Κυριακή 17 Μαΐου 2026

ΜΑΪΟΣ 18. ΑΓΙΟΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΜΕΛΕΤΙΟΣ ΚΙΤΡΟΥΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΜΑΪΟΣ ΙΗ

ΜΕΛΕΤΙΟΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΚΙΤΡΟΥΣ

ΑΚΟΛΟΥΘΙΑ

(Ἰωὴλ Ἐδέσσης)

 


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι μάρτυρες.

Πάτερ Μελέτιε Χριστοῦ, Ἱεράρχα ἅγιε, εἰκὼν καὶ τύπος σὺ γέγονας, τῷ μαρτυρίῳ σου, τοῦ καλοῦ ποιμένος, ἐν ἐσχάτοις ἔτεσι, στηρίζων τὸ ὑπόδουλον γένος σου, διὸ τὴν κλῆσίν σου, ἐγκωμίοις καταστέφομεν, καὶ αἰτοῦμεν, εὐχὰς καὶ πρεσβείας σου.

 

Πάτερ Μελέτιε κλεινέ, ἀθλοφόρων καύχημα, ὥσπερ θεόδεκτον σφάγιον, σαυτὸν προσήνεγκας, τῷ Χριστῷ θεόφρον, ἐν τοῖς μαρτυρίοις σου, νικήσας τὸν ἀρχέκακον δράκοντα, καὶ νῦν παρίστασαι, πρὸ τοῦ θρόνου τοῦ Κυρίου σου, ἱκετεύων, ὑπὲρ τῶν τιμώντων σε.

 

Πάτερ Μελέτιε τομαῖς, σπαθισθεὶς παρέδωκας, τὴν σὴν ψυχὴν εἰς τὸν Κύριον, καὶ ὡς νεόαθλος, προστεθεὶς ἀξίως, τῶν μαρτύρων τάξεσι, πρεσβεύεις μετ' αὐτῶν ἀξιάγαστε, ἱκετηρίαις σου, ὑπὲρ πάντων τῶν τιμώντων σου, μνήμην μάκαρ, καὶ βίον τὸν ἔνθεον.

 

Ἐξέστησαν Ἄγαρ οἱ υἱοί, ἀθλητὰ Μελέτιε, καὶ ὥσπερ κύνες ἐπέπεσον, οἱ ἀφρονέστατοι, κατὰ σοῦ καὶ σπάθαις, μεληδὸν κατέκοψαν, τὸ σῶμά σου παμμάκαρ τὸ ἅγιον· διὸ καὶ εἴληφας, τῶν μαρτύρων στέφος ἄφθαρτον, ἀθλοφόρους, τοὺς πάλαι μιμούμενος.

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον τοῦ νεοφανοῦς Ἱερομάρτυρος Μελετίου, ἡ γηθόσυνος μνήμη ἐπέστη, χαρᾶς πληροῦσα, τῶν εὐσεβῶν τῆς Μητροπόλεως Κίτρους καρδίας. Οὗτος γὰρ ἐν τοῖς πικροῖς τῆς δουλείας χρόνοις, ἀνδρικῶς ὑποστὰς βασάνους, αἰκίας πολλάς, τὴν τμῆσιν τῶν μελῶν τοῦ σώματος, καὶ ἐπώδυνον θάνατον, ὡς ἀθλητὴς περίδοξος, τὸ ζῆν ἐξεμέτρησε, στηρίζων ὡς ποιμήν, τὰ λογικὰ τῆς Ἐπισκοπῆς πρόβατα, ἐμμένειν ἐν τῇ πίστει τοῦ Χριστοῦ, εἰς ὃν ἀεὶ πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

 

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ἔδωκας σεαυτόν, θυσίαν τῷ Κυρίῳ, Μελέτιε παμμάκαρ, Ἀρχιερεῦ τοῦ Κίτρους, πιστῶν τὸ ἐγκαλλώπισμα.

 

Στ.: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Ἅγιε τοῦ Θεοῦ, Μελέτιε μὴ παύσῃ, ὑπὲρ ἡμῶν πρεσβεύων, τῶν πίστει ἀνυμνούντων, τὴν σὴν σεπτὴν ἐπέτειον.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Ξίφεσι τῶν υἱῶν, τῆς Ἄγαρ τὸ σὸν σῶμα, Μελέτιε ἐτμήθη, δοθὲν ὡς ἱερεῖον, Κυρίῳ Παντοκράτορι.

 

Δόξα. Τριαδικόν.

Ἔστης ὡς λειτουργός, πρὸ θυσιαστηρίου, δοξάζων τῆς Τριάδος, τὸ ὄνομα ἀπαύστως, Μελέτιε Ἐπίσκοπε.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα Μαριάμ, ὁμοῦ σὺν Μελετίῳ, τῷ Ἐπισκόπῳ Κίτρους, ὑπὲρ ἡμῶν τῷ Κτίστῃ, ἀεὶ καθικετεύετε.

 

Νῦν ἀπολύεις, Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Χαίρει ἔχουσα, ἡ Πιερία, ἱερόαθλον, λαμπρὸν ποιμένα, τὸν ἐπίσκοπον Κίτρους Μελέτιον, ὑπὲρ Χριστοῦ γὰρ τὸ αἷμα ἐξέχεε, Θεσσαλονίκης φοινίξας τὸ ἔδαφος· διὸ ἅπαντες, τιμῶμεν αὐτὸν ἐν ᾄσμασι, αὐτοῦ ἐξιστοροῦντες τὰ θαυμάσια.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι μάρτυρες.

Πάτερ Μελέτιε σεμνέ, ἀρχιθύτης γέγονας, Ἐπισκοπῆς Κίτρους χάριτι, καὶ μετὰ ταῦτα δέ, τῆς Θεσσαλονίκης, τὸν λαὸν ἐποίμανας, σαφῶς ἀναπληρῶν ταύτης Πρόεδρον, τὸν εὐλαβέστατον, Ἰωσὴφ Χριστοῦ ποιμάντορα, ἀπαχθέντα, ἐν Πόλει ὡς ὅμηρον.

 

Πάτερ Μελέτιε σοφέ, ἐν ἐσχάτοις ἔτεσιν, καθάπερ ἥλιος ἔλαμψας, φωτίζων ἅπαντα, ἐν τῇ Πιερίᾳ, τῶν πιστῶν συστήματα, τοῖς λόγοις σου καὶ ἤθεσιν ἅγιε· διὸ τὴν μνήμην σου, ἐκτελοῦμεν καὶ γεραίρομεν, τὸν σὸν βίον, ὁμοῦ καὶ τὰ ἔργα σου.

 

Πάτερ Μελέτιε ποιμήν, Πιερίας γέγονας, ἐπιστασίᾳ τοῦ Πνεύματος, κηρύττων πάντοτε, ὥσπερ θεῖος κῆρυξ, τοῦ Χριστοῦ ἐντάλματα, ἐν Κίτρει θεοφόρε Μελέτιε, καὶ ὤφθης στήριγμα, τῶν ἐν θλίψει ὄντων Ἅγιε, καὶ δουλείᾳ, υἱῶν τοῦ ἀλάστορος.

 

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.

Ἠμφιάσω Μελέτιε, Ἐπισκόπων τὸ ἔνδυμα, τῇ τελετουργίᾳ τοῦ θείου Πνεύματος, καὶ ὡς ποιμὴν θεοφώτιστος, τοῦ Κίτρους διέπρεψας, καὶ ἐδείχθης ἀληθῶς, οἰκονόμος τῆς χάριτος, ἐν τῇ ποίμνῃ σου, ὁδηγῶν πρὸς νομὰς τὰς σωτηρίους, τὰ σὰ θρέμματα παμμάκαρ, ἐπισκοπῆς τῆς λαχούσης σε.

 

Τὴν σὴν ἄθλησιν ἅγιε, Ἱεράρχα Μελέτιε, τὴν εἱρκτὴν τὰ βάσανα καὶ τὰ τραύματα, καὶ τὴν κατάτμησιν σώματος, καὶ βίαιον θάνατον, Πιερίας ὁ λαός, ὁ πιστὸς καὶ φιλάγιος, θείοις ᾄσμασι, ἐν τῇ μνήμῃ σου πάτερ χριστοφόρε, ὁλοθύμως ἀνυμνοῦσι, καὶ ἐγκωμίοις γεραίρουσι.

 

Ὡς νηπίων κτυπήματα, ἐλογίσω Μελέτιε, ἀπειλὰς καὶ ὕβρεις καὶ κακουργήματα, Ὀθωμανῶν τῶν δημίων σου, ἐν χρόνοις πανεύφημε, τοῖς ἐσχάτοις καὶ πικροῖς, καὶ ἐστήριξας ἅπαντας, τοὺς πιστεύοντας, εἰς Χριστὸν ἐδαφίζων τῶν ἀθέων, φληναφήματα καὶ λόγους, καὶ πᾶσαν ἄλλην κακόνοιαν.

 

 

 

 

 

 

Δόξα Πατρί. Ἦχος πλ. β΄.

Ἅγιε Ἱεράρχα Μελέτιε, ἴσχυσας τῇ δυνάμει τοῦ Σταυροῦ, τὸ τῶν βασάνων διελθεῖν πέλαγος, καὶ εἰς πλάτος καταντῆσαι, τοῦ Παραδείσου ὡς νεόαθλος. Σὺ γὰρ τὰς πολυτρόπους κολάσεις, καὶ ὀδυνηρὰς μαστιγώσεις, ὡς ἀναψυχὴν καὶ παράκλησιν, ὄντως ἡγήσω μακάριε, διὸ καὶ εὐτολμίᾳ τῶν λόγων σου, τὴν πλάνην τῆς Ἄγαρ διήλεγξας, καὶ Χριστοῦ τὴν ἀλήθειαν, μαρτυρικῶς ἐβεβαίωσας, ὃν ἱκέτευε ὑπὲρ πάντων, τῶν ἐν Πιερίᾳ καὶ ἀλλαχοῦ, τιμώντων τὴν μνήμην σου, καὶ ἐκτελούντων τὴν σὴν πανήγυριν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. 43, 9-14)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3,1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων, ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ΄ 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.

Τὴν ἱερὰν ἀμφιασάμενος ἀμπεχόνην, τοῦ θείου Πνεύματος γέγονας, ἀξιοπρεπὲς ἐνδιαίτημα, πάτερ Μελέτιε, ὡς ἄγγελος γὰρ Κυρίου, ἔσχες τὸν βίον, καθαρὸν ἀπὸ πάσης ἁμαρτίας, ἐραστὴς γενόμενος τοῦ θείου κάλλους· διὸ καὶ ἐποίμανας, τὴν κληρωθεῖσάν σοι ἐπισκοπήν, ἐν φόβῳ Θεοῦ καὶ μετ' ἐπιστήμης· διὸ καὶ τανῦν μὴ παύῃ, ὑπὲρ αὐτῆς δεόμενος ταῖς λιταῖς σου, ἱερομάρτυς πανεύφημε.

 

Ἦχος β΄.

Τὸ κατ' εἰκόνα Θεοῦ διετήρησας ἄμεμπτον, καὶ Χριστοῦ τὸν ἄχραντον χαρακτῆρα ἐτίμησας, ἀποβαλὼν ἀπὸ σοῦ τὸν ψυχόλεθρον τὸν τοῦ ἀλάστορος· προσενήνοχας γὰρ σεαυτὸν τῷ Δεσπότῃ, ἐν τέλει τοῦ βίου σου, ἀγχόνης ὑποστὰς τὸ μαρτύριον, Ἱερομάρτυς Μελέτιε. Ὅθεν καὶ ἡμεῖς ἐν Πιερίᾳ τιμῶντες τοὺς ἄθλους σου, τὴν σὴν ἐκζητοῦμεν βοήθειαν, ἵνα διέλθωμεν τὸ μέγα τῶν παρόντων πέλαγος, καὶ μετὰ σοῦ ἑνωθῶμεν, ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν.

 

Ἦχος γ΄.

Μιᾶς ἐπιθυμῶν δωρεᾶς, ἤγουν τῆς δικαιοσύνης, πᾶν εἶδος βασανιστηρίων, σεαυτὸν ἡτοίμασας καταδέχεσθαι, ἐλευθέρᾳ γὰρ τῇ φωνῇ, εὐθαρσῶς καὶ ἀνδρείως, εἰς οὐδὲν ἐλογίσω τὰς ἀπειλὰς τῶν υἱῶν τῆς Ἄγαρ· διὸ τὴν ἀγχόνην ἑλόμενος, ἢ τὰ τερπνὰ καὶ ἐπίκηρα τοῦ βίου τούτου, τὸ ζῆν μαρτυρικῶς ἐξεμέτρησας, ἀθλοφόρε Μελέτιε, τύπος γενόμενος τοῖς πιστοῖς, ἐν τοῖς χρόνοις ἐκείνοις, τῆς πικρᾶς δουλείας. Καὶ νῦν ἐν οὐρανοῖς, μετὰ τῶν μαρτύρων συνδιαιτώμενος, μὴ παύσῃ φροντίζων, τὴν σὴν ποίμνην, καὶ τοὺς ἱκέτας σου.

 

 

Ἦχος δ΄.

Ῥανῖσι τῶν σῶν αἱμάτων, τὸν ἀρχαῖον ἀπέπνιξας ὄφιν, Ἱερώτατε Μελέτιε, νομίμως γὰρ ἐναθλήσας, τὸν στέφανον εἴληφας, ἐκ χειρὸς Κυρίου, τῆς δικαιοσύνης· ἔχοντες οὖν κατὰ νοῦν, καὶ πρὸ τῶν ὀφθαλμῶν ἡμῶν, τὰς αἰκίας καὶ στρεβλώσεις τοῦ σώματος, τῶν μελῶν σου κατάτμησιν, καὶ τὴν δεινὴν ἀγχόνην, δοξάζομεν τὸν Χριστόν, τὸν δόντα σοι, ὑπομονὴν καὶ καρτερίαν, ὃν ταῖς σαῖς λιταῖς πάντοτε, ὑπὲρ ἡμῶν δυσώπει, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δόξα Πατρί. Ἦχος πλ. α΄.

Εὐσεβοφρόνως ἀνύσας τὸν βίον σου, καὶ μαρτυρικῶς τελειωθείς, θερίζεις νῦν τὰς ἀντιδόσεις, πάτερ Μελέτιε, Κίτρους Ἐπίσκοπε· βαστάξας γὰρ ἐν τοῖς χρόνοις σου, τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας, τῆς σωτηρίας εἴληφας τὸ δηνάριον, παῤῥησίαν δὲ πρὸς Χριστὸν κεκτημένος, μετὰ τῶν ἁγίων πάντων, ἱκετικῶς ἀνυψοῖς τὰς χεῖρας, ὑπὲρ τῶν τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Εἰς τὸν Στίχον Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τὸν ἱερώτατον ἄνδρα, δεῦτε φιλέορτοι, Ἐπισκοπῆς τοῦ Κίτρους, ἀρχιθύτην γενναῖον, Μελέτιον τὸν μάρτυρα τοῦ Χριστοῦ, ἐπαινέσωμεν ᾄσμασιν, ὅτι ἐν ἔτεσιν ὄντως τοῖς σκοτεινοῖς, ἀνατέταλκεν ὡς ἥλιος.

 

Στ.: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Ποιμὴν ἐδείχθης θεόφρον, περιφανέστατος, καθοδηγῶν ἐνθέως, τῶν πιστῶν τὰς ἀγέλας, κηρύττων γὰρ σωφρόνως καὶ συνετῶς, τοῦ Χριστοῦ Εὐαγγέλιον, τοὺς βουλομένους ἀλλάξαι, πίστιν ὀρθήν, συνεκράτησας Μελέτιε.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Οὐ μόνον πάτερ ἐν Κίτρει, ὡς ἄστρον ἔλαμψας, ἀλλὰ καὶ ἐν τῇ πόλει, τῶν Θεσσαλονικέων, ἐφάνης τῶν ποιμένων καὶ τοῦ λαοῦ, ποιμανσίας ὑπόδειγμα, μὴ δειλανδρήσας Μελέτιε ἱερέ, πρὸ σκανδάλων τοῦ ἀλάστορος.

 

Δόξα Πατρί. Ἦχος δ΄.

Τοὺς πολυποικίλους ἀγῶνάς σου ἀθλητά, ἰδὼν ὁ Κύριος ἔδωκέ σοι, τῆς δικαιοσύνης τὸν στέφανον, ἱερομάρτυς Μελέτιε, Κίτρους Ἐπίσκοπε· πάντα γὰρ ὑπέμεινας Πάτερ, διὰ τὴν Ἐκείνου ἀγάπησιν, ὕβρεις καὶ λοιδορίας, βλασφημίας καὶ σκώμματα, φυλακῆς τὴν στενότητα, τὴν στίξιν τοῦ σώματος, πληγὰς ἀνηκέστους, καὶ ἀγχόνην ἐπώδυνον. Ὅθεν πᾶσα Πιερία, ἐγκαυχᾶται τῇ σῇ χάριτι, καὶ διηγεῖται χαίρουσα, τῆς ψυχῆς σου τὴν ἀνδρείαν, καὶ τὰ πολλά σου χαρίσματα, ἀθλοφόρε πανάριστε.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Νῦν ἀπολύεις, Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Χαίρει ἔχουσα, ἡ Πιερία, ἱερόαθλον, λαμπρὸν ποιμένα, τὸν ἐπίσκοπον Κίτρους Μελέτιον, ὑπὲρ Χριστοῦ γὰρ τὸ αἷμα ἐξέχεε, Θεσσαλονίκης φοινίξας τὸ ἔδαφος· διὸ ἅπαντες, τιμῶμεν αὐτὸν ἐν ᾄσμασι, αὐτοῦ ἐξιστοροῦντες τὰ θαυμάσια.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Ὡς ἥλιος λαμπρός, ἐν τῷ κόσμῳ ἀνῖσχες, Μελέτιε σεμνέ, διαυγάζων τοὺς πάντας, καὶ Ἄγαρ τὴν σκοτόμαιναν, διαλύων μακάριε, ἐναθλήσας γάρ, ἐν τοῖς ἐσχάτοις τοῖς χρόνοις, ἰσοστάσιος, τῶν παλαιῶν ἀθλοφόρων, ἐφάνης πανάριστε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὡς Κίτρους Ἐπίσκοπος, παιδαγωγεῖς τὸν λαόν, ἐμμένειν ἀκλόνητον, ἐν Ἐκκλησίᾳ Χριστοῦ, φυλάττοντα δόγματα· ὅθεν καθιερώθης, ὡς ἀλείπτης τῶν θείων, Μελέτιε ἀθλοφόρε, νεοάθλων ὁ κόσμος, καὶ πάσης τῆς Πιερίας, ὑπόδειγμα πίστεως.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ἐν τοῖς χρόνοις δουλείας ἀναφανείς, ὡς Ἐπίσκοπος Κίτρους φωτολαμπῶν, λαὸν τὸν ὀρθόδοξον, ἐν τῇ πίστει ἐστήριξας, διδάσκων τῷ σῷ ἤθει, καὶ θείοις σου ῥήμασι, τῆς σωτηρίας πάντα, Χριστοῦ ἐπιτάγματα· ὅθεν μετὰ ταῦτα, ἐν τῇ Θεσσαλονίκῃ, εἱρκτὴν καὶ τὰ βάσανα, καὶ ἀγχόνην ἐπώδυνον, καθυπέστης Μελέτιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν, δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

 

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον τὸ ἐν τῷ ὄρθρῳ τοῦ ἱεροῦ Χρυσοστόμου.

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου.

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ἅγιε πάτερ τοῦ Χριστοῦ Ἐπίσκοπε, ἔχων τὸν νοῦν ἀνεπιθόλωτον, καὶ τὸ φρόνημα ἀπερίτρεπτον, τὴν δεινὴν κατὰ σοῦ μανίαν, τῶν υἱῶν τῆς Ἄγαρ, ὡς νηπίων βέλη ἀπέκρουσας. Ὑπερμαχήσας γὰρ τῆς ὀρθοδόξου πίστεως, τῇ συμμαχίᾳ τοῦ Πνεύματος, τὰς ἀνηκούστους ἔφερες κολάσεις, καὶ τὸν διὰ τῆς ἀγχόνης ᾐρετίσω θάνατον. Διὸ καὶ τοῦ μαρτυρίου μέγα πέλαγος διελθών, εἰς τοὺς οὐρανοὺς ἔφθασας, συναριθμηθεὶς τοῖς ἀθλοφόροις, μεθ' ὧν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Εἶτα οἱ Κανόνες· τῆς ἑορτῆς, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Μελετίου τοῦ νέου τοὺς ἄθλους ᾄδω. Ἰωήλ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν.

Μελέτιον νέον ὑμνολογῶ, Ἐπίσκοπον Κίτρους, τὸν ἐν χρόνοις τοῖς χαλεποῖς, ἐν Θεσσαλονίκῃ ὑποστάντα, ἐν μαρτυρίοις ἐπώδυνον θάνατον.

Ἐπίσκοπος ὄντως περιφανής, Μελέτιε πάτερ, ἀνεδείχθης ποιμαντικῶς, λαὸν τοῦ Κυρίου στερεώσας, παραμενεῖν ἐν τῇ πίστει ἀοίδιμε.

Ληρώδη διδάγματα τῶν ἀνδρῶν, τῆς Ἄγαρ θεόφρον, ἀπηρνήσω ἀνδροπρεπῶς, ἐν πέτρᾳ γὰρ ἔστης τοῦ Κυρίου, τῆς Ὀρθοδόξου Μελέτιε πίστεως.

Θεοτοκίον.

Εἰσάκουσον Δέσποινα Μαριάμ, ἡμῶν τῶν σῶν δούλων, τὰς δεήσεις καὶ προσευχάς, καὶ δίδου ἑκάστῳ τὴν σὴν χάριν, καὶ τὰ ἐλέη σου Μῆτερ τὰ πλούσια.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Τὴν στολὴν ἐνεδύσω, ἀρχιθυτῶν ἅγιε, καὶ τὴν χάριν εἴληφας ὄντως, πάτερ Μελέτιε, κηρύττειν ἅπασι, τὰς ἐντολὰς τοῦ Κυρίου, καὶ τελεῖν μυστήρια, πιστοῖς τὰ σώζοντα.

Ἰοβόλον θρησκείαν, Ἀγαρηνῶν ἔψεξας, ἐν Θεσσαλονίκῃ γενναίως, μὴ ἀνεχόμενος, ῥήματα βλάσφημα, τῶν σῶν ἀτέγκτων δημίων, κατὰ τοῦ Κυρίου σου, πάτερ Μελέτιε.

Ὁ ἐχθρὸς ὁ ἀρχαῖος, καὶ τῶν κακῶν πρόξενος, ἐπειρᾶτο ἅγιε κάμψαι, τὴν σὴν Ὀρθόδοξον, πίστιν Μελέτιε, ἀλλὰ θερμῇ σου ἐνστάσει, τούτου τὴν θρασύτητα, πάτερ κατέβαλες.

 

Θεοτοκίον.

Ὑπανοῖξαί μοι πύλας, τοῦ οὐρανοῦ Δέσποινα, δέομαι ταῖς σαῖς ἱκεσίαις, πρὸς τὸν Φιλάνθρωπον, ὡς γὰρ κατάδικος, πρὸ τῆς εἰκόνος σου Μῆτερ, ἐπαιτῶ τὴν χάριν σου, καὶ τὰ ἐλέη σου.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτης θερμός, ἐν Κίτρει ὤφθης ἅγιε, βροτοῖς τοῖς πιστοῖς, Ἀρχιερεῦ Μελέτιε, διὸ ἡμεῖς γεραίρομεν, τὴν φροντίδα ὑπὲρ τοῦ ποιμνίου σου, πρεσβείαν τὴν σήν, ἡμῶν γὰρ ὑπάρχεις καταφύγιον.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Τοῦ ἐχθροῦ μηχανήματα, Ἱεράρχα Κίτρους ἀξιοτίμητε, κατεδάφισας Μελέτιε, τῇ ὑπομονῇ ἐν μαρτυρίοις σου.

Ὁ ἐσμὸς τῶν δημίων σου, λυσσαλέος κύων, ὤφθη σοι ἅγιε, ῥαβδισμοῖς γὰρ καὶ ῥαπίσμασι, ἤθελον συντρῖψαί σε Μελέτιε.

Ὑποστὰς πλεῖστα βάσανα, ἐν τῷ Καπανίῳ τὸ ζῆν Μελέτιε, ἐξεμέτρησας καὶ εἴληφας, τῆς δικαιοσύνης στέφος ἄφθαρτον.

Θεοτοκίον.

Νῦν ἐν πίστει οἱ δοῦλοί σου, ἐν τῇ Ἐκκλησίᾳ τὸν σὸν γεραίρουσι, θεῖον τόκον Ἀειπάρθενε, ἐκζητοῦντες βίον τὸν θεάρεστον.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ἔχων ἐν ψυχῇ, τὸν Χριστὸν πάτερ Μελέτιε, ἐν τοῖς χρόνοις τῆς δουλείας ἀκριβῶς, ὡμολόγεις τὴν ἀλήθειαν τῆς πίστεως.

Ὁ πιστὸς λαός, Ἱεράρχα ἀνεγνώρισε, σὲ ποιμένα τὸν καλὸν καὶ συνετόν, ὡς τὸ λόγιον Κυρίου ἀποφαίνεται.

Ὕμνοις ἱεροῖς, τὰ μαρτύρια καὶ βάσανα, ἃ ὑπέστης ἐπ' ἐσχάτων οἱ πιστοί, διηγοῦνται ἐν χαρᾷ σεμνὲ Μελέτιε.

Θεοτοκίον.

Τέτοκας Ἁγνή, τὸν Δεσπότην πάσης κτίσεως, τὸν συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ, τοῦ ἀγκάλαις ἁμαρτίας, πάντας ἔχοντος.

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ὀρέξεις, τὰς σαρκικὰς ἐσκέδασας, ἐγκρατείᾳ καὶ δεήσεσι πάτερ, ἐπιμελῶς γὰρ στηρίξας τὸν νοῦν σου, πρὸς τὰ ἀκίνητα δὲ καὶ τὰ μόνιμα, τοῦ Παραδείσου ἀγαθά, Ἀρχιθύτα τοῦ Κίτρους Μελέτιε.

Ὑμνοῦμέν σου, τὰ πολλὰ χαρίσματα, καὶ τὸν βίον σου Μελέτιε πάτερ, ὡς γὰρ κυπάρισσος ὄντως ὑψώθης, καταδεικνύων πιστοῖς τὰ σωτήρια, καὶ δέοντα ἐπιτελεῖν, καθ' ἑκάστην ἡμέραν μακάριε.

Σκιρτήματα, τῶν παθῶν Μελέτιε, ἐξηφάνισας, Θεοῦ συμμαχίᾳ, καὶ αὐτοκράτωρ σαρκὸς ἀνεδείχθης, υἱὸς φωτὸς καὶ ἡμέρας γενόμενος, διὸ ἀγγέλων τοῦ Θεοῦ, ἐμιμήσω τοὺς τρόπους θεόληπτε.

Θεοτοκίον.

Ἀπόῤῥητον, τὸ ἐν σοὶ μυστήριον, Ἀπειρόγαμε ὑπάρχει Παρθένε, πῶς ἐν γαστρί σου τὸν Λόγον ἐδέχθης, τὸν ἐν δρακὶ τῆς παλάμης βαστάζοντα, τὰ ὁρατὰ τοῖς ὀφθαλμοῖς, καὶ ἀόρατα κτίσματα ἅπαντα.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τῆς Πιερίας, Ποιμενάρχην ἱερόαθλον, καὶ Ἐκκλησίας στεφανίτην τὸν περίδοξον, ἐγκωμίοις καταστέψωμεν ἐγκαρδίως, ἐν ἐσχάτοις γὰρ τοῖς ἔτεσιν ἐνήθλησεν, ὑποστὰς αὐτοῦ τῆς κάρας τὴν ἀπότμησιν· διὸ κράζομεν· χαίροις Κίτρους Μελέτιε.

Ὁ Οἶκος.

Ἔχων ἐγκάρδιον τὸ πῦρ, τῆς πρὸς Χριστὸν ἀγαπήσεως ἅγιε, τοὺς πάλαι ἱεροκήρυκας καὶ ἀθλοφόρους ἐμιμήσω, τὴν καλὴν ὁμολογίαν τῆς πίστεως μαρτυρικῶς ἐπιδειξάμενος. Ζήσας γὰρ ἐν τοῖς χρόνοις τῆς πικρᾶς τῶν Ἑλλήνων δουλείας, προστάτης ὤφθης τῶν πιστῶν, πρῶτον μὲν ἐν Πιερίᾳ ὡς Ἐπίσκοπος Κίτρους, καὶ εἶτα ὡς τοποτηρητὴς τῆς Μητροπόλεως Θεσσαλονίκης, ἀναλώσας σεαυτὸν ὑπὲρ τοῦ ποιμνίου σου. Ὅτε δὲ παρέστη ὁ καιρὸς τῶν διωγμῶν, συνελήφθης καὶ ἐν ἀλευροαγορᾷ ὑποστὰς αἰκίας πολλάς, καὶ σπαθισθεὶς τῷ σώματι ἀγρίως, τὸν δι' ἀγχόνης θάνατον εὗρες, ἅμα δὲ καὶ τῆς κάρας ἀπότμησιν· διὸ τὰ σὰ παθήματα διηγούμενοι κράζομεν· χαίροις Κίτρους Μελέτιε.

 

Συναξάριον.

Τῇ ιη΄ τοῦ αὐτοῦ μηνὸς, μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Κίτρους Μελετίου, μαρτυρήσαντος ἐν Θεσσαλονίκῃ ἐν ἔτει 1821ῳ.

Οὗτος ὁ τοῦ Χριστοῦ γενναῖος Ἐπίσκοπος Κίτρους Μελέτιος Κυριακὸς ὡς τοποτηρητὴς Θεσσαλονίκης συνελήφθη ὑπὸ τῶν Τούρκων καὶ ἐν Καπανίῳ ὑποστὰς πολλὰς κακώσεις καὶ μεληδὸν τμηθεὶς ἀπηγχονίσθη.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Θρασυτάτην μανίαν, ἀπογόνων τῆς Ἄγαρ καὶ τὴν κακότητα, αἰκίας τε καὶ στρέβλας, καὶ τμῆσιν τῶν μελῶν σου, καὶ ἀγχόνην ἐπώδυνον, καὶ τῆς σῆς κάρας τομήν, Μελέτιε ὑπέστης.

Θεωρὸς τῶν βασάνων, καὶ τῶν ἄλλων κακώσεων, πάτερ ἅγιε, πιστῶν τῆς Ἐκκλησίας, τῶν ἀγωνιζομένων, ἐν τῷ Κίτρει Μελέτιε, παρεκινήθης ποιεῖν, ὑπὲρ αὐτῶν τὰ κρείττω.

Ὁλοθύμως συντρέχεις, τῷ λαῷ τοῦ Κυρίου, πάτερ Μελέτιε, κηρύττων καὶ διδάσκων, ὡς καὶ ἐπιστηρίζων, τοὺς πεσόντας ἐν πταίσμασι, καὶ δυσχερείαις πολλαῖς, τοῦ βίου θεοφόρε.

Θεοτοκίον.

Ὑπὲρ πάντων προσεύχου, τῶν τιμώντων τὴν χάριν σου Ἀειπάρθενε, ἐν πάσῃ οἰκουμένῃ, καθὼς προεῖπες Μῆτερ, καὶ παράσχου βοήθειαν, τοῖς προσκυνοῦσι πιστοῖς, τὴν σὴν εἰκόνα Κόρη.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Σωφρόνως ἔζης, καὶ νουνεχῶς ἐν τῷ κόσμῳ, ἐντολὰς ἐπιτελῶν τὰς ζωηφόρους, τοῦ Χριστοῦ Σωτῆρος, Μελέτιε παμμάκαρ.

Ἀνηγορεύθης, τοῦ Παρακλήτου δυνάμει, Ποιμενάρχης ἐν τῷ Κίτρει θεοφόρε,  ποδηγὸς τῶν δούλων, Μελέτιε Ἑλλήνων.

Δόξης μεγάλης, ἐν Παραδείσῳ ἐγεύσω, ἀθλητὰ ἱερομάρτυς στεφηφόρε, συναφθεὶς χορείᾳ, νεομαρτύρων Πάτερ.

Θεοτοκίον.

Ὦ τῆς πολλῆς σου, φιλευσπλαγχνίας Παρθένε, Ἀπειρόγαμε ἁγία Θεομῆτορ, σὺ γὰρ τοῖς ἀνθρώποις, ἡ σώτειρα τυγχάνεις.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἰσχὺν τοῦ ἀντιδίκου, ἔθραυσας παμμάκαρ, τῇ σῇ ἀτρέπτῳ θελήσει Μελέτιε, καθυπομείνας κολάσεις καὶ τὰ μαρτύρια.

Ὡς πάλαι οἱ γενναῖοι, πάτερ ἀθλοφόροι, τὸν σὸν σταυρὸν μέχρι τέλους ἐβάστασας, Ἱερομάρτυς Κυρίου Κίτρους Μελέτιε.

Ἡ σὴ πατρὶς τοὺς ἄθλους, ἐν τῇ Πιερίᾳ, ἐπὶ τῇ μνήμῃ σου πάτερ Μελέτιε, τοὺς σοὺς γεραίρει ἀσμένως καὶ πάνυ γάννυται.

Θεοτοκίον.

Λιμὴν τῶν Ὀρθοδόξων, τῶν ἐν ζάλῃ ὄντων, ἐκ τῶν κυμάτων τοῦ βίου Πανάχραντε, γενοῦ καὶ σῶσον δυνάμει καὶ προστασίᾳ σου.

 

Ἐξαποστειλάριον. Τοῖς μαθηταῖς συνέλθομεν.

Τῆς Πιερίας Πρόεδρον, καὶ τοῦ Κίτρους προστάτην, νεομαρτύρων κλέϊσμα, καὶ ποιμένων τὸ κύδος, τὸν μιμητὴν ἀθλοφόρων, τὸν σοφὸν Ἱεράρχην, τὸν ζηλωτὴν Μελέτιον, ἐπαινέσωμεν πάντες ᾀσματικῶς, εὐφημοῦντες τούτου τὸν θεῖον βίον, καὶ τὸ φρικτὸν μαρτύριον, ἐν ἐσχάτοις τοῖς χρόνοις.

Καὶ τὸ τῆς Ἑορτῆς.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.

Πάτερ θεόφρον Μελέτιε, ἐν Πιερίᾳ ποτέ, ὡς ποιμὴν θεοφώτιστος, τοῦ Χριστοῦ τὰ πρόβατα, τὰ λογικὰ πανσεβάσμιε, μετ' ἐπιστήμης μάκαρ ἐξέθρεψας, ἱερουργίαις καὶ θείοις ῥήμασι, διὸ καὶ ἔλαμψας, ἐν τοῖς χρόνοις ἅγιε τοῖς χαλεποῖς, ὡς ποιμάνωρ μέγιστος, θεοχαρίτωτε.

 

Πάτερ ποιμένων Μελέτιε, Ἀρχιθυτῶν τοῦ Χριστοῦ, τὸ λαμπρὸν σὺ γεγένησαι, Ἱεράρχα πάντιμε, ἀκριβείας ὑπόδειγμα, τῇ ἐγκρατείᾳ καὶ τῇ λιτότητι, ὡς ἄλλος ζήσας, θεόφρον ἄγγελος, ὦ καθαρότητος, τοῦ σοῦ βίου Ἅγιε, δι' ἧς παθῶν, τυραννίαν ἔστησας, ἀειμακάριστε.

 

Ἅγιε πάτερ Μελέτιε, Θεσσαλονίκης ποτέ, ἐπαρχίαν διῴκησας, Ἰωσὴφ διάδοχος, γεγονὼς ἀξιάγαστε, καὶ Ὀρθοδόξους πολλοὺς σοφίᾳ σου, ἐκ τῆς μανίας, τῶν Τούρκων ἔσωσας, καὶ εἶτα ἔδωκας, σεαυτὸν ὡς σφάγιον, περιφανές, τῷ Κυρίῳ ἔνδοξε, μάρτυς νεόαθλε.

 

Ἅγιε πάτερ Μελέτιε, ἐν τοῖς ἐσχάτοις καιροῖς, ἀθλοφόρων τὰ βάσανα, τὰ ἐπώδυνα ἅπαντα, καθυπέστης μακάριε, ὕβρεις βλασφήμους, καὶ τὰ ῥαπίσματα, εἱρκτὴν καὶ τμῆσιν, μελῶν τοῦ σώματος, τὴν ἀποτρόπαιον, κεφαλῆς σου σύντριψιν, καὶ τὸν φρικτόν, δι' ἀγχόνης θάνατον, σεβασμιώτατε.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ἅγιε πάτερ Μελέτιε, ἐν αἵματι τῷ σῷ τὴν γῆν φοινίξας, καὶ τὸ πορφυροῦν τῶν μαρτύρων ἱμάτιον, νομίμως ἀμφιασάμενος, νικητικῶς εἰσῆλθες, ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν, προσθήκη γενόμενος, τῶν ἱερομαρτύρων τοῦ Χριστοῦ, μεθ' ὧν διηνεκῶς ἱκέτευε, ὑπὲρ τῆς πατρίδος σου, καὶ πάντων τῶν ἐκζητούντων, τὴν σὴν πρεσβείαν καὶ ἀντίληψιν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Κίτρους ποιμενάρχην περιφανῆ, καὶ τῆς Πιερίας, ὑμνολόγημα ἱερόν, μάρτυρα Κυρίου, καὶ ἅμα Ἀρχιθύτην, Μελέτιον τὸν Νέον, ἀνευφημήσωμεν.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου