Κυριακή 3 Νοεμβρίου 2019

ΙΑΝΟΥΑΡΙΟΣ 10. ΑΓΙΟΣ ΜΑΡΚΙΑΝΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ Ι΄
ΜΑΡΚΙΑΝΟΣ ΠΡΕΣΒΥΤΕΡΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(ἀρχιμ. Νικόδημος Ἀεράκης)


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Μαρκιανὸν τὸν πρεσβύτερον εὐφημήσωμεν, τὸν Ῥώμης γόνον θεῖον, Βυζαντίου τὸ κλέος, πάσης Ἐκκλησίας κόσμον λαμπρόν, καὶ πιστῶν τὸ ἀγλάϊσμα, ἱερωσύνης ὑπόδειγμα ἀκριβές, πρεσβυτέρων μέγα σέμνωμα.

Μαρκιανὸν ἐγκωμίοις δεῦτε τιμήσωμεν, φιλανθρωπίας ἄκρας, θαυμαστὸν ὑποφήτην, πάντων τῶν πενήτων τὸν ἀρωγόν, δεομένων ἀντίληψιν, γυμνητευόντων προστάτην καὶ τῶν ναῶν, φροντιστὴν θαυμασιώτατον.

Μαρκιανὸν ἐν εὐφήμοις ᾠδαῖς δοξάσωμεν, τῆς ἀρετῆς τὸ κλέος, καὶ ἀσκήσεως στῦλον, ἄγαλμα Ὁσίων ὑπογραμμόν, οἰκονόμων τῆς χάριτος, θαυματουργὸν εὐεργέτην καὶ ἀρωγόν, δεομένων ὑπερθαύμαστον.

Μαρκιανὸν εὐφροσύνως πάντες ὑμνήσωμεν, τὴν πηγὴν τῶν θαυμάτων, τὸν κρουνὸν τῆς ἀγάπης, πρότυπον Ὁσίων καὶ ἀσκητῶν, πρεσβυτέρων τὸ καύχημα, τῶν ἐν ἀνάγκαις πατέρα καὶ ἀδελφόν, Ἐκκλησίας ἐγκαλλώπισμα.

Δόξα. Ἦχος β΄.
Ἡ Ἐκκλησία τῆς τοῦ Κωνσταντίνου Πόλεως, σήμερον σεμνῶς πανηγυρίζουσα, τὸν εὐκλεῆ αὐτῆς πρεσβύτερον Μαρκιανὸν τὸν ἐλεήμονα, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς ἐπευφημεῖ. Οὗτος γὰρ τῇ ἀσκήσει, ὁσιακῶς ἐν κόσμῳ βιώσας, καὶ ἑαυτὸν τοῖς πένησιν ἀναλώσας, ὡς οἱ τῆς ἐρήμου ἀσκηταί, χαρισμάτων θείων κατηξιώθη, δοξάσας τὸν φιλάνθρωπον Κύριον.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὑπέκλινας κάραν τῷ Προδρόμῳ, συνέθλασας κάρας τῶν δρακόντων, ἐπέστης ἐν τοῖς ῥείθροις, ἐφώτισας τὰ σύμπαντα, τοῦ δοξάζειν σε Σωτήρ, τὸν φωτισμὸν τῶν ψυχῶν ἡμῶν.




Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε Μαρκιανόν, ἐν ὕμνοις ἐγκωμίων, τιμήσωμεν ἐμφρόνως, Χριστοῦ γὰρ τοῦ Σωτῆρος, ἐδείχθη ἀφομοίωμα.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Πόλις ἡ εὐκλεής, μεγάλου Κωνσταντίνου, Μαρκιανοῦ τοῦ θείου, ἐξύμνησον ἐν λόγοις, τὸν βίον καὶ τὰ θαύματα.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Θαύματα παμπληθῆ, Μαρκιανὸς ὁ θεῖος, τοῖς προσιοῦσι πίστει, παρέχει φιλανθρώπως, ὡς μέτοχος τῆς χάριτος.

Δόξα. Τριαδικόν.
Μέγα ὄντως Τριάς, τὸ θεῖον Ὄνομά Σου, Πατρὸς Υἱοῦ καὶ Λόγου, καὶ Πνεύματος Ἁγίου, δι’ Οὗ πιστοὶ σωζόμεθα.

Καὶ νῦν. Θεοτοκίον.
Πάναγνε Μαριάμ, τοὺς Ὀρθοδόξους σῷζε, ἐκ πειρασμῶν τοῦ πλάνου, λιταῖς σου πρὸς τὸν Λόγον, ὡς παῤῥησίαν ἔχουσα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Μέγα πρότυπον, φιλανθρωπίας, θεῖον ἄγαλμα, ἱερωσύνης, καὶ εὐπρεπείας ναῶν τὸ ὑπόδειγμα, ἀνευφημήσωμεν ᾄσμασιν ἔνδοξον, Μαρκιανὸν τοῦ Χριστοῦ ἀφομοίωμα. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Ἀπόλυσις.







ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια τῆς Ἑορτῆς γ΄.  Ἦχος πλ. β. Τριήμερος ἀνέστης.
Ἐπέστης ἐν τοῖς ὕδασιν, ὁ πᾶσιν ἀκατάληπτος, τῷ Προδρόμῳ, ὑποκλίνας κεφαλήν· καὶ κόσμον ἁγιάσας, δουλείας ἐλυτρώσω, τῷ βαπτισμῷ σου Ἀναμάρτητε.

