Δευτέρα 2 Ιουλίου 2018

ΟΚΤΩΒΡΙΟΣ 23. ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΙΑΚΩΒΟΣ ΑΔΕΛΦΟΘΕΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ





ΟΚΤΩΒΡΙΟΣ ΚΓ΄!!

ΙΑΚΩΒΟΣ ΑΠΟΣΤΟΛΟΣ ΑΔΕΛΦΟΘΕΟΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ'. Ἔδωκας σημείωσιν.

Δεῦτε τὸ μνημόσυνον, τοῦ θεαδέλφου τιμήσωμεν, ἱερῶς οἱ θεόφρονες· ζυγὸν γὰρ δεξάμενος, τοῦ Χριστοῦ προθύμως, τοῦ Εὐαγγελίου, τῆς ἀγαθότητος αὐτοῦ, καὶ βασιλείας κήρυξ γεγένηται, καὶ τούτου τὴν ἀνέκφραστον, οἰκονομίαν πιστεύεται. Δι' αὐτοῦ Παντοδύναμε, ἱλασμὸν ἡμῖν δώρησαι.

 

Πάντα περιήχησε, τῆς οἰκουμένης τὰ πέρατα, τῶν ῥημάτων ὁ φθόγγος σου, δι' ὧν φωτιζόμεθα, ἀρετῆς ἐνθέου, πρὸς πᾶσαν ἰδέαν, καὶ ὁδηγούμεθα πιστῶς, πρὸς τῆς Τριάδος θείαν ἐπίγνωσιν· διὸ ἐκδυσωποῦμέν σε, ὡς Ἱεράρχης ἱκέτευε, Ἰησοῦν τὸν φιλάνθρωπον, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Πόῤῥωθεν προβλέπων σου, τὴν πολιτείαν Ἰάκωβε, ἀδελφὸν σὲ προσήκατο, Χριστὸς ὁ φιλάνθρωπος, ὁ σοφὸς προγνώστης, Ἱεροσολύμων, ἱεροφάντορα πιστόν, καὶ ποιμενάρχην προχειρισάμενος, καὶ μύστην τὰ ἀπόῤῥητα, ἱερουργοῦντα μυστήρια. Ὃν καὶ νῦν καθικέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἕτερα. Ὁ αὐτός. Ὠς γενναῖον ἐν Μάρτυσιν.

Τῷ καλάμῳ τῆς χάριτος, ἐκ βυθοῦ ματαιότητος, τοὺς βροτοὺς ἀνείλκυσας ἀξιάγαστε, τοῦ διδασκάλου τοῖς νεύμασιν, ὑπείκων Ἰάκωβε, τοῦ φωτίσαντος τὴν σήν, κατὰ πάντα διάνοιαν, καὶ Ἀπόστολον, καὶ σεπτὸν θεηγόρον σὲ παμμάκαρ, ἀναδείξαντος τῆς τούτου, ἀκαταλήπτου θεότητος.

 

Ἡ τοῦ Πνεύματος ἔλλαμψις, ἐπὶ σὲ καταβέβηκε, τοῦ πυρὸς ἐν εἴδει καὶ σὲ μακάριε, θεῖον εἰργάσατο κήρυκα, συντόνως ἐλαύνοντα, ἀθεΐας τὴν ἀχλύν, καὶ τὸν κόσμον φωτίζοντα, τῇ λαμπρότητι, τῶν πανσόφων σου λόγων μυστολέκτα, Ἀποστόλων ἡ ἀκρότης, Χριστοῦ αὐτόπτα Ἰάκωβε.

 

 

Ἀστραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει καθεύδοντας, ἀγνωσίας ἔνδοξε ὦ Ἰάκωβε, καταφωτίσας ἀνέδειξας, υἱοὺς διὰ πίστεως, τοῦ Δεσπότου καὶ Θεοῦ, οὗ τὸ πάθος ἐζήλωσας, καὶ τὸν θάνατον, καὶ τῆς δόξης ἐγένου κληρονόμος, ὡς σοφὸς καὶ θεηγόρος, ὡς μαθητὴς ἀληθέστατος.

 

Δόξα... Ἦχος πλ. β'

Αἵματι τοῦ μαρτυρίου, τὴν ἱερωσύνην κατεποίκιλας, Ἱερομάρτυς Ἀπόστολε· τῷ γὰρ πτερυγίῳ του ἱεροῦ παρεστώς, Θεὸν Λόγον ἐκήρυξας, Δημιουργὸν ὄντα τοῦ παντός· ὅθεν ὑπὸ Ἰουδαίων ῥιφείς, οὐρανίων θαλάμων ἠξίωσαι, Ἀδελφόθεε Ἰάκωβε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν... Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Καθολικῆς ἐπιστολῆς Ἰακώβου τὸ Ἀνάγνωσμα.

Ἰάκωβος, Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν. Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, γινώσκοντες, ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἥτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. Εἶδέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς, καὶ μὴ ὀνειδίζοντος· καὶ δοθήσεται αὐτῷ. Αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος, ὁ γὰρ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ· μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος, ὅτι λήψεταί τι παρὰ τοῦ Κυρίου. Ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται, ἀνέτειλε γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι, καὶ ἐξήρανε τὸ χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε. Καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο, οὕτω καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται. Μακάριος ἀνήρ, ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος, λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν. Μηδεὶς πειραζόμενος λεγέτω, ὅτι ἀπὸ Θεοῦ πειράζομαι, ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα, ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενοι καὶ δελεαζόμενος. Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον. Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί, πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ’ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα. Βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.

 

Καθολικῆς ἐπιστολῆς Ἰακώβου τὸ Ἀνάγνωσμα.

Ἀδελφοί, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης· ἐὰν γὰρ εἰσέλθῃ εἰς τὴν συναγωγὴν ἡμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτο. Καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπράν, καὶ εἴπητε αὐτῷ· σὺ κάθου ὦδε καλῶς. Καὶ τῷ πτωχῷ εἴπητε· σὺ στῆθι ἐκεῖ ἢ κάθου ὦδε ὑπὸ τὸ ὑποπόδιόν μου. Καὶ οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί· οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τοῦ κόσμου τούτου πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας, ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; ὑμεῖς δὲ ἠτιμήσατε τὸν πτωχόν, οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; Οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ’ ὑμᾶς; εἰ μέν τοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν Γραφήν. Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· εἰ δὲ προσωποληπτῆτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. Ὅς τι ὅλον τὸν νόμον τηρήσει, πταίσει δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος, ὁ γὰρ εἰπὼν μὴ μοιχεύσῃς, εἶπε καί, μὴ φονεύσῃς, εἰ δὲ οὐ μοιχεύσῃς, φονεύσῃς δέ, γέγονας παραβάτης νόμου. Οὕτω λαλεῖτε, καὶ οὕτω ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι, ἡ γὰρ κρίσις ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος, καὶ κατακαυχᾶται ἔλεος κρίσεως.

 

Καθολικῆς ἐπιστολῆς Ἰακώβου τὸ Ἀνάγνωσμα.

Ἀδελφοί, μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; Μὴ δύναται, ἀδελφοί μου, σύκη ἐλαίας ποιῆσαι, ἢ ἄμπελος σῦκα; Οὕτως οὐδεμία πηγὴ ἁλικὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ. Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραότητι σοφίας. Εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐρίθειαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδησθε κατὰ τῆς ἀληθείας, οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλ’ ἐπίγειος, ψυχική, δαιμονιώδης. Ὅπου γὰρ ζῆλος καὶ ἐρίθεια, ἐκεῖ ἀκαταστασία, καὶ πᾶν φαῦλον πράγμα· ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲ ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειεθής, μεστὴ ἐλέους, καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος καὶ ἀνυπόκριτος. Καρπὸς δὲ τῆς δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην. Πόθεν πόλεμοι καὶ μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; Ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύεται καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε, οὐκ ἔχετε δέ, διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσετε. Μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; Ὃς ἂν οὐν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. Ἢ δοκεῖτε ὅτι κενῶς ἡ Γραφὴ λέγει, πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα, ὃ κατώκησεν ἐν ὑμῖν; μείζονα δὲ δίδωσι χάριν. Διὸ λέγει, ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

 

Λιτή. Ἦχος α΄.

Εὐφραίνου πόλις Ἱερουσαλήμ, καὶ ἀγάλλου Χριστὸν δοξάζουσα, ὅτι ἐκ σοῦ ἀνεβλάστησε καὶ ἐν σοὶ ἐχρημάτισε πρῶτος Ἱεράρχης Ἰάκωβος ὁ σοφός, ὁ σήμερον ἡμῖν εἰς εὐφημίαν προκείμενος. Χαίρεις, ὁ τὴν χάριν παρ’ αὐτοῦ τοῦ Κυρίου λαβὼν καὶ Χριστὸν τὸν Θεὸν ὁλοψύχως σαυτῷ ἐνστερνησάμενος, Ὃν ἐκτενῶς ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Γέγονας Ἰάκωβε, θεόπνευστον ὄργανον, δι’ οὗ ἡμῖν τὸ Πνεῦμα τὸ Ἅγιον ἐλάλησε. Τῇ εὐσήμῳ γὰρ ῥοῇ διέδραμε τὰ πέρατα, ὁ φθόγγος τῆς διδασκαλίας σου. Καὶ μιμητὴς γενόμενος τοῦ πάθους τοῦ Σωτῆρος Χριστοῦ, τὸν χῶρον κατέλαβες ἐκεῖνον Ὃν ἐπόθησας, πρέσβευε τῷ Κυρίῳ Ἀδελφόθεε, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος γ΄.

Στολήν σε τῆς νομικῆς ἐξέδυσε κρείττονα, καὶ Ἱεράρχην δεικνύει Ἀαρὼν τοῦ πάλαι τιμιωτέραν, ὁ δι’ οἶκτον, εἰς ἀδελφότητά σε δεξάμενος. Διὸ  ὃ καὶ μετὰ τὸ μαρτύριον θρόνῳ παριστάμενος μάκαρ, στεφανηφόρος τῆς Τριάδος πίστει τοὺς τιμῶντάς σε πόθῳ τῶν ἀκηράτων κατατρυφῆσαι γερῶν, Ἀρχιερεῦ Ἰάκωβε, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος δ΄.

Ἐφώτισε τοῖς πέρασι σήμερον, ὡς ἀστὴρ φαεινὸς ὁ πρῶτος Ἱεράρχης Ἰάκωβος ὁ σοφός. Πάντων τῶν ἀπίστων φωτίζων τὰς διανοίας καὶ τῶν πιστῶν τοὺς δισταγμούς, ἀποδιώκων καὶ τῶν ἐν πίστει καὶ πόθῳ τελοῦντων τὴν σεβάσμιον μνήμην αὐτοῦ. Παῤῥησίαν γὰρ πρὸς Θεὸν εὗρεν, ἀναμέλπων εὐχὰς ᾧ καὶ πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος πλ. δ΄.

Πάντες πιστοὶ συνελθόντες εὐθέως, πνευματικὴν χορείαν συστησώμεθα. Δεῦτε τὸν πρωτόθρονον πάντες, τῆς Ἐκκλησίας τὸν φωστῆρα, ἱεροῖς Ἰάκωβον ὕμνοις, ὡς Ἱεράρχην καὶ θεῖον κήρυκα, τὸν ἐπαξίως Δίκαιον ὀνομασθέντα. Μυσταγωγὸς γὰρ γενόμενος τῶν ἀῤῥήτων καὶ ἀνεκφράστων μυστηρίων καὶ πρὸς εὐσέβειαν λαοὺς μέλπων διήγειρεν. Δι’ ὃ Χριστὸν ἀπαύστως ἐν οὐρανοῖς δοξολογεῖ μετ’ Ἀγγέλων καὶ Ἱεραρχῶν χοροβατῶν καὶ πάντων τῶν Δικαίων, οὗ ταῖς πρεσβείαις Χριστέ, σῶσον ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

 

Καὶ νῦν. Θεοτοκίον.

Δεῦτε ἅπαντα τὰ ἔθνη, ἐν φωνῇ ἀγαλλιάσεως, τὴν παναγίαν Παρθένον καὶ Θεοτόκον εὐφημήσωμεν, τῆς ἀνθρωπίνης οὐσίας τὸ χωνευτήριον, τῶν ἀποῤῥήτων θαυμάτων τὸ ἐργαστήριον, ἐν αὐτῇ γὰρ γέγονε καινά, ὁ ἄναρχος ἄρχεται, ὁ Λόγος παχύνεται, ὁ Θεὸς ἄνθρωπος γίνεται, ἵνα Θεὸν τὸν ἄνθρωπον ἀπεργάσηται, οὐ τροπῇ τῶν φύσεων, ἀλλ’ ἑνώσει τῇ καθ’ ὑπόστασιν. Προέρχεται γὰρ εἷς ἐκ δύο τῶν ἐναντίων, ἐν δυσὶ τελείαις ταῖς φύσεσιν, ἀδιαιρέτως γνωριζόμενος, θελητικῶς τε καὶ ἐνεργητικῶς, καθ’ ἑκατέραν οὐσίαν, ὁ αὐτὸς τὸ ἀληθὲς πιστούμενος τῆς σωτηρίου οἰκονομίας, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ παρέχων τῷ κόσμῳ ἱλασμόν, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. δ'. Κύριε, εἰ καὶ κριτηρίῳ

Κύριε, εἰ καὶ πτερυγίῳ παρέστη, τοῦ ἱεροῦ ὁ Ἰάκωβος, ἀλλὰ παῤῥησίᾳ λαλήσας, Θεὸν Λόγον σε ἐκήρυξε, Δημιουργὸν τοῦ παντός, κόσμῳ ἐπιδημήσαντα· οὗ ταῖς πρεσβείαις καὶ νῦν παράσχου, τὸν φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.

 

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Κύριε, εἰ καὶ ἐν τῷ ξύλῳ ἡ κάρα, τοῦ Ἀποστόλου συντέτριπται, ἀλλ' ἐν Παραδείσῳ τῷ ξύλω, τῷ τῆς ζωῆς σοι προσήνεκται· τῶν γὰρ προσκαίρων λυθείς, αἰωνίως ἀγάλλεται, οὗ ταῖς πρεσβείαις ταῖς Ἐκκλησίαις, τὴν εἰρήνην σου κατάπεμψον.

 

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Κύριε, σὲ ὁμολογήσας γενναίως, ὁ Ἀδελφόθεος γέγηθεν, Υἱὸν τοῦ Θεοῦ τοῦ ὑψίστου, εἰλικρινῶς ὁ ἀοίδιμος· τοὺς δὲ δυσφήμους ἐχθρούς, κατῄσχυνε καὶ ἔπαυσε· διὰ τοῦτο καὶ ἐναθλήσας, σοὶ παρέστη ἀγαλλόμενος.

 

Δόξα... Ἦχος πλ. δ'

Τοῦ ἀρχιποίμενος Χριστοῦ, Ἀδελφὸς χρηματίσας καὶ διάδοχος, καὶ ἐν Ἀποστόλοις ἐπίσημος, τὸν ὑπὲρ αὐτοῦ θάνατον ἠγάπησας, καὶ τὸ μαρτύριον οὐκ ἐπῃσχύνθης, Ἰάκωβε ἔνδοξε· Αὐτὸν ἱκέτευε ἀδιαλείπτως, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

Καὶ νῦν... Θεοτοκίον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον Ἦχος δ'

Ὡς τοῦ Κυρίου μαθητής, ἀνεδέξω Δίκαιε τὸ Εὐαγγέλιον, ὡς Μάρτυς ἔχεις τὸ ἀπαράτρεπτον, τὴν παῤῥησίαν ὡς Ἀδελφόθεος, τὸ πρεσβεύειν ὡς ἱεράρχης· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ἀπόστολε Χριστοῦ, καὶ αὐτόπτα καὶ Μάρτυς, Ἰάκωβε σοφέ, Ἀδελφόθεε μάκαρ, τοὺς πίστει ἑορτάζοντας, τὸ σεπτόν σου μνημόσυνον, ἐλευθέρωσον, τῶν συνεχόντων πταισμάτων, ταῖς πρεσβείαις σου, τοὺς οὐρανοὺς ἐμβατεύων, δυνάμει τοῦ πνεύματος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μαρία ἡ τὰ τρεῖς, ἀνηκούστους ἑνώσεις, ἑνώσασα φρικτῶς, παρθενίαν καὶ τόκον, Θεόν τε καὶ ἄνθρωπον, πίστιν τε καὶ πιστεύουσαν, τοῖς ξενίζουσι, τούτοις καρδίαν ἀνθρώπου, ἡμᾶς ἕνωσον, τῇ τοῦ Υἱοῦ Σου ἀγάπῃ, καὶ σῶσον πανύμνητε.

 

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὡς στῦλος ὑπάρχων τῆς Ἐκκλησίας Χριστοῦ, τὰ τείχη κατέῤῥιψας τῆς ἀπιστίας σοφέ, Ἱερομάρτυς Ἰάκωβε· ὅθεν πρὸ τοῦ θανάτου, τῶν Μαρτύρων τὰ ἆθλα, χαίρων ἐνυπομείνας, τὸν Χριστὸν προτιμήσας· δι’ ὃ πρέσβευε Αὐτῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐπάκουσον Δέσποινα ἐκ κατωδύνου ψυχῆς, βοῶντος τοῦ δούλου Σου καὶ τῶν πολλῶν μοι κακῶν, παράσχου μοι ἄφεσιν, Σὲ γὰρ ἔχω προστάτην, ἐν νυκτὶ καὶ ἡμέρᾳ, λύτρωσαι Θεοτόκε, τοῦ πυρὸς τῆς γεέννης, καὶ στῆσον ἐκ δεξιῶν με, τοῦ Σοῦ Υἱοῦ καὶ Θεοῦ.

 

 

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τοῦ θείου Πνεύματος, τὴν ἐπιφοίτησιν, μάκαρ δεξάμενος, τέμενος γέγονας, τῶν χαρισμάτων τῶν αὐτοῦ, καὶ τύπον πλάτος ἔχοντα, μυστικὸν συνέγραψας, πανιέροις νοήμασι, καὶ σοφαῖς ἐν φράσεσι, θεοφόρε Ἰάκωβε, φρικτῆς ἱερουργίας καὶ τοῦτον, παρέδωκας τῇ Ἐκκλησίᾳ.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐν τῇ κοιμήσει Σου, Παρθένε ἄχραντε, καὶ ὁ Ἰάκωβος, ὁ Ἀδελφόθεος, μετὰ τῶν ἄλλων Μαθητῶν, παρῆν ὡς θεασόμενος, τὸ ζωαρχικώτατον, καὶ πανάχραντον σκῆνός Σου, καὶ τὸ ἀνερμήνευτον, ἀνυμνήσων μυστήριον, τῆς θείας καὶ φρικτῆς Σου λοχεῖας, ὃ προσκυνοῦντας ἡμᾶς σῶσον.

 

Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ἰωάννου: Ἐγὼ εἰμὶ ἡ θύρα, δι’ ἐμοῦ...

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀποστόλου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Σήμερον, ἡ Ἱερουσαλὴμ ἅπασα, ταῖς τοῦ Ἱεράρχου αὐγάζεται ἀκτῖσι, καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τοῖς ἄνθεσι κοσμουμένη εὐφραίνεται ἐν τῇ ἐνδόξῳ μνήμῃ τοῦ θεοφόρου Πατρός. Καὶ τοῦτον προσκυνοῦντες κραυγάζομεν· σῶσον ἡμᾶς Κύριε, ταῖς αὐτοῦ ἱκεσίαις.

 

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἀποστόλου δύο.

Ὁ α’ Κανών. Ποίημα Θεοφάνους

ᾨδὴ α' Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον

Τὴν δόσιν, τὴν ἀγαθὴν Ἰάκωβε, καὶ δῶρον τέλειον, ἐκ τοῦ Πατρὸς τῶν φώτων τοῖς βροτοῖς, χορηγεῖσθαι διδάσκεις σαφῶς, ἧς μετασχεῖν Ἀπόστολε, τοὺς σὲ ὑμνοῦντας καθικέτευε.

Τῇ αἴγλῃ, σὺ φωτισθεὶς Ἰάκωβε, τοῦ θείου Πνεύματος, καὶ σὺν αὐτῷ τοὺς νόμους ἐκτιθείς, Ἐκκλησίας ῥυθμίζεις ἐθνῶν, ὡς τοῦ Χριστοῦ Ἀπόστολος, ἱεροφάντορ παμμακάριστε.

Χορείαν, τῶν Ἀποστόλων πάνσοφε, σαφῶς ἐκόσμησας, Ἀρχιερεὺς ὡς πρῶτος γεγονώς, αὐτουργίᾳ τοῦ Λόγου χρισθείς, ὡς μαθητὴς θεάδελφος, ἱεροκήρυξ μυστικώτατος.

Θεοτοκίον

Πηγήν σε, τῶν ἰαμάτων ἔχοντες, ἀπαρυόμεθα, ὡς τὴν πηγὴν τεκοῦσαν τῆς ζωῆς, Θεοτόκε πανύμνητε, καὶ τῶν ψυχῶν τὴν ἴασιν, καὶ τῶν σωμάτων τὴν ἀνάκτησιν.

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἀδελφὸν Ἰάκωβον ὑμνῶ Κυρίου.

ᾨδὴ α’. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.

Ἀκτῖσι φωτὸς τοῦ νοητοῦ, καταστραφθεὶς τὴν διάνοιαν ἔνδοξε, ὅλος ἐχρημάτισας, φωτοειδὴς Ἰάκωβε θεάδελφε, πᾶσαν ἀπελαύνων, τὴν νύκτα τῆς ἀθεότητος.

Δίκαιος ἐκ βρέφους τῷ Θεῷ, ἐκλελεγμένος καὶ ἄμεμπτος κέκλησαι, τῆς δικαιοσύνης δε, μαρμαρυγαῖς αὐγασθεὶς φῶς ἀπήστραψας, τῆς θεογνωσίας, καὶ τοὺς ἀνθρώπους ἐφώτισας.

Θεοτοκίον

Ἐκ Σοῦ παναμώμητε ἁγνή, σεσαρκωμένος προῆλθεν ὁ Κύριος, Θεοτόκε ἄχραντε, ὡς ἀγαθὸς ἀδελφὸν τὸν Ἰάκωβον, δίκαιον ὡς ὄντα, προσήκατο ὁ φιλάνθρωπος.

 

ᾨδὴ γ'. Εὐφραίνεται ἐπὶ σοὶ

Εὐφραίνεται ἡ φυλή, ἡ τοῦ Ἰούδα ἐπὶ σοὶ σήμερον, ταῖς τοῦ Χριστοῦ βλέπουσα, σὲ μαρμαρυγαῖς ἀπαστράπτοντα.

Ἀστέρα θεολαμπῆ, σὲ ἡ Ἐκκλησία τῶν ἐθνῶν ἔχουσα, τὸν εὐκλεῆ κήρυκα, θείαις δᾳδουχίαις λαμπρύνεται.

Τὸν νόμον τὸν τῆς ζωῆς, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ τέθεικας, ζωοποιῷ Πνεύματι, σὺ νομοθετῶν καὶ φθεγγόμενος.

Θεοτοκίον

Ὃν ἔτεκες ἐν σαρκί, Παρθενομῆτορ ἐκ Πατρὸς λάμψαντα, τοῦτον Ἁγνή, Ἰάκωβος, ὡς Θεὸν τῶν ὅλων ἐκήρυττε.

 

Ἕτερος. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν.

Λαμπρύνας σαυτὸν ταῖς ἀρεταῖς, δοχεῖον ἐχρημάτισας, τοῦ παναγίου Πνεύματος ἔνδοξε, καὶ μυστηρίων θείων διάκονος, τοῦ Χριστοῦ γενόμενος, παρ’ Αὐτοῦ κεκλήρωσαι, ἱεράρχα τὰ θεῖα χαρίσματα.

Φαιδρὸς ὡς ἀστὴρ τοῦ νοητοῦ, ἡλιου ἐξορμώμενος, τὴν Ἐκκλησίαν σὺ ἐδᾳδούχησας, ὡς μύστης ὄντως καὶ μαθητὴς τοῦ Χριστοῦ, ἀδελφός τε δίκαιος, προσκληθεὶς Ἰάκωβε, καὶ τὴν κτίσιν αὐγάζεις τοῖς θαύμασιν.

Θεοτοκίον

Ὁ μόνος Θεὸς τὴν τῶν βροτῶν, οὐσίαν προσλαβόμενος, ἐκ Σοῦ Παρθενομῆτορ ἐπέφανεν· Ὃν ἐν τῇ δόξῃ Πατρὸς θεώμενος, ὁ κλεινὸς Ἰάκωβος, τοῖς λαοῖς ἐκήρυττε, Θεοτόκον κυρίως δοξάζειν Σε.

 

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον

Συγγενὴς κατὰ σάρκα τοῦ Ἰησοῦ, χρηματίσας πρὸς τούτου χάριν πολλήν, Ἀπόστολε εἴληφας, καὶ τοῖς πᾶσι μετέδωκας, φωτισμοῦ καὶ γνώσεως, πανσόφου, Ἰάκωβε, καὶ εἰδώλων πλάνην, ῥιζόθεν ἀνέσπασας· ὅθεν οἱ τοῦ σκότους, προϊστάμενοι πλάνοι, ἀδίκως σε κτείνουσι, τὸν Σωτῆρα κηρύττοντα· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ὡς πανάμωμος νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑπάρχουσα, τοῦ Παρακλήτου πανύμνητε, ἀνομίας με ὄντα, αἰσχρὸν καταγώγιον, καὶ δαιμόνων παίγνιον, ἐν γνώσει γενόμενον, σπεῦσον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι, λαμπρὸν οἰκητήριον, ἀρετῆς ἀπαρτίσασα, φωτοδόχε ἀκήρατε· δίωξον τὸ νέφος τῶν παθῶν, καὶ τῆς ἄνω μεθέξεως ἀξίωσον, καὶ φωτὸς ἀνεσπέρου, πρεσβείαις σου Ἄχραντε.

 

ᾨδὴ δ'. Δι' ἀγάπησιν Οἰκτίρμον

Ἐπεβίβασας εἰς θάλασσαν σοῦ τοὺς ἵππους, τοὺς Ἀποστόλους Σῶτερ, καὶ ἐφώτισαν τὰ ἔθνη, πρὸς τὴν σὴν ἐπίγνωσιν, ἑλκύσαντες Κύριε.

Ἀκηλίδωτον ὡς ἔσοπτρον δεδειγμένος, καὶ πρωτουργοὺς ἀκτῖνας, τῆς ἀκτίστου Τριάδος, ἀκριβῶς δεξάμενος, τοῖς πᾶσιν ἐξέλαμψας.

Κυλιόμενόν σε λίθον ἡ προφητεία, ἡγιασμένον βλέπει, καὶ συντρίβοντα πλάνης, σαθρὰν ματαιότητα, ἰσχύι τοῦ Πνεύματος.

Θεοτοκίον

Ὑποδὺς Παρθενομῆτορ τὴν σὴν γαστέρα, ὁ πρὸ αἰώνων Λόγος, γεννηθεὶς ἀποῤῥήτως, ἐκ Πατρός, Ἰάκωβον, Ἀπόστολον δείκνυσι.

 

Ἕτερος. Ὄρος σε.

Νομίμοις, ἐντρυφῶν δικαιώμασιν ἄμεμπτος, χάριτος ὤφθης λειτουργός, τῶν μυστηρίων ἀκραιφνής, παμμάκαρ Ἰάκωβε, ὡς μαθητής, καὶ γὰρ αὐτόπτης μακάριε, ὑπηρέτης τοῦ λόγου γενόμενος.

Ἰδών σου, ἀκλινὲς τοῦ δικαίου τὸ φρόνημα, ὁ ἀδικώτατος λαός, καὶ φοινικώτατος δῆμος, Ἑβραίων κατέλευσε, τὸν ἀπλανῆ, ὁ πλάνης πλήρης Ἰάκωβε, Θεοῦ Υἱὸν τὸν Χριστόν σε κηρύττοντα.

Θεοτοκίον

Ἀσπόρως, Σὺ μόνη γαλουχεῖς Μητροπάρθενε· τὸν Ποιητὴν γὰρ τοῦ παντός, τίκτεις καὶ φέρεις ἐν γαστρί, τὸν μύστην καὶ κήρυκα, καὶ μαθητήν, Αὐτοῦ Ἰάκωβον δείξαντα, καὶ ἀδελφὸν προσηκάμενον Δέσποινα.

 

ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς

Σὺ Κύριε φωτός, ἀστραπὴν τὸν Ἰάκωβον, ἀνέδειξας φρυκτωροῦσαν, καὶ βροτοὺς τῆς ἀγνοίας, καὶ πλάνης ἀπαλλάττουσαν.

Σὲ Κύριε φωνή, ἐλευθέρα ἐκήρυξεν, ὁ δίκαιος ἀδελφός σου, μιμητής τε τοῦ πάθους, ἐγένετο κτεινόμενος.

Τὶς βρότειός σοι νοῦς, ἐγκωμίων ἐφύμνιον, δυνήσεται προσκομίζειν, ἀρετῆς λαμπρυνθέντι, ταῖς χάρισιν Ἰάκωβε;

Θεοτοκίον

Σὲ θεῖον ἀληθῶς, εὑρηκὼς ἐνδιαίτημα, κατῴκησεν ὦ Παρθένε, τὴν ἡμῶν σωτηρίαν, ὁ Λόγος προμηθούμενος.

 

Ἕτερος. Ὁ φωτίσας.

Κυβερνήσας, τὴν Χριστοῦ Ἐκκλησίαν Ἀπόστολε, διεσώσω, ἐκ βυθοῦ ἀγνωσίας τοῖς δόγμασι, τῶν ἐθνῶν θαλάσσας δέ, ἐκταράξας ἐπεβιβάσθης, καὶ γὰρ ὡς ἵππος θεόληπτε,.

Ὡς εἰρήνης, ποταμὸς εἰς τὰ ἔθνη κλινόμενος, κατακλύζεις, ἀπιστίας τὸ πρόσωπον ἔνδοξε, τὰς ψυχὰς ἀρδεύεις δέ, θεογνωσίας ἐπομβρίαις, τὰς τῶν ἀνθρώπων θεόληπτε.

Θεοτοκίον

Βάτος πάλαι, προετύπου τὸν τόκον Σου ἄχραντε, Ὃν ἑώρα, ἐν σπηλαίῳ σαφῶς ὁ Ἰάκωβος, ἐκ Παρθένου μήτρας γάρ, μὴ λύσαντα τὰς Σὰς σφραγίδας, καὶ Θεοτόκον Σε δείξαντα.

 

ᾨδὴ ς'. Θύσω σοι, μετὰ φωνῆς

Στολὴν σε, τῆς νομικῆς ἐνέδυσε κρείττονα, καὶ Ἱεράρχην δεικνύει, Ἀαρὼν τοῦ πάλαι τιμιωτέραν, ὁ δι' οἶκτον, εἰς ἀδελφότητά σε δεξάμενος.

Ὄργανον, ἐνεργείαις κρουόμενον Πνεύματος, πᾶσαν διάνοιαν θέλγον, καὶ Θεῷ προσάγον τοὺς σῳζομένους, ἐκ δουλείας, χαλεπωτάτης γέγονας ἄριστον.

Διψήσας, τοῦ τῆς ζωῆς ἐξέπιες νάματος, καὶ ποταμοὺς ἀναβλύζεις, θεοῤῥημοσύνης τῆς σῆς κοιλίας, ἁλλομένους, τῇ οἰκουμένῃ τῷ θείῳ Πνεύματι.

Θεοτοκίον

Εὔα μέν, παρακοῇ τὸν θάνατον ἔτεκεν, ἡ Θεοτόκος ζωὴν δέ, συλλαβοῦσα τέτοκε τὴν ἀγήρω, καὶ τὸ πάλαι, ὑπὲρ πάντων ἀπέτισεν ὄφλημα.

 

Ἕτερος. Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος.

Ὁ λίθος τῆς Σιὼν ὁ τεθειμένος Χριστός, τὴν θείαν ᾠκοδόμησεν, Ἐκκλησίαν ἣν τῷ αἵματι Αὐτοῦ, περιποιήσατο ὡς εὔσπλαγχνος, καὶ τὰς αὐτῆς ἶνας μάκαρ χερσί σου ἔθετο.

Νεφέλη γλυκασμὸν ἀποσταλάζουσα, ἐγνώσθης παμμακάριστε, καταρδεύων τὰς καρδίας τῶν πιστῶν, ταῖς διδασκαλίαις σου θεόσοφε, καὶ τὸν αὐχμὸν τῆς ἀθεΐας ἀποδιώκουσα.

Θεοτοκίον

Ὑμνοῦμέν Σε ἁγνὴ θεομακάριστε, δοξάζοντες τὸν τόκον Σου, τὸν δοξάσαντα τὴν μνήμην ἐπὶ γῆς, τὴν τοῦ Ἰακώβου Μητροπάρθενε, καὶ τοὺς βροτοὺς ἡμᾶς Θεσβῖτα τῇ μεσιτείᾳ Σου.

 

Κοντάκιον Ἦχος δ'. Ὁ ὑψωθεὶς

Ὁ τοῦ Πατρὸς μονογενὴς Θεὸς Λόγος, ἐπιδημήσας πρὸς ἡμᾶς ἐπ' ἐσχάτων, τῶν ἡμερῶν Ἰάκωβε θεσπέσιε, πρῶτόν σε ἀνέδειξε τῶν Ἱεροσολύμων, Ποιμένα καὶ Διδάσκαλον, καὶ πιστὸν οἰκονόμον, τῶν μυστηρίων τῶν πνευματικῶν· ὅθεν σε πάντες τιμῶμεν Ἀπόστολε.

Ὁ Οἶκος

Τὸν γόνον σε τοῦ Ἰωσήφ, καὶ Ἱεροσολύμων τὸν πρῶτον ἱεράρχην, Ἰάκωβε θεόπτα, καὶ τοῦ Κυρίου ἀδελφὸν ὕμνοις ἐγκωμίων ἀνυμνοῦμεν εὐσεβῶς, καὶ πίστει ἀνακράζομεν· Δώρησαι ἡμῖν δώρημα τέλειον ἐκ τοῦ Πατρὸς τῶν φώτων, καὶ ἀπέλασον τὴν θλίψιν τὴν ἐπερχομένην καὶ ἐνεστῶσαν ἐκ πλήθους πταισμάτων· ἐπῆραν γὰρ οἱ ἐχθροὶ καθ' ἡμῶν τὴν πτέρναν, καὶ ἐκύκλωσαν ἡμᾶς Ἰσμαηλῖται· ὧν θραῦσον ταχὺ τὰ τόξα ἱεροφάντορ, ἵνα σε πάντες τιμῶμεν Ἀπόστολε.

 

Συναξάριον

Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος καὶ Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ

Ὡς ἐν καμίνῳ τῷ ὑπερώῳ πυρσευόμενος, Θείου παρουσίᾳ Πνεύματος μυστικῶς, ὁ Ἰάκωβος ἐβόησεν· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Η ἐκ τοῦ ὕψους, πνοὴ βιαία τὸν Ἰάκωβον, γλώσσῃ πυριμόρφῳ φθέγγεσθαι τοῦ Θεοῦ, μεγαλεῖα παρεσκεύασεν· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Τῆς θεωρίας, τῆς πρακτικῆς σὺ ἐκτιθέμενος, δέλτον ἐκ πυξίδος ὥσπερ πνευματικῆς, τοὺς ἀνθρώπους ἐβελτίωσας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.

Θεοτοκίον

Ὁ ἀναπλάσας, κόσμον ἐν μήτρᾳ σου Θεόνυμφε, θείας λειτουργίας δείκνυσι τελεστήν, τὸν Ἰάκωβον κραυγάζοντα· Εὐλογημένη σύ, ἐν γυναιξὶν ὑπάρχεις πανάμωμε.

 

Ἕτερος. Σὲ νοητήν.

Μίαν ἀρχήν, μίαν κυριότητα, μίαν Θεότητα τρισίν, ὑποστάσεσιν ἀληθῶς, σέβειν διετράνωσας, ἱεράρχα ἔνδοξε, καὶ ἐκβοᾷν ἐξεπαίδευσας· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Νόμου σκιαῖς, τυπωθεὶς Ἰάκωβε, ἐξανατείλαντι Χριστῷ, μεμαθήτευσαι καὶ Αὐτοῦ, Μάρτυς ἐχρημάτισας, δόξαν ἀπαστράπτοντα, τὴν πατρικὴν ἀγγείλας Αὐτόν· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καῖ ὑπερένδοξος.

Θεοτοκίον

Ὡς καθαρόν, Σὲ δοχεῖον Δέσποινα, σκηνώσας Λόγος τοῦ Πατρός, ἐπεσπάσατο ἀδελφόν, δίκαιον Ἰάκωβον, πάσαις ἀπαστράπτοντα, ταῖς ἀρεταῖς καὶ πιστούμενον, ὡς ἀληθῶς Θεοτόκον, ἁγνὴν κυρίως ἄχραντε.

 

ᾨδὴ η'. Χεῖρας ἐκπετάσας Δανιὴλ

Χεῖρας ἐκπετάσας κραταιάς, τοὺς Ἀποστόλους σου Σῶτερ εὐλόγησας, ἐπανερχόμενος Δέσποτα, πρὸς τὸν ἄναρχον Πατέρα σου, καὶ παρεσκεύασας αὐτοὺς μέτ' εὐφροσύνης βοᾶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὥσπερ ἐπηγγείλω ἀψευδῶς, τοῖς Ἀποστόλοις σου Πνεῦμα ἀπέστειλας, τούτου, Ἰάκωβος Δέσποτα, τῇ λαμπρότητι λαμπόμενος, τὴν οἰκουμένην ἀστραπαῖς, καταγλαΐζει φαιδρῶς, καὶ κραυγάζει· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Σοφίαν Ἰάκωβε σοφέ, τὴν ἐνυπόστατον ἔσχες διδάσκαλον, μυσταγωγοῦσάν σε ἄῤῥητα, καὶ ἀνέκφραστα μυστήρια, καὶ πρὸς εὐσέβειαν λαούς, μέλπων διήγειρας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Ὄρος ἐκφανθεῖσαν νοητόν, Παρθένε ἄχραντε, Προφήτης βλέπει σε· ἐκ σοῦ ὑπέρτιμος λίθος γάρ, ἐκτμηθεὶς περιεσώσατο, τὴν οἰκουμένην ἀληθῶς, ἐνθέως ψάλλουσαν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Ἕτερος. Ἐν καμίνῳ παῖδες Ἰσραήλ.

Κοσμηθεῖσα σοῦ ταῖς ἡδοναῖς, Χριστοῦ ἡ Ἐκκλησία, καὶ δόσεσιν ἀγαθαῖς, κατεντρυφῶσα τὴν σεπτήν, μνήμην ἑορτάζουσα, καὶ βοῶσα· πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Ὑπερήρθης δόξῃ εὐκλεῶς, ὡς δίκαιος ὡς μάρτυς, ὡς μύστης ὡς μαθητής, ὡς ὑπηρέτης ὡς Χριστῷ, κραυγάζων Ἰάκωβε· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Ῥητορεύει τόκον τῆς ἁγνῆς, Παρθένου καὶ κηρύττει, Θεὸν τὸν σεσαρκωμένον, ὁ Ἰάκωβος λαοῖς, προθνήσκων ὡς μάρτυς Αὐτοῦ, καὶ κραυγάζων· πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ'. Λίθος ἀχειρότμητος ὄρους

Δεῦτε τὸν πρωτόθρονον πάντες, τῆς Ἐκκλησίας τὸν φωστῆρα, ἱεροῖς Ἰάκωβον ὕμνοις, ὡς ἱεράρχην καὶ θεῖον κήρυκα, τὸν φερωνύμως Δίκαιον, ὀνομασθέντα μεγαλύνωμεν.

Θείας κοινωνὸν ὡς φανέντα, ἀτελευτήτου βασιλείας, καὶ Θεοῦ κληρωθέντα ἀδελφόν, καὶ πολιτείαν ἐπαληθεύουσαν, προσηγορίᾳ δείξαντα, σὲ μεγαλύνομεν Ἰάκωβε.

Θρόνῳ παριστάμενος Μάκαρ, στεφανηφόρος τῆς Τριάδος, πίστει τοὺς τιμῶντάς σε πόθῳ, τῶν ἀκηράτων κατατρυφῆσαι γερῶν, Ἀρχιερεῦ Ἰάκωβε, τὸν σὸν Δεσπότην καθικέτευε.

Θεοτοκίον

Σὺ τὸν ἐκ Παρθένου τεχθέντα, ἀπειρογάμως Θεοφάντορ, ταῖς μυσταγωγίαις σου σαφῶς Θεόν, διδάσκεις σεσαρκωμένον Λόγον, εἰς ὅν περ καὶ πιστεύοντες, νῦν ἐπαξίως μεγαλύνομεν.

 

Ἕτερος. Τύπον τῆς ἁγνῆς λοχείας Σου.

Ἴθυνας εὐχαῖς Ἰάκωβε, τοὺς σὲ ὑμνοῦντας μάκαρ ἀπολυτρούμενος, ἐκ κινδύνων τε, καὶ ἐπηρείας καὶ θλίψεως, νοσημάτων καὶ πάσης κακώσεως, ὅπως μετ’ εὐφροσύνης, ἐπιτελοῦμέν σου τὴν μνήμην ἀεί.

Ὅλην τὴν αὐγὴν τοῦ Πνεύματος, εἰσδεδεγμένος μάκαρ τρανῶς τεθέασαι, δόξῃ τοῦ Πατρός, τὸν Υἱὸν συνεδρεύοντα, καὶ τὴν δόσιν τὴν θείαν σοι νέμοντα· ἧς κῆρυξ χρηματίσας, μάρτυς θεάδελφος γεγένησαι.

Θεοτοκίον

Ὕμνοις ἀσιγήτοις μέλπομεν, τὸν Σὸν Υἱὸν Παρθένε καὶ Κύριον, καὶ Σὲ τὴν ἁγνήν, Θεοκυήτορα σέβομεν, ὡς διδάσκει ὁ θεῖος Ἰάκωβος· τὰ ἔθνη σαγηνεύει, καὶ Ἰουδαίων τρέπει ἄνοιαν.

 

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς

Ὡς Ἱεράρχης πρώτιστος, τῆς καινῆς Διαθήκης, ὡς μέγιστος Ἀπόστολος, ὡς σοφὸς Ὑποφήτης, καὶ Μάρτυς ὢν ἀληθείας, παρὰ πάντας πλουτήσας, ἐξαίρετον ἀξίωμα, ἀδελφός τοῦ Κυρίου, νῦν πρὸς αὐτόν, λίθοις ἀναιρούμενος μετετέθης, παρ' οὗ ἡμῖν Ἰάκωβε, λύσιν αἴτει πταισμάτων.

Ἕτερον. Ὅμοιον.

Λάμπων φωτὶ τῶν ἔργων σου, παρεστὼς τῇ Τριάδι, ἐν παῤῥησίᾳ πρέσβευε, οἷα χάριτι πέλων, καὶ ἀδελφὸς τοῦ Κυρίου, νοητὸν φῶς ἀπαστράψαι, καρδίαις τῶν τελούντων σου, τὴν ὑπέρφωτον μνήμην, ἱερουργὲ ἐξ ὕψους τοῦ Παρακλήτου, Ἀπόστολε Ἰάκωβε, ὑπεδέξω τὴν αἴγλην.

Θεοτοκίον

Ἡ φοβερὰ τῆς κρίσεως, καὶ μεγάλη ἡμέρα, νῦν ἐπὶ θύραις ἕστηκεν· ὅρα πρόσεχε νῆφε, ψυχή μου καὶ ἐκ καρδίας, πρόσπεσον τῇ Παρθένῳ, καὶ μόνῃ Θεομήτορι, δάκρυσιν ἐκβοῶσα· Πάσης Ἁγνή, τιμωρίας ῥῦσαί με δυσωπῶ σε, καὶ δεξιοῖς προβάτοις με, σύνταξον τοῦ Υἱοῦ σου.

 

 

 

 

 

 

 

 

 

Αἶνοι. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων

Τῶν εὐσεβούντων τὰ πλήθη, νῦν ἱερὰν ἑορτήν, χαρμονικῶς τελοῦντες, ἀλαλάξωμεν πάντες, πιστῶς ἀνευφημοῦντες, ψαλμοῖς καὶ ᾠδαῖς, τὸν θεάδελφον σήμερον, καὶ μαθητὴν τοῦ Κυρίου, ὅστις ἀεί, ἱκετεύει τοῦ σωθῆναι ἡμᾶς.

 

Τῆς κατὰ σάρκα Κυρίου, ἐπιδημίας Σοφέ, ἀδελφὸς ἀνεδείχθης, μαθητὴς καὶ αὐτόπτης, τῶν θείων μυστηρίων, φυγὰς σὺν αὐτῷ, ἐν Αἰγύπτῳ γενόμενος, σὺν Ἰωσὴφ τῇ Μητρί τε τοῦ Ἰησοῦ, μεθ' ὧν πρέσβευε σωθῆναι ἡμᾶς.

 

Τῶν Ἀποστόλων ὁ δῆμος, σὲ ἐξελέξατο, ἱερατεύειν πρῶτον, ἐν Σιὼν τῇ ἁγίᾳ, Χριστῷ τῷ εὐεργέτῃ, ὡς ὄντα αὐτοῦ, τῆς κατὰ σάρκα γεννήσεως, καὶ ἀδελφὸν συνοδίτην καὶ ὀπαδόν, τῶν ἰχνῶν αὐτοῦ, Ἰάκωβε.

 

Τὸν Ἀδελφόθεον πάντες ἀνευφημήσωμεν, ὡς Ἱεράρχην ὄντα, μαρτυρίῳ δὲ πάλιν, ἐμπρέψαντα γενναίως οὗ ταῖς εὐχαῖς, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, ὁ δι’ ἡμᾶς ἀδελφὸς χρηματίσας αὐτοῦ, σῶσον πάντας τοὺς ὑμνοῦντάς σε.

 

Δόξα... Ἦχος α'. Βυζαντίου

Ἐν τῇ πυρίνῃ αἴγλῃ τοῦ θείου Πνεύματος φωτισθείς, τῆς εὐσεβείας ὤφθης θεῖος ζηλωτής, Ἀδελφόθεε Ἰάκωβε· ὅθεν καὶ στολήν σε νομικῆς ἱερωσύνης, ὡς Ἀαρὼν τοῦ πάλαι, τιμιωτέραν ἐνέδυσεν ὁ δι' οἶκτον εἰς ἀδελφότητα δεξάμενος· Αὐτὸν ἱκέτευε, Ἀποστόλων Ἔνδοξε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν... Θεοτοκίον

Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὦ Θεομῆτορ, ἱκεσίαις σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς· ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις.

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοῦ Θεαδέλφου Ιακώβου τὴν μνήμην, νῦν ἐκτελοῦντες Χριστωνύμων χορεῖαι, ταῖς πρὸς Χριστὸν αἰτούμεθα δεήσεσι, δι’ ἀγάπην ῥεύσαντος, ὑπὲρ πίστεως αἷμα, καθὼς εὐπαῤῥησίαστος, πρεσβευτὴς ἐστὶν ὄντως· διὸ βοήσωμεν αὐτῷ τρανῶς· ἐν ὥρᾳ δίκης, ἡμῶν πάντων μνήσθητι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Θεάδελφε Ἰάκωβε, δέξαι ὕμνον. Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Θεὸν ἐκδυσώπει ὐπὲρ ἠμῶν, Ἰάκωβε μάκαρ, ὁ μερίδα σου δοὺς Αὐτῷ, τῶν σὲ ἀνυμνούντων ἐπαξίως, ποίμνης ἀμνῶν δεξιοῖς ἀριθμήσασθαι.

λθὲ εἰς βοήθειαν τῶν πιστῶν, τιμώντων ε Πάτερ, τῆς Σιῶνος Ἀρχιερεῦ, ὡς πρώτιστος ταύτης Ἱέραρχης, καὶ ἐξ ἀνάγκης ἡμᾶς ἐλευθέρωσον.

πόστολε πρέσβευε ἐκτενῶς, ὑπὲρ τῶν ὑμνούντων, σὲ ὡς δίκαιον ἄνδρα νῦν, ὁ αἷμα Ἰάκωβε ἐκχύσας, Ἱερομάρτυς Κυρίου δεικνύμενος.

Θεοτοκίον.

Δεινῶν με ἀπάλλαξον χαλεπῶν, καὶ θανατηφόρου, ἀσθενείας σαρκὸς Ἁγνή, παθῶν ψυχικῶν τῶν ὀλεθρίων, ὅπως ἐν ὕμνοις ἀεὶ μακαρίζω Σε.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

πηρείας δαιμόνων ἡμᾶς ἀπολύτρωσαι, τοὺς Θεάδελφε τοῦ Κυρίου ᾠδαῖς τιμῶντάς σε, σὺ γὰρ πιστῶς ἐκ Χριστοῦ, ἀπείληφας ἐξουσίαν, ἀπελαύνειν πνεύματα, θεομακάριστε.

Λοιμικῶν νοσημάτων ταχὺ ἡμᾶς ἴασαι, τοὺς ἁπανταχοῦ τοὺς σοὺς πόνους, πόθῳ κηρύττοντας, ὅτι ἐδόθη σοφέ, σοὶ ἐκ Θεοῦ θεία χάρις, καὶ ψυχῆς θεράπευσον, πάντων τὰ τραύματα.

Φιλαυτίας κακίας καὶ μιαρῶν πράξεων, ῥῦσαί με πιστῶς σοὶ κραυγάζω· μῦστα Ἀπόστολε, ὁ διδαχθεὶς ἐκ Χριστοῦ, ἣν πρῶτος ἔγραψας θείαν, λειτουργίαν ἅπαντας, καθαγιάζουσαν.

Θεοτοκίον.

Εὐμενέσι πρεσβείαις ὑπὲρ ἠμῶν πρόσδεξαι, Λόγε τοῦ Θεοῦ τῆς Μητρός Σου, καὶ δὸς ἀμείμονα, παραγγελμάτων δ’ Αὐτοῦ, μὴ ἐπιλήσμονες εἶναι, πάντες οἱ τιμῶντές Σε, γένους τὴν σώτειρα.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ νόσων τοὺς σὲ τιμῶντας, θεοκῆρυξ Ἰάκωβε ἐν εὐήχοις ᾄσμασι, σὺ γὰρ εἶ, αὐτάδελφος Θεοῦ ζῶντος.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Σὺ κήρυξ θερμὸς ἀνεδείχθης Ἰάκωβε, Χριστοῦ ἀδελφός, πανεύφημε Ἀπόστολε· διὸ πάντας πρόσδεξαι, τοὺς πιστῶς σοι μάκαρ προστρέχοντας, φωτὸς χαρίτων δ’ ἔμπλησον ἡμᾶς, καθὼς ἀστὴρ εἶ θεολαμπέστατος.

 

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

ακώβου δεήσεσι, πρόσδεξαι ἐνθέρμοις Σωτὴρ φιλάνθρωπε, καὶ δὸς πᾶσι τὰ εὐφρόσυνα, τὴν ὁδὸν δεικνύων τὴν σωτήριον.

θλητὰ παναοίδιμε, λίθοις ἀνηρέθης ὅτι διήλεγξας, Ἰουδαίων τὴν ἀσέβειαν, ἴθυνον ἡμᾶς νῦν πρὸς εὐσέβειαν.

Κλέος ἔνθεον γέγονας, ὁ διὰ ἀγάπην Χριστοῦ καὶ θάνατον, ὑπομείνας ἱερώτατε· διὸ πόθον σου πιστοῖς ἐμφύτευσον.

Θεοτοκίον.

ἁγνὴ ἐσωμάτωσας, Λόγον ἐκ λαγόνων Σου τὸν ὑπέρθεον, Ὃν δυσώπει ἡμᾶς ῥύσασθαι, ἐκ πυρὸς ἀσβέστου τῆς κολάσεως.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Βλέψον πρὸς ἡμᾶς, ἱλαρῷ σοὶ μάκαρ ὄμματι, ὅτι ἔχεις παῤῥησίαν πρὸς Χριστόν, ὡς θείος Τούτου Μαθητής τε καὶ Θεάδελφος.

λκυσον ἡμᾶς, τῷ ἀγκίστρῳ τῆς σαγήνης σου, ὡς σοφὸς ἔμπειρος ἀλιεύς, καὶ πρὸς βίον μετανοίας καθοδήγησον.

Δὸς τοῖς σὲ πιστῶς, ἀνυμνοῦσι Ἀδελφόθεε, ἐν ψαλμοῖς ψυχῆς τὰ κρείττω καὶ δεινάς, ἴασαι νόσους, τῇ ταχείᾳ ἀντιλήψει σου.

Θεοτοκίον.

παυσας ἁγνή, Προπατόρων τὸ κατάκριμα, τοὺς τὸν πάντας δικαιώσαντα σαρκὶ Χριστὸν τεκοῦσα, Ὃν ὑπὲρ ἡμῶν δυσώπησον.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ξοάνων, βδελυρὰν πλάνην σκόρπισον, καὶ πρὸς Φῶς θεολαμπές, ἠμᾶς ἄγε πᾶσι σοφέ, τὸ στεῤῥόν σου παράσχου, ἵν’ ὡς Ἰώβ, τὰ δεινὰ ὑπενέγκωμεν, ἐκφύγωμεν βέλη δ’ ἐχθροῦ ἰοβόλα, προστάτης δεικνύμενος.

μίσθως, τὰ ἀλγεινὰ νοσήματα, θεραπεύεις τῷ ἁγίῳ ἐλαίῳ, τὰς λυπηρὰς καταστάσεις μακρύνεις, καὶ πειρασμοὺς ἀπελαύνεις Ἀπόστολε, μακρὰν ἀπὸ τῶν ψαλμικῶς, ἀνυμνούντων τὴν ἔνδοξον μνήμην σου.

κέτευε, Ἰησοῦν Ἰάκωβε, ἡμῖν δοῦναι τὴν ὀφλὴν ἐγκλημάτων· ὅτι Αὐτῷ παῤῥησίαν μεγάλην, ὠς Μαθητὴς καὶ Θεάδελφος κέκτησαι, καὶ μνήσθητι ὥρᾳ φρικτῇ, ἡμῶν πάντων πιστῶς ἀνυμνούντων σε.

Θεοτοκίον.

πῆρξας, τὸ καθαρώτατον κρίνον, ἐν κοιλᾶσι παρθενίας τὸ ῥόδον, τὸ πανευῶδες ὀσφράδιον Κόρη, ὃ Ποιητής, πρὸς κατοίκησιν εἵλετο, τὴν μήτραν Σου καὶ σαρκωθείς, εὐῳδίας τὰ πάντα ἐπλήρωσε.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ νόσων τοὺς σὲ τιμῶντας, θεοκῆρυξ Ἰάκωβε ἐν εὐήχοις ᾄσμασι, σὺ γὰρ εἶ, αὐτάδελφος Θεοῦ ζῶντος.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἀντιλήπτωρ πενήτων ὑπῆρξας πανάριστος· διὸ πρέσβυς γενοῦ, πρὸς Θεὸν ἡμῶν ἔνθερμος, τῆς Σιωνίτιδος Ἐκκλησίας πρώτιστε ποιμήν, καὶ νῦν τάχυνον ὡς συμπαθής, τοῦ βοηθῆσαι γηγενεῖς, μετὰ πόθου βοῶντάς σοι· ἴασιν δὸς νοσοῦσιν, ἐκλύτρωσαι δαιμονῶντας, καὶ πάντας τήρει ἀβλαβεῖς, ἐκ κακώσεων Ἰάκωβε.

 

Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ

Στ.: Οἱ οὐρανοῖ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.

Εὐαγγέλιον, Ἀποστολικόν

Δόξα: Ταῖς τοῦ Ἀποστόλου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Μὴ οὖν ἀποῤῥἰψῃς με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄσωτον, σὲ νῦν καταφεύγοντα, ὦ Ἰάκωβε Ἅγιε, σῶσόν με πιστῶς προσπίπτοντα, τῇ μορφῇ σου κατασπάσασθαι, ἴασιν ἄμφω δὸς τάχιστα, καὶ ῥῦσαι κακώσεων, θλίψεων ἐξαιρούμενον, καὶ τῶν δυσμενῶν συμφορῶν τοῦ βίου, ἵνα μεγαλύνω τὴν μνήμην, ἀρετὰς καὶ θαυμαστά, ἃ κατεργάζῃ Ἀπόστολε· χαίροις οὖν φθεγγόμενος.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Μακαρίαν σὴν μνήμην ἐκτελοῦντας ἐν πίστει ἰερομῦστα σοφέ, αἰτούμεθα λιταῖς σου, κολάσεως ῤυσθῆναι, οἱ ἀπαύστως κραυγάζοντες· ὀ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἶ.

Νοσήματα ἰᾶσαι, ὡς εἰληφὼς τὴν χάριν, κατὰ παθῶν ἐκ Χριστοῦ· διὸ τοὺς σὲ τιμῶντας Ἰάκωβε, ἐν ὕμνοις πειρασμῶν ἐλευθέρωσον, ἀσθενειῶν χαλεπῶν, ψυχῆς τε μολυσμάτων.

Μαθητής Σου Λόγε τοῦ Ἰωσὴφ ὀ γόνος, πρὸς σὲ μετήχθη λαμπρῶς, ὡς Ἀθλητὴς καὶ Μάρτυς, τῆς ἀρχιερωσύνης, καταρδεύων ταῖς χάρισι, τοὺς ἀνυμνοῦντας αὐτόν, θερμῶς ἠμῖν πρεσβεύων.

Θεοτοκίον.

Νύξ με τῆς ἀμελείας συνέχει καὶ καλύπτει ἁμαρτημάτων βυθός, ἀλλὰ Φῶς ἡ τεκοῦσα, πρὸς γένους σωτηρία, σπεῦσον τάχει αὐγᾶσαί μου, φρένας καρδίαν ψυχήν, τὸ ἐρεβῶδες σκότος.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Γάννυται μέγα, πλῆθος ἐν σοὶ ὀρθοδόξων, καὶ Χριστῷ βοᾷ ἐν εὐφροσύνῃ· σῶσον ἡμᾶς Σῶτερ, εὐχαῖς Ἀδελφοθέου.

λέους θείου, καὶ δωρεῶν ἡμᾶς πλῆσον, ταπεινῶς φρονεῖν ἵν’ ἀνυμνοῦμεν, σὲ πρωθιεράρχα, τῶν Ἱεροσολύμων.

φθης πολλάκις, μάκαρ πιστοὺς περισκέπων, ὡς τοῦ Λόγου μύστης καὶ ἀκέστωρ· ὅθεν ἡμᾶς ῥῦσαι, ἐκ θλίψεων καὶ νόσων.

Θεοτοκίον.

ῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, καὶ βροτῶν ἀγνὴ ἀγιωτέρα, πάντας τοὺς ὑμνοῦντας, τὴν Σὴν κηδεμονίαν.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Γαλήνιον παράσχου, Ἀπόστολε βίον, πᾶσιν ἡμῖν ἰερεῦσι καὶ δούλοις Χριστοῦ, καὶ ἐξελοῦ λαὸν Τούτου, βλάβης αἱρέσεων.

κέτευε Σωτῆρα, ἵαν ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς Μαθητά, τοὺς θείαν μνήμην Θεάδελφε, ἑορτάζοντας.

τὴν χειροτονίαν, λαβὼν ἐκ Δεσπότου., δὸς ἡμῖν πονηροῦ φεύγειν παγίδων δεσμά, καὶ ἔσο πρόμαχος πάντων, τῶν εὐφημούντων σε.

Θεοτοκίον.

ψίστου χρυσοῦς Θρόνος, πέλεις Σὺ ἐν πόλῳ· διὸ δυσώπει Υἰόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον ὁμολογοῦντάς Σε.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Νόσους ἀποδίωξον λοιμικάς, ἀφ’ ἡμῶν καὶ πάθη, ἱερώτατε Ἀθλητά, σαῖς θερμαῖς πρεσβείαις, Χριστὸν καθικετεύων, τῶν θλίψεων δὲ νέφη, τάχει διάλυσον.

Βάλσαμον οἰ λόγοι σου τοῖς λαοῖς, Ἰάκωβε θεῖε, ἐγεγόνησαν ἀληθῶς, ὡς τοὺς ἀσθενοῦντας, ἰᾶτο ἡ σκιά σου, οὕτω τοὺς νῦν νοσοῦντας, σπεῦσον ἰάσασθαι.

Εὔχου ἀρχιθῦτα δοῦναι ὀφλήν, τῶν ἡμῶν πταισμάτων, ὁ δοξάσας σε Ἰησοῦς, οὗ τοὔνομα μέγα, ἐτράνωσας καὶ πίστιν, ἀφόβως Ἰουδαίοις, καθομολόγησας.

Δὸς ἡμῖν ἀμείνονα σαῖς λιταῖς, Χριστοῦ τὴν εἰρήνην, Ἱεράρχα καὶ τὴν χαράν, ἱλασμὸν πταισμάτων, ταπείνωσιν ἀγάπην, φόβον Θεοῦ σὺν πίστει, βίου διόρθωσιν.

Ποίει ποίμνης γαίας Ἑλληνικῆς, σαῖς θερμαῖς πρεσβείαις, εἶναι ἄμπελον τοῦ Χριστοῦ, ἵν’ ἀεὶ τιμᾷ σε, Ἰάκωβε ἐν ὕμνοις, πρὸς τρίβον μετανοίας, ἰθύνων ἕκαστον.

Θραῦσον τὰ φρυάγματα τῶν ἐθνῶν, ἔπαρσιν βελίαρ, καὶ αἱρέσεων ἀπειλάς, Ἱεροσολύμων, πρώτιστε ποιμενάρχα, φρουρῶν τοὺς Ὀρθοδόξους, ἐκ περιστάσεων.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πέλεις, Ὀρθοδόξων ὀδηγός, τεῖχος ὀχυρὸν ἀντιλήπτωρ, καὶ τῶν πτωχῶν ἀρωγός, ὦ σεπτὲ Ἰάκωβε, πρωθιεράρχα Χριστοῦ, τῆς Σιῶνος τὸ καύχημα, πιστῶν ὁ προστάτης, Ἀθλητῶν ἀγλάϊσμα, Ἱεραρχῶν ἡ τρυφή· ὅθεν δίδου πᾶσι τὰ κρείττω, σώζων ἐκ φθορᾶς νοσημάτων, καὶ δεινῶν τοὺς μνήμην σου γεραίροντας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου