Σάββατο 16 Μαΐου 2026

ΜΑΪΟΣ 22!! ΑΓΙΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΠΑΥΛΟΣ ΤΡΙΠΟΛΕΩΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΜΑΪΟΣ ΚΒ!!

ΠΑΥΛΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΤΡΙΠΟΛΕΩΣ

ΑΚΟΛΟΥΘΙΑ

Ποίημα Χριστοφόρου Μοναχοῦ Λημνίου (1858)

 


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν οὐρανίων τὰ κάλλη ποθήσας Ὅσιε, τὴν τῶν ἐξ Ἄγαρ πλάνην, καὶ τὴν τούτων κακίαν, κατέπτυσας ὦ Παῦλε καρτερικῶς, καὶ Χριστὸν ἐπεπόθησας, ὑφ’ οὗ ἐδέξω αἰώνια ἀγαθά, τῇ ἐκχύσει τοῦ σοῦ αἵματος. (Δίς).

 

Τῶν οὐρανίων τὰς θέας κατοπτριζόμενος, χαρᾶς τῆς ὑπερτάτου, κοινωνεῖς ὦ θεόφρον, Μαρτύρων καὶ Ὁσίων θείοις χοροῖς, ὡς εἰκὸς ἀριθμούμενος, καὶ οὐρανίους θαλάμους περιπολῶν, ὑπὲρ ἡμῶν Θεὸν ἱκέτευε. (Δίς).

 

Τῶν ἀσκητῶν σὺ ὑπάρχεις τὸ ἀγαλλίαμα, καὶ τῶν Μαρτύρων δόξα, Παῦλε Ὁσιομάρτυς· διῆλθες γὰρ προθύμως καρτερικῶς, ἀμφοτέρων τὸ στάδιον, καὶ ἐδοξάσθης πλουσίως παρὰ Θεοῦ, κατ’ ἀξίαν τῶν ἀγώνων σου.

 

Πηγὰς ἰάσεων νέμεις τοῖς σοὶ προστρέχουσιν, ὦ Παῦλε θεοφόρε, καὶ ψυχῶν καὶ σωμάτων, θεράπων ὄντως πέλεις, τοῖς πίστει θερμῇ, προσιοῦσι τῇ σκέπῃ σου, Πελοποννήσου τὸ καύχημα καὶ κλεινόν, καὶ Μαρτύρων ἐγκαλλώπισμα.

 

Δόξα. Ἦχος δ΄.

Δεῦτε πιστῶν τὸ σύστημα, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὸν Ἀθλοφόρον Χριστοῦ τοῦ Θεοῦ, ἐν ὕμνοις τιμήσωμεν, Παῦλον τὸν κλεινὸν ἀριστέα. Οὗτος γὰρ ἀθλήσας καλῶς, καταφωτίζει τὰς διανοίας τῶν πιστῶν, τῶν ἐν πίστει καὶ πόθῳ ἐπιτελούντων τὴν μνήμην αὐτοῦ τὴν σεβάσμιον.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

 

 

 

Εἴσοδος· Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου το ανάγνωσμα. (Κεφ. μγ΄, 9-14).

Τάδε λέγει Κύριος` πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, και συναχθήσονται ἄρχοντες ἐξ` αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τὰ ἐξ αὐτῆς; Ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν, και δικαιωθήτωσαν, και εἰπάτωσαν ἀληθῆ. Γίνεσθε με μάρτυρες, και ἐγώ Μάρτυς Κύριος ὁ Θεός, και ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε και πιστεύσητέ μοι, και συνῆτε ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου ουκ ἐγένετο ἄλλος θεός, και μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, και οὐκ ἔστιν πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγώ ἀνήγγειλα και ἔσωσα, ὀνείδισα και οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοί Μάρτυρες, και ἐγώ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμί, και οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, και τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ΄, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ έξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνη· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ό Θεὸς ἑπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ έλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Λιτή. Ἦχος α΄.

Ὁ φαιδρὸς Ἀθλητὴς νέος Παῦλος, ἐν τῇ ἐνδόξῳ ἀθλήσει αὐτοῦ, τὰς ἄνω δυνάμεις ἡδύνων, καὶ σὺν αὐταῖς γηθόμενος νῦν, ἐπίγειον τοῖς πιστοῖς πανήγυριν ἤγειρε· καὶ συνεορτάζειν ἡμῖν τοῖς δι’ αὐτὸν ἠθροισμένοις, ὡς Χριστοῦ θεράπων ἐλήλυθε· διόπερ αὐτὸν ἀξίως ὑμνήσωμεν, ἀπαύστως πρεσβεύοντα τῷ Σωτῆρι Χριστῷ, δοθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

 

Ἡ τῶν Μαρτύρων καλλονή, Παῦλε μακάριε, τέρπου καὶ ἀγάλλου· Θεῷ γὰρ εὐηρέστησας, πάντων ἐξουθένησας, καὶ ζωὴν αἰώνιον ἐκομίσω ἐν οὐρανοῖς· τὸ γὰρ σοῦ τίμιον λείψανον, πᾶσαν νόσον ἐξ ἀνθρώπων ἀπελαύνει, καὶ πηγὰς ἰαμάτων παρέχει, τοῖς πίστει σοι προστρέχουσιν.

 

Τὴν τῶν ἐξ Ἄγαρ πλάνην καθυβρίσας στεῤῥώτατα, ὑπὲρ Χριστοῦ τοῦ Σωτῆρος τὸ αἷμά σου ἐξέχεας, Ὁσιομάρτυς Παῦλε πανένδοξε. Πίστει γὰρ φίλτρον ἐνστησάμενος, καὶ ἐλπίδι δέος ἀπωσάμενος, ἐδέξω βραβεῖα οὐράνια, καὶ ἄφθαρτα, παῤῥησίαν οὖν ἔχων, εὐπροσδέκτοις δεήσεσιν, αἴτησαι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, ἄφεσίν τε ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

 

Δόξα. Ὁ αὐτός.

Τρισολβία εἶ, ὦ Τρίπολις, ἡ ἀρδευθεῖσα τοῖς αἵμασι τοῦ Ὁσιομάρτυρος· οὐκ ἔτι ἐξουθενημένη καὶ ἄσημος, μᾶλλον δὲ εὐκλεὴς καὶ πανένδοξος, τοιοῦτον πολιοῦχον πλουτίσασα, εὐφραίνου καὶ κροτοῦσα τὰς χεῖρας χόρευε, καὶ εὐλαβῶς κατασπαζομένη τούτου τὰ σεβάσμια λείψανα, τῷ Σωτῆρι βόησον· ὁ παρὰ τοῦ Ὁσιομάρτυρος δοξασθεὶς Κύριε, ῥῦσαι ἐκ τοῦ πονηροῦ τὴν νεολαίαν Σου.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Δεῦτε, ὦ χριστοφόροι λαοί, μετ’ εὐφροσύνης συνελθόντες σκιρτήσατε, ἰδοὺ γὰρ ὁ νέος Παῦλος, τῶν Ἀθλητῶν καλλονή, καὶ Χριστοῦ θεράπων γνησιώτατος, φαιδρῶς νῦν προτίθεται, τὰς πηγὰς τῶν ἰάσεων, καὶ τὰ βραβεῖα, ἃ πλουσίως ἐδέξατο, δι’ ὧν ἤστραψε, ὡς φωστὴρ διαυγέστατος· τούτου οὖν τὴν εὐφρόσυνον, τελέσωμεν ἄθλησιν, καὶ τῶν θαυμάτων τὴν χάριν, θεόθεν ἥνπερ ἀπείληφεν, πιστῶς εὐφημοῦντες, τὸν δοτῆρα τῶν ἁπάντων, θερμῶς δοξάσομεν.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Χαίροις, τῶν ἀσκητῶν ἡ χαρά, καὶ τῶν Μαρτύρων δόξα ὄντως ἀνέκφραστος, πυρὶ γὰρ τοῦ θείου πόθου, καταφλεχθεὶς ἀληθῶς, τῇ ἀσκήσει ὅλον ἐναπέδωκας, σαυτόν· μετὰ ταῦτα δέ, ἀναβάσεις ἐκθέμενος, τῇ σῇ καρδίᾳ, τὸ μαρτύριον ἤνυσας, καὶ ἐτρόπωσας, τοῦ ἐχθροῦ πᾶσαν δύναμιν· ᾗρας δὲ νικητήρια, καὶ γέρα τῶν ἄθλων σου, καὶ ἀντιδόσεις πλουσίας, παρὰ Θεοῦ ἐναπείληφας· Ὃν νῦν ἐκδυσώπει, καὶ ἡμῖν τοῖς σὲ τιμῶσι, δοῦναι τὴν ἄφεσιν.

 

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Χαίροις, ὁ Νεομάρτυς Χριστοῦ, ὁ θαρσαλέως τῶν τυράννων ἐνώπιον, κηρύξας αὐτὸν τῶν ὅλων, Δημιουργὸν ἀληθῆ, καὶ τῆς ἀσεβείας τὴν τυφλότητα, ἐλέγξας τρανώτατα, καὶ πιστοῖς πᾶσι καύχημα, ἐγείρας μέγα, τῇ πατρίδι σου εὔκλειαν, ἐνεποίησας, τοῖς σοῖς ἄθλοις πανόλβιε· χαίροις τῶν συμμαρτύρων σου, ὦ Παῦλε συνόμιλε, ὁ καθαρῶς ἐποπτεύων, Τριάδα τὴν ὁμοούσιον, ἣν μὴ διαλείπῃς, ἱκετεύων ἡμᾶς σῶσαι, τοὺς ἀνυμνοῦντάς σε.

 

Δόξα. Ἦχος πλ. δ΄.

Κύριε, ὁ πρώην σε ἀρνησάμενος Παῦλος, τὴν σὴν ἐπιγνοὺς θεότητα, μετανοοῦντος ἀναλαβὼν τάξιν, ὀδυρόμενος, δάκρυα ἔῤῥεε ψυχῆς ἐκ βάθους. Οἴμοι, θρηνῳδῶν, ὡς αἰτία ὑπάρχει ἀνυποίστων βασάνων, καὶ φλογιζούσης γεέννης, ἡ τῆς ἀσεβείας ἐνστέρνησις· δέξαι μου τὰς πηγὰς τῶν δακρύων, ὁ δεχόμενος εὐσπλάγχνως τοὺς θερμῶς μετανοοῦντας· κάμφθητί μοι εἰς τοὺς στεναγμοὺς τῆς καρδίας, ὁ τοὺς ἀρνητάς σου δεχόμενος προθύμως· καταφιλήσω τοὺς ἀχράντους σου πόδας, τοὺς ὑπὲρ ἐμοῦ πάλαι τῷ Σταυρῷ προσηλωθέντας· Ὅν ἐν Γολγοθᾷ ὁρῶσα, ἅπασα ἡ κτίσις, δέει συνεχομένη, ἔτρεμε καὶ ἐκλονεῖτο. Ἀρνήσεώς μου τὸ ἄχθος, καὶ ποινὴν τοῦ συνειδότος, ἀδακρυτὶ πῶς ἐνέγκω ψυχοσῶστα Σωτήρ μου; Δέξαι τὸ μαρτύριόν μου, ὁ ἀνείκαστον ἔχων τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Νῦν ἀπολύεις, Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ὁσιώτατε Μάρτυς Παῦλε πανένδοξε, ὑπὲρ Χριστοῦ ἐναθλήσας γενναιοτάτῃ ψυχῇ, τὸν διπλοῦν παρὰ Θεοῦ στέφανον εἴληφας, καὶ χοροῖς τῶν Ἀσκητῶν, καὶ Μαρτύρων συναφθείς, μὴ διαλείπης πρεσβεύων, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει, ἐπιτελούντων τὴν θείαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Κατέπτυσας φαιδρῶς, Ὀθωμάνειον πλάνην, καὶ ἔστης ἀνδρικῶς, εἰς ἀγῶνας, ὦ Παῦλε, κηρύξας δὲ κατήσχυνας, τὴν ἀλκὴν τοῦ ἀλάστορος· ὅθεν σήμερον, Τρίπολις χαίρουσα μάκαρ, σοῦ τὴν πάντιμον, ἀποτομὴν ἑορτάζει, Μαρτύρων τὸ καύχημα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Πελοπόννησος, πατρὶς τοῦ Παύλου, τέρπου χόρευε, κροτοῦσα χεῖρας, καὶ γὰρ αὐτὸν ἔχεις νῦν ὡς προστάτην σου· τὴν οὐρανῶν γὰρ Βασιλείαν τὴν ἄληκτον, ἐκ τῶν οἰκείων ἄθλων ἐξωνησάμενος, πρεσβεύει ἀεὶ Χριστῷ τῷ Θεῷ, δωρήσασθαι τὴν εἰρήνην σοι, καὶ τὸ μέγα ἔλεος.

Δόξα.

Ἐκκεντούμενος, ἔρωτι θείῳ, εἰς μαρτύριον, φαιδρῶς ἐπέστης, θεῖε Παῦλε, Ἀγγέλων συνόμιλε· χαίρων γὰρ κάραν ἐτμήθης πανόλβιε, Χριστὸν κηρύξας Θεάνθρωπον τέλειον· ὅθεν τυχὼν τῆς παρ’ Αὐτῷ ἀναψύξεως, ἱκέτευε οὖν ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὸ πολυμόχθιστον, τῆς σῆς ἀσκήσεως, καὶ τὸ φαιδρότατον, τὸν τῆς σῆς ἀθλήσεως, ἔφριξαν θῆρες οἱ δεινοί, ἐβόας γὰρ ὦ γενναῖε· τὸν Χριστόν μου σέβομαι, Ὃν ἀφρόνως ἐξώμοσα, πλάνην δὲ καχέσπερον, ἐκφαυλίζω στεῤῥότατα· διὸ καὶ ἀπετμήθης τὴν κάραν, καὶ τὸ σὸν αἷμα ἐξέχεας.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

 

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Εὐαγγέλιον Μαρτυρικόν.

Ὁ Ν’ Ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Σήμερον πιστοὶ χορεύσωμεν ἐν ψαλμοῖς καὶ ὕμνοις, ἐπὶ τῇ ἀθλήσει τοῦ Ὁσιομάρτυρος Παῦλου. Οὗτος γὰρ τὸν Χριστὸν κηρύξας ἐν μέσῳ τῶν ἀπίστων, τὴν κάραν τέμνεται ὑπ’ αὐτῶν, καὶ στέφανον μαρτυρίου λαμβάνει, παρὰ τοῦ ἀθλοθέτου Χριστοῦ τοῦ Θεοῦ, ᾧ καὶ πρεσβεύει ἀπαύστως, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Αἰνέσαι τρισόλβιε, σὲ κατ’ ἀξίαν οὐκ ἔνεστι, τῇ χρήσει τῶν λόγων μου, Παῦλε πανένδοξε· ὅθεν δίδου μοι, σὺ χάριν οὐρανόθεν, κατάλληλον ὅπως σου, ᾄσω ἐφύμνιον.

Νεόφωτος πέφηνας, τῇ Ἐκκλησίᾳ ἀοίδιμε, ἀστὴρ αὐγαζόμενος, Ἡλίου τοῦ νοητοῦ, τοῦ Θεοῦ ἡμῶν, Χριστοῦ φωτοφανείαις, ψυχῶν τῶν τιμώντων σε, φωτίζων ὄμματα.

Μαρτύρων ἀθλοῦντά σε, δῆμος θεώμενος ἔχαιρε, καὶ Ἄγγελοι ἔπλεκον, στέφανον ἄφθαρτον, καὶ ἀμάραντον, ἐκ τῶν τοῦ Παραδείσου, ἀνθέων καλλίνικον, σὲ περιμένοντες.

Θεοτοκίον.

Νυστάζοντα Δέσποινα, τὸν λογισμόν μου διέγειρον, τῇ μέθῃ βαρύνοντα, ἁμαρτιῶν μου Σεμνή, καὶ ὁδήγησον, εἰς τρίβον μετανοίας, ὁ Νυμφίος ὅπως ἂν εὕρῃ με νήφοντα.

 

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Οὐδ’ ὅλως ἐκλόνισαν τὴν φρένα, ὦ Παῦλε συνάρσει τοῦ Χριστοῦ, τὰ τῶν ἐχθρῶν προσκρούσματα, σφοδρῶς σοι προσρηγνύμενα, ἀλλὰ γενναίως εἴσδυσας εἰς τὸ μαρτύριον ἔνδοξε.

Νεότης ἐῤῥέτω ἀνεβόας, καὶ πλούτη καὶ δόξαι καὶ τιμαί, τὰ παρ’ ὑμῖν ὦ ἄπιστοι, καὶ σὺν αὐτοῖς ἀπόλοισθε, ἐμοὶ Χριστὸς ὁ Κύριος, δέδωκε δῶρα αἰῶνια.

Ἀνέτειλεν ἄρτι ἀνθηφόρον, τὸ ἔαρ κομπάζει τε ἡ γῆ, τερπνοῖς βρίθουσα ἄνθεσι, καὶ τοῦ Χριστοῦ ἤδεται, στεφανουμένη ἄθλοις σου, ἡ Ἐκκλησία πανένδοξε.

Θεοτοκίον.

Ἰδοὺ ὁ χειμὼν τῆς ἁμαρτίας, ταράττει με Δέσποινα ἁγνή, καὶ κλυδωνίζει σπεῦσον οὖν, καὶ πρὸς τὸ ὄντως ἔαρ με, τῆς εὐσπλαγχνίας τάχιστα, τῆς τοῦ Υἱοῦ Σου μετάγαγε.

 

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Τὰ στίφη τῶν πιστῶν, εὐλαβῶς ἀθροισθέντα, τὸν νέον Ἀθλητήν, Παῦλον τὸν θεοφόρον, ἀξίως ὑμνήσωμεν, εὐσεβείας τὸν πρόμαχον, ἀδαμάντινον, καὶ ἀσεβῶν καθαιρέτην, τὸν κηρύξαντα, Θεὸν τοῦ σύμπαντος κόσμου, Χριστὸν τὸν θεάνθρωπον.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Θάμβος Παῦλε τοῖς ἐξ Ἄγαρ, ἀσεβέσιν ἀνέλαβε, τοῖς πιστοῖς δὲ θάῤῥος, διὰ μαρτυρίου πανόλβιε, αὐτομολήσας γενναίως εἰς τὸν θάνατον, ὑπὲρ πίστεως, τῆς εἰς Χριστὸν τὸν Θεάνθρωπον.

Πληθὺν ἄνομον ἀπίστων, κατὰ σοῦ ἐκβαχεύσασαν, ὡς λυσσώδεις κύνες, σὲ καταθωπεῦσαι οὐκ ἔπτηξας, ἀλλ’ ἐτροπώσω τῷ σθένει τῶν ῥημάτων σου, λογισάμενος, τὴν τούτων πλάνην ἀθύρματα.

Ἠλλοιώθη σου οὐδ’ ὅλως, παρεστῶτος πρὸ βήματος, ἡγεμόνος Παῦλε, τοῦ φαιδροῦ προσώπου ἡ πρόσοψις· ἀλλὰ σημαίνων νοός σου τὸ ἀτάραχον, δικαζόμενος, διὰ Χριστὸν ἔστης ἄσμενος.

Θεοτοκίον.

Καθαρώτατον Παρθένε, καὶ πανάσπιλον, σκήνωμα, ἐν ᾧ ξενοτρόπως, ὁ τῶν πάντων Ἄναξ κατέλυσεν, ἁμαρτιῶν γεγονότα με κατάλυμα, τοῦ ἐλέους Σου, σπεῦσον τοῖς ῥείθροις ἀπόπλυνον.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Τὸν σπόρον ἀνέκρυπτες, μυχοῖς τῆς διανοίας σου, τὸν τῆς εὐσεβείας τῆς εὐκάρπου, ἀρούρας δίκην, κἂν ἀσεβείας χειμών, ἐδόνησεν· ὅθεν εὐθαλῶς, θάλψας στάχυν εὔκαιρον, ἐξανῆκες πολύχουτε.

Ἡ δωρεῶν ἐνυπόσχεσις, καὶ τῶν δεινῶν ἡ ἀπείλησις, οὐκ ἠμαύρωσέ σου λαμπηδόνα, τὴν τοῦγενναίου θείου φρονήματος, ἀλλ’ ἔστιλψε μᾶλλον, εἰς τὴν πίστιν τοῦ Χριστοῦ, μάκαρ ὥσπερ ἄργυρος, ἐν βασάνῳ τριβόμενος.

Τὸ ὄμμα ἀνέτεινας, Παῦλε εἰς τὰ οὐράνια, τὸ τῆς σῆς ψυχῆς, ὅτε ἑώρας, τὴν τοῦ δημίου ὀξείαν μάχαιραν, ᾧ καὶ ἀπετμήθης εὐθαρσῶς, καὶ ἄφθαρτα καὶ αἰώνια στέφανα.

Θεοτοκίον.

Οἱ χείμαῤῥοι Δέσποινα, οἱ τῶν παθῶν κατέβησαν, τῆς σαρκὸς καὶ νῦν ὑπεραρθῆναι, τῆς κεφαλῆς μου ἐγγὺς ἐγένοντο, ὥστε κατακλύσαι με Ἁγνή, οἴκτειρόν με δέομαι, καὶ αὐτοὺς ἀποξήρανον.

 

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Ὡραῖα ὄντως καὶ πάμφωτος, πανήγυρις ἀνέτειλε σήμερον, τοῦ Νεομάρτυρος, πιστοὶ ἐνθέως σκιρτήσωμεν, τὸν στεφοδότην τούτου Χριστὸν δοξάζοντες.

Νυμφῶνος ἄξιον ἔνδυμα, τοῦ οὐρανίου Παῦλε ἐξύφανας, στεῤῥοῖς ἀγῶσί σου· δι’ ὃ εἰσῆλθες γηθόμενος, εἰς τὴν χαρὰν Κυρίου εὐφρανθησόμενος.

Εὐφραίνει Παῦλε τοῖς κάλλεσι, πολεύων Παραδείσου καὶ ἄνθεσι, τούτου στεφόμενος, ὧν καὶ ἡμᾶς καταξίωσον, τοὺς ὑμνητὰς σῶν ἄθλων τῇ μεσιτείᾳ σου.

Θεοτοκίον.

Λαμπάδα πάγχρυσον ἔγνωμεν, τὸ πῦρ Σύ δεξαμένην θεότητος, ἀφλέκτως Πάναγνε, καὶ τοὺς ἐν σκότει φωτίσασα, τῆς ἁμαρτίας· ὅθεν τιμῶμέν Σε.

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ὤφθης Παῦλε ἔγερσις, τοῖς ἀσθενέσι, καὶ πυρσὸς φαιδρότατος, τοῖς εὐσεβέσι Ἀθλητά, διὸ γηθόμενοι σήμερον, τὴν ἐκτομήν σου σεπτῶς γεραίρομεν.

Ὁ Οἶκος.

Δεῦτε ὁ δῆμος τῶν εὐσεβῶν, εὐφημίαις ὑμνήσωμεν τὸν κλεινὸν Ὁσιομάρτυρα Παῦλον· κατὰ Πέτρον γὰρ τοῦ πτώματος ἐξεργεθείς, καὶ ὃν ἐξώμωσε Δεσπότην, τοῦτον φαιδρᾷ τῇ φωνῇ ἐνώπιον ἀσεβῶν ὡμολόγησε τέλειον Θεόν, καὶ τέλειον ἄνθρωπον· καὶ τὸν δράκοντα τροπωσάμενος, τὴν τούτου πλάνην γενναίως ἐξεφαύλισεν· ὅθεν ἀποτμηθείς, δαίμονας κατήσχυνε καὶ τοὺς πιστοὺς ἐνισχύσας, ἐφαίδρυνε, καὶ σώζει ἅπαντας ἐκ κινδύνων· διὸ τὴν σεπτὴν αὐτοῦ ἐκτομήν, χαρμοσύνως γεραίρομεν.

 

Συναξάριον.

Τῇ ΚΒ΄ τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Παῦλος ὁ ἐκ Σοποτοῦ Καλαβρύτων καὶ ἐν Τριπόλει μαρτυρήσας ἐν ἔτει 1818, ξίφει τελειοῦται.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Δροσιζόμενοι οἱ παῖδές ποτε ἔψαλλον, ἐν τῇ καμίνῳ φαιδρῶς, σὺ δὲ τὴν κάραν τμηθείς, βραβεῖα αἰώνια, Παῦλε ἀπείληφας, καὶ συγχαίρεις νῦν, ταῖς νοεραῖς δυνάμεσι, καὶ χορείαις τῶν Μαρτύρων.

Φῶς κατηύγασε τερπνὸν ἡμῖν ἡ μνήμη σου, ἡ πανσεβάσμιος, σὺ γὰρ ἀπίστων ὀφρῦν, γενναίως κατέβαλες, καὶ ἀνεκήρυξας, τὸν Ἰησοῦν Θεάνθρωπον, καὶ Σωτήρα τῶν ἁπάντων.

Ἔαρ ἔδειξε φωτοφανές ἡ μνήμη σου, Παῦλε ἀοίδιμε, Μαρτύρων ἡ καλλονή, ὡς ῥόδον ἡδύπνοον πιστοὺς μυρίζουσα, θαυματόβρυτος, πηγή τε καὶ ἀκένωτος, θησαυρὸς θείων χαρίτων.

Θεοτοκίον.

Ἀειπάρθενε ἐκ σκότει με βαδίζοντα, ἁμαρτιῶν καὶ παθῶν, περιπλανώμενον νῦν, ἡ τέξασα ἥλιον τὸν παμφαέστατον, τὸν Θεὸν ἡμῶν, δᾳδούχησον καὶ δεῖξόν μοι, τὴν ὁδὸν τῆς μετανοίας.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Ῥέοντα καὶ ἄστατα ὁ Παῦλος, ὁ νεός καταλιμπάνων δι’ ἀθλήσεως, Σῶτερ ὑμνολόγει σε, καὶ ἐδοξολόγει σε· τῇ μνήμῃ δὲ αὐτοῦ ψάλλειν σοι πάντας ἐκίνησε· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὥρα ἡ τοῦ ἔαρος ἀπέστη, λειμῶνα τοῦ κατοικοῦντος τὸν οὐράνιον, Παύλου τοῦ τρισμάκαρος, ἡ μνήμη νῦν συμπάρεστι, τὴν Ἐκκλησίαν ἅπασαν Χριστοῦ φαιδρύνουσα, κροτήσωμεν φιλέορτοι πάντες, ᾄσματα Κυρίῳ, τιμῶντι τοὺς Ἁγίους.

Ῥεῖθρον ζωηρὸν καὶ νεκταρῶδες, ἡ μνήμη σου καταβλύζει ἡμῖν ἅπασι, καὶ κρουνοὺς ἰάσεων, Παῦλε παναοίδιμε, τοῖς ἀσθενέσι δίδωσι, καὶ πεπτωκόσι δεινῶς· διὸ Πάτερ, κἀμὲ τὸν πεσόντα, ἴασαι ὡς εὔσπλαγχνος, τῶν Μαρτύρων τὸ καύχημα.

Θεοτοκίον.

Ὄρος ἀλατόμητον ὦ Κόρη, ἐξ οὗ ὁ νοητὸς λίθος τέτμηται, δίσκος ὁ δεξάμενος, δικαιοσύνης ἥλιον, νεφέλη ὑετόῤῥυτος ἡ καταρδεύσασα, τὴν βρότειον, κατάξηρον φύσιν, τάξον τοῦ Υἱοῦ Σου, ἐν δεξιῷ χορῷ με.

 

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ἔλεος ἐμοί, πεσόντι τρισόλβιε, Παῦλε κατάπεμψον, ἀμετρήτως πταίσαντι, ἀβύσσῳ πάντως· ὡς παριστάμενος Τριάδι, ὡς γηθοσύνως πανηγυρίζω σου, ἐν τῇ μνήμῃ, καὶχαρμοσυνώτατα, προσφωνήσω τὰ σὰ κατορθώματα.

Ὅλον ἐν κακοῖς, ἐμὲ ἐπικείμενον ἄνωθεν ἔπιδε, Παῦλε ὁσιώτατε, χεῖρά μοι ὄρεξον ἀναστάσεως, καὶ εὐσπλαγχνίας ῥίψον με, Χριστοῦ τοῖς ῥεύμασι, καὶ νυμφῶνος, ἄξιον ἀπέργασαι, οὐρανίου εὐχαῖς εὐπροσδέκτοις σου.

Νίκην κατ’ ἐχθρῶν, Ἀγγέλων συνόμιλε, τοῦ πολεμοῦντος ἡμῖν, δώρησαι καὶ τῶν παθῶν τῶν ψυχοφθόρων, καὶ τῶν κινδύνων με ἐξάρπασον, προσοίσαντα σοὶ τὸ ἐγκώμιον, τὸ βραχὺ μὲν τοῦτο, ἀλλὰ πρόθυμον, καὶ θερμοῦ τοῦ πρὸς σὲ πόθου ἔμπλεον.

Θεοτοκίον.

Αἶνον προσφυῆ, τοῖς Σοῖς προτερήμασι, πῶς τις προσάξεται; Νοῦν γὰρ ὑπὲρ ἅπαντα, ἐκτελεσθέντα, καὶ ὑπερκόσμιον, πῶς βρότειον ἐγκώμιον ἐμπεριλήετε; ἀλλ’ ἀνάσχου τούτου, καὶ Υἱῷ Σου γάρ, φίλον ὅτι ἐστὶ κατὰ δύναμιν.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τὸν νέον καὶ πανένδοξον Παῦλον Ὁσιομάρτυρα, Πελοποννήσου τὸ κλέος, τὸν ἐπ’ ἐσχάτοις τοῖς χρόνοις, γενναίως ἐναθλήσαντα, καὶ πίστιν τὴν ἀμώμητον, στεῤῥῶς ὁμολογήσαντα, ὕμνοις τιμήσωμεν πάντες, ὡς τοῦ Δεσπότου ὁπλίτην.

Καὶ τὸ τῆς Ἑορτῆς.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Πελοποννήσου οἱ παῖδες δεῦτε συνδράμετε, καὶ τὴν τιμίαν μνήμην, εὐφημήσατε πάντες, τοῦ Νέου Ἀθλοφόρου τοῦ τὸν Χριστόν, ἐν σταδίῳ κηρύξαντος, καὶ ἀπελέγξαντος πλάνην Ὀθωμανῶν, βδελυράν τε καὶ παμβέβηλον.

 

Τῶν ἀοράτων τὰ κάλλη περιϊπτάμενος, τῶν ἐφετῶν τὸ ἄκρον, κατοπτεύεις ὦ Παῦλε, τὴν τρίφωτον Τριάδα Ἧς ταῖς αὐγαῖς, καταυγαζόμενος ἔνδοξε, ὑπὲρ ἡμῶν μὴ ἐλείπης ἐκδυσωπῶν, λυτρωθῆναι πάσης θλίψεως.

 

Τῆς ψευδολόγου θρησκείας τὴν μιαρότητα, πανσόφως ἐννοήσας, τῷ Χριστῷ ἐκκολήθης, δι’ Ὅν καὶ κεφαλῆς σου ὑπενεγκών, τὴν τομὴν Παῦλε ἔνδοξε, διπλοῖς στεφάνοις ἐστέφθης παρὰ Θεοῦ, καὶ θαυμάτων ἐπιδείξεσιν.

 

 

Ἡμῖν ἐξ ὕψους τὴν χάριν Παῦλε τὴν ἔνθεον, κατάπεμψον ὑμνοῦσι, σοῦ τὴν μνήμην καὶ νίκην, κατὰ τῶν ἀοράτων καὶ ὁρατῶν, πολεμίων καὶ φύλαττε, τῆς σῆς πατρίδος τὴν πίστιν ταῖς πρὸς Χριστόν, εὐπροσδέκτοις σου δεήσεσι.

 

Δόξα. Ἦχος δ΄.

Δεῦτε, ὦ φιλέορτοι, ᾀσματικαῖς εὐφημίαις, τὸν ὑπὲρ Χριστοῦ τυθέντα, φαιδρῶς αἰνέσωμεν. Σήμερον γὰρ ἔαρ νοητὸν ἐπέφανεν ἡμῖν, πηγάζον ἄνθη τὰ λογικά, ἡ πανένδοξος μνήμη Παύλου τοῦ Νέου Ὁσιομάρτυρος· οὗτινος τὴν ἐκτομὴν ἑορτάζοντες, κομιζόμεθα ἰαμάτων πηγάς. Μεθ’ ὧν καὶ νῦν αὐτὸν ἱκετεύσωμεν, τοῦ πρεσβεύειν ἀπαύστως τῷ Σωτῆρι Χριστῷ, πταισμάτων τὴν λύσιν δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Ἄνθος εὐωδέστατον καὶ τερπνόν, ἐν Πελοποννήσῳ ἀνεβλάστησε θαυμαστῶς, Παῦλος ὁ γενναῖος, νικήσας τοὺς ἐξ Ἄγαρ, καὶ τὸν Χριστὸν κηρύξας διὰ ἀθλήσεως.

Τέρπου ὁ νεώτατος Ἀθλητής, ἐν χρόνοις ὑστέροις, τὸν πολέμιον καθελών· χαίροις τερπνὸν ῥόδον, ὀσμαῖς σου μυριπνόοις, ἡμᾶς εὐωδιάζον, τοὺς εὐφημοῦντάς σε.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου