Δευτέρα 13 Ιουλίου 2020

ΑΥΓΟΥΣΤΟΣ 8. ΑΓΙΟΣ ΚΑΛΛΙΝΙΚΟΣ ΕΔΕΣΣΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΑΥΓΟΥΣΤΟΣ Η΄.

ΚΑΛΛΙΝΙΚΟΣ ΕΔΕΣΣΗΣ

ΑΚΟΛΟΥΘΙΑ

Ποίημα τοῦ Μητροπολίτου Ἐδέσσης Ἰωήλ

 


Ἐν τῷ Μικρῷ Ἑσπερινῷ

 

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς β΄ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος δ’ Ἔδωκας σημείωσιν

Δεῦτε νῦν τὴν κρείττονα, ἀλλοιωθέντες ἀλλοίωσιν, οὐρανόφρονες σήμερον, Χριστῷ συμμορφούμενοι, εὐσεβῶς καὶ γῆθεν, ἐφ' ὑψηλοτάτην, τῶν ἀρετῶν περιωπήν, ἀνενεχθέντες ἀγαλλιώμεθα· δι' οἶκτον γὰρ τὸν ἄμορφον, μεταμορφούμενος ἄνθρωπον, ἐν Θαβὼρ κατελάμπρυνεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. (Δίς)

Ὦ φιλοθεάμονες, τῶν ὑπὲρ νοῦν καὶ φιλήκοοι, μυστικῶς ἐποπτεύσωμεν, Χριστὸν ἐξαστράψαντα, θεϊκαῖς ἀκτῖσι, καὶ ἐνηχηθῶμεν, τὴν τοῦ γεννήτορος φωνήν, ἠγαπημένον ἀνακηρύττουσαν, Υἱὸν τὸν καταυγάσαντα, τὴν ἀνθρωπίνην ἀσθένειαν, ἐν Θαβὼρ καὶ πηγάσαντα, φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.

Καὶ β΄ τοῦ Ὁσίου.  Ἦχος α΄. Πανεύφημοι μάρτυρες.

Τὸν νέον Καλλίνικον πιστοί, τῆς Ἐδέσσης Πρόεδρον, καὶ Ἐκκλησίας τὸ σέμνωμα, θερμῶς ὑμνήσωμεν· οὗτος γὰρ ἐσχάτως, ὥσπερ ἄλλος ἥλιος, ἀνῖσχεν ἐν Χριστοῦ στερεώματι, καὶ πάντας ηὔγασε, διδαχαῖς καὶ παραδείγμασι, καὶ σημείοις, ὡς ἔνσαρκος ἄγγελος.

 

Τὸν τάφον σου καὶ τὰ σὰ ὀστᾶ, ὡς πηγὴν ἀείῤῥοον, τῶν χαρισμάτων τοῦ Πνεύματος, σεπτὲ Καλλίνικε, ἔχομεν ἐν πόλει, τῆς Ἐδέσσης ἅπαντες,  προστρέχοντες αὐτοῖς μετὰ πίστεως, ἐν περιστάσεσι, καὶ λαμβάνομεν τὰ πρόσφορα, Ἱεράρχα, ψυχαῖς καὶ τοῖς σώμασι.

Δόξα Πατρί. Ἧχος πλ. β΄

Ἅγιε πάτερ,  τοῦ Χριστοῦ Καλλίνικε, ἔχων ἁπλοῦν τὸ ἦθος, ἀπονήρευτον τὴν γνώμην, καὶ σύζυγος γενόμενος τῆς ταπεινώσεως, τὸ ἐμπιστευθέν σοι ποίμνιον, μετ' ἐπιστήμης καὶ θεαρέστως, ἐκυβέρνησας· ὅθεν πολλοὺς πρὸς τὰ κρείττω ἴθυνας, οὐδὲν ἡγησάμενος, κόπους καὶ μόχθους, καὶ σαρκὸς τὴν ἀνάπαυσιν· διὸ καὶ εἴληφας, τῆς δικαιοσύνης τὸν στέφανον, ἐκ τῶν χειρῶν τοῦ Δεσπότου, Ὃν καθικέτευε ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Ἦχος πλ. δ΄. Τῆς ἑορτῆς.

Τὸν γνόφον τὸν νομικόν, ἡ φωτεινὴ τῆς Μεταμορφώσεως διεδέξατο νεφέλη, ἐν ᾗ Μωϋσῆς καὶ Ἠλίας γενόμενοι, καὶ τῆς ὑπερφώτου δόξης ἀξιωθέντες, Θεῷ ἔλεγον· Σὺ εἶ Θεὸς ἡμῶν, ὁ Βασιλεὺς τῶν αἰώνων.

 

Ἀπόστιχα Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ὤφθης Ἀρχιθυτῶν, ἁγίων ἡ προσθήκη, Καλλίνικε παμμάκαρ, σαφῶς καθοδηγήσας, ὁλκάδα τὴν λαχοῦσάν σοι.

 

Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην,  καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Πρᾶος καὶ ταπεινός, ἀλλὰ καὶ κῆρυξ θεῖος, ἐν τοῖς ἐσχάτοις χρόνοις, κατηύγασας φωτί σου τὴν ποίμνην σου Καλλίνικε.

 

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ.

Πόλις Ἐδεσσηνῶν, ἐν τῇ Μακεδονίᾳ, σεμνῶς πανηγυρίζει, ἐπὶ τῇ ἐπετείῳ, τῆς μνήμης σου Καλλίνικε.

 

Δόξα.

Ἄναρχος ὁ Πατήρ,  Συνάναρχος ὁ Λόγος,  καὶ Σύνθρονον τὸ Πνεῦμα,  Τρισοφαὴς θεότης, ὁ Ποιητὴς τοῦ σύμπαντος.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἶδον ἐν τῷ Θαβώρ, Μωσῆς τε καὶ Ἠλίας, τὸν ἐκ παρθένου Κόρης, Θεὸν σεσαρκωμένον, βροτῶν εἰς ἀπολύτρωσιν.

 

Νῦν ἀπολύεις, τὸ Τρισάγιον

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῆς Ἐδέσσης ποιμένα, Ἀρχιθύτην πανεύφημον, καὶ τῆς Ἐκκλησίας ἁπάσης, τὸ λαμπρὸν σεμνολόγημα, Καλλίνικον τιμήσωμεν πιστοί, τοῦ κλήρου καὶ λαοῦ τὸν ποδηγόν, ὡς πρεσβεύοντα ἀπαύστως ὑπὲρ αὐτῶν, τῶν ἐκβοώντων πάντοτε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἀναδείξαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος βαρύς.

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός,  δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου,  καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

 

Ἀπόλυσις.

 

Ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ

 

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν γ’ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος δ' Ἔδωκας σημείωσιν

Σήμερον ὑπέδειξας, τὴν σὴν Θεότητα Κύριε, τοῖς σεπτοῖς Ἀποστόλοις σου, Μωσεῖ σὺν Ἠλίᾳ τε, ὡς Θεὸς τοῦ νόμου, καὶ χάριτος πέλων, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τοῦ θανάτου νῦν τῆς χειρώσεως, μεθ' ὧν σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Σήμερον ἐξέλαμψας, φωτοειδὴς ὑπὲρ ἥλιον, τηλαυγῶς ἐν ὄρει Θαβώρ, δεικνύων τοῖς φίλοις σου, ὅτι σὺ ὑπάρχεις, ἀπαύγασμα δόξης, ὁ τὴν οὐσίαν τῶν βροτῶν, δι' εὐσπλαγχνίαν φορέσας Κύριε· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Σήμερον ἀγάλλονται, οἱ ἐπουράνιοι Ἄγγελοι, σὺν βροτοῖς ἑορτάζοντες, Χριστέ σου τὴν ἔλλαμψιν, τὴν φρικτὴν καὶ θείαν, τὴν ἐν Θαβωρίῳ ἐν ᾧ παρέστησας Μωσῆν, καὶ τὸν Ἠλίαν Σωτὴρ φιλάνθρωπε, καὶ Πέτρον καὶ Ἰάκωβον, καὶ Ἰωάννην ὑμνοῦντάς σε, Ἰησοῦ Παντοδύναμε, ὁ Σωτὴρ καὶ Θεὸς ἡμῶν.

Καὶ γ’ τοῦ Ὁσίου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.

Ἐκ νηπίων ἠγάπησας,  ἀρχιθύτα Καλλίνικε,  τοῦ Χριστοῦ τὴν πίστιν καὶ τὰ διδάγματα, σὺ γὰρ διδάσκαλον ἔσχηκας, τὸν πάππον σου Ἅγιε,  ἱερέα τὸν σεμνόν, τῆς μητρός σου γεννήτορα, Ἀθανάσιον· διὸ ὤφθης ἐν χρόνοις τοῖς ὑστέροις, παραδόσεως ὁ φύλαξ, ὁ ἀκλινὴς καὶ ἀκέραιος.

 

Ἱεράρχα Καλλίνικε, ὥσπερ ἄλλος ἀπόστολος,  θεοπνεύστοις λόγοις σου τὰ πληρώματα,  τῶν ὀρθοδόξων ἐδίδαξας, τηρεῖν τὰ ἐντάλματα, τοῦ Σωτῆρος Ἰησοῦ, καὶ παθῶν τὴν σκοτόμαιναν, φεύγειν ἅπαντας. Ἐξελέγης γὰρ πάτερ ἀρχιθύτης, ἐν Ἐδέσσῃ τοῦ κηρύξαι, τὸ ἱερὸν Εὐαγγέλιον.

 

Ἐκ νεότητος γέγονας, τῶν παιδίων διδάσκαλος, καὶ βροτῶν ὡρίμων ἀλείπτης τέλειος, ἐν τῇ πατρίδι σου Ἅγιε, καὶ ὅτε τὸν τρίβωνα, Ἐπισκόπου τὸν λαμπρόν, ἐνεπιστεύθης Καλλίνικε, οὕτως ἔπραξας,  μεγαλύνας τὸ ὄνομα Κυρίου,  βιοτῇ σου καὶ τοῖς λόγοις,  ἄχρι θανῆς σου μακάριε.

 

Δόξα Πατρί. Ἦχος πλ. β΄.

Σήμερον ὡς ἥλιος ἀνῖσχεν, ἡ νέα πανήγυρις, τοῦ θαυμαστοῦ Ἱεράρχου, τῆς Ἐδέσσης Καλλινίκου. Οὗτος γὰρ ἐν τοῖς ἐσχάτοις χρόνοις, ὡς ἄγγελος Κυρίου, τοῦ Σωτῆρος Χριστοῦ, ποιμενάρχης χρηματίσας, τύπος τῶν πιστῶν κάλλιστος ὤφθη, πρὸς ὃν πάντες ἐν ἀγαλλιάσει λέγομεν· χαίροις τῶν ἀρχαίων Πατέρων, ἰχνηλατήσας τὴν ὁδόν, καὶ σταθηρῶς ταύτην βαδίσας· χαίροις Αἰτωλίας τὸ βλάστημα, καὶ Σιταραλώνων τὸ ἄνθος· χαίροις Ἀρχιθύτα μακάριε, ὁ καθ' ἑκάστην ἡμέραν, ποτὲ μὲν λειτουργῶν, ποτὲ δὲ κηρύττων, ἐν λόγῳ καὶ βίῳ, καὶ τοῦ Σωτῆρος τὸ ὄνομα, καταγγέλλων ἐνθέρμως, ὃν ἱκέτευε πάτερ ἀπαύστως, ὑπὲρ τῆς ποίμνης σου, τῆς ἑορταζούσης, τὴν σὴν ἐπέτειον.

 

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός.

Προτυπῶν τὴν Ἀνάστασιν τὴν σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς σου μαθητάς, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτήρ μεταμορφουμένου, τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο. Οἱ Μαθηταί σου Λόγε, ἔρριψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς, μὴ φέροντες ὁρᾶν, τὴν ἀθέατον μορφήν, Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ, οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς, τῆς δόξης τὸν Κύριον.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα (κεφ. 10,7)

Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ θνητός, ὃς οἶδε σύνεσιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν· ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα  (Κεφ. 4,7)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολλιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3,1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων, ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ, ἡ τῆς Ἐδέσσης Μητρόπολις, κατέχουσα ἐν κόλποις, τὸν χαριτόβρυτον τάφον, καὶ τὰ ὀστέα τοῦ Ἱεράρχου Καλλινίκου. Οὗτος γὰρ Ἐπίσκοπος χρηματίσας Ἐδέσσης, Πέλλης καὶ Ἀλμωπίας, ὡς θεοκῆρυξ διέδραμε, πᾶσαν τὴν κληρωθεῖσαν αὐτῷ Ἐπαρχίαν, κηρύττων ἐν ῥήμασι τὸ Εὐαγγέλιον, καὶ διδάσκων σπουδαίως τὸν λαὸν τοῦτο, τῇ ἁγίᾳ αὐτοῦ βιοτῇ, καὶ ἁγιάζων ταύτην, τῇ θείᾳ λατρείᾳ καὶ ταῖς ἐντεύξεσι· διὸ πρὸς αὐτὸν ἐκβοῶμεν, πρέσβευε Ἀρχιερεῦ Κυρίου, Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Ἔχων ἐν τῇ καρδίᾳ σου μακάριε, πρὸς τὸν Δεσπότην Χριστὸν μανικὴν ἀγάπην, ἐβίωσας ὡς πένης, ἀλλὰ ὡς πολλοὺς πλουτίσας, τοῖς σοῖς χαρίσμασι. Ὡς γὰρ φιλόστοργος Ἀρχιθύτης, ὑπὸ τὰς πτέρυγάς σου συνήγαγες, κληρικοὺς εὐσεβεῖς, συνεργοὺς ἀξίους, τέκνα φιλόθεα, καὶ πιστῶν τὸ ἄθροισμα, ὑπὲρ ὧν ἱκετεύομεν ὕμνοις, μὴ παύσῃ φροντίζων ταῖς πρεσβείαις, σωθῆναι τὰς ψυχὰς αὐτῶν.

 

Ἦχος γ΄.

Κεκόσμησαι ἅγιε Πάτερ ἀρεταῖς σπανίαις,  ἤγουν ἔσχες τὸ ἀνεπίφθονον, τὴν ἐλεημοσύνην, τὴν καθαρότητα ψυχῆς καὶ σώματος, τὴν ἀκρίβειαν λόγων καὶ πράξεων, τῆς προσευχῆς τὴν παῤῥησίαν, καὶ τὴν ἀγάπην πρὸς τὸν λαὸν τοῦ Θεοῦ. Ὅθεν οὐκ ἔδωκας νυσταγμὸν ἐν τοῖς κροτάφοις σου, καὶ ὕπνον τοῖς βλεφάροις σου, ἕως οὗ διῆλθες κηρύττων καὶ εὐεργετῶν, τὰς πόλεις καὶ τὰς κώμας κύκλῳ, τῆς σῆς Μητροπόλεως. Λειτουργῶν γὰρ πολλάκις, ὡς ἄγγελος Κυρίου, ὕψους τὰς χεῖράς σου ὑπὲρ τοῦ ποιμνίου σου· ὃ μὴ παύσῃ καὶ τανῦν ἐποπτεύων, ἐκδιώκων ἐξ αὐτοῦ, τοῦ πονηροῦ τὰ μηχανήματα, καὶ κακοτρόπων ἀνθρώπων, τὰς ἐπινοίας καὶ ἐχθρότητα.

 

Δόξα Πατρί. Ἦχος δ΄.

Βαστάζων μεθ' ὑπομονῆς, τῆς σαρκὸς τὴν ἀσθένειαν, ὑπόδειγμα γέγονας, πᾶσι τοῖς ὑγιέσι καὶ τοῖς κακῶς πάσχουσι. Βλέπων γὰρ τὴν βαρεῖαν νόσον, ὡς ψυχῆς καθαρτήριον, καθ' ἡμέραν ἐδοξολόγεις τὸν Χριστόν, καὶ ἱκετικῶς αὐτὸν παρεκάλεις, λαβεῖν θράσος ἐν ταῖς ὀδύναις, διαύγειαν τοῦ νοός, ἐλπίδα πρὸς τὴν μέλλουσαν πόλιν, κατὰ τοῦ Ἀποστόλου τὸ λόγιον. Ταῦτα ἔχοντες κατὰ νοῦν, Ἀρχιερεῦ Καλλίνικε, πάντα τὰ περιλειπόμενα τέκνα σου, οὐ παύομεν λέγοντες· δὸς ἡμῖν ἐκ τῶν σῶν χαρίτων, καὶ γενοῦ ἡμῶν φύλαξ ἀκαταμάχητος.

 

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος πλ. α΄.

Νόμου καὶ Προφητῶν σε Χριστέ, ποιητὴν καὶ πληρωτὴν ἐμαρτύρησαν, ὁρῶντες ἐν τῇ νεφέλῃ, Μωϋσῆς ὁ θεόπτης καὶ Ἠλίας ὁ ἔμπυρος ἁρματηλάτης, καὶ ἄφλεκτος οὐρανοδρόμος, ἐπὶ τῆς Μεταμορφώσεώς σου, μεθ' ὧν καὶ ἡμᾶς, τοῦ σοῦ φωτισμοῦ ἀξίωσον Δέσποτα, ὑμνεῖν σε εἰς τοὺς αἰῶνας.

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις Σιταραλώνων βλαστός, τῆς Αἰτωλίας ἐγκαλλώπισμα ἅγιον, Ἐδέσσης λαμπρὸς ποιμάντωρ, Ἀρχιερέων φωστήρ, καὶ τῆς Ἐκκλησίας νέος ἅγιος· ἐκ παίδων γὰρ ἔμαθες, τὰ ἱερὰ πάτερ γράμματα, καὶ ὅτε ἠνδρώθης, ἠμφιέσω Καλλίνικε, χαριτόβρυτον, ἀμπεχόνην καὶ ἄμφια· ὅθεν τὰ θεῖα λείψανα, καὶ κάραν σου ἔχοντες, ὡς θησαυρὸν θεοφόρε, τὰς δωρεὰς ἐκλαμβάνομεν, αἰνοῦντες συμφώνως, τὸν Χριστὸν τὸν παρασχόντα, σοὶ τὰ θαυμάσια.

 

 

Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην.

Ἔχων ἐν τῇ καρδίᾳ σου πῦρ, τῆς ἀγαπήσεως Χριστοῦ ὦ Καλλίνικε, ὡς Πρόεδρος τῆς Ἐδέσσης, καὶ Ἀλμωπίας ὁμοῦ, καὶ τῆς Πέλλης πάσης ἱκανώτατος, ἐγένου τῷ βίῳ σου, καὶ τοῖς θείοις σου ῥήμασι, πιστῶν ἀνθρώπων, ὁ κανὼν καὶ τὸ πρότυπον, τῆς νεότητος, ὁ ἀλείπτης τῆς πίστεως, κλήρου πατὴρ φιλόστοργος, ἀνὴρ ἱερώτατος, αἱρετιζόντων διώκτης, τῆς εὐταξίας συνήγορος· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Πέντε ἐκ τοῦ Δεσπότου λαβών, τὰ θεῖα τάλαντα εἰς δέκα ἐπηύξησας, Καλλίνικε τῷ ἀγῶνι, καὶ προσευχαῖς ταῖς πυκναῖς, ὡς Χριστοῦ διδάσκει,

λόγος ἅγιος· τουτέστιν ἐπύκνωσας, τὸ κηρύττειν πανόλβιε, καὶ τὴν θυσίαν, τοῦ Σωτῆρος ὡς ἄγγελος, ἐν ταῖς πόλεσι, καὶ ταῖς κώμαις ἐτέλεσας, ἅμα δὲ καὶ ἀνέγραψας, φροντίδι σου πάντοτε, ἐν ἱερῷ καταλόγῳ, ἄνδρας σεμνοὺς ἀξιάγαστε, καὶ ὡς συνελόντι, εὐθαρσῶς εἰπεῖν ἐφάνης, ποιμὴν πανάριστος.

 

Δόξα Πατρί. Ἦχος πλ. δ΄.

Ἅγιε Ἱεράρχα Καλλίνικε, ὄργανον ἐγένου τῆς θείας χάριτος, καὶ ἐν ζωῇ καὶ μετὰ θάνατον. Ἐν ζωῇ γὰρ πολλοὺς ἐπέστρεψας εἰς Χριστόν, διὰ τῆς μετανοίας, καὶ μετὰ τὴν θανήν σου, ἀρωγὸς ἐφάνης, ἐνεργουμένοις καὶ ἀσθενέσι.  Βαβαὶ τῆς σῆς προμηθείας σεμνέ! Τὰ σὰ θεῖα λείψανα, καὶ ἡ ἁγία κάρα, ὡς ποταμὸς ἀνεπίσχετος, χαρίζουσι τοῖς πιστοῖς, ψυχῆς τὴν ἴασιν, καὶ σωμάτων τὴν εὐρωστίαν· ὅθεν καὶ ἡμεῖς δεόμεθα καὶ ἀντιβολοῦμεν, φάνηθι καὶ ἡμῖν τοῖς ὑμνηταῖς σου, χορηγὸς ὑγιείας κατ' ἄμφω, καὶ πάντων τῶν πιστῶν, πρεσβευτὴς ἕτοιμος καὶ ἐγρήγορος.

 

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος πλ. β΄.

Πέτρῳ καὶ Ἰακώβῳ καὶ Ἰωάννῃ, τοῖς προκρίτοις μαθηταῖς σου Κύριε, σήμερον ὑπέδειξας ἐν τῷ ὄρει τῷ Θαβώρ, τὴν δόξαν τῆς θεϊκῆς σου μορφῆς· ἔβλεπον γὰρ τὰ ἱμάτιά σου, ἀστράψαντα ὡς τὸ φῶς, καὶ τὸ πρόσωπόν σου ὑπὲρ τὸν ἥλιον, καὶ μὴ φέροντες ὁρᾶν τὸ ἄστεκτον τῆς σῆς ἐλλάμψεως, εἰς γῆν κατέπιπτον, μηδόλως ἀτενίσαι ἰσχύοντες. Φωνῆς γὰρ ἤκουον μαρτυρούσης ἄνωθεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ὁ ἐλθὼν εἰς τὸν κόσμον σῶσαι τὸν ἄνθρωπον.

 

 

 

 

 

 

 

Νῦν ἀπολύεις, τὸ Τρισάγιον

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῆς Ἐδέσσης ποιμένα, Ἀρχιθύτην πανεύφημον, καὶ τῆς Ἐκκλησίας ἁπάσης, τὸ λαμπρὸν σεμνολόγημα, Καλλίνικον τιμήσωμεν πιστοί, τοῦ κλήρου καὶ λαοῦ τὸν ποδηγόν, ὡς πρεσβεύοντα ἀπαύστως ὑπὲρ αὐτῶν, τῶν ἐκβοώντων πάντοτε· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἀναδείξαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος βαρύς.

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός,  δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου,  καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

 

Ἀπόλυσις.

 

Εἰς τὸν Ὄρθρον

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Ἐδέσσης τοῦ Χριστοῦ, Ἱεράρχην τὸν θεῖον, Καλλίνικον πιστοί, ἀνυμνήσωμεν πάντες, ἐσχάτως γὰρ ὡς ἄγγελος, ἐπὶ γῆς οὗτος ἔζησε· κατηχήσας γάρ, τῇ βιοτῇ καὶ τοῖς λόγοις, πάντα ἄνθρωπον, τοῦ Ὀρθοδόξου ποιμνίου, ὡς ἥλιος ἔλαμψε.

Δόξα. Καὶ Νῦν. Τῆς Ἑορτῆς.

Τὴν τῶν βροτῶν ἐναλλαγήν, τὴν μετὰ δόξης σου Σωτήρ, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ, τῆς σῆς ἐλεύσεως δεικνύς, ἐπὶ τοῦ ὄρους Θαβὼρ μετεμορφώθης, Ἠλίας καὶ Μωσῆς συνελάλουν σοι, τοὺς τρεῖς τῶν Μαθητῶν συνεκάλεσας, οἳ κατιδόντες Δέσποτα τὴν δόξαν σου, τῇ ἀστραπῇ σου ἐξέστησαν, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Καλλίνικε Ἅγιε, τῶν Ἐδεσσαίων ποιμήν, τῆς Πέλλης τὸ καύχημα, καὶ Ἀλμωπίας φωστήρ, ἐσχάτως γεγένησαι· ὅθεν ἐφανερώθη, ποιμανσίας σου τύπος, τοῦ ἤθους καὶ ἀρετῶν σου, ἡ σεμνότης σου πάτερ· διὸ καὶ ἐξαιτούμεθα, τὴν ἄμαχον χάριν σου.

Δόξα. Καὶ Νῦν. Τῆς Ἑορτῆς.

Ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης Ἰησοῦ, καὶ νεφέλη φωτεινή, ἐφηπλωμένη ὡς σκηνή, τοὺς Ἀποστόλους τῆς δόξης σου κατεκάλυψεν· ὅθεν καὶ εἰς γῆν ἐναπέβλεπον, μὴ φέροντες ὁρᾶν τὴν λαμπρότητα, τῆς ἀπροσίτου δόξης τοῦ προσώπου σου, ἄναρχε Σῶτερ Χριστὲ ὁ Θεός, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχάς ἡμῶν.


 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ἐκ παιδὸς ἡλικίας ἐκδιδαχθείς, τὴν ὀρθόδοξον πίστιν καὶ τὴν ζωήν, ὑπὸ τῶν φυσάντων σε, Ἱεράρχα Καλλίνικε, θεόφρον ἀνεδείχθης, πιστῶν ὁ διδάσκαλος, τῆς εὐσεβείας κῆρυξ, σεμνὸς καὶ πυρίπνοος· ὅθεν μετὰ ταῦτα, ἐνεγράφης νομίμως, τῷ πίνακι Ἅγιε, κληρικῶν Μητροπόλεως, Αἰτωλίας καὶ γέγονας, ἄξιος Θεοῦ Ἱερεύς, καὶ ἐν τέλει ὤφθης ὁ Ἐπίσκοπος, τῆς Ἐδέσσης θεόφρον, ἄνερ θεοπρόβλητε.

Δόξα. Καὶ Νῦν. Τῆς Ἑορτῆς.

Ὁ ἀνελθὼν σὺν Μαθηταῖς ἐν τῷ ὄρει, καὶ ἐν τῇ δόξῃ τοῦ Πατρὸς ἀπαστράψας, σὺν Μωϋσῇ Ἠλίας σοι παρίστανται· Νόμος καὶ Προφῆται γὰρ ὡς Θεῷ λειτουργοῦσιν, ᾧ καὶ τὴν Υἱότητα τὴν φυσικὴν ὁ Γεννήτωρ, ὁμολογῶν ἐκάλεσεν Υἱόν, ὃν ἀνυμνοῦμεν σὺν σοὶ καὶ τῷ Πνεύματι.

 

Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου

Προκείμενον. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον τὸ ἐν τῷ Ὄρθρῳ τοῦ ἱεροῦ Χρυσοστόμου.

Ὁ Ν΄.

Δόξα. Ταῖς τοῦ Ἱεράρχου.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός…

Ἅγιε πάτερ, τῆς Ἐδέσσης Ἐπίσκοπε, πρὸς τὸν οὐρανὸν ὁλοκαρδίως ἐστήριξας, τῆς ψυχῆς τὰ ὄμματα, καὶ σεαυτὸν ἐβίαζες, τηρῆσαι ἀκριβῶς, τοῦ Θεοῦ τὰ ἐντάλματα. Ταῦτα οὖν ὡς πατήρ, ἐν τῇ Ἐπισκοπῇ σου, μετὰ παῤῥησίας ἐκήρυξας, καὶ ὑπὲρ αὐτῆς, τοὺς ἀγῶνας ἐποίησας, ἐν τῇ Ἱερᾷ Μητροπόλει σου, ὑπὲρ ἧς καὶ ἱκέτευε τὸν Χριστόν, ἀπαλλαγῆναι ἐκ πάντων, τῶν μηχανημάτων τοῦ ἀντικειμένου, καὶ βυθίου δράκοντος.

 

Εἶτα οἱ Κανόνες. Ὁ πρῶτος τῆς Ἑορτῆς καὶ ὁ ἑξῆς Κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ ἀκροστιχίς· Καλλίνικε πάτερ πάντας ἡμᾶς βοήθησον. Ἰωήλ

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην φαραώ.

Κυρίως πάτερ τοῦ Χριστοῦ Καλλίνικε, ἐμὴν διάνοιαν, καὶ τὴν χεῖρα ἅμα, κινήσασθαι προσεύχομαι, ἐν ταπεινώσει Ἅγιε, ὅπως μέλψω τὸν βίον, τὰς ἀρετάς σου καὶ θαύματα, ἐν τοῖς χρόνοις τούτοις πανόλβιε.

πὸ παιδὸς τὸν Ἰησοῦν ἠγάπησας, τὸν ποιητὴν τοῦ παντός, τὸν τοκέα ἔχων, τῆς μητρός σου ἄριστον, ἀλείπτην καὶ διδάσκαλον, Ἀθανάσιον ὄντως, πνευματοφόρον πρεσβύτερον, ἐν Σιταραλώνοις Καλλίνικε.

Λελαμπρυσμένος ἀρεταῖς Καλλίνικε, ὑπὸ Χριστοῦ τοῦ Θεοῦ, τὴν ἰσχύν σου πᾶσαν, ἅμα καὶ διάνοιαν, ἐστήριξας πρὸς Κύριον, καταλείψας ἡδέα, καὶ τὰ φθειρόμενα ἅπαντα, ὅσα ὁ Σωτὴρ διεκήρυξε.

Θεοτοκίον.

Λύπην τῆς Εὔας Θεοτόκε ἔλυσας, τῇ σῇ λοχείᾳ ἁγνή, καὶ χαρὰν τοῖς πᾶσι, τοῖς βροτοῖς ἐδώρησας, καὶ ὤφθης παραμύθιον, οἰκουμένης ἁπάσης, καταπατήσας τὸν τύραννον, τὸν ἀρχαῖον ὄφιν δυνάμει σου.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ' ἀρχάς.

χνηλατῶν τὴν σὴν ψυχήν, καὶ τὴν καρδίαν ὁμοίως, ἀνεσπάσω τῶν παθῶν τὰς αἰτίας, καὶ ἐδέξω τὴν σποράν, Καλλίνικε πανάριστε, Χριστοῦ τοῦ σοῦ Δεσπότου, τῶν ἀρετῶν ἐν τῷ βίῳ σου.

Νυχθημερὸν ὡς ἀληθῶς, Ἀρχιερεὺς τὴν σὴν ποίμνην, ἐκ παγίδων τοῦ Βελίαρ ἐῤῥύσω, κατασπῶν ἐπιτυχῶς, τοὺς πλόκους τούτου Ἅγιε, ποικίλας ἐπιθέσεις, καὶ πονηρὰ ἐννοήματα.

εραρχίας τοῦ Χριστοῦ, ἐν εἰκοστῷ τῷ αἰῶνι, ἀνεδείχθης ὁ ἀδάμας παμμάκαρ, καὶ ἐγένου τοῖς πιστοῖς, κανὼν καὶ τύπος ἄριστος, ἐν λόγοις τε καὶ ἔργοις, ποιμὴν Ἐδέσσης Καλλίνικε.

Θεοτοκίον.

Κλυδωνιζόμενον λαόν, τῶν ὀρθοδόξων Παρθένε, ἐκ τοῦ σάλου τῶν συμπτώσεων ῥῦσαι, ταῖς εὐχαῖς σου πρὸς Χριστόν, καὶ τάχει ἀπομάκρυνον, τὰς τρικυμίας καὶ ζάλην,  ἐκ τῶν ὑμνούντων σε πάναγνε.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἀνῖσχες ὡς ἥλιος, ἐν τῇ Ἐδέσσῃ σεμνέ, ἐσχάτως Καλλίνικε, Ἱεραρχῶν ἡ κρηπίς, αὐγάζων τὴν ποίμνην σου· ὅθεν ἐν εὐφροσύνῃ, τὴν σὴν μνήμην τελοῦντες, μέλπομεν τοῦ σοῦ βίου, τὰ θαυμάσια πάτερ, τοὺς λόγους τοὺς θεαρέστους, καὶ πάντα τὰ ἔργα σου.

Δόξα. Καὶ νῦν τῆς Ἑορτῆς.

Ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης ὁ Θεός, ἀναμέσον Ἠλιού, καὶ Μωϋσέως τῶν σοφῶν, σὺν Ἰακώβῳ καὶ Πέτρῳ καὶ Ἰωάννῃ, ὁ Πέτρος δὲ συνών, ταῦτά σοι ἔλεγε· Καλόν ὧδέ ἐστι, ποιῆσαι τρεῖς σκηνάς, μίαν Μωσεῖ, καὶ μίαν Ἠλίᾳ, καὶ μίαν σοὶ τῷ Δεσπότῃ Χριστῷ, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.

 

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.

Εὐθὺς ἁπλοῦς,  καὶ ταπεινὸς ἐχρημάτισας, καὶ ἐλέους, Ἅγιε Καλλίνικε, μεστὸς ἐφάνης πρὸς τοὺς πτωχούς, σκορπίσας τοῖς πᾶσι, τοῖς ἐνδεέσι τὰ δέοντα, σὺ γὰρ ὁ ὄντως πένης, καθὰ φθέγγεται Παῦλος, τῶν πενήτων πολλοὺς εὐηργέτησας.

Πατὴρ σεμνός, τῶν κληρικῶν ἀναδέδειξαι, κατηχήσας, ὄντως ἐν συνάξεσι, τὸν φόβον ἔχειν πρὸς τὸν Θεόν, τηρεῖν δὲ τὰς θείας, ἐπιταγὰς καὶ ἐντάλματα, καὶ μὴ διδόναι Πάτερ, ἀφορμὴν καὶ αἰτίας, διὰ σκάνδαλα πάτερ Καλλίνικε.

πὸ μικρῆς, τῆς ἡλικίας Καλλίνικε, ἕως τέλους, τὸν Χριστὸν ἠγάπησας, ἀπέσχου πάντων δὲ τῶν κακῶν, παθῶν τῶν ματαίων, καὶ ἡδονῶν τῇ ἀσκήσει σου, καὶ ὤφθης ἐν Ἐδέσσῃ, ὁ ποιμὴν τῶν ποιμένων, καὶ διδάσκαλος Πάτερ γλυκύτατος.

Θεοτοκίον.

Τὰς προσευχάς, καὶ τὰς αἰτήσεις τῶν δούλων σου, μὴ παρίδῃς, Μῆτερ ἀειπάρθενε, καὶ ῥῦσαι πάντας τοὺς ἐπὶ σοί, θεμένους ἐλπίδα, ἐκ τῶν κινδύνων καὶ θλίψεων, καὶ τοῖς ἐν ἀπογνώσει, βακτηρίαν παράσχου, καὶ ἐκ λάκκου τῆς λύπης ἀνάγαγε.

 

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

παξίως θεόφρον, τῆς Ἐδέσσης τὸν θρόνον ὄντως κατέλαβες, καὶ τοῦ Ἐπισκόπου, ἐνεδύθης στολὴν τὴν ὑπέρλαμπρον· ὅθεν ἐπλουτίσθης, ταῖς χορηγίαις Παρακλήτου, Ἱεράρχα Κυρίου Καλλίνικε.

υπαρίας τοῦ βίου, καὶ τὰ πάθη πάντα, σφοδρῶς ἐπολέμησας, καὶ ἐθελουσίως, βιαστὴς ἀνεδείχθης τῆς φύσεως, προσευχαῖς νηστείαις, τῇ ἑκουσίᾳ σου πτωχείᾳ, καὶ ἀσκήσει συντόνῳ Καλλίνικε.

Πονηροῦ τὰς ἐνέδρας, καὶ συκοφαντίας, καὶ τὰ μηχανήματα, κακοτρόπων Πάτερ, ὑπομείνας γενναίως Καλλίνικε, πάντας συγχωρήσας, καὶ εὐλογῶν τοὺς καταλάλους, ὡς ἁρμόζει ποιμένι θεόφρονι.

Θεοτοκίον.

όκνως τὴν σὴν κλῆσιν, Μῆτερ Θεοτόκε, νῦν ἐπικέκλημαι, ὅπως φιλαυτίας, τὸ δυσίατον πάθος ἰάσωμαι, καὶ ἐν ταπεινώσει, ὑμνολογῶ ψυχῇ καὶ γλώσσῃ, τὸν φιλάνθρωπον τόκον σου ἄχραντε.

 

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Νομίμως ἀγωνισθείς, τὴν σὴν λαχοῦσαν ἐφύλαξας, θεόφρον ἐπισκοπήν, ἐκ λύκων καὶ γέγονας, ποιμένων τὸ πρότυπον, καὶ πιστῶν ὁ τύπος, Ἱεράρχα ἀξιάγαστε.

Τὸν βίον τῶν μοναστῶν, ἐνθέρμως Πάτερ ἐπῄνεσας, πολλάκις ἐπισκεφθείς, τὸ ὄρος τοῦ Ἄθωνος, καὶ ὤφθης διδάσκαλος, μονοτρόπων θεῖος, θεοστήρικτε Καλλίνικε.

γίων τὰς ἑορτάς, ἐσχάτως μάκαρ συνέστησας, τῆς Βάσσης καὶ τῆς Χρυσῆς, Μαρτύρων τῆς πίστεως· διὸ καὶ ἱκέτευε, σὺν αὐταῖς τὸν Κτίστην, ὑπὲρ πάντων τῶν ὑμνούντων σε.

Θεοτοκίον.

Σὺ Μῆτερ τῶν γηγενῶν, ἡ σκέπη ὄντως γεγένησαι, γεννήσασα τὸν Χριστόν, δυνάμει τοῦ Πνεύματος, καὶ ὤφθης πανάμωμε, οἰκουμένης πάσης, εὐεργέτις καὶ ἡ σώτειρα.

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τὸν μιμητὴν τοῦ Σωτῆρος Καλλίνικον, καὶ τῆς Ἐδέσσης ποιμένα τὸν ἄριστον, καὶ Ἐκκλησίας ἁπάσης τὸ σέμνωμα, ὑμνολογήσωμεν πάντες φιλάγιοι, ἡμῶν γὰρ ἐδείχθη τὸ στήριγμα.

Ὁ Οἶκος.

Σιταραλώνων βλαστὸν τὸν πολύκαρπον, τῶν Ἀκαρνάνων φοίνικα ὑψίκομον, καὶ τῆς Ἐδέσσης Ἐπίσκοπον ἅγιον, ὕμνοις σεμνοῖς καταστέψωμεν σήμερον, ἄγοντες αὐτοῦ τὴν κατ' ἔτος ἐπέτειον. Οὗτος γὰρ ἐκ παίδων κατηχηθεὶς τὰ θεῖα, καὶ ἀγαπήσας θερμῶς τὸν Χριστόν, ἐν τῷ ἱερῷ καταλόγῳ τῶν κληρικῶν, ἐνεγράφη γενόμενος Ἐπίσκοπος Ἐδέσσης, καὶ ὡς ἀλείπτης λαμπρός, πολλοὺς πρὸς τὴν σωτήριον τρίβον κατηύθυνε· διὸ καὶ γέγονε τύπος ποιμένος ἀρίστου, καὶ ἐν χαρᾷ τοῦτον ἐγκωμιάζομεν, ἡμῶν γὰρ ἐδείχθη τὸ στερέωμα.

 

Συναξάριον.

Τῇ ὀγδόῃ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Καλλινίκου Ἐπισκόπου Ἐδέσσης.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, σῶσον ἡμᾶς.

 

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.

Βιάσας τὴν φύσιν σου, ἐθελουσίοις θεόφρον καμάτοις σου, καὶ τοῖς πᾶσιν ἐδείχθης, ποιμὴν ψυχῶν καὶ διδάσκαλος ἄριστος, Ἀρχιερεῦ τοῦ Κυρίου Καλλίνικε, Ἐδεσσηνῶν ὁ φωστήρ, καὶ τῆς Ἑλλάδος φρουρός.

βίος σου ἔνθεος, ἀσκητικὸς παμμάκαρ καὶ ἅγιος, τῶν ἐσχάτων τῶν χρόνων, ἐφανερώθη ἡμῖν τοῖς συνοῦσί σοι· διὸ ὑμνοῦμεν ψυχῆς σου τὸ ἔκλαμπρον, ὑπομονὴν τὴν πολλήν, καὶ τὴν πτωχείαν τὴν σήν.

δέως Καλλίνικε, τὴν ἱερὰν ἐτέλεις ὡς ἄσαρκος, τοῦ Χριστοῦ λειτουργίαν, τὰς δύο χεῖρας ὑψῶν καὶ δεόμενος, ὑπὲρ ἁπάντων ἀνθρώπων τῆς ποίμνης σου, ὡς Ἱεράρχης σεμνός, καὶ τῶν προβάτων ποιμήν.

Θεοτοκίον.

Θρασύτητα ἔκοψας, τοῦ ἀρχεκάκου Βελίαρ δυνάμει σου, καὶ αὐτοῦ Θεοτόκε, τὰς μηχανὰς καὶ κακὰ ἐνεργήματα, τῇ μητρικῇ σου πρεσβείᾳ διέλυσας, καὶ ἠλευθέρωσας ἡμᾶς, ἐκ τῶν δεσμῶν τοῦ σατάν.

 

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.

σὴ καρδία γέγονε, οἰκητήριον ἅγιον, Παρακλήτου θείου, καὶ πολλὰ χαρίσματα, βλυστάνουσα ἅπαντα, τῶν εὐσεβῶν πληρώματα, ἔθρεψε σεμνέ· διὸ Καλλίνικε Πάτερ, ἐκ βάθους τῆς καρδίας, ἡμεῖς ἀκαταπαύστως, Χριστὸν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Σύναξιν πολυθαύμαστε, ἱερέων Καλλίνικε, τακτικῶς ἐποίεις, διδαχαῖς καὶ ῥήμασι, αὐτοῖς τὰ ἐντάλματα, τὰ σωστικὰ καὶ ἅγια, ὡς Ἀρχιερεύς, τῆς Ἐκκλησίας διδάσκων, καὶ ἔψαλλες σὺν τούτοις, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

λύσας θείᾳ χάριτι, ἐκ δεσμῶν πολεμήτορος, τὸν ἐν Ἀγρινίῳ, νέον πάτερ ἔνθεε, ἡμᾶς τοὺς ὑμνοῦντάς σε, ἐξ ἐπηρείας λύτρωσαι, τῇ σῇ ἀρωγῇ, τοῦ ἀρχεκάκου Βελίαρ, πολλὴν γὰρ ἔσχες Πάτερ, ἐν οὐρανῷ πρεσβείαν, καὶ θείαν παῤῥησίαν, Καλλίνικε θεόφρον.

Θεοτοκίον.

Νέον Ἀδὰμ ἐκύησας, ἐν γαστρί σου πανάμωμε, καὶ ἐγένου πᾶσι, σωτηρίας πρόξενος· διὸ ἱκετεύομεν, μὴ παύσῃ ταῖς πρεσβείαις σου, τὸν σὸν Υἱόν, ἐκδυσωποῦσα ἀπαύστως, ὑπὲρ τῶν σὲ τιμώντων, καὶ ἀνυμνούντων Μῆτερ, Χριστὸν τὸν ζωοδότην, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.

δοὺ Ἐδέσσης πάντες οἱ εὐσεβεῖς, ζωηρὰν τὴν σὴν μνήμην κατέχοντες, ἐν ἑαυτοῖς, τὴν ἐπέτειόν σου σεμνοπρεπῶς, τιμῶσι θεοφόρε, καὶ τὸν θεῖον τάφον σου εὐλαβῶς, ἀσπάζονται βοῶντες· Καλλίνικε μὴ παύσῃ, ὑπὲρ ἡμῶν πρεσβεύων πάντοτε.

ς ἄγγελος ἐφάνης ἐπὶ τῆς γῆς, ὑπομένων γενναίως τὸ νόσημα, τὸ ἐπαχθές, ἐν τῇ κεφαλῇ σου τῇ ἱερᾷ, Καλλίνικε θεόφρον, καὶ γέγονας πρότυπον τοῖς πολλοῖς, διδάξας ὑπομένειν, τὰ λυπηρὰ τοῦ βίου, μετὰ χαρᾶς καὶ καρτερότητος.

Ἔδεσσα καὶ Πέλλα καὶ Γιαννιτσά, καὶ ὁμοῦ Ἀλμωπία ἀγάλλονται, ἐπὶ τῇ σῇ, ἑορτῇ τῇ θείᾳ καὶ ἱερᾷ, Καλλίνικε ποιμάντωρ, Ἀρχιθύτα Ἅγιε τοῦ Χριστοῦ, καὶ σὲ ὑμνολογοῦσι, γεραίροντες τὸν βίον, τὰς ἀρετάς σου καὶ τὰ θαύματα.

Θεοτοκίον.

Λυτρῶσαί με κινδύνων βιωτικῶν, καὶ παθῶν ψυχοφθόρων ἐφίεμαι, ταῖς σαῖς λιταῖς, Παναγία Δέσποινα Μαριάμ, ἐν σοὶ γὰρ τὴν ἐλπίδα μου, ἐθέμην ὁ τάλας καὶ δυστυχής, πολλὴν γὰρ παῤῥησίαν, πρὸς τὸν Υἱόν σου ἔχεις, Παρθένε πάντων καταφύγιον.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε

Ἐπίσκοπον Καλλίνικον, Ἐδέσσης πάσης κλέϊσμα, τῆς Αἰτωλίας τὸν γόνον, Σιταραλώνων τὸ τέκνον, τὸν ἐν ἐσχάτοις ἔτεσι, τῇ βιοτῇ καὶ λόγοις τε, λαὸν ποδηγετήσαντα, πρὸς τὴν ὁδὸν τοῦ Κυρίου, τὴν ὁδηγοῦσαν πρὸς κρείττω.

Καὶ τῆς ἑορτῆς.

Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τὸν Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν Κτίσιν.

 

Εἰς τοὺς Αἴνους. Ἦχος πλ. δ΄. Τί ὑμᾶς καλέσωμεν ἅγιοι.

Τί σὲ καταστέψωμεν Ἅγιε, μελῳδοῦντες εὐφροσύνως, χαρισμάτων σου πληθύν, καθαρότητα σαρκός, ὡς καὶ ψυχήν σου τὴν ἁγνήν, ὁσίαν, βιοτήν σου καὶ τὸ ἦθός σου, τὸ ἔχον, ταπεινώσεως τὸ τύπωμα, καὶ διακρίσεως ἔνδοξε, πνευματοφόρε Καλλίνικε, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Πάτερ Ἱεράρχα Καλλίνικε, ἐγεώργησας καλῶς, Ἐπισκοπήν σου τὴν λαμπράν, καὶ ἐκήρυξας θερμῶς, τὰς σωτηρίους ἐντολάς, ὡς κῆρυξ, τοῦ Χριστοῦ πνευματοκίνητος, καὶ ὄντως, τὸν καρπὸν ἐδρέψω πλούσιον, ὡς λέγει τὸ θεῖον λόγιον, εἰς ἑκατὸν γὰρ τοὺς πόνους σου, Πανεύφημε, ἀληθῶς ἐκαρποφόρησας.

 

Πάτερ Ἀρχιθύτα Καλλίνικε, ἀμπεχόνην ἱεράν, περιεβλήθης τοῦ Χριστοῦ, λειτουργῶν ἀνελλιπῶς, ἱερουργίαν τὴν φρικτήν, καὶ ὤφθης, ὡσεὶ ἄγγελος ἐπίγειος, τὰς χεῖρας, ἀνυψῶν ὑπὲρ τῆς ποίμνης σου· διὸ λιταῖς καθικέτευε, ὑπὲρ αὐτῆς πρὸς τὸν Κύριον, Πανάριστε, Ἱεράρχα ἀξιάγαστε.

 

Πάτερ Ποιμενάρχα Καλλίνικε, ταπεινὸς καὶ ἀσκητής, φιλανθρωπίας ἐραστής, διακρίσεως ἀνήρ, τῶν ἱερέων ποδηγός, ὁ κῆρυξ, ἐνταλμάτων τοῦ Παντάνακτος, ἀγάπης, τὸ δοχεῖον τὸ ἀκένωτον, Ἐδέσσης θεῖος διδάσκαλος, ἱερουργὸς ἐννομώτατος, καὶ χάριτος, ἀνεδείχθης ὑποχείριον.

 

Δόξα. Ἦχος πλ. α΄.

Ἅγιε Πάτερ, οὐκ ἔδωκας τοῖς βλεφάροις σου ὕπνον, καὶ τοῖς κροτάφοις σου νυσταγμόν, κηρύττων τὸ Εὐαγγέλιον, ἐν ταῖς πόλεσι καὶ κώμαις, τῆς λαχούσης σοι Ἐπαρχίας. Σὺ γὰρ μιμούμενος τὸν Δεσπότην, κύκλῳ περιήρχεσο, πάσας τὰς ἐνορίας τῆς Ἐπισκοπῆς σου, ἱερουργῶν ἐν αὐταῖς, ἐξαγγέλλων τὸν θεῖον λόγον τοῖς πιστοῖς, καὶ ἐνισχύων ποικίλως, τὰ λογικά σου πρόβατα, ἃ μὴ ἐλλείπῃς, ταῖς προσευχαῖς σου καὶ πρεσβείαις, πρὸς τὸν φιλάνθρωπον Θεόν, ἐπιστηρίζων, ὡς ποιμενάρχης ἀνύστακτος.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν, καὶ θεασώμεθα τὴν δόξαν τῆς Μεταμορφώσεως αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, φωτὶ προσλάβωμεν φῶς, καὶ μετάρσιοι γενόμενοι τῷ πνεύματι, Τριάδα ὁμοούσιον ὑμνήσωμεν εἰς τοὺς αἰῶνας.

 

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις Αἰτωλίας θεῖος βλαστός, καὶ ὁ Ἀρχιθύτης, τῆς Ἐδέσσης ὁ θαυμαστός· χαίροις Ἐκκλησίας, ἀγλάϊσμα καὶ δόξα, Καλλίνικε ποιμένων, τὸ ἀκροθίνιον.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου