Σάββατο 9 Μαΐου 2020

ΙΟΥΝΙΟΣ 6. ΟΣΙΟΣ ΑΤΤΑΛΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΣ ΣΤ!!
ΑΤΤΑΛΟΣ ΟΣΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ τῆς Ὁκτωήχου γ’, καὶ τοῦ Ὁσίου γ’. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, θεοφόρε Ἄτταλε, ἀγγελικὴν ἐπὶ γῆς, πολιτείαν ἐζήλωσας, ἀρεταῖς κοσμούμενος, καὶ φωτὶ λαμπρυνόμενος, τῆς τρισηλίου αὐγῆς καὶ χάριτος, καὶ νῦν φωτίζεις τοὺς προσιόντας σοι, καὶ μακαρίζοντας, τοὺς ἐνθέους τρόπους σου, θαυματουργέ, καὶ τὰ κατορθώματα, καὶ τὰ παλαίσματα.

Πάτερ, θεοφόρε Ἄτταλε, δι’ ἐγκρατείας πολλῆς, καὶ εὐχῆ καὶ δεήσεως, τῶν παθῶν σκιρτήματα, παντελῶς ἀπεμάρανας, καὶ ἰαμάτων χάριν δεξάμενος, τῶν νοσημάτων παύεις τὸν καύσωνα, τὰ πονηρότατα, καταφλέγων πνεύματα· ὅθεν τὴν σήν, μνήμην ἑορτάζομεν, πανηγυρίζοντες.

Πάτερ, θεοφόρε Ἄτταλε, θαυματουργῶν ἱερῶς, τὴν ξηράν τε καὶ ἄνικμον, ῥάβδον θείῳ Πνεύματι, καρποφόρον ἀπέδειξας, τὴν πέτραν βλύζειν ὕδωρ πεποίηκας, καὶ νῦν τὰ ἄνω οἰκεῖς Βασίλεια, θέσει θεούμενος· ὅθεν συνελθόντες σε, μελῳδικῶς, σήμερον γεραίρομεν, καὶ μακαρίζομεν.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχὶς ἐν τῇ Θ’ ᾠδή: Ἰωσήφ.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. ᾌσμα ἀναπέμψωμεν λαοί.
Πλήρης φωτισμοῦ πνευματικοῦ, καὶ δόξης λαμπρότητος, Πάτερ γενόμενος μετέβης πρὸς τὸ φέγγος, ἐκεῖνο τὸ ἄδυτον· ὅθεν σου τὴν φωσφόρον, καὶ ἁγίαν δοξάζομεν μνήμην.
Δόξης ἠξιώθης καὶ θανών, καὶ πρὸ θανῆς μακάριε, τὸν ἐπὶ πάντων Θεὸν ὁσίως θεραπεύσας, ἐν ἔργοις σεμνότητος, πρᾶος γεγενημένος, καὶ ἀγάπης ἀνάπλεος θείας
Κόσμου μέσον ἤνθησας σοφέ, καθάπερ κρίνον εὔοσμον, καὶ εὐωδίασας καρδίας τῶν ἀνθρώπων, πολλοῖς κατορθώμασιν, Ἄτταλε καὶ σημείοις· διὰ τοῦτο πίστει σὲ τιμῶμεν.
Θεοτοκίον.
Χαίροις ὁ πανάγιος ναός, ὁ πόκος ὁ θεόδροσος, ἐσφραγισμένη πηγή, τοῦ ἀθανάτου ῥείθρου, τὴν ποίμνην σου Δέσποινα, φύλαττε ἐκ παντοίων, πολεμίων ἀπολιορκήτως.

Ὠδὴ γ΄. Ὁ στερεώσας λόγῳ τοὺς οὐρανούς.
Τὰς ἡδονὰς τοῦ σώματος χαλινῶν ἐγκρατείας, τόνοις Πάτερ θεόπνευστε, τῆς ἀπαθείας ἐδέξω, χάριν ἐκ Θεοῦ Παντοκράτορος.
Καὶ ταπεινὸς καὶ μέτριος γεγονώς, καὶ ἀγάπης θείας Πάτερ ἀνάπλεος, χάριν ἐξ ὕψους ἐδέξω, Ἄτταλε ἰᾶσθαι νοσήματα.
Θαυματουργῶν ἐξαίσια τὴν ξηράν, δενδρωθῆναι ῥάβδον σοφὲ ἐποίησας, εἰς φωτισμὸν τῶν ἐν πίστει, νῦν μακαριζόντων σε Ἄτταλε.
Θεοτοκίον.
Σοῦ ἡ νηδὺς ἐγένετο χωρητή, τοῦ φωτὸς ἐκείνου τοῦ μηδαμοῦ χωρητοῦ· διό Σοι πάντες βοῶμεν· χαῖρε τοῦ ἀδύτου ἡλίου λαμπάς.

ᾨδὴ δ’. Ἐξ ὄρους κατασκίου.
Εἰς ὄρος ἀνελθών, ἐνθέου πολιτείας, γνώριμος σοφέ, γεγένησαι τῇ κτίσει, καθάπερ Ἥλιος πέμπων τὰς τῶν θαυμάτων, πᾶσιν ἀκτῖνας μάκαρ Ἄτταλε.
Πρᾶος γεγονώς, καὶ ἄμεμπτος ἐν ἔργοις, ὅσιος εὐθύς, καὶ μέτριος ὡράθης, καὶ ἐν τῇ γῇ τῶν πραέων μετεβιβάσθης, ὑπὲρ ἡμῶν πρεσβεύων Ἄτταλε.
Ἴασαι ἡμῶν, τὰς νόσους θεοφόρε, τῶν ἀθροιζομένων, πίστει καὶ κυκλούντων, τὴν τῶν λειψάνων σου λάρνακα καὶ τιμώντων, τὴν φωτοφόρον σου πανήγυριν.
Θεοτοκίον.
Σύμβολα τῆς σῆς, Ἁγνή, κυοφορίας, οἱ θεοειδεῖς, Προφῆται προτυποῦσι, πολυειδῶς προχαράττοντες, καὶ ποικίλως, δι' αἰνιγμάτων οἱ θεόφρονες.

ᾨδὴ ε’. Ἐκ νυκτὸς ἀγνοίας
Ταῖς προσευχαῖς σχολάζων, καὶ ταῖς νηστείαις Πατὴρ ἡμῶν Ἄτταλε, ὤφθης τοῦ παναγίου, Πνεύματος κειμήλιον ἔμψυχον.
Ὡς ἐξ ἁγίας ῥίζης, τῆς σὲ τεκούσης βλαστήσας προσήνεγκας, καρποὺς δικαιοσύνης, Ἄτταλε τὰ σὰ κατορθώματα.
Εὐλογημένο σκεῦος, τοῦ παναγίου γενόμενος Πνεύματος, Ἄτταλε εὐλογίαις, θείαις πάντας σήμερον φαίδρυνον.
Θεοτοκίον.
Ὁ τῆς Παρθένου τόκος, ἀναγεννήσας ἡμᾶς ἠλευθέρωσε, τῶν πρὶν ἁμαρτημάτων, δι' ἡμᾶς ἁμαρτίᾳ γενόμενος.

ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.
Τὸν δρόμον σου τὸν καλόν, τελέσας Ἄτταλε Ὅσιε, μετῆλθες πρὸς τὸν Θεόν, καὶ στέφος ἀμάραντον, παρ’ Αὐτοῦ ἀπείληφας, καὶ ταῖς τῶν δικαίων, ὁμηγύρεσιν ἠρίθμησαι.
Ἀγάπης πρὸς τὸν Θεόν, καὶ τὸν πλησίον κτησάμενος, ἐν ταπεινώσει ψυχῆς, ὁσίως διέλαμψας, καὶ νῦν τοὺς ἐν πίστει σοι, προσιόντας μάκαρ, θεραπεύεις θείᾳ χάριτι.
Καὶ πρᾶος καὶ συμπαθής, καὶ μέτριος καὶ ἄκακος, καὶ κατὰ πάντα Θεοῦ δεικνύμενος, σημείοις διέλαμψας, καὶ τερατουργίαις, θεοφόρε ἀξιάγαστε.
Θεοτοκίον.
Τὸ σκήνωμα τοῦ Θεοῦ, τὴν εὐδιάβατον κλίμακα, τὸ ὄρος τὸ νοητόν, τὴν ἔμψυχον τράπεζαν, Μαρίαν τὴν ἄχραντον, ὡς Θεοῦ Μητέρα, οἱ πιστοὶ ὑμνολογήσωμεν.

Συναξάριον.
Τῇ ΣΤ΄  τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Ἀττάλου τοῦ Θαυματουργοῦ
Eἰ θαυματουργὸς Ἄτταλος ζῶν, οὐ ξένον,
οὗ θαυματουργὸς ὕστερον καὶ χοῦς μόνος.

Ἱλαρὸς ὢν πνεύματι σὺ Ἱλαρίων,
ἱλαρὸς ἐν σώματι ἦς καὶ καρδίᾳ.

Κόρας φρονίμους πέντ' ἔφη Θεὸς Λόγος,
προϊστορῶν σοι τάσδε πέντε Παρθένους.

Τῇ αὐτῇ ἠμέρᾳ, ὁ Ἅγιος Μάρτυς Γελάσιος, ξίφει τελειοῦται.
Γελᾶς γέλωτα τὸν μακάριον μάκαρ,
τμηθεὶς κεφαλὴν ὦ Γελάσι’ εὐθύφρον.

Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνοὺβ τοῦ σημειοφόρου
Σημειοποιὸν καὶ θανὼν Ἀνοὺβ χάριν,
τοῖς ζῶσιν ὡς ζῶν μέχρι δεῦρο δεικνύει.

Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φῶτα
Tῶν ἀρετῶν τὰ φῶτα Φῶταν τὸν μέγαν,
καὶ νεκρὸν αὐγάζοντα πᾶσι μηνύει.

Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γκουντάλλου τοῦ Οὐαλοῦ

Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωνᾶ τοῦ Ῥώσσου τοῦ ἐπισκόπου

Τῇ αὐτῇ ἠμέρᾳ, ὁ Ὅσιος Παΐσιος τοῦ Οὔγκλιχ ὁ Ῥώσσος, ἐν ἔτει 1504ῳ, ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Τῶν Χαλδαίων ἡ κάμινος.
Τῷ πυρὶ τῶν ἀγώνων σου, τὰ πάθη κατέφλεξας, δροσισμῷ τῶν θαυμάτων σου, τὴν φλόγα καταπαύεις, νοσημάτων χάριτι, τοῦ ἐνεργοῦντος ἐν σοί, Ἁγίου Πνεύματος.
Πανταχόθεν συῤῥέουσι, πλήθη πολλὰ παμμάκαρ, ἐκτελέσαι τὴν μνήμην σου, δοξάσαι τοὺς ἀγῶνάς σου· πάντας οὖν εὐλόγησον, πᾶσι τῶν σῶν δωρεῶν, μετάδος Ἄτταλε.
Ἡ ζωή σου ἀοίδιμος, παμμάκαρ θεοφόρε, καὶ ὁ θάνατος τίμιος, ἐνώπιον Κυρίου· ἡ θήκη τοῦ σώματος, πηγὴ θαυμάτων κρουνούς, ἀναβλυστάνουσα.
Θεοτοκίον.
Ὁ Θεὸς ὁ ἀόρατος, ἐκ Σοῦ ἡμῖν ὡράθη, σωματούμενος ἄχραντε, δι’ ἄκραν εὐσπλαγχνίαν· Τοῦτον οὖν ἱκέτευε, τῆς αἰωνίου ζωῆς, καταξιῶσαι ἡμᾶς.

ᾨδὴ η’. Ὁ στεγάζων ἐν ὕδασιν.
Προσεδέξατο Κύριος, ὥσπερ θυμίαμα, τὰς εὐχάς σου Πάτερ· ὀσμὴ γὰρ ὤφθης, εὐωδίας Χριστοῦ, ἔργα συντείνοντα, εἰς ὁδὸν σωτηρίας, ἐκτελέσας Ἄτταλε θεόφρον, τῆς ἐπουρανίου οἰκῆτορ Βασιλείας
Ἐνεργεῖς τὰ τεράστια, Πάτερ εἰς δόξαν Θεοῦ, ἀνορθῶν χάριτι κατεῤῥαγμένους, καὶ διώκων μακράν, πνεύματα Ἄτταλε, πονηρίας· διό σε, συνελθόντες ἀνυμνολογοῦμεν, καὶ τὴν ἱεράν σου ἐπιτελοῦμεν μνήμην.
Τοὺς ἐκ πίστεως Ὅσιε, ἀθροιζομένους τῇ σῇ, παναγίᾳ μνήμῃ ἀμείβου θείαις, δωρεαῖς τὸν Χριστόν, Ἄτταλε ἔνδοξε, ἱκετεύων παντοίων, ὀφλημάτων λύσιν πᾶσιν δοῦναι, καὶ αἰωνιζούσης τρυφῆς καταξιῶσαι.
Θεοτοκίον.
Τὴν ἁγίαν γαστέρα Σου, ὁ κατοικῶν οὐρανούς κατοικήσας σεμνὴ εὐλογημένη, εὐσπλαγχνία πολλῇ, τῶν βροτῶν ἄχραντε, συντριβεῖσαν τὴν φύσιν, ἀναπλάττει· ὅθεν ὡς αἰτίαν, πάντων τῶν καλῶν Σε συμφώνως ἀνυμνοῦμεν.

ᾨδὴ θ’. Τὸν προδηλωθέντα ἐν ὄρει.
ερολογίαις ἐνθέοις, δεῦτε συμφώνως, εὐφημήσωμεν Ἄτταλον, τὸ σκεῦος τὸ χωρῆσαν, τὰς τοῦ Πνεύματος φωταυγεῖς λαμπηδόνας, βίου θεαρέστου καθαρότητι.
σπερ φωταυγὴς ἥλιος, κείμενος ἐν τάφῳ, ταῖς τῶν ἰαμάτων αὐγαῖς, φωτίζεις τοὺς ἐν πίστει, προσιόντας σοι ἀπελαύνων τὸν ζόφον, τῶν ἀσθενειῶν θεομακάριστε.
Σῶμα καὶ ψυχὴν τῷ Θεῷ, σὺ καθιέρωσας, ὤφθης δεκτικὸς τῶν Αὐτοῦ, ἁγίων χαρισμάτων· διὰ τοῦτό σε συνελθόντες τιμῶμεν, Ἄτταλε θεόφρον ἀξιάγαστε.
μεροφαὴς ὡς ἀστήρ, ἐν ταῇ Ἐκκλησίᾳ, ἀνέτειλας μακάριε, φωτίζεις τὰς καρδίας, τῶν τελούντων σου τὴν φωσφόρον καὶ θείαν, Ἄτταλε Πατὴρ ἡμῶν πανήγυριν.
Θεοτοκίον.
Φεῖσαι ἡμῶν Κύριε, ὁ τεχθεὶς ἐκ Παρθένου· σῶσον τὰς ψυχὰς ἡμῶν, αὐτῆς ταῖς ἱκεσίαις, τῶν κακῶν ἡμῶν παραβλέπων τὰ πλήθη, διὰ ὑπερβάλλουσαν χρηστότητα.







Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου