτοκίον

Εὔα μέν, παρακοῇ τὸν θάνατον ἔτεκεν, ἡ Θεοτόκος ζωὴν δέ, συλλαβοῦσα τέτοκε τὴν ἀγήρω, καὶ τὸ πάλαι, ὑπὲρ πάντων ἀπέτισεν ὄφλημα.

 

Ἕτερος. Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος.

Ὁ λίθος τῆς Σιὼν ὁ τεθειμένος Χριστός, τὴν θείαν ᾠκοδόμησεν, Ἐκκλησίαν ἣν τῷ αἵματι Αὐτοῦ, περιποιήσατο ὡς εὔσπλαγχνος, καὶ τὰς αὐτῆς ἶνας μάκαρ χερσί σου ἔθετο.

Νεφέλη γλυκασμὸν ἀποσταλάζουσα, ἐγνώσθης παμμακάριστε, καταρδεύων τὰς καρδίας τῶν πιστῶν, ταῖς διδασκαλίαις σου θεόσοφε, καὶ τὸν αὐχμὸν τῆς ἀθεΐας ἀποδιώκουσα.

Θεοτοκίον

Ὑμνοῦμέν Σε ἁγνὴ θεομακάριστε, δοξάζοντες τὸν τόκον Σου, τὸν δοξάσαντα τὴν μνήμην ἐπὶ γῆς, τὴν τοῦ Ἰακώβου Μητροπάρθενε, καὶ τοὺς βροτοὺς ἡμᾶς Θεσβῖτα τῇ μεσιτείᾳ Σου.

 

Κοντάκιον Ἦχος δ'. Ὁ ὑψωθεὶς

Ὁ τοῦ Πατρὸς μονογενὴς Θεὸς Λόγος, ἐπιδημήσας πρὸς ἡμᾶς ἐπ' ἐσχάτων, τῶν ἡμερῶν Ἰάκωβε θεσπέσιε, πρῶτόν σε ἀνέδειξε τῶν Ἱεροσολύμων, Ποιμένα καὶ Διδάσκαλον, καὶ πιστὸν οἰκονόμον, τῶν μυστηρίων τῶν πνευματικῶν· ὅθεν σε πάντες τιμῶμεν Ἀπόστολε.

Ὁ Οἶκος

Τὸν γόνον σε τοῦ Ἰωσήφ, καὶ Ἱεροσολύμων τὸν πρῶτον ἱεράρχην, Ἰάκωβε θεόπτα, καὶ τοῦ Κυρίου ἀδελφὸν ὕμνοις ἐγκωμίων ἀνυμνοῦμεν εὐσεβῶς, καὶ πίστει ἀνακράζομεν· Δώρησαι ἡμῖν δώρημα τέλειον ἐκ τοῦ Πατρὸς τῶν φώτων, καὶ ἀπέλασον τὴν θλίψιν τὴν ἐπερχομένην καὶ ἐνεστῶσαν ἐκ πλήθους πταισμάτων· ἐπῆραν γὰρ οἱ ἐχθροὶ καθ' ἡμῶν τὴν πτέρναν, καὶ ἐκύκλωσαν ἡμᾶς Ἰσμαηλῖται· ὧν θραῦσον ταχὺ τὰ τόξα ἱεροφάντορ, ἵνα σε πάντες τιμῶμεν Ἀπόστολε.

 

Συναξάριον

Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος καὶ Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ

Ὡς ἐν καμίνῳ τῷ ὑπερώῳ πυρσευόμενος, Θείου παρουσίᾳ Πνεύματος μυστικῶς, ὁ Ἰάκωβος ἐβόησεν· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Η ἐκ τοῦ ὕψους, πνοὴ βιαία τὸν Ἰάκωβον, γλώσσῃ πυριμόρφῳ φθέγγεσθαι τοῦ Θεοῦ, μεγαλεῖα παρεσκεύασεν· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Τῆς θεωρίας, τῆς πρακτικῆς σὺ ἐκτιθέμενος, δέλτον ἐκ πυξίδος ὥσπερ πνευματικῆς, τοὺς ἀνθρώπους ἐβελτίωσας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.

Θεοτοκίον

Ὁ ἀναπλάσας, κόσμον ἐν μήτρᾳ σου Θεόνυμφε, θείας λειτουργίας δείκνυσι τελεστήν, τὸν Ἰάκωβον κραυγάζοντα· Εὐλογημένη σύ, ἐν γυναιξὶν ὑπάρχεις πανάμωμε.

 

Ἕτερος. Σὲ νοητήν.

Μίαν ἀρχήν, μίαν κυριότητα, μίαν Θεότητα τρισίν, ὑποστάσεσιν ἀληθῶς, σέβειν διετράνωσας, ἱεράρχα ἔνδοξε, καὶ ἐκβοᾷν ἐξεπαίδευσας· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Νόμου σκιαῖς, τυπωθεὶς Ἰάκωβε, ἐξανατείλαντι Χριστῷ, μεμαθήτευσαι καὶ Αὐτοῦ, Μάρτυς ἐχρημάτισας, δόξαν ἀπαστράπτοντα, τὴν πατρικὴν ἀγγείλας Αὐτόν· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καῖ ὑπερένδοξος.

Θεοτοκίον

Ὡς καθαρόν, Σὲ δοχεῖον Δέσποινα, σκηνώσας Λόγος τοῦ Πατρός, ἐπεσπάσατο ἀδελφόν, δίκαιον Ἰάκωβον, πάσαις ἀπαστράπτοντα, ταῖς ἀρεταῖς καὶ πιστούμενον, ὡς ἀληθῶς Θεοτόκον, ἁγνὴν κυρίως ἄχραντε.

 

ᾨδὴ η'. Χεῖρας ἐκπετάσας Δανιὴλ

Χεῖρας ἐκπετάσας κραταιάς, τοὺς Ἀποστόλους σου Σῶτερ εὐλόγησας, ἐπανερχόμενος Δέσποτα, πρὸς τὸν ἄναρχον Πατέρα σου, καὶ παρεσκεύασας αὐτοὺς μέτ' εὐφροσύνης βοᾶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὥσπερ ἐπηγγείλω ἀψευδῶς, τοῖς Ἀποστόλοις σου Πνεῦμα ἀπέστειλας, τούτου, Ἰάκωβος Δέσποτα, τῇ λαμπρότητι λαμπόμενος, τὴν οἰκουμένην ἀστραπαῖς, καταγλαΐζει φαιδρῶς, καὶ κραυγάζει· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Σοφίαν Ἰάκωβε σοφέ, τὴν ἐνυπόστατον ἔσχες διδάσκαλον, μυσταγωγοῦσάν σε ἄῤῥητα, καὶ ἀνέκφραστα μυστήρια, καὶ πρὸς εὐσέβειαν λαούς, μέλπων διήγειρας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Ὄρος ἐκφανθεῖσαν νοητόν, Παρθένε ἄχραντε, Προφήτης βλέπει σε· ἐκ σοῦ ὑπέρτιμος λίθος γάρ, ἐκτμηθεὶς περιεσώσατο, τὴν οἰκουμένην ἀληθῶς, ἐνθέως ψάλλουσαν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Ἕτερος. Ἐν καμίνῳ παῖδες Ἰσραήλ.

Κοσμηθεῖσα σοῦ ταῖς ἡδοναῖς, Χριστοῦ ἡ Ἐκκλησία, καὶ δόσεσιν ἀγαθαῖς, κατεντρυφῶσα τὴν σεπτήν, μνήμην ἑορτάζουσα, καὶ βοῶσα· πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Ὑπερήρθης δόξῃ εὐκλεῶς, ὡς δίκαιος ὡς μάρτυς, ὡς μύστης ὡς μαθητής, ὡς ὑπηρέτης ὡς Χριστῷ, κραυγάζων Ἰάκωβε· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Ῥητορεύει τόκον τῆς ἁγνῆς, Παρθένου καὶ κηρύττει, Θεὸν τὸν σεσαρκωμένον, ὁ Ἰάκωβος λαοῖς, προθνήσκων ὡς μάρτυς Αὐτοῦ, καὶ κραυγάζων· πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ'. Λίθος ἀχειρότμητος ὄρους

Δεῦτε τὸν πρωτόθρονον πάντες, τῆς Ἐκκλησίας τὸν φωστῆρα, ἱεροῖς Ἰάκωβον ὕμνοις, ὡς ἱεράρχην καὶ θεῖον κήρυκα, τὸν φερωνύμως Δίκαιον, ὀνομασθέντα μεγαλύνωμεν.

Θείας κοινωνὸν ὡς φανέντα, ἀτελευτήτου βασιλείας, καὶ Θεοῦ κληρωθέντα ἀδελφόν, καὶ πολιτείαν ἐπαληθεύουσαν, προσηγορίᾳ δείξαντα, σὲ μεγαλύνομεν Ἰάκωβε.

Θρόνῳ παριστάμενος Μάκαρ, στεφανηφόρος τῆς Τριάδος, πίστει τοὺς τιμῶντάς σε πόθῳ, τῶν ἀκηράτων κατατρυφῆσαι γερῶν, Ἀρχιερεῦ Ἰάκωβε, τὸν σὸν Δεσπότην καθικέτευε.

Θεοτοκίον

Σὺ τὸν ἐκ Παρθένου τεχθέντα, ἀπειρογάμως Θεοφάντορ, ταῖς μυσταγωγίαις σου σαφῶς Θεόν, διδάσκεις σεσαρκωμένον Λόγον, εἰς ὅν περ καὶ πιστεύοντες, νῦν ἐπαξίως μεγαλύνομεν.

 

Ἕτερος. Τύπον τῆς ἁγνῆς λοχείας Σου.

Ἴθυνας εὐχαῖς Ἰάκωβε, τοὺς σὲ ὑμνοῦντας μάκαρ ἀπολυτρούμενος, ἐκ κινδύνων τε, καὶ ἐπηρείας καὶ θλίψεως, νοσημάτων καὶ πάσης κακώσεως, ὅπως μετ’ εὐφροσύνης, ἐπιτελοῦμέν σου τὴν μνήμην ἀεί.

Ὅλην τὴν αὐγὴν τοῦ Πνεύματος, εἰσδεδεγμένος μάκαρ τρανῶς τεθέασαι, δόξῃ τοῦ Πατρός, τὸν Υἱὸν συνεδρεύοντα, καὶ τὴν δόσιν τὴν θείαν σοι νέμοντα· ἧς κῆρυξ χρηματίσας, μάρτυς θεάδελφος γεγένησαι.

Θεοτοκίον

Ὕμνοις ἀσιγήτοις μέλπομεν, τὸν Σὸν Υἱὸν Παρθένε καὶ Κύριον, καὶ Σὲ τὴν ἁγνήν, Θεοκυήτορα σέβομεν, ὡς διδάσκει ὁ θεῖος Ἰάκωβος· τὰ ἔθνη σαγηνεύει, καὶ Ἰουδαίων τρέπει ἄνοιαν.

 

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς

Ὡς Ἱεράρχης πρώτιστος, τῆς καινῆς Διαθήκης, ὡς μέγιστος Ἀπόστολος, ὡς σοφὸς Ὑποφήτης, καὶ Μάρτυς ὢν ἀληθείας, παρὰ πάντας πλουτήσας, ἐξαίρετον ἀξίωμα, ἀδελφός τοῦ Κυρίου, νῦν πρὸς αὐτόν, λίθοις ἀναιρούμενος μετετέθης, παρ' οὗ ἡμῖν Ἰάκωβε, λύσιν αἴτει πταισμάτων.

Ἕτερον. Ὅμοιον.

Λάμπων φωτὶ τῶν ἔργων σου, παρεστὼς τῇ Τριάδι, ἐν παῤῥησίᾳ πρέσβευε, οἷα χάριτι πέλων, καὶ ἀδελφὸς τοῦ Κυρίου, νοητὸν φῶς ἀπαστράψαι, καρδίαις τῶν τελούντων σου, τὴν ὑπέρφωτον μνήμην, ἱερουργὲ ἐξ ὕψους τοῦ Παρακλήτου, Ἀπόστολε Ἰάκωβε, ὑπεδέξω τὴν αἴγλην.

Θεοτοκίον

Ἡ φοβερὰ τῆς κρίσεως, καὶ μεγάλη ἡμέρα, νῦν ἐπὶ θύραις ἕστηκεν· ὅρα πρόσεχε νῆφε, ψυχή μου καὶ ἐκ καρδίας, πρόσπεσον τῇ Παρθένῳ, καὶ μόνῃ Θεομήτορι, δάκρυσιν ἐκβοῶσα· Πάσης Ἁγνή, τιμωρίας ῥῦσαί με δυσωπῶ σε, καὶ δεξιοῖς προβάτοις με, σύνταξον τοῦ Υἱοῦ σου.

 

 

 

 

 

 

 

 

 

Αἶνοι. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων

Τῶν εὐσεβούντων τὰ πλήθη, νῦν ἱερὰν ἑορτήν, χαρμονικῶς τελοῦντες, ἀλαλάξωμεν πάντες, πιστῶς ἀνευφημοῦντες, ψαλμοῖς καὶ ᾠδαῖς, τὸν θεάδελφον σήμερον, καὶ μαθητὴν τοῦ Κυρίου, ὅστις ἀεί, ἱκετεύει τοῦ σωθῆναι ἡμᾶς.

 

Τῆς κατὰ σάρκα Κυρίου, ἐπιδημίας Σοφέ, ἀδελφὸς ἀνεδείχθης, μαθητὴς καὶ αὐτόπτης, τῶν θείων μυστηρίων, φυγὰς σὺν αὐτῷ, ἐν Αἰγύπτῳ γενόμενος, σὺν Ἰωσὴφ τῇ Μητρί τε τοῦ Ἰησοῦ, μεθ' ὧν πρέσβευε σωθῆναι ἡμᾶς.

 

Τῶν Ἀποστόλων ὁ δῆμος, σὲ ἐξελέξατο, ἱερατεύειν πρῶτον, ἐν Σιὼν τῇ ἁγίᾳ, Χριστῷ τῷ εὐεργέτῃ, ὡς ὄντα αὐτοῦ, τῆς κατὰ σάρκα γεννήσεως, καὶ ἀδελφὸν συνοδίτην καὶ ὀπαδόν, τῶν ἰχνῶν αὐτοῦ, Ἰάκωβε.

 

Τὸν Ἀδελφόθεον πάντες ἀνευφημήσωμεν, ὡς Ἱεράρχην ὄντα, μαρτυρίῳ δὲ πάλιν, ἐμπρέψαντα γενναίως οὗ ταῖς εὐχαῖς, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, ὁ δι’ ἡμᾶς ἀδελφὸς χρηματίσας αὐτοῦ, σῶσον πάντας τοὺς ὑμνοῦντάς σε.

 

Δόξα... Ἦχος α'. Βυζαντίου

Ἐν τῇ πυρίνῃ αἴγλῃ τοῦ θείου Πνεύματος φωτισθείς, τῆς εὐσεβείας ὤφθης θεῖος ζηλωτής, Ἀδελφόθεε Ἰάκωβε· ὅθεν καὶ στολήν σε νομικῆς ἱερωσύνης, ὡς Ἀαρὼν τοῦ πάλαι, τιμιωτέραν ἐνέδυσεν ὁ δι' οἶκτον εἰς ἀδελφότητα δεξάμενος· Αὐτὸν ἱκέτευε, Ἀποστόλων Ἔνδοξε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν... Θεοτοκίον

Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὦ Θεομῆτορ, ἱκεσίαις σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς· ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις.

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοῦ Θεαδέλφου Ιακώβου τὴν μνήμην, νῦν ἐκτελοῦντες Χριστωνύμων χορεῖαι, ταῖς πρὸς Χριστὸν αἰτούμεθα δεήσεσι, δι’ ἀγάπην ῥεύσαντος, ὑπὲρ πίστεως αἷμα, καθὼς εὐπαῤῥησίαστος, πρεσβευτὴς ἐστὶν ὄντως· διὸ βοήσωμεν αὐτῷ τρανῶς· ἐν ὥρᾳ δίκης, ἡμῶν πάντων μνήσθητι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Θεάδελφε Ἰάκωβε, δέξαι ὕμνον. Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Θεὸν ἐκδυσώπει ὐπὲρ ἠμῶν, Ἰάκωβε μάκαρ, ὁ μερίδα σου δοὺς Αὐτῷ, τῶν σὲ ἀνυμνούντων ἐπαξίως, ποίμνης ἀμνῶν δεξιοῖς ἀριθμήσασθαι.

Ἐλθὲ εἰς βοήθειαν τῶν πιστῶν, τιμώντων ε Πάτερ, τῆς Σιῶνος Ἀρχιερεῦ, ὡς πρώτιστος ταύτης Ἱέραρχης, καὶ ἐξ ἀνάγκης ἡμᾶς ἐλευθέρωσον.

Ἀπόστολε πρέσβευε ἐκτενῶς, ὑπὲρ τῶν ὑμνούντων, σὲ ὡς δίκαιον ἄνδρα νῦν, ὁ αἷμα Ἰάκωβε ἐκχύσας, Ἱερομάρτυς Κυρίου δεικνύμενος.

Θεοτοκίον.

Δεινῶν με ἀπάλλαξον χαλεπῶν, καὶ θανατηφόρου, ἀσθενείας σαρκὸς Ἁγνή, παθῶν ψυχικῶν τῶν ὀλεθρίων, ὅπως ἐν ὕμνοις ἀεὶ μακαρίζω Σε.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἐπηρείας δαιμόνων ἡμᾶς ἀπολύτρωσαι, τοὺς Θεάδελφε τοῦ Κυρίου ᾠδαῖς τιμῶντάς σε, σὺ γὰρ πιστῶς ἐκ Χριστοῦ, ἀπείληφας ἐξουσίαν, ἀπελαύνειν πνεύματα, θεομακάριστε.

Λοιμικῶν νοσημάτων ταχὺ ἡμᾶς ἴασαι, τοὺς ἁπανταχοῦ τοὺς σοὺς πόνους, πόθῳ κηρύττοντας, ὅτι ἐδόθη σοφέ, σοὶ ἐκ Θεοῦ θεία χάρις, καὶ ψυχῆς θεράπευσον, πάντων τὰ τραύματα.

Φιλαυτίας κακίας καὶ μιαρῶν πράξεων, ῥῦσαί με πιστῶς σοὶ κραυγάζω· μῦστα Ἀπόστολε, ὁ διδαχθεὶς ἐκ Χριστοῦ, ἣν πρῶτος ἔγραψας θείαν, λειτουργίαν ἅπαντας, καθαγιάζουσαν.

Θεοτοκίον.

Εὐμενέσι πρεσβείαις ὑπὲρ ἠμῶν πρόσδεξαι, Λόγε τοῦ Θεοῦ τῆς Μητρός Σου, καὶ δὸς ἀμείμονα, παραγγελμάτων δ’ Αὐτοῦ, μὴ ἐπιλήσμονες εἶναι, πάντες οἱ τιμῶντές Σε, γένους τὴν σώτειρα.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ νόσων τοὺς σὲ τιμῶντας, θεοκῆρυξ Ἰάκωβε ἐν εὐήχοις ᾄσμασι, σὺ γὰρ εἶ, αὐτάδελφος Θεοῦ ζῶντος.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Σὺ κήρυξ θερμὸς ἀνεδείχθης Ἰάκωβε, Χριστοῦ ἀδελφός, πανεύφημε Ἀπόστολε· διὸ πάντας πρόσδεξαι, τοὺς πιστῶς σοι μάκαρ προστρέχοντας, φωτὸς χαρίτων δ’ ἔμπλησον ἡμᾶς, καθὼς ἀστὴρ εἶ θεολαμπέστατος.

 

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἰακώβου δεήσεσι, πρόσδεξαι ἐνθέρμοις Σωτὴρ φιλάνθρωπε, καὶ δὸς πᾶσι τὰ εὐφρόσυνα, τὴν ὁδὸν δεικνύων τὴν σωτήριον.

Ἀθλητὰ παναοίδιμε, λίθοις ἀνηρέθης ὅτι διήλεγξας, Ἰουδαίων τὴν ἀσέβειαν, ἴθυνον ἡμᾶς νῦν πρὸς εὐσέβειαν.

Κλέος ἔνθεον γέγονας, ὁ διὰ ἀγάπην Χριστοῦ καὶ θάνατον, ὑπομείνας ἱερώτατε· διὸ πόθον σου πιστοῖς ἐμφύτευσον.

Θεοτοκίον.

Ὦ ἁγνὴ ἐσωμάτωσας, Λόγον ἐκ λαγόνων Σου τὸν ὑπέρθεον, Ὃν δυσώπει ἡμᾶς ῥύσασθαι, ἐκ πυρὸς ἀσβέστου τῆς κολάσεως.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Βλέψον πρὸς ἡμᾶς, ἱλαρῷ σοὶ μάκαρ ὄμματι, ὅτι ἔχεις παῤῥησίαν πρὸς Χριστόν, ὡς θείος Τούτου Μαθητής τε καὶ Θεάδελφος.

Ἕλκυσον ἡμᾶς, τῷ ἀγκίστρῳ τῆς σαγήνης σου, ὡς σοφὸς ἔμπειρος ἀλιεύς, καὶ πρὸς βίον μετανοίας καθοδήγησον.

Δὸς τοῖς σὲ πιστῶς, ἀνυμνοῦσι Ἀδελφόθεε, ἐν ψαλμοῖς ψυχῆς τὰ κρείττω καὶ δεινάς, ἴασαι νόσους, τῇ ταχείᾳ ἀντιλήψει σου.

Θεοτοκίον.

Ἔπαυσας ἁγνή, Προπατόρων τὸ κατάκριμα, τοὺς τὸν πάντας δικαιώσαντα σαρκὶ Χριστὸν τεκοῦσα, Ὃν ὑπὲρ ἡμῶν δυσώπησον.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ξοάνων, βδελυρὰν πλάνην σκόρπισον, καὶ πρὸς Φῶς θεολαμπές, ἠμᾶς ἄγε πᾶσι σοφέ, τὸ στεῤῥόν σου παράσχου, ἵν’ ὡς Ἰώβ, τὰ δεινὰ ὑπενέγκωμεν, ἐκφύγωμεν βέλη δ’ ἐχθροῦ ἰοβόλα, προστάτης δεικνύμενος.

Ἀμίσθως, τὰ ἀλγεινὰ νοσήματα, θεραπεύεις τῷ ἁγίῳ ἐλαίῳ, τὰς λυπηρὰς καταστάσεις μακρύνεις, καὶ πειρασμοὺς ἀπελαύνεις Ἀπόστολε, μακρὰν ἀπὸ τῶν ψαλμικῶς, ἀνυμνούντων τὴν ἔνδοξον μνήμην σου.

Ἱκέτευε, Ἰησοῦν Ἰάκωβε, ἡμῖν δοῦναι τὴν ὀφλὴν ἐγκλημάτων· ὅτι Αὐτῷ παῤῥησίαν μεγάλην, ὠς Μαθητὴς καὶ Θεάδελφος κέκτησαι, καὶ μνήσθητι ὥρᾳ φρικτῇ, ἡμῶν πάντων πιστῶς ἀνυμνούντων σε.

Θεοτοκίον.

Ὑπῆρξας, τὸ καθαρώτατον κρίνον, ἐν κοιλᾶσι παρθενίας τὸ ῥόδον, τὸ πανευῶδες ὀσφράδιον Κόρη, ὃ Ποιητής, πρὸς κατοίκησιν εἵλετο, τὴν μήτραν Σου καὶ σαρκωθείς, εὐῳδίας τὰ πάντα ἐπλήρωσε.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ νόσων τοὺς σὲ τιμῶντας, θεοκῆρυξ Ἰάκωβε ἐν εὐήχοις ᾄσμασι, σὺ γὰρ εἶ, αὐτάδελφος Θεοῦ ζῶντος.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἀντιλήπτωρ πενήτων ὑπῆρξας πανάριστος· διὸ πρέσβυς γενοῦ, πρὸς Θεὸν ἡμῶν ἔνθερμος, τῆς Σιωνίτιδος Ἐκκλησίας πρώτιστε ποιμήν, καὶ νῦν τάχυνον ὡς συμπαθής, τοῦ βοηθῆσαι γηγενεῖς, μετὰ πόθου βοῶντάς σοι· ἴασιν δὸς νοσοῦσιν, ἐκλύτρωσαι δαιμονῶντας, καὶ πάντας τήρει ἀβλαβεῖς, ἐκ κακώσεων Ἰάκωβε.

 

Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ

Στ.: Οἱ οὐρανοῖ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.

Εὐαγγέλιον, Ἀποστολικόν

Δόξα: Ταῖς τοῦ Ἀποστόλου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Μὴ οὖν ἀποῤῥἰψῃς με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄσωτον, σὲ νῦν καταφεύγοντα, ὦ Ἰάκωβε Ἅγιε, σῶσόν με πιστῶς προσπίπτοντα, τῇ μορφῇ σου κατασπάσασθαι, ἴασιν ἄμφω δὸς τάχιστα, καὶ ῥῦσαι κακώσεων, θλίψεων ἐξαιρούμενον, καὶ τῶν δυσμενῶν συμφορῶν τοῦ βίου, ἵνα μεγαλύνω τὴν μνήμην, ἀρετὰς καὶ θαυμαστά, ἃ κατεργάζῃ Ἀπόστολε· χαίροις οὖν φθεγγόμενος.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Μακαρίαν σὴν μνήμην ἐκτελοῦντας ἐν πίστει ἰερομῦστα σοφέ, αἰτούμεθα λιταῖς σου, κολάσεως ῤυσθῆναι, οἱ ἀπαύστως κραυγάζοντες· ὀ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἶ.

Νοσήματα ἰᾶσαι, ὡς εἰληφὼς τὴν χάριν, κατὰ παθῶν ἐκ Χριστοῦ· διὸ τοὺς σὲ τιμῶντας Ἰάκωβε, ἐν ὕμνοις πειρασμῶν ἐλευθέρωσον, ἀσθενειῶν χαλεπῶν, ψυχῆς τε μολυσμάτων.

Ὁ Μαθητής Σου Λόγε τοῦ Ἰωσὴφ ὀ γόνος, πρὸς σὲ μετήχθη λαμπρῶς, ὡς Ἀθλητὴς καὶ Μάρτυς, τῆς ἀρχιερωσύνης, καταρδεύων ταῖς χάρισι, τοὺς ἀνυμνοῦντας αὐτόν, θερμῶς ἠμῖν πρεσβεύων.

Θεοτοκίον.

Νύξ με τῆς ἀμελείας συνέχει καὶ καλύπτει ἁμαρτημάτων βυθός, ἀλλὰ Φῶς ἡ τεκοῦσα, πρὸς γένους σωτηρία, σπεῦσον τάχει αὐγᾶσαί μου, φρένας καρδίαν ψυχήν, τὸ ἐρεβῶδες σκότος.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Γάννυται μέγα, πλῆθος ἐν σοὶ ὀρθοδόξων, καὶ Χριστῷ βοᾷ ἐν εὐφροσύνῃ· σῶσον ἡμᾶς Σῶτερ, εὐχαῖς Ἀδελφοθέου.

Ἐλέους θείου, καὶ δωρεῶν ἡμᾶς πλῆσον, ταπεινῶς φρονεῖν ἵν’ ἀνυμνοῦμεν, σὲ πρωθιεράρχα, τῶν Ἱεροσολύμων.

Ὤφθης πολλάκις, μάκαρ πιστοὺς περισκέπων, ὡς τοῦ Λόγου μύστης καὶ ἀκέστωρ· ὅθεν ἡμᾶς ῥῦσαι, ἐκ θλίψεων καὶ νόσων.

Θεοτοκίον.

Ῥῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, καὶ βροτῶν ἀγνὴ ἀγιωτέρα, πάντας τοὺς ὑμνοῦντας, τὴν Σὴν κηδεμονίαν.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Γαλήνιον παράσχου, Ἀπόστολε βίον, πᾶσιν ἡμῖν ἰερεῦσι καὶ δούλοις Χριστοῦ, καὶ ἐξελοῦ λαὸν Τούτου, βλάβης αἱρέσεων.

Ἱκέτευε Σωτῆρα, ἵαν ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς Μαθητά, τοὺς θείαν μνήμην Θεάδελφε, ἑορτάζοντας.

Ὁ τὴν χειροτονίαν, λαβὼν ἐκ Δεσπότου., δὸς ἡμῖν πονηροῦ φεύγειν παγίδων δεσμά, καὶ ἔσο πρόμαχος πάντων, τῶν εὐφημούντων σε.

Θεοτοκίον.

Ὑψίστου χρυσοῦς Θρόνος, πέλεις Σὺ ἐν πόλῳ· διὸ δυσώπει Υἰόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον ὁμολογοῦντάς Σε.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Νόσους ἀποδίωξον λοιμικάς, ἀφ’ ἡμῶν καὶ πάθη, ἱερώτατε Ἀθλητά, σαῖς θερμαῖς πρεσβείαις, Χριστὸν καθικετεύων, τῶν θλίψεων δὲ νέφη, τάχει διάλυσον.

Βάλσαμον οἰ λόγοι σου τοῖς λαοῖς, Ἰάκωβε θεῖε, ἐγεγόνησαν ἀληθῶς, ὡς τοὺς ἀσθενοῦντας, ἰᾶτο ἡ σκιά σου, οὕτω τοὺς νῦν νοσοῦντας, σπεῦσον ἰάσασθαι.

Εὔχου ἀρχιθῦτα δοῦναι ὀφλήν, τῶν ἡμῶν πταισμάτων, ὁ δοξάσας σε Ἰησοῦς, οὗ τοὔνομα μέγα, ἐτράνωσας καὶ πίστιν, ἀφόβως Ἰουδαίοις, καθομολόγησας.

Δὸς ἡμῖν ἀμείνονα σαῖς λιταῖς, Χριστοῦ τὴν εἰρήνην, Ἱεράρχα καὶ τὴν χαράν, ἱλασμὸν πταισμάτων, ταπείνωσιν ἀγάπην, φόβον Θεοῦ σὺν πίστει, βίου διόρθωσιν.

Ποίει ποίμνης γαίας Ἑλληνικῆς, σαῖς θερμαῖς πρεσβείαις, εἶναι ἄμπελον τοῦ Χριστοῦ, ἵν’ ἀεὶ τιμᾷ σε, Ἰάκωβε ἐν ὕμνοις, πρὸς τρίβον μετανοίας, ἰθύνων ἕκαστον.

Θραῦσον τὰ φρυάγματα τῶν ἐθνῶν, ἔπαρσιν βελίαρ, καὶ αἱρέσεων ἀπειλάς, Ἱεροσολύμων, πρώτιστε ποιμενάρχα, φρουρῶν τοὺς Ὀρθοδόξους, ἐκ περιστάσεων.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πέλεις, Ὀρθοδόξων ὀδηγός, τεῖχος ὀχυρὸν ἀντιλήπτωρ, καὶ τῶν πτωχῶν ἀρωγός, ὦ σεπτὲ Ἰάκωβε, πρωθιεράρχα Χριστοῦ, τῆς Σιῶνος τὸ καύχημα, πιστῶν ὁ προστάτης, Ἀθλητῶν ἀγλάϊσμα, Ἱεραρχῶν ἡ τρυφή· ὅθεν δίδου πᾶσι τὰ κρείττω, σώζων ἐκ φθορᾶς νοσημάτων, καὶ δεινῶν τοὺς μνήμην σου γεραίροντας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

 

 

ΟΚΤΩΒΡΙΟΣ 21. ΟΣΙΟΣ ΧΡΙΣΤΟΔΟΥΛΟΣ ΠΑΤΜΟΥ ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ ΚΑ΄!!
ΧΡΙΣΤΟΔΟΥΛΟΣ ΟΣΙΟΣ ΠΑΤΜΟΥ
ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς ἀστέρα πολύφωτον, θεοφόρε Χριστόδουλε, οἰκουμένην ἅπασαν καταλάμποντα, σὲ ἐγνωκότες γεραίρομεν, ἐν ὕμνοις τὴν μνήμην σου, καὶ τὴν λάρνακα τὴν σήν, εὐλαβῶς προσπτυσσόμενοι, ἐκβοῶμέν σοι· μὴ ἐλλίπῃς παμμάκαρ τὸν Δεσπότην, καὶ Θεὸν ἡμῶν πρεσβεύειν, τοῦ οἰκτειρῆσαι τοὺς δούλους σου.

Τῶν Ὁσίων ὁμότιμος, καὶ Ἀγγέλων ὁμόσκηνος, ὡς ὑπάρχων μέμνησο τῶν τιμώντων σε, καὶ ἀνυμνούντων Χριστόδουλε, τὴν κοίμησιν σήμερον, τὴν σεπτήν σου καὶ φαιδράν, ἐκ παντοίων λυτρούμενος, τούτους θλίψεων, καὶ κολάσεως Πάτερ αἰωνίου, καὶ βαρβάρων ἐπηρείας, καὶ πάσης ἄλλης κακώσεως.

Τοὺς γενναίους ἀγῶνάς σου, καὶ Ἀγγέλων ἐθαύμασεν, ἠ πληθὺς μακάριε καθορῶσά σου, τὸ τῆς νηστείας ἀνένδοτον, τὴν στάσιν τὴν πάννυχον, προσευχὴν διηνεκῆ, καὶ δακρύων τὸ ἄμετρον· ὅθεν αἴτησαι, παῤῥησίαν ὡς ἔχων τοῖς σοῖς τέκνοις, ἱλασμόν τε τῶν πταισμάτων, καὶ Παραδείσου τὴν οἴκησιν.

Τοὺς γενναίους ἀγῶνάς σου, θεοφόρε Χριστόδουλε, καὶ τὴν ὑπερβάλλουσαν καρτερίαν σου, τῆς θαυμασίας ἀσκήσεως, Χριστὸς ὁ Θεὸς ἡμῶν, κατιδών σου τὴν αὐτοῦ, βασιλείαν ηὐτρέπισεν, Ὃν ἱκέτευε, ἐξ ἐχθρῶν πολεμίων λυτρωθῆναι, τὴν σὴν ποίμνην θεοφόρε, παμμάκαρ Πάτερ Χριστόδουλε.

Καὶ ἐγκράτειαν σύντονον, προσευχὴν τ’ ἀδιάλειπτον, ἀγρυπνίαν πάννυχον ἐκαρτέρησας, καὶ τοὺς πεινῶντας διέθρεψας πτωχούς, διὰ τοῦτό σε, ἐν τοῖς κόλποις Ἀβραάμ, ὁ Χριστὸς κατεσκήνωσεν, Ὃν ἱκέτευε, θεοφόρε τρισμάκαρ λυτρωθῆναι, ὁρατῶν καὶ ἀοράτων, τὴν θείαν ποίμνην σου Ὅσιε.



Θεωρίαις καὶ πράξεσι, πρὸς Θεὸν ἀνυψούμενος, διὰ βίου πάνσοφε διετέλεσας, τῆς θεωρίας ἐπίβασιν, τὴν πράξιν πηξάμενος, καὶ σοφῶς τῶν ὀρεκτῶν, ἀγαπήσας τὸ ἔσχατον, οὗ γενόμενος, τῆς ἐφέσεως ἔστης μακαρίου, ἀξιούμενος νῦν τέλους, θεόφρον Πάτερ Χριστόδουλε.

Δόξα. Ἦχος δ΄.
Ἀγάλλεται σήμερον ἡ Ἐκκλησία τοῦ Θεοῦ, λαμπρυνομένη τῇ χάριτι, καὶ πιστῶς πανηγυρίζει τῆς Πάτμου τὰ συστήματα, ἐπὶ τῇ ἐπανόδῳ τοῦ τιμίου λειψάνου σου, ἡγιασμένε Πάτερ Χριστόδουλε· καὶ δοξάζει Χριστόν, τὸν διὰ σοῦ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. Γ΄, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.







Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.












Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄
Ο κλεινὸς καὶ στεῤῥὸς Χριστόδουλος, ἐν τῇ τοῦ βίου ἀθλήσει, τὰ στίφη τῶν δαιμόνων καθεῖλεν· ἐν ἑαυτῷ γὰρ εἶχε τὸν Κύριον, καὶ τὸν ἀσκητικὸν δρόμον ἀξίως διανύσας, ἐν μοναστῶν νῦν σκηναῖς αἰωνίως ἀγάλλεται, καὶ θρόνῳ Θεοῦ παριστάμενος, ἀκαταπαύστως πρεσβεύει ὁ Ὅσιος, τοῦ σῶσαι πάντας ἡμᾶς τοὺς τελοῦντας τὴν μνήμην αὐτοῦ τὴν σωτήριον.

Ο αὐτός.
Τὸν ἐν πόνοις τοῖς ἀσκητικοῖς ἀπαράμιλλον, τὸν ὑπὲρ τῆς αἰωνίου ζωῆς ἀγωνισάμενον, ἅπαντες τιμήσωμεν λέγοντες· Χαίροις ὁ στεῤῥὸς τῆς πίστεως θέμεθλος, κατὰ τους ἀρχαίους πατέρας καὶ διδασκάλους· χαίροις ό φαιδρῶς λάμψας ἐν ἀρεταῖς, ὁ φωτίσας τὰ πέρατα τοῦ κόσμου, χαίροις ἡ τῶν θαυμάτων ἀκένωτος πηγή, χαίροις τῆς Πάτμου τὸ καύχημα καὶ τῶν νήσων ἀγαλλίαμα.

Ἦχος β ´.
Τὸ μνημόσυνόν σου εἰς τὸν αἰῶνα μένει, Ὅσιε πάτερ Χριστόδουλε, καὶ τὸ πρᾷον τῆς καρδίας σου, θεράπον μακάριε εἰ γὰρ μετέστης ἐξ ἡμῶν, ὁ ποιμὴν ὁ καλός, ἀλλ᾿ οὐκ ἀπέστης ἀφ᾿ ἡμῶν τῷ πνεύματι· ἐν ἀγάπῃ Θεῷ παριστάμενος καὶ σὺν Ἀγγέλοις χορεύων ἐν οὐρανοῖς, ἱκέτευε ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος γ ´.
Ὅσιε Χριστόδουλε, τῆς στεῤῥοτάτης ἀσκήσεως ἐν τῇ καυστικῇ καὶ ἐπιπόνῳ διατριβῇ, ὡς ἐν ἀδύτοις ἀναπαυόμενος διετέλεσας· τοῖς ἐρημικωτέροις γὰρ ἑαυτὸν συνάψας πνευματικῶς, τὰς πυριφλέκτους φαρέτρας τῶν δαιμόνων κατεπάτησας, καὶ ὑπεράνω πάσης ἀρετῆς γεγονώς, συναυλίζη Ἀγγέλοις ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μεθ’ ὧν πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.
Τοῖς ἀσκητικοῖς ἀγῶσι σαυτὸν κατακοσμῆσας, τῶν ἀπ’ αἰῶνος ὁσίων, Χριστόδουλε, σύσκηνος γέγονας καὶ τὴν αὐτῶν ζηλώσας ἀμέμπτως πολιτείαν, ἀπείληφας τὸ βραβεῖον τῆς καρτερίας σου. Λάτρος γάρ σου κομπάζει τὰ σκάμματα καὶ Πάτμος τὰ παλαίσματα· καὶ ὴ θεία λάρναξ τοῖς ἐν αὐτῇ ἐν πίστει προσιοῦσι βρύει ἰάματα, Χριστόδουλε. Διὸ καὶ ἡμῖν ὄμβρησον σήμερον ψυχικὴν σωτηρίαν καὶ κινδύνων ἀφάρπασον καὶ πάσης περιστάσεως, τοὺς ἐν πίστει ἐκτελοῦντας τὸ ἱερόν σου μνημόσυνον.



Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου
Ὥσπερ, τὰ ὀστᾶ τοῦ Ἰωσήφ, οἱ τοῦ Ἰσραὴλ ἐξ Αἰγύπτου συνεκομίσαντο, οὕτως οἱ μονάζοντες ἐν τῇ τῆς Πάτμου Μονῇ, ἐξ Εὐβοίας τὸ σκῆνός σου, Χριστόδουλε Πάτερ, εἰς αὐτὴν μετέφερον, ὃ καὶ κατέθεσαν, ἔγγιστά που τοῦ ναοῦ τοῦ παρθένου, καὶ βροντῆς υἱοῦ θεολόγου, εἰς δεινῶν παντοίων ἀπολύτρωσιν.

Στίχος: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Ἦραν, ἐπὶ ὤμων ἀνδρικῶς, λάρνακα τὴν θείαν παμμάκαρ, ἐν ᾗ τὸ ἅγιον, σῶμά σου Χριστόδουλε, οἱ μοναχοὶ εὐλαβῶς, ἐν Εὐβοίᾳ ἐκήδευσαν, καὶ καταγαγόντες, εἰς πλοῖον κατέθεσαν ἐν ἀωρεὶ τῆς νυκτός, ἔχοντες, τὴν σὴν ἀντίληψιν Πάτερ, συνεφεπομένην καὶ δρῶσαν, πάντα εὐμαρῆ θεομακάριστε.

Στίχος: Μακάριος ἀνὴρ ό φοβούμενος τὸν Κύριον.
Πάτμος, ἑορτάζει εὐλαβῶς, τὴν τοῦ ἱεροῦ σου λειψάνου, Πάτερ ἐπάνοδον, Ὅσιε Χριστόδουλε, θεράπων ὄντως Χριστοῦ· σὺ δὲ ταύτην περίσωζε, ἐκ παντοίων νόσων, ταῖς πρὸς τὸν οἰκτίρμονα θερμαῖς πρεσβείαις σου· ὅπως, κατὰ χρέος ὑμνοῦσα, τὴν σεπτήν σου μνήμην παμμάκαρ, θείας βοηθείας ἀντιλήψηται.

Δόξα. Ἦχος β΄.
Τὴν τῶν ἀρετῶν κλίμακα, τὸν θεοφόρον πατέρα ἡμῶν Χριστόδουλον, ἐγκωμίοις ἀξίως στεφανώσωμεν, ἐκ τῶν Ὁσίων πάντων τὸ ἐγκαλλώπισμα, βοῶντες πρὸς αὐτόν· χαίροις, Ἀγγέλοις συνόμιλε, καὶ τοῖς Ὁσίοις ὁμόσκηνε· χαίροις, τῶν ἀρετῶν ἡ ἀκρώρεια, τῶν πεινώντων ἡ αὐτάρκεια, καὶ τῶν νοσούντων ἡ ἴασις· χαίροις, τῶν θλιβομένων παραμυθία, τῶν πιπτόντων ἡ ἀνόρθωσις, καὶ τῶν ἱσταμένων τὸ ἑδραίωμα· μὴ διαλλίπῃς παμμάκαρ, πρεσβεύων πρὸς Κύριον, ὑπὲρ τῶν ἀνυμνούντων τὴν θείαν σου μνήμην, καὶ σωτήριον.





Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος β ´.
Τοῖς τῶν δακρύων σου ὄμβροις, πάτερ Χριστόδουλε, τῶν νοσημάτων ἐξαίρεις τὸν καύσωνα· διό σε πιστῶς ἱκετεύομεν, ἐπερχομένων παντοίων κακῶν ἡμᾶς λύτρωσαι, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ἕτερον, ποίημα τοῦ Ἀββᾶ Ἀπολλώ. Ἦχος β '
Τῶν προσευχῶν σου τοῖς ὄμβροις, Χριστόδουλε, κατασβεννύεις παθῶν ὑπεκκαύματα, διό σε πιστῶς ἱκετεύομεν, τῶν κατ ᾿ ἄμφω παθῶν ἡμᾶς λύτρωσαι, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Δόξα. Ἕτερον ἀπολυτίκιον. Ἦχος γ´. Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις.
Μέγα εὗρέ σε, ἡ Πάτμος κλέος, παμμακάριστε, ποιμὴν πατέρων· ὡς γὰρ διῆλθες ὁδὸν τῆς ἀσκήσεως, τοῦ ἀκροτάτου τέλους ἐπέτυχες, καὶ παῤῥησίας οὐδόλως διήμαρτες, πάτερ Ὅσιε Χριστόδουλε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.













ΕΝ ΤΩ ΟΡΘΡΩ

Εἰς τὴν α΄ Στιχολογίαν κάθισμα τοῦ Ὁσίου. Ἦχος δ ´. Ἐπεφάνης σήμερον.
Καθαρθεὶς τῷ πνεύματι, ἐν τῇ ἀσκήσει, ἐλλαμφθεὶς τῇ χάριτι, ταῖς τῶν θαυμάτων ἀστραπαῖς, καταλαμπρύνεις τους κάμνοντας, πατέρων κλέος, χριστιανῶν τὸ καύχημα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὰς ᾀχράντους χεῖράς σου, Παρθενομῆτορ, ἐφαπλοῦσα σκέπασον, τους πεποιθότας ἐπὶ σοί, καὶ τῷ Υἱῷ σου, κραυγάζοντας· χαῖρε Παρθένε, χριστιανῶν τὸ καύχημα.

Μετὰ τὴν β΄ Στιχολογίαν. Ἦχος ό αὐτός.
Τὸν τοῦ βίου τάραχον, ἐγκαταλείψας, καὶ ἡσύχως ἅπασαν, ζωὴν βιώσας ἐκ παιδός, πρὸς τὸν Θεὸν μεταβέβηκας, τοῖς τῶν ἀγγέλων, χοροῖς εὐφραινόμενος.
Δόξα. Ὁ αὐτός.
Τῶν πιστῶν προΐστασαι, σκέπων φρουρῶν τούτους μάκαρ, καὶ ἐκ πάσης θλίψεως, ἀπολυτρούμενος σαφῶς, τῶν μοναστῶν ὡραιότατον, κλέος καὶ δόξα, Χριστόδουλε Όσιε.
Καὶ νῦν. Θεοτοκίον.
Ἐν τῇ σκέπῃ Ἄχραντε, τῇ Σῇ Παρθένε, προσφυγόντας δέησιν, προσδεξαμένη παρ’ ἡμῶν, μὴ διαλίπῃς πρεσβεύουσα, πρὸς τὸν Υἱόν σου, σωθῆναι τους δούλους σου.

Μετὰ τὸν Πολυέλεον. Ἦχος πλ. δ ´. Τὴν σοφίαν καὶ λόγον.
Της ἀσκήσεως γνόφον ὑπεισελθών, καὶ τῷ ὄρει παμμάκαρ τῶν ἀρετῶν, ἐγγίσας ἐλάμπρυνας, τὴν ψυχὴν ὥσπερ ἥλιον, καὶ τὴν ἀχλὺν τῶν κάτω σοφῶς ὑπεξέδραμες, τὰ ὑλώδη πάντα, σφοδρῶς βδελυξάμενος. Ὅθεν καὶ τῷ θείῳ, αὐγασθεὶς τῆς Τριάδος, φωτὶ κατεφαίδρυνας, τους σὲ πίστει γεραίροντας, θεοφόρε Χριστόδουλε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν, Θεοτοκίον.
Παναγία παρθένε μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, ἴασαι δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχὴν καὶ τὸ σῶμα μολύνας ὁ ἄθλιος. Οἴμοι τί ποιήσω, ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου κομίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος, τότε Δέσποινα, βοήθειά μοι γενοῦ καὶ προστάτης θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.



Οἱ Ἀναβαθμοί. Τὸ α᾿ ἀντίφωνον τοῦ δ ᾿ ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τὸ Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς: Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ό Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾡ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε, τὸν ζυγόν μου ἐφ’ ὑμᾶς· καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. 'Ο γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Ὁ Ν`.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β ´. Στ.: Ἐλέησόν με ὁ Θεός…
Θεία χάρις ἐκχέχυται πρὸ τῆς θήκης τῶν λειψάνων σου, ἡγιασμένε πάτερ Χριστόδουλε, διὸ καὶ εἰς ὀσμὴν μύρου τῶν θαυμάτων σου δραμούμεθα, τῶν νοσημάτων τὴν ἴασιν ἀρυόμενοι. Ἀλλά, πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.























Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου δύο.
Ὁ α’ Κανών. ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε ποτέ.
Ὡς τῆς θείας δόξης κοινωνός, καὶ μακαριότητος, σὺ γεγονὼς καὶ τῆς ἄνω λαμπρότησι, νῦν καταυγαζόμενος, τὸ ζοφῶδές μου τοῦ νοὸς διασκέδασον· ὅπως ἐπαξίως μέλψω σου παμμάκαρ τὸ μνημόσυνον.
Ἀπὸ βρέφους ὅλον σεαυτόν, Πάτερ ἀναθέμενος, ταῖς θεϊκαῖς ἐντολαῖς ἀπὸ βρέφους με, κακίαις αὐξήσαντα, πρὸς μετάνοιαν καθοδήγησον δέομαι· ταῖς σαῖς ἱκεσίαις, ἄφεσιν πταισμάτων πρυτανεύων μοι.
Τὴν ῥευστὴν τοῦ βίου καὶ φθαρτήν, δόξαν καὶ προσπάθειαν, καταλιπὼν τῷ Χριστῷ ἠκολούθησας, καὶ ἀΰλως ἔζησας, ὥσπερ ἄσαρκος ὑλικοῖς με κρατούμενον πάθεσιν εὐχαῖς σου, λύσον καὶ ἐλεύθερον ἀπέργασαι.
Θεοτοκίον.
Ἐξ αἰῶνος μόνην καθαράν, Σὲ τὴν ἀειπάρθενον, ὁ καθαρὸς εὑρηκὼς παναμώμητε, Σοῦ τὴν μήτραν ᾤκησε, τὸν πρωτόπλαστον ἀνορθῶσαι βουλόμενος· καὶ σῶσαι τὸν κόσμον διὰ τῆς Αὐτοῦ συγκαταβάσεως.

Ὁ β’ Κανών. ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεώσεως Πάτερ ἐπιτυχών, τῆς πεποθημένης, καὶ τοῦ ξύλου κατατρυφῶν, τῆς ἀθανασίας ἀκωλύτως, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα δυσώπησον.
Πατρίδα καὶ δόξαν καὶ τοὺς γνωστούς, καὶ πᾶσαν τοῦ βίου, μοχθηρίαν διαφυγών, Χριστῷ ἠκολούθησας θεόφρον, καὶ τῶν αὐτοῦ ἀγαθῶν ἐμφορούμενος.
Οὐδέν σε τῶν κάτω καὶ χαμερπῶν, καθείλκυσε Πάτερ, πρὸς τὰ ἄνω καὶ ὑψηλά, τὸν νοῦν ἀπευθύνοντα καὶ μόνον, ὁλοκαρδίας ζητοῦντα τὸν Κύριον.
Θεοτοκίον.
Ἡ πύλη τῆς θείας Ἀνατολῆς, ἄνοιξόν μοι πύλας, μετανοίας καὶ ἐκ πυλῶν, κακίας ἀνθρώπων καὶ δαιμόνων, Θεογεννήτορ πανάμωμε ῥῦσαί με.












ᾨδὴ γ΄. Ἐξήνθησεν ἡ ἔρημος.
Χορεύει ἑορτάζουσα, Νικαέων ἅπασα, πόλις τιμῶσά σου σπάργανα, ὁ δὲ Ὄλυμπος ἐκθειάζει σε, ἀπαρχάς σου τῶν πόνων εἰσδρεπόμενος.
Στοργῆς γονέων Ὅσιε, καὶ μνηστῆς ἠλόγησας, καὶ χαμερποῦς ἁπάσης δέ, προσπαθείας τὸν νοῦν ἀπέστησας, τοῦ Θεοῦ τῇ ἀγάπῃ πυρπολούμενος.
Ὡραῖον ὡς νεόφυτον, σὲ κομῶντα πράξεσι, ταῖς ἐναρέτοις ἔρημος, διατρέφει καὶ πρὸς τὴν ἔνθεον, ἐπανάγει Χριστόδουλε τελείωσιν.
Θεοτοκίον.
Ἰλύϊ ἐμπαγέντα με ἁμαρτίας ἄχραντε, καὶ ἡδονῶν εἰς βάραθρον, συμπτωθέντα τῇ μεσιτείᾳ Σου, ἐξανάστησον, μόνη Θεονύμφευτε.

Ἕτερος. Οὐρανίας ἁψῖδος.
Ἐκ νεότητος πάντα καταλιπὼν Ὅσιε, πλοῦτον μνηστευθείσης συμβίου, ἀγάπην καὶ συγγενῶν, τὸν σταυρὸν Χριστοῦ, ἐπ’ ὤμων ἄρας μέχρι τέλους, χαίρων τούτῳ ἠκολούθησας, Πάτερ Χριστόδουλε.
Σαρκικῶν φρονημάτων καὶ ἐμπαθοῦς σχέσεως, πάσης προσπαθείας παμμάκαρ, τὸν νοῦν ἀπέστησας, ἐκ μετεώρων τε, τὴν ματαιότητα πᾶσαν, κατιδὼν ἐπόθησας, μόνα τὰ μένοντα.
Δεδεμένος τῷ πόθῳ τοῦ ἐραστοῦ Ὅσιε, τὰς ἀνθισταμένας κινήσεις, σαρκὸς τῷ πνεύματι, ἐπέσχες ἄριστα, ἐν ἐγκρατείᾳ τὸ σῶμα, καὶ ταῖς ἀγρυπνίαις τε, πιέζων Ὅσιε.
Θεοτοκίον.
Ἐπὶ Σὲ καταφεύγω διὰ παντὸς Δέσποινα, πλήθει λογισμῶν καθ’ ἑκάστην, περικυκλούμενος, οἴκτειρον σῶσόν με, ἡ τὸν Σωτῆρα τεκοῦσα, τοῦ παντὸς καὶ Κύριον, μόνη πανάμωμε.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐγκρατείας ἱδρῶσιν ἀσκητικοῖς, κατασβέσας τὴν φλόγα τὴν τῶν παθῶν, τοῖς πᾶσιν ἀνέβλυσας, τῶν θαυμάτων τὸ πέλαγος, καὶ ἐν αὐτῷ ὡς ἄλλος, Μωσῆς κατεπόντισας, τὰ τῆς πλάνης ἅρματα, δαιμόνων τὰς φάλαγγας· ὄθεν συνελθόντες, καταχρέως τιμῶμεν, τὴν πάνσεπτον μνήμην σου, θεοφόρε Χριστόδουλε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Λογισμοῖς ὀλισθαίνων τοῖς πονηροῖς, εἰς βυθὸν κατηνέχθη ἁμαρτιῶν, καὶ στένων κραυγάζω σοι, ἐκ καρδίας πανάχραντε, ἐν ἐμοὶ θαυμάστωσον, τὸ πλούσιον ἔλεος, καὶ τῆς Σῆς εὐσπλαγχνίας τὸ ἄπειρον πέλαγος, καὶ τῶν οἰκτιρμῶν Σου τὸ ἀμέτρητον πλοῦτον, καὶ δός μοι μετάνοιαν, καὶ πταισμάτων συγχώρησιν· ἵνα πόθῳ κραυγάζω Σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι, Σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός Σου.
ᾨδὴ δ΄. Ὑμνῶ σε ἀκοήν.
Τοὺς πόνους σου τρισμάκαρ ἔρημος, μεγαλύνει κροτεῖ, καὶ Λάτρος, ταῖς ἀρεταῖς μέλπει δέ, ἡ Κῶ, καὶ Πάτμος ἐγκαυχᾶται, καὶ σὲ ὡς κατέχουσα λαμπρύνεται, τὸν οἰκιστήν σε ταύτης καὶ δομήτορα.
Τὴν Πάτμον ἐξαιτήσας εἴληφας, ἀπελεύθερον ἐξ ἀνθρώπων, βασιλικῷ χαρίσματι, καὶ ταύτην νῦν καταφαιδρύνων χοροῖς μοναστῶν ἐστενοχώρησας, Χριστῷ λατρεύειν Ὅσιε Χριστόδουλε.
Ῥεούσαις, μὴ λιπάνας Ὅσιε, τὸ σαρκίον τροφαῖς, ἀλλ’ ὅλον ἐφύλαξας ἄσπιλον, τρυφῶν ταῖς θείαις θεωρίαις· διὸ καὶ ἀλώβητον τηρεῖταί σου, καὶ μετὰ πότμον Πάτερ ἀνακείμενον.
Θεοτοκίον.
Πολλοῖς με νεκρωθέντα πάναγνε, ἁμαρτίαις καὶ ἀσθενοῦντα, ἐπίσκεψαι δέομαι, καὶ ζώωσον Θεοκυῆτορ, νεκροῖς τὴν ζωὴν ἡ προξενήσασα, τῷ τοκετῷ Σου Μήτηρ ἀειπάρθενε.

Ἕτερος. Εἰσακήκοα Κύριε.
Ὕπνον Πάτερ οὐκ ἔδωκας, τοῖς σοῖς ὀφθαλμοῖς οὐδὲ τοῖς βλεφάροις σου, νυσταγμὸν ἔως κατέπαυσας, ἐν θαλάμοις θείοις τοῦ Κυρίου σου.
Λογισμῶν τὴν διάκρισιν, Πάτερ ἐπιστήσας καθάπερ δέσποινα, τοὺς αἰσχίστους ἀπεδίωκες, δι’ αὐτῆς τοὺς θείους ἀσπαζόμενος.
Οἶκος ὤφθης τοῦ πνεύματος, διὰ πολιτείας ἀρίστης Ὅσιε, ἐγκρατείᾳ ταπεινούμενος, καὶ ἀγάπῃ Πάτερ ἀνυψούμενος.
Θεοτοκίον.
Ὑπὸ πλήθους πταισμάτων μου, πλήθη πειρασμῶν με περικύκλωσαν, Σοῦ τὸ ἔλεος κυκλῶσαί με, τῆς τεκούσης λόγον τὸν φιλάνθρωπον.


















ᾨδὴ ε΄. Τῆς νυκτὸς διελθούσης.
Τὴν ἁγίαν σου μνήμην, ἐκτελοῦντά με πόθῳ, Πάτερ θεοῤῥῆμον Χριστόδουλε, μὴ χωρίσῃς σῆς μάνδρας, μηδὲ παραβλέψῃς, ὅπως μὴ λυκόβρωτος γένομαι.
Τῶν παθῶν τὰς ἀτάκτους ὁρμὰς θεοφόρε, τῆς ψυχῆς μου στῆσον πρεσβείαις σου, καὶ γὰρ βλέπεις τὴν θλίψιν, βλέπεις καὶ τῶν πόνων, τὴν ταλαιπωρίαν καὶ κάκωσιν.
Τῆς ψυχῆς μου τὸν ζόφον, τὸν ἐξ ἁμαρτίας λάμπρυνον λιταῖς σου μακάριε, καὶ τραυμάτων τὸ ἄλγος, καὶ τῆς ἀσθενείας, κούφισον καὶ σῶσόν με δέομαι.
Θεοτοκίον.
Παναμώμητε Μῆτερ, τοῦ εὐλογημένου, τῆς εὐλογημένης μεταστάσεως, τοῦ Υἱοῦ Σου δυσώπει, καταξιωθῆναι, ὡς εὐλογημένη καὶ ἄσπιλος.

Ἕτερος. Ἵνα τί με ἀπώσω.
Ἐν τῷ ὄρει τοῦ Λάτρου, πρώην ἐν στενότητι Πάτερ κατώκησας, ἐν λιμῷ καὶ δίψει, ἀγρυπνίας τε ψύχει καὶ γυμνότητι, καὶ σὺν τοῖς Ὁσίοις, ἐν οὐρανοῖς αὐλίζῃ χαίρων, νῦν πλατείαν Χριστόδουλε Ὅσιε.
Νουνεχῶς θεοφόρε, ἔλαβες τὸν κόσμον τῇ ξένῃ βιώσει σου, καὶ ἁλήτης ὥσπερ, χώραν χώρας ἀμείβων διέτρεχες, τὰς παγίδας φεύγων, τοῦ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνου, ἕως εὗρες τὴν πόλιν τὴν μένουσαν.
Ἡ σορὸς ἔνθα κεῖται, τὸ καρτερικώτατον σῶμά σου Ὅσιε, ὤσπερ κρήνη πᾶσιν, ἀναβλύζει τὰ θεῖα χαρίσματα, τοῖς προσερχομένοις, παύουσα πᾶσαν μαλακίαν, καὶ ψυχῶν καὶ σωμάτων Χριστόδουλε.
Θεοτοκίον.
Παναγία Παρθένε, λόγον τὸν παναίτιον ἀποκυήσασα, τὴν ψυχήν μου πᾶσαν, σπιλωθεῖσαν κακίᾳ καθάρισον, καὶ εὐόδωσόν μου, τὸν λογισμὸν τοῦ θεῖα πράττειν, ἵνα πίστει καὶ πόθῳ δοξάζῳ Σε.














ᾨδὴ στ΄. Ἐν ἀβύσσσῳ πταισμάτων.
Τῆς σαρκὸς τῇ ἀσκήσει κατέβαλες, τὰς ἐπαναστάσεις ἐμφρόνως Χριστόδουλε, ἐκ γὰρ κριθῆς καὶ ὕδατος, ἡ τροφὴ διᾶ βίου σοι γέγονεν.
Σοῖς βλεφάροις οὐκ ἔδωκας Ὅσιε, νυσταγμὸν οὐδ’ ὅλως, καὶ ὕπνον τοῖς ὄμμασιν, ἔως αὐτὸ τὸ ἔσχατον, τῶν καλῶν ἐκληρώσω μακάριε.
Ἐναργῶς προφητεύων ἐδήλωσας, τοῦ ὀλιγοπίστου ἐλέγχων τὴν ἄνοιαν, ἰδοὺ γὰρ καὶ Παράδεισος, ἐν ἀνίκμῳ πυκάζει τοῖς ἄνθεσι.
Θεοτοκίον.
Λαλιαῖς με δολίαις ὁ δόλιος, ὑποκλέψας πάναγνε, πόῤῥῳ ἐμάκρυνεν, τοῦ Σοῦ Υἱοῦ, ἀλλ’ ἔγγισον, καὶ τῷ βήματι τούτου παράστησον.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Ὁδοιπορίαις μακραῖς, καὶ πόνοις τε καὶ ἀσκήσεσιν, ἐν ἀγρυπνίαις ἀεί, νηστείαις δεήσεσιν, ἐτροπώσω μέγιστα, τῶν παθῶν ἀτάκτους, τὰς ὁρμὰς Πάτερ Χριστόδουλε.
Οὐκ ἔσεισε τῆς ψυχῆς, Χριστόδουλε τὴν οἰκίαν σου, προσρήξας ὁ δυσμενής, πειρασμῶν τοῖς κύμασι, τῇ πέτρᾳ γὰρ ἵδρυτο, τῶν σεπτῶν καὶ θείων, τοῦ Σωτῆρος διατάξεων.
Ἰδών σου τὸ καθαρόν, τοῦ βίου καὶ τὴν ταπείνωσιν, ὑπομονῆς τὸ στεῤῥόν, καὶ νοὸς τὸ ἄτυφον, ὁ βλέπων τὰ κρύφια, μετὰ τέλος Πάτερ, σὲ ἐδόξασε Χριστόδουλε.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε οἱ πιστοί, θεοχαρίτωτε Δέσποινα, τὸν ὑπερύμνητον γάρ, λόγον ἀπεκύησας· Ὃν δυσώπει πάναγνε, ποίμνην καὶ λαόν Σου, ἐν εἰρήνῃ διασώζεσθαι.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τοῦ τιμίου σκήνους σου, τῇ ἐπανόδῳ, ἱερὲ Χριστόδουλε, ἡ θεία ποίμνη σου πιστῶς, ἀγαλλομένη κραυγάζει σοι· ἦλθες ἐφάνης, ὁ φύλαξ καὶ ῥύστης μου.
Ὁ Οἶκος.
Πεφυτευμένος ἐν αὐλαῖς παμμάκαρ τοῦ Κυρίου, ἐξήνθησας τοῖς πᾶσι, τὴν χάριν τῶν θαυμάτων, τοῖς προσπελάζουσι πιστῶς σοῦ τῇ θείᾳ θήκῃ, καὶ ἐκ ταύτης δαψιλῶς λαμβάνουσιν ἰάματα· διὸ κἀμοῦ τὴν νόσον αἰτοῦντός σε, παῦσον καὶ τὸν πόνον ἀποδίωξον εὐχαῖς σου, καὶ ποίμνην δὲ σὴν ἐξ ἐναντίων καὶ πάντων δυσχερῶν ἀπήμονα ταύτην διαφύλαττε, λιταῖς ταῖς πρὸς τὸ θεῖον· σὲ γὰρ εὐσεβῶς ὑμνοῦσα ἀνακραυγάζει· ἦλθες ἐφάνης, ὁ φύλαξ καὶ ῥύστης μου.





Συναξάριον.
Τῇ ΚΑ΄ τοῦ αὐτοῦ Μηνός, ἡ ἀνακομιδὴ τῶν ἰερῶν λειψάνων τοῦ Ὁσίου Χριστοδούλου τοῦ ἐν Πάτμῳ.
Μέγας μὲν Ἀντώνιος ἀρχὴ Πατέρων,
Θεῖος δὲ Χριστόδουλος, ἔνθεον τέλος.
Χριστόδουλον δεκάτεραν καθ’ ἕκτην εἰς Ὀλύμπῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ μεγάλου.
Ἐν δάκρυσι πρὶν καὶ πόνοις σπείρας κάτω,
Ἱλαρίων θέριζε νῦν χαίρων ἄνω.
Ὁ Ὅσιος οὗτος ἦ ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου, ἐν τῇ Γαζέων Πόλει γεννηθείς, καὶ ἀνατραφείς, υἱὸς γεννητόρων ἀπίστων. Ἔρωτι δὲ παιδεύσεως, ἀφίκετο εἰς Ἀλεξάνδρειαν. Καὶ παιδευθείς, καὶ τὴν εἰς Χριστὸν πίστιν δεξάμενος, ζηλωτὴς τοῦ Μεγάλου Ἀντωνίου γέγονε, καὶ ἔμεινε παρ’ αὐτῷ χρόνους οὐκ ὀλίγους. Καὶ ὑποστρέψας ἐν τῇ πατρίδι, μετὰ τὴν τῶν πατέρων αὐτοῦ τελευτήν, τὰ προσόντα αὐτῷ πάντα, τοῖς πτωχοῖς διένειμεν. Εἶτα δὲ καταλαβὼν τὴν ἔρημον καὶ ἄκραν ἄσκησιν ὑπελθών, πολλῶν θαυμάτων γέγονεν αὐτουργός. Καὶ πολλὰς διαμείψας πόλεις καὶ τόπους καὶ χώρας, οὓτω τὸν βίον διήνυσε, βίους τὰ ὅλα ἔτη ὀγδοήκοντα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Γαΐου, Δασίου καὶ Ζωτικοῦ.
Εἰς ἁλμυρὸν θανόντες ἄνδρες τρεῖς ὕδωρ,
Γλυκὺν τρυφῆς πίνουσι χειμάῤῥουν ἄνω.
Οὗτοι οἱ Ἅγιοι, ἐν Νικομηδείᾳ διάγοντες, καὶ παῤῥησιασάμενοι, τὰ ἐν τοῖς βωμοῖς ἐπικείμενα κατέστρεψαν. Ὡς δὲ ἐγνώσθησαν, πᾶσαν πεῖρα βασάνων ὑπέμειναν, ἐπὶ ξύλου ἀναρτηθέντες, καὶ τὰς πλευρὰς καταξανθέντες τριχίνοις ὑφάσμασιν, εἶθ’ οὕτως λίθων ἐν τοῖς τραχήλοις αὐτῶν ἐξαρτηθέντων, ἐν τῇ θαλάσσῃ ἀπεῤῥίφθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Ἀνδρέας, Στέφανος, Παῦλος καὶ Πέτρος, ξίφει τελειοῦνται.
Τρεῖς ὁ Στέφανος σὺ στεφανίτας ἔχεις,
Τοὺς σοὶ συναθλήσαντας ἐξ ἑνὸς ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης, καὶ Σωκράτους Πρεσβυτέρου.
Τὴν Θεοδότην, ἐκ ξίφους τετμημένην,
Θεῷ δοτὴν ἔγνωμεν ἁγνὴν θυσίαν.
Ὁ Σωκράτης ἔσπευδεν ὀφθῆναι, Λόγε,
Τετμημένος σοι Σωκράτης στεφοκράτης.
Ἡ Ἁγία Θεοδότη, ὑπῆρχεν ἐπὶ Ἀλεξάνδρου τοῦ βασιλέως, εὐγενῶν γονέων ὑπάρχουσα, ἐκ τῆς χώρας τοῦ Πόντου. Ἐν ἀσκητηρίῳ δέ τινι ἀπελθοῦσα, καὶ ἡσυχάζουσα, διεγνώσθη. Καὶ κρατηθεῖσα παρὰ τοῦ ἄρχοντος τῆς Καππαδοκίας, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, ἐκ δευτέρου κρεμασθεῖσα, ξέεται, καὶ εἰς φοῦρνον ἐκπυρωθέντα ἐμβάλλεται. Τῇ τοῦ Χριστοῦ δὲ χάριτι διασωθεῖσα, ἄγεται παρὰ τοῦ ἄρχοντος ἐπὶ τὸ Βυζάντιον. Εἶταν ἐν Ἀγκύρᾳ, ἔνθα ἦν ὁ Πρεσβύτερος Σωκράτης. Ὃς τῶν Ἑλλήνων πάνδημον ἑορτὴν ἐκτελούντων τοῖς δαίμοσι, καὶ προσκυνούντων τοῖς εἰδώλοις, ζήλου πλησθείς, καὶ τὸν βωμὸν καταστρέψας τῶν θυσιῶν, ἀπετμήθη τὴν κεφαλήν. Ἡ δὲ Ἁγία Θεοδότη, ἀναγκασθεῖσα θῦσαι τοῖς εἰδώλοις, καὶ μὴ πεισθεῖσα, διὰ ξίφους τρωθεῖσα, τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐκράτης ξίφει τελειοῦται.
Αἷμα τραχήλου τοῖς πρὶν ὄμβροις δακρύων,
Κιρνῶν, συνιστᾷς εὔκρατον κρᾶσιν Μάκαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὁσιομάρτυς Ζαχαρίας, διὰ πνιγμοῦ τελειοῦται.
Tρίβους θαλασσῶν ψαλμικῶς Ζαχαρία,
Διεκπορευθείς Oὐρανοῦ φθάνεις τρίβους.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βαρούχ.
Βαρούχ ὁ θείος ἐκλιπών σκήνους βάρος,
ἐκεῖ κατεσκήνωσεν εἰς τόπον χλόης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἄζης, διὰ πυρὸς τελειοῦται.
Ἔζησεν Ἄζης κἄν τέθνηκεν εἰς φλόγα,
Ζωὴν ἀληθή μη γινώσκουσαν τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φιλοθέου, τοῦ ἀσκήσαντος ἐν τῷ Ὄρει τοῦ Ἄθῳ, καὶ δὴ ἐν τῇ ἐκεῖσε Μονῆ τοῦ Ὁσίου Διονύσιου, τῇ ἐπ’ ὀνόματι τοῦ Προδρόμου τιμωμένη, καταγομένου ἐκ Χρυσουπόλεως τῆς Μακεδονίας.
Ζήσας ο Φιλόθεος ως Θεώ φίλον,
Ζωήν άληκτον εύρε συν Θεού φίλοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πλαντίνου καὶ Εἰρήνη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μαρίνης τῆς ἐν Ῥαϊθῷ, τοῦ Σινᾶ.
Αὓτη ἡ Μαρίνα ἡ πάνσεμνος παρθένος, σήμερον πρὸς τὴν ἄνω εἰσάγεται ζωήν· τῶν δαιμόνων τὰς ὁρμὰς καταβαλοῦσα, καὶ πόνους διὰ τὸν Χριστὸν ὑπομείνασα, τὸν σκολιὸν δράκοντα τελείως ἀπώλεσε, τὴν λαμπάδα ἄσβεστον τηρήσασα· ἔνθα νῦν μετ’ Ἁγίων Ἀγγέλων εὐφραίνεται, ἡ δὲ λάρνακα ἔχει τὴν τιμίαν αὐτῆς σορὸν τῶν λειψάνων· ἣν ἐν τῷ μετοχίῳ ἔνθα νῦν κατοικοῦσιν οἱ Πατέρες οἱ Σιναΐται, εἰς τὴν Μονὴν τῆς Ὑπεραγίας Θεοτόκου, σιμὰ τῆς θαλάσσης· ἔνθα καὶ φιλόχρηστοι κοσμικοὶ κατοικούσιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰακώβου τοῦ γενομένου οἰκονόμου τῆς Μονῆς τοῦ Σωτῆρος Χριστοῦ τοῦ Βαθέος Ρύακος, ὃς ὤρμητο ἐκ τῆς δευτέρας τῶν Καππαδόκων ἐπαρχίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Βαρνάβα καὶ Ἱλαρίωνος, τῶν ἐν Κύπρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φιλίππου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φινὰν τοῦ Ἰρλανδοῦ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Οὔρσουλας τῆς βασιλόπαιδος καὶ τῶν σὺν αὐτῇ ἐν Κολωνίᾳ Γερμανίας Παρθενομαρτύρων· Μάρθας, Μπρικτόλας, Σαούλας, Γρηγορίας, Σατουρνίνας, Σαββατίας, Σεντίας, Παλλαντίας, Σατουρίας και Πιννόζας.
Τῆς Κολωνίας στέφω ἐν ὕμνοις Ἀθληφόρους,
ἕνδεκα τὰς στεφθεῖσας χειρὶ Θεοῦ παρθένους.
Οὔρσουλα βασιλόπαις χαῖρε ἐν Παραδείσῳ,
Τάγματος δεκαρίθμων Μαρτύρων προεστῶσα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος ἐπισκόπου Μογλένων, τῶν εὑρισκομένων ἐν τῇ Ἀριδαίᾳμ τῆς Πέλλης.
Ὅσιος ὁμοῦ καὶ ποιμενάρχη θεῖος·
ἐν τοῖς Μογλενοῖς ἐφάνης Ἰλαρίων,
Οὗτος ἦν τὸν 12ον αἰῶνα, γεννηθεὶς ὑπό τινων ἐναρέτων γονέων, φοβουμένων τὸν Θεόν, ζώντων ἐν πάσῃ εὐσεβείᾳ καὶ πορευομένων ἐν τοῖς δικαιώμασι τοῦ Κυρίου. Μὴ ἔχοντες τέκνα, ἐδέοντο τῆς Μητρὸς τοῦ Κυρίου, ὅπως ταῖς πρεσβείαις Αὐτῆς χαρίσηται αὐτοῖς ὁ Θεὸς καρπὸν κοιλίας. Κατ’ ὄναρ οὖν ἐν μιᾷ νυκτί, ἐφάνη τῇ εὐσεβεστάτῃ αὐτοῦ μητρί, ἠ Κυρία Δέσποινα Θεοτόκος καὶ ἀνήγγειλε τὴν σύληψιν τέκνου, ὅπερ καὶ ἐγένετο. Τούτου γεννηθέντος ἔδωκαν αὐτῷ ὄνομα Ἰλαρίων, ἐπειδήπερ χαρὰν καὶ παραμυθίαν αὐτοῖς ἤνεγκεν μεγίστην. Τὸ παιδίον ἠνδροῦτο ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, σχολάζων ἐξ ἀπαλῶν ὀνύχων ταῖς προσευχαῖς καὶ νηστείαις. Ὅτε ἐγένετο ἐτῶν 18 κατέλιπε τὰ ῥέοντα τοῦ κόσμου καὶ εἰσῆλθεν εἴς τινα τῶν μονῶν καὶ τόπων αὐτοῦ ὐπακούων τῷ πνευματικῷ Πατρί, ὡς εἰς Θεόν, καὶ ἐκκόπτων τὸ θέλημα αὐτοῦ. Ὁ μακάριος Ἱλαρίων, ἐγένετο ἐν τῇ Μονῇ διάδοχος τοῦ πνευματικοῦ αὐτοῦ γεννήτορος, διακριθεὶς ἐπὶ συνέσει, φωτισμῷ καὶ θαυματουργίαις. Προϊόντος τοῦ χρόνου, ὁ Ἀρχιεπίσκοπος Ἀχρίδος Εὐστάθιος, κατ’ ὄναρ καὶ αὐτὸς ἔλαβε μήνυμα τῆς Ὑπεραγίας Θεοτόκου ὅπως ἀναβιβάσῃ ἐπὶ τοῦ θρόνου τῆς Ἐπισκοπῆς Μογλένων τὸν Ἱλαρίωνα, σκεῦος ὄντα ἐκλογῆς τοῦ Κυρίου. Ἐν τῇ αὐτῇ δὲ νυκτί, καὶ ὀ ἀξιάγαστος Ἰλαρίων ἔλαβεν πληροφορίαν ὑπὸ τοῦ Θεοῦ, ὅπως μὴ ἀρνηθῇ τὴν ἐκλογὴν αὐτοῦ εἰς Ἐπίσκοπον. Ἀμφότεροι ὑπήκουσαν τῷ θελήματι τοῦ Θεοῦ καὶ ὁ Ἱλαρίων ἐγένετο Ἀρχιερεὺς τῆς πόλεως Μογλένων. Ἅπασα ἡ λαχοῦσα αὐτῷ Ἐπαρχίᾳ ἐμαστίζετο ὑπὸ τῆς δεινῆς Χριστομάχου αἱρέσεως τῶν Βογομίλων. Ὁ Ὅσιος ἀναλαβὼν τοὺς οἴακας τῆς νοητῆς νηὸς τῶν Μογλένων, τοῖς θεοπνεύστοις αὐτοῦ λόγοις καὶ τῇ διδασκαλίᾳ, τοῖς τρόποις καὶ τοῖς σημείοις αὐτοῦ, πολλοὺς ἐκ τῆς πλάνης ἀνέσπασε καὶ σφοδρῶς τοὺς σκοτεινομόρφους αἱρετικοὺς ἐταπείνωσε. Ζήσας χρόνους ἱκανούς, ἵδρυσε μονὴν φέρουσα τὸ ὄνομα τῶν Ἁγίων Ἀποστόλων, προσελκύσας ἐν αὐτῇ πολλοὺς μοναχούς. Ἐκοιμήθη ἐν εἰρήνῃ. Πολλὰς δὲ θαυματουργίας μετὰ τὴν θανὴν αὐτοῦ ἐποιήσατο διὰ τῶν μυρόῤῥοων αὐτοῦ λειψάνων καὶ τῆς ὀξυτάτης ὑπὲρ τῶν ἐπικαλουμένων αὐτὸν πρὸς τὸν Χριστὸν αὐτοῦ πρεσβείας.







Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου, τοῦ ἐκ Μονεμβασίας.
Nόμους φυλάττων νηστίμου καιροὺ πόθω,
Ζωὴν ἔθυσας ὦ Ἰωάννη μάκαρ.
Οὗτος, ἦτον ἐκ τῶν μερῶν τῆς Μονεμβασίας τῆς Πελοποννήσου, νέος τὴν ἡλικίαν ἕως 15 ἐτῶν, πεπαιδευμένος τὰ ἱερὰ γράμματα. Καὶ ὀ μὲν πατὴρ αὐτοῦ κατήγετο ἀπὸ ἕν χωρίον, καλούμενον Γεράκι, τιμώμενον μὲ ἐπισκοπικὸν θρόνον, ἡ δὲ μήτηρ αὐτοῦ ἀπὸ ἕν χωρίδιον τῆς Μονεμβασίας, Γοῦβες ἐπιλεγόμενον. Εἰς δὲ τὸν καιρὸν τῆς αἰχμαλωσίας τῆς Πελοποννήσου, τῆς γενομένης κατὰ τὸ 1770, ἐλθόντες Ἀλβανοὶ πολλοὶ καὶ αἰχμαλωτίζοντες τοὺς ἐκεῖ χριστιανούς, ἠχμαλώτισαν καὶ τὸ χωρίον τοῦ Μάρτυρος. Καὶ τὸν μὲν πατέρα αὐτοῦ ἀπέκοψαν ἐν μαχαίρᾳ, αὐτὸν δὲ καὶ τὴν μητέρα αὐτοῦ αἰχμαλωτίσαντες ἐπῆραν μαζί των, καὶ τοὺς ἐπῆγαν εἰς τὴν Λάρισαν, καὶ ἐκεῖ ἐπωλήθησαν δίς, καὶ τρίς, ὁ καθ’ εἷς ξεχωριστά, ὕστερον δὲ ἐπωλήθησαν καὶ οἱ δύο ὁμοῦ, εἰς ἕνα Ἀγαρηνὸν Θεσσαλονικέα, ὃστις ἐπειδὴ παιδίον δὲν εἶχεν, ἠγάπα πολὺ τόσον αὐτὸς ὅσον καὶ ἡ γυνὴ αὐτοῦ, νὰ κάμωσιν ὡς ψυχοπαῖδι τὸν εὐλογημένον Ἰωάννην. Ὅθεν καθημερινῶς δὲν ἔπαυε νὰ τὸν ἐνοχλῇ δοκιμάζων νὰ τὸν διαστρέψῃ ἀπὸ τὴν πίστιν τῶν χριστιανῶν, καὶ νὰ τὸν ἐπιστρέψῃ εἰς τὴν ἰδικήν του θρησκείαν, πότε μὲ κολακείας καὶ ὑποσχέσεις τιμῶν καὶ ἀξιωμάτων, πότε μὲ φοβέρας τιμωριῶν καὶ βασάνων· ἀλλ’ ὁ τοῦ Χριστοῦ Μάρτυς ἔστεκε στερεός, καὶ ἀκλόνητος εἰς τὴν εὐσέβειαν, καὶ ταῦτα πάντα ἐνόμιζε ὡς οὐδέν. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν κουρασθεὶς ὁ Ἀγαρηνος ἀπὸ τοῦ νὰ παρακινῇ τὸν Ἅγιον διὰ νὰ ἀρνηθῇ τὴν εὐσέβειαν, καὶ μὴ δυνηθείς, εἰς ὅλον τὸ ὕστερον ἐθυμώθη, καὶ βάλλοντάς τον ἐμπρὸς μὲ τὸ σπαθίον, τὸν ἐπῆγε δέρονοντας ἕως εἰς τὴν αὐλὴν τοῦ τζαμίου καὶ ἐκεῖ ἐσυνάχθησαν καὶ ἄλλοι πολλοὶ Ἀγαρηνοί, οἳτινες ἐβίαζον τὸν Μάρτυρα νὰ τουρκίσῃ, σπαθίζοντες, λακτίζοντες, βάλλοντες τὰς πιστόλας εἰς τὸ στῆθός του, καὶ ἄλλα πολλὰ ποιοῦντες, ἀλλ’ εἰς μάτην ἐκοπίαζον, ἐπειδὴ ὁ γενναῖος Ἰωάννης, χωρὶς νὰ δειλιάσῃ ἔλεγε: Δὲν γίνομαι Τοῦρκος, ἐγὼ Χριστιανὸς εἶμαι καὶ Χριστιανὸς θέλω νὰ ἀποθάνω. Ἀφήνω νὰ λέγω τὰς μαγείας καὶ τὰ σατανικὰ γοητεύματα, ὅπου καθημερινῶς ἔκαμνεν ἡ γυνὴ τοῦ αὐθέντου του, ἀλλ’ ἠ χάρις τοῦ Θεοῦ τὸν ἐφύλαττεν. Ἔφθασε καὶ ἠ νηστεία τῆς Κυρίας Θεοτόκου, τοῦ δεκαπενταυγούστου λεγομένη, καὶ ἐπειδὴ ὁ ἀοίδιμος Ἰωάννης, δὲν ἠθέλησεν κατ’ οὐδένα τρόπον νὰ ἀρτυθῇ καὶ νὰ χαλάσῃ τὴν ἁγίαν νηστείαν, ἐκλείσθη ὑπὸ τοῦ αὐθέντου ὑποκάτω εἰς ἕνα κατώγειον, ὅπου ἦτον τόπος τῶν ἀλόγων, καὶ ἐκεῖ εἰς τὸ διάστημα τῶν 15 ἡμερῶν πότε τὸν ἐκρέμα καὶ τὸν εκάπνιζε μὲ ἄχυρα, πότε τὸν ἐκτύπα μὲ τὸ σπαθίον εἰς ὅλον τὸ κορμίον, πότε τὸν ἄφηνε ἐντελῶς νηστικὸν δύο καὶ τρεῖς ἡμέρας, βιάζοντας αὐτὸν διὰ νὰ φάγῃ ἀπὸ τὰ μυσαρὰ φαγητά των. Ἡ δὲ μήτηρ αὐτοῦ, μὴ ἀντέχουσα να βλέπῃ τὰς κακοπαθίας τοῦ υἱοῦ του, τὸν ἐπαρακίνει διὰ νὰ φάγῃ. Ὁ δὲ Μάρτυς, τῆς ἔλεγε: Εἶμαι παπᾶ υἰός, καὶ πρέπει νὰ φυλάττω καλλίτερα ἀπὸ τοὺς υἱοὺς τῶν λαϊκῶν τοὺς νόμους τῆς Ἁγίας μας Ἐκκλησίας. Τέλος πάντων, βλέποντας ὁ αὐθέντης του, ὅτι δὲν δύναται νὰ τὸν καταπείσῃ, ἐθυμώθη καὶ τοῦ ἐκτύπησε μίαν θανατηφόρον μαχαιριὰν εἰς τὴν καρδίαν, καὶ οὕτω μετὰ δύο ἠμέρας ἐτελεύτησε ὁ ἀοίδιμος, τὴν 21η Ὀκτωβρίου, τοῦ 1773 σωτηρίου ἔτους.
Ἀποθνήσκων δὲ ὁ Μάρτυς, παρήγγειλεν εἰς τὴν μητέρα του, νὰ στάθῃ νὰ κάμῃ τὴν ἀνακομιδὴν τῶν λειψάνων του, καὶ νὰ τὰ πάρῃ νὰ τὰ ὑπάγῃ εἰς τὴν πατρίδα του. τελευτήσαντος δὲ τοῦ Ἁγίου, ὁ Ἀγαρηνὸς ἐκεῖνος αὐθέντης του, ἔῤῤιψε τὸ ἅγιον αὐτοῦ λείψανον ἔξω τῆς αὐλῆς εἰς ἕναν κῆπον, διὰ νὰ καταφαγωθῇ ὑπὸ τῶν σκύλων ἀποβαλὼν καὶ τὴν μητέρα τοῦ Μάρτυρος. Ἀλλ’ ὦ τῶν θαυμασίων Σου Χριστέ. Ὄχι μόνον ἔμεινεν ἀβλαβὲς τὸ ἱερὸν αὐτοῦ λείψανον, ἀλλὰ καὶ τὸ πρόσωπον αὐτοῦ ἤστραπτεν ὡς ὁ ἥλιος, πολλοὶ δὲ τῶν χριστιανῶν τῆς Λαρίσης, εἶδον εἰς τὰς 2 ἐκείνας ἡμέρας ὅπου ἦτον ἐῤῥιμένον τὸ λείψανον, φῶς οὐρανόθεν ὡς ἀστέρα καταβάντα ἐπάνω τοῦ λειψάνου. Αὐτὰ ταῦτα πληροφορηθεὶς ὁ τότε Μητροπολίτης Λαρίσης, ἐζήτησε τὴν ἄδειαν καὶ λαβὼν ἐνταφίασεν αὐτὸ μετ’εὐλαβείας. Ἡ δὲ μήτηρ τοῦ Ἁγίου ἐνθυμουμένη πάντοτε τὴν παραγγελίαν τοῦ υἱοῦ της, ἔμεινε εἰς Λάρισαν καὶ περιπλανωμένη ἀπὸ οἰκίαν εἰς οἰκίαν, ἐζήτει τὸ ἐπιούσιον ἄρτον. Ὁ οὖν αὐτάδελφός της μαθὼν ὅτι εὑρίσκονται σκλάβοι εἰς τὴν Λάρισαν, ἐπῆγεν διὰ νὰ τοὺς ἐλευθερώσῃ. Φθάσας δὲ ἐκεῖ καὶ εὐρὼν αὐτὴν τὴν παρεκίνει πολυειδῶς διὰ νὰ ἔλθῃ εἰς τὴν πατρίδα των. Τότε αὐτὴ ἐδιηγήθη τὰ γεγονότα διὰ τον υἱόν της, καὶ ὁ αὐτάδελφός της ἐπέστρεψεν εἰς τὰ ἴδια. Πληρωθέντος δὲ χρόνου ἱκανοῦ ἐγένετο παρὰ τοῦ Μητροπολίτου Λαρίσης ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ἁγίου, ἡ δὲ μήτηρ αὐτοῦ λαβοῦσα τὰ ἅγια λείψανα καὶ περιπλανωμένη ἀπὸ τόπον εἰς τόπον ἔφθασεν εἰς τὴν πατρίδας της καὶ κατώκησεν εἰς τὸ χωρίον της. Ἐδιηγήθη εἰς πάντας περὶ τοῦ ὐιοῦ της, καὶ ὅταν ἦλθεν ἡ ὥρα τοῦ θανάτου της, παρήγγειλεν ὅπως βάλωσιν εἰς τὸν τάφο καὶ τὰ λείψανα τοῦ υἱοῦ της. Μετὰ παρέλευσιν 13 ἐτῶν ἐτελεύτησε ἡ γυνὴ τοῦ αὐταδέλφου της καὶ ἔσκαψαν τὸν τάφον, καὶ εὐθὺς εὐγῆκεν ἄῤῥητον εὐωδία. Τότε ἐνεθύμηθησαν ὅτι εὐρίσκοντο ἐκεῖ καὶ τὰ ἅγια λείψανα τοῦ Ἰωάννου. Ὅθεν μετὰ φόβου καὶ εὐλαβείας ἀνοίξαντες τὸν τάφον, εὗρον, τὴν σακκούλαν, ἣτις εἶχε τὰ ἅγια λείψανα ἀβλαβῆ καὶ ὡς νὰ ἦτον ἐκείνην τὴν ἰδίαν ὥραν τεθειμένα εἰς τὸν τάφον. Θαύματα πλείστα ἐποίησε, καὶ ὅτι πρὸς τοῖς ἄλλοις θαύμασι, ἰάτρευσε παραδόξως τὴν ἐξηραμμένην καὶ παράλυτον χεῖρα μιᾶς γυναικός.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τῆς Λαύρας τοῦ Σπηλαίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ ἐκ Ῥωσσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδῆ ζ΄. Ἀντίθεον πρόσταγμα,
Εἰς λίμνας ἡ ἄνικμος νῦν καθορᾶται, ἡ ἔρημος αὖθις δὲ ἀειθαλὴς παράδεισος, τῇ ἀψευδεστάτῃ σου προῤῥήσει, Ὅσιε· ὅθεν καὶ κραυγάζομεν Χριστῷ· εὐλογημένος εἶ καὶ ὑπερένδοξος.
Δανείσας τὸν σῖτόν σου Θεῷ τρισμάκαρ, βαρβάρων τὴν ἔφοδον ἐκφεύγων καὶ πρὸς Εὔβοιαν, μετέβης καὶ ἔψαλλες· εὐλογητὸς ὁ Θεός, ὁ σώζων τοὺς ἐλπίζοντας εἰς σέ, καὶ διατρέφων τοὺς σὲ δοξάζοντας.
Βαρβάρων τὴν μέλλουσαν προδιαγγέλων, ὁρμὴν ἐξαπέστειλας τοὺς μαθητὰς καὶ ἔλεγες, τῇ Πάτμῳ οἰκήσατε, ἐγγίζουσάν σου λοιπόν, ὡς βλέπων τὴν μετάθεσιν ἐκ γῆς, νῦν μεταβαίνεις πρὸς τὰ οὐράνια.
Θεοτοκίον.
Παθῶν μου τὰ κύματα Θεογεννῆτορ, τὸ σκάφος βυθίζουσι τῆς ψυχῆς, ἀλλ’ ὡς τέξασα, κυβερνήτην Κύριον, πρὸς ἀπαθείας με λιμένα καθόρμησον ἁγνή, καὶ σωτηρίας τρίβους ὑπόδειξον.

Ἕτερος. Παῖδες Ἑβραίων.
Πλοῦτον φθειρόμενον μισήσας, τοὺς πτωχοὺς δὲ ἀγαπήσας θεοφόρε, καὶ διαρκέσας τούτοις μέχρι τέλους ἐβόας· εὐλογητὸς εἶ Κύριος, ὁ Θεὸς ὁ τῶν πατέρων.
Μέλλων τὸ στάδιον τρισμάκαρ, ὑπεξέρχεσθαι Χριστόδουλε τοῦ βίου, ἐν τῇ ξένῃ σὺ Πάτερ παρώκησας ὡς ξένος, καὶ ξενιτεύων ἔμελπες· ὁ Θεὸς εὐλογητὸς εἶ.
Τέμενος θείου θεολόγου, ὑπεδέξατο σορόν σου τῶν λειψάνων, σὺν αὐτῷ καὶ νῦν Πάτερ, ἱκέτευε Κυρίῳ, ὑπὲρ ἡμῶν Χριστόδουλε, τῶν τιμώντων σου τὴν μνήμην.
Θεοτοκίον.
Τόπος Παρθένε ἀνεδείχθης, ἁγιάσματος ἐν ᾧ Χριστὸς ἐφάνη, ἁγιάζων ἡμᾶς, τοὺς πίστει μελῳδοῦντας· εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς Σῆς κοιλίας.
ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Νέον παράδεισον σοφέ, καὶ λειμῶνα νοητὸν τὴν σὴν καρδίαν, ἀρετῶν ποικιλίᾳ, ἐκ διαφόρων φυτῶν, εἰργάσω νουνεχῶς Χριστόδουλε, εὐρηκὼς τὸ κλέος, καὶ ζῇς εἰς τοὺς αἰῶνας.
Σύντροφον ἔχων ἁπαρχῆς, τὴν νηστείαν ἱερῶν ἠμέρας Πάτερ, νηστειῶν σου τὸ πνεῦμα εἰς χεῖρας ὄντως Θεοῦ, παρέθου καὶ τῆς τῶν πραέων νῦν, γῆς ἐπαπολαύεις, καὶ ζῇς εἰς τοὺς αἰῶνας.
Πάτμος σε πάλιν καθορᾷ, ἐν αὐτῇ νεκροπρεπῶς εἰσοκισθέντα, ἐξ Εὐβοίας, καὶ κόλποις τὴν ἱεράν σου σορόν, τοῦ σκήνους κατέχουσα κράζει σοι· σὺ ὁ πολιστής μου, καὶ φύλαξ καὶ προστάτης.
Θεοτοκίον.
Ἐξασθενήσασαν δεινῶς, τὴν ἀθλίαν μου ψυχὴν Θεογεννῆτορ, ἐξανάστησον μόνη, ταῖς ῥωστικαῖς Σου λιταῖς, καὶ ὅλον ὑγιῆ ἀπέργασαι, ἵνα Σε δοξάζω, τὴν κεχαριτωμένην.

Ἕτερος. Ἑπταπλασίως κάμινον.
Πολυειδέσιν Ὅσιε, τὸ σαρκίον ἐπίεσας πόνοις, τῇ μακρᾷ καὶ θαυμαστῇ ἀσκήσει σου, ἐν ὄρει τραχεῖ τε, καὶ χαμευνείας κόπῳ πολλῷ, πείνῃ τε καὶ δίψει, καὶ γυμνότητι Πάτερ, καὶ κλίσεσι γονάτων, ἐν εὐχῆς συντονίᾳ· διό σε ἡ ἐκεῖσε, ἀνάπαυσις εὐφραίνει.
Ὡς τοῦ Κυρίου φίλον σε, διὰ βίου γενόμενον, καὶ οἰκειωθέντα ἀρεταῖς τῷ κτίσαντι, παμμάκαρ Χριστόδουλε, ὁ τοῦ Σωτῆρος φίλος πιστός, ὁ ἠγαπημένος καὶ πιστὸς Ἰωάννης, τῷ τούτου σε ξενίζει παναγίῳ τεμένει, τῶν τῇδε μεταστάντα, καὶ κοινωνὸν λαμβάνει.
Πίστεως ὅπλοις Ὅσιε, καὶ ἀγάπης φραξάμενος, καὶ ἐπὶ Θεόν, πᾶσαν ἐλπίδα θέμενος, ἀνάλωτος ἔμεινας, ταῖς μηχαναῖς τοῦ δράκοντος, πᾶσαν γὰρ κινήσας κατὰ σοῦ μεθοδίαν, ᾐσχύνθη διὰ πάσης, διὰ τούτο στεφάνῳ, τῷ τῆς δικαιοσύνης, ὡς νικητὴς ἐστέφθης.
Θεοτοκίον.
Ἀπὸ παθῶν καὶ θλίψεων, ἀπὸ πάσης στενώσεως, Μήτηρ τοῦ Θεοῦ, τοὺς Σὲ ὑμνοῦντας λύτρωσαι, ἐν Σοὶ γὰρ προστρέχομεν, καὶ διὰ Σοῦ ἐλπίζομεν, καὶ τῆς ἐν γεέννῃ καταδίκης ῥυσθῆναι, οἱ πίστει μελῳδοῦντες, τῷ ἐκ Σοῦ σαρκωθέντι, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.










ᾨδὴ θ΄. Ἀνάρχου Γεννήτορος.
Ἀλώβητον μένει σου, καὶ μετὰ τέλος Ὄσιε, τὸ σαρκίον τοῖς θαύμασιν ἐγκοσμούμενον, ἅπλωτος γὰρ ὤφθη ὀλκὰς ἡ ποντοφόρος, τοῦ τὸ βραχὺ μέρος ἐκτεμόντος, ὃς τοῦτο τρισόλβιε, ὑποστρέψας ἀπολύεται.
Ἐπίβλεψον Ἅγιε, ἐξ οὐρανοῦ τοῖς τέκνοις σου, καὶ χειρὸς τῶν ἀδίκως ἐπεμβαινόντων ἡμῖν, ῥῦσαι καὶ ποίμνην σου φύλαττε, χορηγῶν ἡμῖν, τὴν ὑγείαν, καὶ βίου διόρθωσιν, καὶ πταισμάτων ἀπολύτρωσιν.
Τῆς ἰδιωτείας μου ὡς παρ’ ἀξίαν ὄντα σοι, μὴ ἀπώσει τὸν ὕμνον ἀλλὰ προαίρεσιν, μόνην εἰσδεχόμενος Πάτερ, τῶν ἁμαρτιῶν παράσχου τὴν λύσιν, καὶ τῶν σωζομένων με, κοινωνὸν εὐχαῖς σου ποίησον.
Θεοτοκίον.
Ὡς μόνη ὑπάρχουσα προστάτης ἀκαταίσχυντος, τὸν ἐκ Σοῦ σαρκωθέντα Θεὸν ἱκέτευε, λύσιν μοι δοθῆναι πταισμάτων καὶ τῆς δεινῆς, ταύτης ἀθυμίας, ταχεῖαν παράκλησιν, Θεοτόκε ἀειπάρθενε.

Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ.
Τὸν δρόμον ἐκτελέσας ἀσκητικῶς, καὶ τὸν νόμον τηρήσας ἀνόθευτον, τὸν τοῦ Χριστοῦ, πρὸς τὴν νῆσον Πάτμον παλινοστεῖς, μετὰ τὸ τέλος Ὅσιε, καὶ ἐν τῷω τεμένει κατατεθείς, τοῦ θείου θεολόγου, τοὺς καὶ νῦν ἐκτελοῦντας, σὴν μνήμην θείαν Πάτερ φύλαττε.
Ἐν κύκλῳ παρεστῶτές σου τῆς σοροῦ, πανσεβάσμιε Πάτερ Χριστόδουλε, καὶ τὴν σεμνήν, ἀναλογιζόμενοι βιοτήν, καὶ τὴν πολλὴν ταπείνωσιν, καὶ τὰς ἀγρυπνίας καὶ προσευχάς, ἐγκράτειαν ἀγάπην, πληρούμεθα δακρύων, καὶ σὲ σὺν πόθῳ μακαρίζομεν.
Σὺν πᾶσι τοῖς Ἁγίοις Πάτερ σοφέ, Ἀποστόλοις Ὁσίοις καὶ Μάρτυσι, καὶ τοῖς χοροῖς, τῶν θείων Ἀγγέλων καὶ μαθητοῦ, παρθένου θεολόγου τε, πάντοτε ἱκέτευε τὸν Χριστόν, λυτρώσασθαι τοὺς πίστει, ἐπιδρομῆς βαρβάρων, τοὺς τῇ σῇ ποίμνῃ προσπελάσαντας.
Θεοτοκίον.
Ῥαθύμως διανύων μου τὴν ζωήν, τοῦ Υἱοῦ Σου ἁγνὴ τὸ κριτήριον, τὸ φοβερόν, δέδοικα ὁ ἄθλιος ἐννοῶν· διό με ἀκατάκριτον, τήρησον πρεσβείαις Σου μητρικαῖς, ἁγία Θεοτόκε, ἐλπὶς ἀπελπισμένων, ἁμαρτανόντων ἱλαστήριον.










Ἐξαποστειλάριον. Τῶν Μαθητῶν ὁρώντων σε.
Ἀστὴρ ἐφάνης ἄδυτος ἐν τῷ Λάτρῳ, τῶν ἀσκητῶν τὰ πλήθη καταλαμπρύνων· ποίμνην δὲ τὴν Πάτμον ἐργασάμενος, Χριστόδουλε θεοφόρε, καθοδηγῶν ἐκδιδάσκεις, ἰσάγγελον πολιτείαν.
Ἕτερον. Ὅμοιον.
Τὸν ἐν τῷ Λάτρῳ λάμψαντα ἀρχηγέτην, καὶ πάντας καταυγάσαντα θεαρέστως, Χριστόδουλον τὸν θεῖον εὐφημήσωμεν, ἀσκητικὰ γὰρ ἔπαθλα ὑπέδειξε, καὶ μοναζόντων ἀγέλας, ἐπλήθυνε ἐν τῇ Πάτμῳ.
Θεοτοκίον.
Τιμιωτέρα πάντων τῶν ποιημάτων, ὐπάρχεις Θεοτόκε Χριστὸν τεκοῦσα, τοῦτον οὗ ἱκέτευε φυλλάττεσθαι, τὴν οἰκτρὰν ταύτην ποίμνην σου, ἀλώβητον ἐκ παντοίας, ἐπιβουλῆς ἐναντίας.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ θεόφρον Χριστόδουλε, δι’ ἐγκρατείας πολλῆς, καὶ συντόνου δεήσεως, τῷ Χριστῷ ἑνούμενος, ἀπερίτρεπτος ἔμεινας, ταῖς μεθοδείαις τοῦ πολεμήτορος, καὶ φίλος ὤφθης, τοῦ Παντοκράτορος· ὅθεν τιμῶμέν σε, καὶ τὴν θείαν μνήμην σου περιχαρῶς, πίστει ἑορτάζομεν, θεομακάριστε. (Δίς)

Ὅσιε Πάτερ Χριστόδουλε, ἐν ἐρημίαις ἀεί, καὶ σπηλαίοις καὶ ὄρεσι, πίστει διαιτώμενος, τὸν Θεὸν ἐξεζήτησας, καὶ τοῦτον εὗρες ὥσπερ ἐπόθησας, ἀνεπιστρόφῳ, ψυχῇ νευρούμενος, ταῖς ἀναβάσεσι, ταῖς καλαῖς ἑκάστοτε καὶ μοναστῶν, στίφη προσενήνοχας, Χριστῷ σωζόμενα.

Σὺ καθυπείκων τοῖς νεύμασι, τοῦ παντεπόπτου Θεοῦ, παρ’ Αὐτοῦ χάριν ἔλαβες, ἐνεργεῖν τεράστια, καὶ διώκειν τὰ πνεύματα, τῆς πονηρίας τῶν προσιόντων σοι, ἐν τῇ σορῷ σου, θεομακάριστε· ὅθεν τιμῶμέν σε, καὶ τὴν θείαν μνήμην σου χρεωστικῶς, πίστει ἑορτάζομεν, θεομακάριστε.

Δόξα. Ἦχος πλ. δ΄.
Οὐρανοδρόμῳ ἐπιβὰς ὀχήματι θεσπέσιε, τῶν ἀρετῶν κατέλαβες τὴν ἀκρόπολιν δι’ ἀσκήσεως· ἐκ τῆς ἐρήμου πολεύων, τῆς ἄνω Ἱερουσαλὴμ τὰ ὑπερκόσμια, καὶ τῶν ἐκ πόνων ἀγώνων, ἀξίως τὰ γέρα κομισάμενος· ταῖς οὐρανίαις συναγάλλῃ, ταξιαρχίαις παμμακάριστε, τῶν αἰωνίων ἀγαθῶν κληρονόμος, καὶ τῆς Βασιλείας οἰκήτωρ γενόμενος· ἀλλὰ πρέσβευε θεοφόρε Χριστόδουλε, τῷ Σωτῆρι τῶν ὅλων, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.





Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χριστόδουλε Πάτερ τῶν ἀσκητῶν, καὶ Πάτμου τὸ κλέος, φοιτητῶν τε πάντων στεῤῥῶς, βαρβάρων τὰ θράση, κατάβαλλε λιταῖς σου, προφθάσας τὴν σὴν ποίμνην, μάκαρ περίσωζε.