Υἱὸν ἀγαπητὸν ὁ Πατήρ, ἐκ τῶν ὑψίστων ἄνωθεν, καὶ τὸ Πνεῦμα ἐμαρτύρει σε Χριστέ· δι' οὗ τὸ τῆς Τριάδος, μυστήριον ἐγνώσθη, ἐν Ἰορδάνῃ βαπτισθέντος σου.

Ἡγίασας τὰ ῥεῖθρα Σωτήρ, τοῦ Ἰορδάνου ἅπαντα, καὶ τὴν φύσιν, τῶν ὑδάτων ὡς Θεός· διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σὴν Ἐπιφάνειαν.

Καὶ τοῦ Ὁσίου γ’. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν
Ἀρετῆς ἀκροθίνιον, ὁσιότητος πρόβολον, συνελθόντες ἅπαντες ἀνυμνήσωμεν, Μαρκιανὸν τὸν πανένδοξον, τῆς Ῥώμης τὸ βλάστημα, Βυζαντίου στολισμόν, Ἐκκλησίας ἀγλάϊσμα καὶ ἑδραίωμα· δεομένων ἀλείπτην καὶ προστάτην, τοῦ ἐλέους ὑποφήτην, ἱερωσύνης τὸ κόσμημα.

Τῶν ναῶν τὴν εὐπρέπειαν, ἐπεπόθησας ἔνδοξε, καὶ γυμνῶν τὰ σώματα σὺ ἐνέδυσας, Μαρκιανὲ παναοίδιμε· διὸ ὁ Θεάνθρωπος, χρυσοΰφαντον στολήν, θαυμαστῶς σοι δεδώρηται, εἰς ἀντάμειψιν, τῆς πολλῆς καὶ ἀμέτρου εὐσπλαγχνίας, πρὸς τοὺς φίλους τοῦ Κυρίου, δι’ ἧς σεπτῆς σὺ κεκόσμησαι.

Τοῦ Χριστοῦ ἀφομοίωμα, Ἀποστόλων ἐκτύπωμα, ἀσκητῶν ἀντίγραφον εὐφημοῦμέν σε, Μαρκιανὲ θεοφίλητε, Πατέρων τὸ καύχημα, ἱερέων τοῦ Θεοῦ, ὑπερτέλειον σέμνωμα, καὶ ὑπόδειγμα, τῆς ξενίας κοσμήτορα καὶ στῦλον, εὐσπλαγχνίας τὸν ἀστέρα, καὶ τῆς ἀγάπης τὸ ὕψωμα.

Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε τῶν πιστῶν ὁ σύλλογος, τὴν τοῦ πανευκλεοῦς πρεσβυτέρου Μαρκιανοῦ σεβασμίαν μνήμην, μετ’ ἐγκωμίων λαμπρῶς τιμήσωμεν λέγοντες· χαίροις ὁ τῆς Ῥώμης θεῖος βλαστός, καὶ τῆς Κωνσταντινουπόλεως ἀείφωτος ἀστήρ· χαίροις, ὁ ἐν κόσμῳ ὡς ἄγγελος βιώσας, καὶ τὴν τῶν ἀσκητῶν καὶ Ὁσίων πολιτείαν θεοφιλῶς μιμησάμενος· χαίροις, τῶν πενομένων μέγας ἀντιλήπτωρ, καὶ τῆς φιλανθρωπίας θαυμαστὸν ἀκροθίνιον· χαίροις, ὁ τῆς Ἐκκλησίας πιστὸς ὁ φρόνιμος οἰκονόμος, καὶ τῶν ναῶν τοῦ Θεοῦ ἀξιομίμητος φροντιστής. Πρέσβευε ἐκτενῶς δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν Ἰορδάνῃ ποταμῷ, ἰδών σε ὁ Ἰωάννης πρὸς αὐτὸν ἐρχόμενον ἔλεγε, Χριστὲ ὁ Θεός· Τί πρὸς τὸν δοῦλον παραγέγονας, ῥύπον μὴ ἔχων Κύριε; εἰς ὄνομα δὲ τίνος σε βαπτίσω; Πατρός; ἀλλὰ τοῦτον φέρεις ἐν ἑαυτῷ. Υἱοῦ; ἀλλ᾽ αὐτὸς ὑπάρχεις ὁ σαρκωθείς. Πνεύματος Ἁγίου; καὶ τοῦτο οἶδας διδόναι τοῖς πιστοῖς διὰ στόματος. Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.

Εἴσοδος, Φῶς Ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῇς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνέτε· μάθετε, δικασταί, περάτων γῆς, ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Χαῖρε πόλις Κωνσταντίνου, ἐπὶ τῇ μνήμῃ τοῦ εὐκλεοῦς Μαρκιανοῦ, καὶ σκίρτα ἐν ἀγαλλιάσει, διηγουμένη τὰ τούτου θαυμάσια. Ἐν σοὶ γὰρ οὗτος ἀσκητικῶς ἤθλησεν, ὁσιακῶς ἐβίωσεν, καὶ φιλανθρώπως εἰργάσθη. Τοὺς σοὺς ναοὺς φιλοπόνως ἀνήγειρε καὶ ηὐτρέπισε, καὶ ὡς πιστὸς οἰκονόμος ὑπὲρ τῆς Ἐκκλησίας καὶ τῶν ἐν ἀνάγκαις ἐμερίμνησεν. Οὗτος ἐκ σοῦ εἰς τὴν ἄνω Σιὼν μεταβέβηκε, πρεσβεύων ἀπαύστως ὑπὲρ τῆς ποίμνης σου, καὶ πάντων τῶν τιμώντων τὴν μνήμην σου.

Ἦχος β΄.
Δεῦτε πιστοὶ τὸ τῆς ἀγάπης κειμήλιον, Μαρκιανὸν τὸν θαυμαστόν, ἐγκωμίων ἄνθεσιν καταστέψωμεν λέγοντες· χαίροις, ὁ τὴν ἀγαπὴν τοῦ Χριστοῦ ἐνστερνισάμενος, καὶ ἐν ἀγάπῃ ἀληθεῖ, τοῖς ἐλαχίστοις τοῦ Χριστοῦ ἀδελφοῖς, πιστῶς καὶ ἐν θυσίᾳ θαυμαστῇ διακονήσας· χαίροις, ὁ ἀγαπῶν τὴν τῶν οἴκων τοῦ Θεοῦ εὐπρέπειαν, καὶ ὡς οἰκονόμος πανθαύμαστος, ἐν λαμπρότητι τούτους διατηρῶν· χαίροις, ὁ θεωρῶν τὸν τῆς ἀγάπης Θεόν, καὶ ὑπ’ Αὐτοῦ ἀγαπηθείς, καὶ ἐν τῇ ἀγάπῃ Αὐτοῦ αἰωνίως ἀναπαυόμενος.







Ἦχος γ΄.
Μαρκιανὸν τὸν πανένδοξον, ἐν ὕμνοις πιστοὶ μεγαλύνωμεν. Οὗτος γὰρ τὴν Ῥώμην λιπών, εἰς τὴν τοῦ Κωνσταντίνου ἐλθὼν Πόλιν, ἑαυτὸν τοῖς πένησι ὁλοψύχως παρέδωκε. Νυκτὶ καὶ ἡμέρᾳ, ὡς καλὸς Σαμαρείτης, ἑνὸς ἑκάστου αὐτῶν, τὰς ποικίλας ἀνάγκας ἐθεράπευε. Καὶ γυμνόν ποτε ἰδών, τοῖς ἑαυτοῦ ἱματίοις, τὴν γύμνωσιν αὐτοῦ ἐκάλυψεν, καὶ ἐπὶ γυμνοῦ τὰ ἄμφια αὐτοῦ ἐνεδύθη. Χάριτι δὲ Κυρίου, ὡς χρυσοστόλιστος ἐλειτούργει, ἵνα πᾶσιν οὕτω φανερώθῃ, τὸ ὕψος τῆς αὐτοῦ φιλανθρωπίας.

Ἦχος δ΄.
Παραδόξως ὁ Ὅσιος, Μαρκιανὸς ὁ τρισόλβιος, ἐκ τοῦ πυρὸς διεφύλαξεν τὸν ναὸν αὐτοῦ, ἐν δάκρυσιν ἀενάοις γονυκλινῶς προσευχόμενος καὶ δεόμενος. Ὄντως οὗτος ὁ θεόσδοτος πρεσβύτερος, καὶ θεόσταλτος οἰκονόμος, τῆς μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας ἐγένετο· διὸ καὶ ὁ Νυμφίος Χριστός, τοῖς οὐρανίοις δώμασιν εἰσήγαγε τὴν τούτου νύμφην ψυχήν, καὶ χαρὰν ἀνεκλάλητον καὶ ἄῤῥητον αὐτῷ ἐδωρήσατο, ἐν τῷ ὑπερουρανίῳ Θυσιαστηρίῳ, συλλειτουργὸν τοῖς εἴκοσιν καὶ τέσσαρσιν πρεσβυτέροις αὐτὸν ἀξιώσας, δοξάζειν ἐς ἀεὶ τὸ πανάγιον καὶ εὐλογητὸν αὐτοῦ ὄνομα.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλεόρτων συστήματα, δεῦτε καὶ χορείαν συστήσωμεν, ἐν τῇ πανδήμῳ πανηγύρει τοῦ πανενδόξου Μαρκιανοῦ, καὶ ἐκστατικῶς αὐτῷ προσείπωμεν· χαῖρε, τὸ τῆς ἀγάπης ἀκροθίνιον, καὶ τῆς φιλοπτωχείας τὸ ὑπόδειγμα· χαῖρε, τῆς ἱερωσύνης ὁ ἀψευδὴς κανών, καὶ τῆς Ἐκκλησίας ὁ οἰκονόμος ὁ πανάριστος· χαῖρε, τὸ τῆς ἀσκήσεως ἄγαλμα, καὶ τῶν θαυμάτων ἡ πηγὴ ἡ ἀέναος· χαῖρε, κόσμε τοῦ κόσμου, τῆς Ἐκκλησίας φωστήρ, καὶ τῶν πιστῶν πρεσβευτὰ θερμότατε. Σαῖς λιταῖς καὶ ἡμᾶς ἐκ τῶν ποικίλων παγίδων καὶ πειρασμῶν περίσωζε Ἅγιε δεόμεθα.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται κορυφῆς τοῦ Δεσπότου. Αἱ Δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν Κόσμον.






Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῆς Ἐκκλησίας φωστήρ, τῶν πρεσβυτέρων τὸ εὐῶδες κειμήλιον, πεινώντων ὁ τροφοδότης, γυμνητευόντων πατήρ, καὶ θαυμάτων θείων κρουνὸς ἄριστος· ἀσκήσεως πρότυπον, ὁσιότητος ἄγαλμα, τῆς ἀγρυπνίας, ἐραστὴς μανικώτατος, ὁ φιλάνθρωπος, καὶ ἐλέους ὑπόδειγμα· ὅθεν τὴν σεβασμίαν σου, τιμῶντες πανήγυριν, πόθῳ αἰτούμεθα Πάτερ, Μαρκιανὲ ἀξιάγαστε, τυχεῖν σαῖς πρεσβείαις, τῆς Χριστοῦ φιλανθρωπίας, καὶ τῆς ἀφέσεως.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίροις, τῶν ἀσκητῶν μιμητής, ἀγγελικῆς δὲ πολιτείας ὑπόδειγμα, ταμεῖον ἀγάπης θείας, καὶ τοῦ ἐλέους πηγή, τοῦ Σωτῆρος ὄντως ἀφομοίωμα· πιστῶν ὁ διδάσκαλος, πεπτωκότων ἀνόρθωσις, ἐκκλησιῶν τε, φροντιστὴς θεοδίδακτος, ἁγιότητος, ὑποφήτης πανάριστος· ὅθεν ἐν ὕμνοις ἔνδοξε, τιμῶντες τὴν μνήμην σου, χάριν αἰτούμεθα Πάτερ, Μαρκιανὲ πανσεβάσμιε, λαβεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις, φιλανθρωπίας κανών, τῶν ἐλαχίστων ἀδελφῶν ἡ ἀντίληψις, Χριστοῦ τοῦ Θεοῦ καὶ Λόγου, παναληθὴς μιμητής, πρεσβυτέρων μέγα ἐγκαλλώπισμα, χρημάτων ἀνέραστος, καὶ ἐλέους τὸ πρότυπον, τῆς ἀγρυπνίας, θεόφρον ὐπόδειγμα, καὶ ἀσκήσεως, θεοπρόβληπτον ἕδρασμα· ὅθεν πανηγυρίζομεν, τιμῶντες τὴν μνήμην σου, καὶ τὸν σὸν βίον μιμεῖσθαι, Μαρκιανὲ ἐξαιτούμεθα, λιταῖς σου πρὸς Κτίστην, ἵνα πάντες λυτρωθῶμεν, θεομακάριστε

Δόξα. Ἦχος πλ. β΄.
Ὁ τῆς Ἐκκλησίας πρεσβύτερος καὶ πιστὸς οἰκονόμος, Μαρκιανὸς ὁ θεοπρόβλητος, ἐν ὕμνοις καὶ ᾠδαῖς πανηγυρικῶς σήμερον ἐγκωμιαζόμενος, τῶν πιστῶν τὰς καρδίας, ὡς ἑστιάτωρ πνευματικός, λόγοις θείοις θεοπρεπῶς στηρίζει λέγων· Δεῦτε τέκνα ἐν αὐλαῖς Κυρίου, καὶ ἐν πνεύματι εὐσεβοφρόνως Τριάδα λατρεύσατε· δεῦτε, οὐρανοῦ ἐρασταί, εἰς πηγὰς ἀειζώους τῆς χάριτος, τῶν ἱερῶν μυστηρίων τρυφήσατε· δεῦτε, ἐν ἀσκήσει καὶ προσευχῇ, ἀγάπῃ καὶ ἐλεημοσύνῃ κοινωνήσατε τῷ Χριστῷ, ἵνα καὶ ὑμεῖς μεθ’ ἡμῶν ἐν σαββατισμῷ ὑπερκοσμίῳ αἰωνίως ἀγάλλησθε.





Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν· πρὸς τὴν σὴν γὰρ δόξαν ἀντοφθαλμῆσαι τὰ Χερουβὶμ οὐ δύνανται, οὐδὲ ἀτενίσαι τὰ Σεραφίμ· ἀλλὰ φόβῳ παριστάμενα, τὰ μὲν βαστάζουσι, τὰ δὲ δοξάζουσι τὴν δύναμίν σου. Μεθ᾽ ὧν οἰκτίρμον, ἀναγγέλλομεν τὴν αἴνεσίν σου λέγοντες· Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Μέγα πρότυπον, φιλανθρωπίας, θεῖον ἄγαλμα, ἱερωσύνης, καὶ εὐπρεπείας ναῶν τὸ ὑπόδειγμα, ἀνευφημήσωμεν ᾄσμασιν ἔνδοξον, Μαρκιανὸν τοῦ Χριστοῦ ἀφομοίωμα. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Ἀπόλυσις.





















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν καθαρότητα, τῆς πολιτείας σου, καὶ τὴν ἁγνότητα, τῆς διανοίας σου, τῆς Ἐκκλησίας ὁ ποιμήν, ἰδών σε ἀνεκήρυξε, μέγαν οἰκονόμον τε, καὶ ποιμένα θεόφιλον, τῶν πτωχῶν συλλήπτορα, καὶ γυμνῶν τὸ ἱμάτιον· διὸ Μαρκιανὲ ἠξιώθης, δόξης μεθ’ ὅλων τῶν Ἁγίων.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐπιφανέντος σου, ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος σου, ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης· ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι. Πνεῦμα δὲ τὸ Ἅγιον, ἐπὶ σὲ κατεγίνετο, ἐν ᾧ καὶ φωτισθέντες βοῶμεν· Δόξα Θεῷ τῷ ἐν Τριάδι.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Προστάτην τῶν πτωχῶν, οἰκονόμον Ἁγίων, καὶ ἔνδυσιν γυμνῶν, ὀρφανῶν τὸν πατέρα, χηρῶν ἀντιλήπτορα, ἀσθενούντων ἀντίληψιν, σὲ δοξάζομεν, Μαρκιανὲ θεοφόρε, σὲ προβάλλομεν, ὡς ἀφομοίωμα ὄντως, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἡγίασας Σωτήρ, Ἰορδάνου τὰ ῥεῖθρα, σαρκὶ καταδεχθείς, βαπτισθῆναι ὁ κόσμου, τὰ πάθη ἰώμενος, τὰ πικρὰ καὶ δυσίατα, καὶ τὴν Κορυφήν, τὴν σὴν σεπτὴν τῷ Προδρόμῳ, Λόγε ἔκλινας, ὁ ἐν δρακὶ περιέχων, τῆς κτίσεως πέρατα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν ἐν σοί, τῆς Ἐκκλησίας λειτουργοί, καθορῶντες τὴν λαμπράν, καὶ χρυσοκέντητον στολήν, ἣν ὑπὲρ λόγον δεδώρηταί σοι ὁ Κτίστης· ἔσπευσαν εὐθύς, εἰς Ἐπίσκοπον, ἔλαβον ὁμοῦ, τὴν ἐξήγησιν, Μαρκιανὸς γεγύμνωται Κυρίῳ, καὶ ἐδοξάσθη ἐν χάριτι· διὸ ἐμφρόνως, αὐτοῦ τὴν δόξαν, ὕμνοις θείοις τιμῶμεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἰορδάνη ποταμέ, τί ἐθαμβήθης θεωρῶν; Τὸν ἀθεώρητον γυμνόν, εἶδον καὶ ἔφριξα φησί· καὶ πῶς γὰρ τοῦτον οὐκ ἔμελλον φρῖξαι καὶ δῦναι; οἱ Ἄγγελοι αὐτόν, ὁρῶντες ἔφριξαν· ἐξέστη οὐρανός, καὶ γῆ ἐτρόμαξε· καὶ συνεστάλη θάλασσα καὶ πάντα, τὰ ὁρατὰ καὶ ἀόρατα. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.







Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ θεοφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Σήμερον ὁ οὐρανὸς καὶ ἡ γῆ, ἐπὶ τῇ μνήμῃ τοῦ φιλανθρώπου Μαρκιανοῦ, λαμπρῶς συνεορτάζει· ἱερεῖς, ὅσιοι, ἀσκηταί, θαυματουργοὶ καὶ ἐλεήμονες, τὸν ἰσάγγελον πρεσβύτερον τῆς Πόλεως, ἐν οὐρανοῖς καθορῶντες, χαρμονικῶς τὴν παναγίαν Τριάδα δοξολογοῦσι λέγοντες· Τριὰς ὁ Θεός, ἡ τοὺς βιαστὰς Ἁγίους ἀναδεικνύουσα, καὶ ἐν τοῖς ἐσχάτοις καιροῖς, μιμητὰς τούτων ἀνάδειξον.

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Μαρκιανῷ πρεσβυτέρῳ, αἶνος. Νικοδήμου.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Μεγάλως ἠγώνισαι Ἀθλητά, χάριτι Κυρίου, καὶ κατέλαβες ἀρετῶν, τὰ ὕψη γενναίως θεοφόρε, Μαρκιανὲ τοῦ Χριστοῦ ἀφομοίωμα.
Ἀξίως ἀγάλλονται ἐπὶ σοί, ῥώμη ἡ τεκοῦσα, καὶ Βυζάντιον τὸ κλεινόν· καὶ γὰρ ὑπερθαύμαστος ἐδείχθης, Μαρκιανὲ τῶν Ἁγίων ἐφάμιλλε.
Ῥοῇ τῶν δακρύων σου ἐκζητῶν, πυρὸς φυγαδεῦσαι, τὸν Θεάνθρωπον ἀπειλήν, ἱστάμενος Πάτερ ἐν δεήσει, Μαρκιανὲ εἰσηκούσθης μακάριε.
Θεοτοκίον.
Κηρύττομεν Μῆτερ τοῦ Σοῦ Υἱοῦ, τὴν φιλανθρωπίαν, καὶ τὴν κένωσιν ἐν Σταυρῷ, ὑπὲρ τῶν τιμώντων ἐκ καρδίας, τὰ μεγαλεῖά Σου Κόρη καὶ θαύματα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱλασμοὺς τοῦ Κυρίου, τῇ σῇ στοργῇ δέδωκας, τοῖς χειμαζομένοις ἐν βίῳ Πάτερ καὶ ἔστερξας, τοῦ στερηθῆναι τῶν σῶν, Μαρκιανὲ ἱματίων, ὡς Χριστὸς ἐδίδαξε, θεομακάριστε.
Ἀρετὴν ἀγαπήσας, Μαρκιανὲ ἔνδοξε, πάντα τὰ ἐπίκηρα Πάτερ, ζήλῳ κατέλιπες, ὁσιακῶς ἀσκηθείς, τὴν αἰωνίαν ἐκτήσω, τῶν Ἁγίων εὔκλειαν, ἐν θείοις δώμασιν.
Νικηφόρως εἰσῆλθες, Μαρκιανὲ πάντιμε, εἰς σαββατισμὸν βασιλείας, τῆς τοῦ Κυρίου σου, καὶ συνειφραίνῃ κλεινέ, τοῖς πρωτοτόκοις Ἁγίοις, καθορῶν τὸ ἄκτιστον, φῶς τῆς θεότητος.
Θεοτοκίον.
Ὡραΐζεις Παρθένε, τοὺς γηγενεῖς ἅπαντας, ταῖς σαῖς ἀρεταῖς καὶ Ἀγγέλων, τὰ θεῖα τάγματα· διὸ ἐν ὕμνοις λαμπρῶς, ἀνευφημοῦμεν ἐμφρόνως, βιοτήν Σου ἄχραντον, θεοχαρίτωτε.

Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τοῖς πένησιν δέδωκας τὴν σὴν καρδίαν κλεινέ, καὶ τούτοις ἐπήρκεσας διακονῶν ὡς Χριστῷ, Μαρκιανὲ ἔνθεε· ἔδωκας σὸν χιτῶνα, τῷ γυμνῷ πενομένῳ, ἔλαβες οὐρανόθεν, τῶν ἀμφίων τὴν δόξαν, ὡς ἄνωθεν μαρτυρίαν, Πάτερ φιλάνθρωπε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνια, τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ πλάνης, τῶν ἀνθρώπων τὸ γένος· διό σε ἱκετεύομεν· Σῶσον τὸν κόσμον σου.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Πενομένων ἀντίληψις, ἐν Βασιλευούσῃ σὺ ἀναδέδειξαι, καὶ φιλάνθρωπος πανθαύμαστος, ὦ Μαρκιανὲ θεομακάριστε.
Ῥητορεύεις τοῖς ἔργοις σου, τῆς φιλανθρωπίας τὸ θεοπρόσδεκτον, καὶ κηρύττειν ἐν τοῖς πράγμασιν, ὦ Μαρκιανὲ Χριστοῦ τὸ ἔλεος.
Ἐλεήμων ὡς ἔφησεν, ὁ Χριστὸς σὺ γέγονας θεοδόξαστε, διανέμων πλοῦτον ἅπαντα, τοῖς πτωχοῖς τῆς Κωνσταντίνου Πόλεως
Θεοτοκίον.
Σὺ Παρθένε πανάμωμε, τοῦ Πατρὸς τὸν Λόγον ἐκυοφόρησας· διὸ πάντες ἀνυμνοῦμέν Σε, ὡς Μητέρα τοῦ Θεοῦ πανάχραντε.

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Βίᾳ θαυμαστῇ, τῶν Ἀγγέλων ἰσοστάσιος, καὶ τῶν Ὁσίων γέγονας ἀγαθέ, τὴν Βασιλείαν, βιάσας τὴν ἐπουράνιον.
Ὕψωσας τὸν νοῦν, πρὸς Θεὸν τὸν Τρισυπόστατον, καὶ τὴν Σιὼν τὴν ἄνω Μαρκιανέ· διὸ ἠρνήθης, προσκαίρων τὴν ματαιότητα.
Τέτρωται θερμῶς, ἡ καρδία σου πανένδοξε, ἐκ θεϊκῆς ἀγάπης πρὸς τὸν Χριστόν· διὸ τοῦ κόσμου, κατέλιπες τὴν τερπνότητα.
Θεοτοκίον.
Ἔδωκας ἡμῖν, τὸν Σωτῆρα παντευλόγητε, καὶ βιοτὴν τὴν ὄντως θεοειδῆ, τῇ παντελείᾳ, καὶ θείᾳ ζωῇ Σου ἄσπιλε.







ᾨδὴ στ’. Τὴν δέησιν.
Ῥημάτων, Μαρκιανὲ ὑπήκουσας, τοῦ Χριστοῦ ὑπηρετῶν τοῖς ἐν θλίψει, καὶ ἐκζητῶν, τῆς ψυχῆς τὴν εἰρήνην, καὶ Παραδείσου τρυφὴν τὴν θεόσδοτον, καὶ ἄνεσιν τοῦ οὐρανοῦ, καὶ Ἁγίων τὴν χάριν πανθαύμαστε.
Ὡράϊσμα, Ἐκκλησίας πέφηνας, ἐλεῶν Μαρκιανὲ ἐκ καρδίας, καὶ στολισμός, καὶ πηγὴ εὐφροσύνης, τοῦ Βυζαντίου καὶ Ῥώμης πανένδοξε, διδάσκων διὰ βιοτῆς, τοῦ Χριστοῦ τῆς ἀγάπης τρισόλβιε.
Ἀνέλαβες, οἰκονόμου τάλαντον, καὶ πιστῶν Μαρκιανὲ ἐχειρίσθης, καὶ ἐν σπουδῇ, ἐμερίμνας καὶ ζήλῳ, τοῦ εὐτρεπίσαι ναοὺς τοῦ Κυρίου σου, καὶ πάντων τῶν ἐν συμφοραῖς, ὡς Χριστοῦ ἀδελφῶν τρισμακάριε.
Θεοτοκίον.
Ἱκέτευσον, τὸν Υἱόν Σου πάναγνε, ὑπὲρ πάντων τῶν πιστῶς Σε τιμώντων, ἵνα ἐχθρῶν, παγκακίστων ῥυσθῶμεν, καὶ πρὸς ζωὴν τὴν ἁγίαν προσδράμωμεν, μιμούμενοι Μαρκιανοῦ, φιλανθρώπου ἀγάπης τὸ εὔτονον.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Μαρκιανὸν ἐν ἐγκωμίοις εὐφημήσωμεν, ὡς ἀριστέα τῆς ἀγάπης καὶ φιλάνθρωπον, τοῦ Χριστοῦ τὸ ἀφομοίωμα ἐν ἐλέει· οἰκονόμον Ἐκκλησίας θεοβάβρευτον, καὶ πενήτων ἀρωγόν τὸν θεοδόξαστον, τούτῳ κράξωμεν· Χαῖρε Πάτερ πανένδοξε.
Ὁ Οἶκος.
Ῥώμην τὴν βλαστήσασαν αὐτὸν Μαρκιανὸς λιπών, εἰς τὴν Νέαν Ῥώμην ἀφίχθη, ποθῶν φιλανθρώπως, τὴν τῶν ἐνδεῶν φροντίδα. Οὕτως ἅπαντα τὸν πλοῦτον αὐτοῦ, εἰς ἐλεημοσύνας ἐκδαπανήσας, καὶ τὴν τῶν ἀρετῶν κορυφήν, τὴν ἀγάπην κατακτήσας, τὴν τοῦ Πρεσβυτέρου καὶ Οἰκονόμου λειτουργίαν ἐδέξατο. Θείῳ δὲ ζήλῳ δυναμούμενος, ὑπὲρ τῶν λογικῶν προβάτων ὁλοψύχως ἀνηλώθη, καὶ τῶν ἱερῶν ναῶν ἄριστα φροντίζων, τὴν τῶν θαυμάτων χάριν ἔλαβε, ἀδιαλείπτως δοξάζων τὸ ταῆς Παναγίας Τριάδος ὄνομα. Τοῦ θαυμαστοῦ οὖν πρεσβυτέρου καὶ σεβασμίου Ὁσίου τὴν μνήμην ἐπιτελοῦντες, ἐκ καρδίας ἀναβοήσωμεν· Χαῖρε Πάτερ πανένδοξε.

Συναξάριον.
Τῇ Ι΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Μαρκιανοῦ τοῦ πρεσβυτέρου.
Ἀπῆρεν ἔνθεν πρὸς πόλου μέγα κλέος,
ὁ Μαρκιανός, οὗ κλέος κἂν γῇ μέγα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γρηγορίου, ἐπισκόπου Νύσσης.
Ἡ Μοῦσα Γρηγόριος, οὗ Νύσσα θρόνος,
οὐ Πιερίαν, ἀλλ᾿ Ἐδὲμ σκηνὴν ἔχει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Δομετιανοῦ, ἐπισκόπου Μελιτηνής.
Δομετιανὸς τῆς φθορᾶς ἀπηλλάγη,
εἴπερ φθορὰν χρὴ τὸν βίον τοῦτον λέγειν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀμμωνίου.
Τῆς ἀρετῆς ὁ θεῖος ἐσβέσθη λύχνος,
λύχνων μυσάντων σαρκικῶν Ἀμμωνίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Θεοσεβίας τῆς διακονίσσης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀντίπα τοῦ Ἀθωνίτου.
Λειμῶνος Ἄθωνος νεόφυτον κρίνον,
Ἀντίπα ἔπλησας εὐωδίας κτίσιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παύλου τῆς Ὀμπνόρα, τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τῆς Πίσμα τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νενίκηκας Βελίαρ τῇ πολλῇ σου ἀσκήσει Μαρκιανὲ ἀριστεῦ· καὶ πίστιν τῆς Τριάδος, ἐκήρυξας ἐν ἔργοις, τοῖς πιστῶς Αὐτῇ ψάλλουσιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὁ Κύριος τῆς δόξης διὰ πλήθους θαυμάτων, Μαρκιανοῦ βιοτήν, ἀνέδειξεν ὁσίαν, ἐν Κωνσταντίνου Πόλει· διὸ ἅπαντες ψάλλομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ,
Στεφάνῳ οὐρανίῳ καθορῶμέν σε Πάτερ ἐν Βασιλείᾳ Θεοῦ, κοσμούμενον ἀξίως, ἐν μέσῳ τῶν Ὁσίων, μεθ’ ὧν ψάλλεις πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νεάνιδες παρθένοι τὴν παρθένον Μαρίαν παρθενικῇ βιοτῇ, τιμῶσιν ἐπαξίως, ὡς καὶ τὸν ταύτης Τόκον, Ὃν ἀπαύστως συνάδουσιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.







ᾨδὴ η΄. Ταὸν Βασιλέα.
Ἱερωσύνης, Μαρκιανὸς ὄντως κόσμος, προσκαλεῖ τῶν πιστῶν τὰς χορείας· τὸν Χριστὸν ὑμνεῖτε, εἰς πάντας τοὺς αἰῶνας.
Καταξιοῦται, Μαρκιανὸς χαρισμάτων, καὶ πενήτων καρδίας στηρίζει, τοῦ ὑμνεῖν ἐν πίστει, Χριστὸν εἰς τοὺς αἰῶνας.
Οὐρανοδρόμος, Μαρκιανὸς ἀνεδείχθη, μιμηθεὶς τῶν Ἀγγέλων τὸν βίον, οἵτινες ὑμνοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Δεδοξασμένη, ἐκ γηγενῶν ἡ Παρθένος, δευτερεῖα Τριάδος κατέχει, Ἧς τὴν θείαν δόξαν, ὑμνεῖ εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Ἡδέως ἀπηρνήθη, ἐπίκηρον πλοῦτον, καὶ ματαιότητος δόξαν, καὶ πᾶσαν τρυφήν, Μαρκιανὸς ἐν φρονήσει· διὸ ἡγίασται.
Μακάριος σὺ ὄντως, ὡς πατὴρ ἐλέους, καὶ ἀδελφῶν ἐλαχίστων προστάτης θερμός· διὸ κλεινὲ ἐκοσμήθης, ἀμφίων θαύματι.
Ὁμότροπον Ὁσίων, σὲ ὁμολογοῦμεν, καὶ ἀσκητῶν συνοδίτην Χριστοῦ μιμητήν, Μαρκιανὲ πρεσβυτέρων, τὸ ἐγκαλλώπισμα.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε Παρθένε, καὶ ὁμολογοῦμεν, τὸν γεννηθέντα ἐκ Σοῦ ὡς Υἱὸν τοῦ Θεοῦ, καὶ σὺν Ἁγίων χορείαις, Σὲ μεγαλύνομεν.

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Ποιμένα ἐλεήμονα, καὶ ὅσιον διδάσκαλον, Ῥώμης τὸν ἔνδοξον γόνον, καὶ κλέος πόλεως πρώτης, κόσμημα τῆς ἀσκήσεως, ἱερωσύνης ἄγαλμα, πάντες ἀνευφημήσωμεν, Μαρκιανὸν τῆς ἀγάπης, τὸ ἄνθος ὄντως τὸ θεῖον.
Καὶ τὸ τῆς Ἑορτῆς.Ἦχος γ'. Ἐπεσκέψατο ἡμᾶς
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.












Αἶνοι. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε εὐφημήσωμεν, Μαρκιανὸν τὸν ἐκ Ῥώμης, Κωνσταντίνου Πόλεως, τὸ σεπτὸν κειμήλιον καὶ καλλώπισμα· ἀρετῆς ἕδρασμα, τῶν Ὁσίων κλέος, τῶν πενήτων καταφύγιον, γυμνῶν ἱμάτιον, καὶ τῶν ἐν ἀνάγκαις τὸ στήριγμα· πάσης Ἐκκλησίας, τὸν στύλον τῆς ἀγάπης τοῦ
Χριστοῦ, τῶν πρεσβυτέρων ἀγλάϊσμα, οἰκονόμων εὔκλειαν. (Δίς)

Ὕμνοις εὐφημήσωμεν, τὸν ἐραστὴν τῆς Τριάδος, πορθητὴν πανένδοξον, Βασιλείας ὄντως ὑπὲρ κατάληψιν· ἐν χαρᾷ ἤνεγκε, τοῦ Σταυροῦ τὴν δόξαν, ἀρετῆς τὰ ἀγωνίσματα, θυσίαν ἔνδειαν, καὶ τὴν τῶν ναῶν ἐπιμέλειαν· τοῖς πένησι μετέδωκεν, ὁ Μαρκιανὸς τὰ ὑπάρχοντα· ὅθεν γεγηθότες, ἐγκωμία ψελλίσωμεν αὐτῷ, καὶ μακαρίσωμεν ἅπαντες, τὴν αὐτοῦ κατάπαυσιν.

Πόλις Βασιλεύουσα, ἐγκωμιάζει ἐμφρόνως, βιοτὴν πανάγιον, καὶ σεπτὰ ἀθλήματα τοῦ τρισμάκαρος. Τοῦ Χριστοῦ γέγονε, μιμητὴς καὶ φίλος, ἀρεταῖς κατακοσμούμενος, πενήτων πρόνοιαν, εὐαγγελικῶς ἀνεδέξατο, γυμνοῖς δὲ τὰ ἱμάτια, ὁ Μαρκιανὸς ἐδωρήσατο· ὅθεν θαυμασίως, κεκόσμηται στολῇ ὑπερφυεῖ, καὶ οὐρανοῦ θεῖα δώματα, ἐν δόξῃ κατέλαβεν.

Δόξα. Ἦχος πλ. δ΄.
Ἑορτὴ χαρμόσυνος καὶ πανήγυρις θεοπρόβλητος, ὑπὸ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, τοῖς φιλεόρτοις προσφέρεται σήμερον. Δεῦτε οὖν καὶ ἡμεῖς ἀγαλλομένῃ καρδίᾳ, πνευματικῶς εὐωχηθῶμεν, τῶν τοῦ Ὁσίου Μαρκιανοῦ ἀθλημάτων, ἐν πίνακι πρὸς ἑστίασιν ἡμῖν προσφερομένων. Συμπορευθῶμεν αὐτῷ ἐν ἀγάπῃ εἰλικρινεῖ, καὶ τελείᾳ πρὸς τὸν ἄνθρωπον καὶ τὸν Θεάνθρωπον, καὶ ἐν ἀσκήσει καὶ βίᾳ πνευματικῇ, ἵνα αἰωνίως μετ’ αὐτοῦ ἀγαλλώμεθα, εἰς παστάδα οὐράνιον.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σήμερον ἡ κτίσις φωτίζεται, σήμερον τὰ πάντα εὐφραίνονται, τὰ οὐράνια ἅμα καὶ τὰ ἐπίγεια. Ἄγγελοι καὶ ἄνθρωποι συμμίγνυνται· ὅπου γὰρ Βασιλέως παρουσία, καὶ ἡ τάξις παραγίνεται. Δράμωμεν τοίνυν ἐπὶ τὸν Ἰορδάνην, ἴδωμεν πάντες τὸν Ἰωάννην, πῶς βαπτίζει Κορυφήν, ἀχειροποίητον καὶ ἀναμάρτητον· διὸ Ἀποστολικὴν φωνὴν προσᾴδοντες, συμφώνως βοήσωμεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, καταυγάζουσα καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλεος.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.



Μεγαλυνάρια.
Χαίροις πρεσβυτέρων ὑπογραμμός, καὶ τῶν ἀσκουμένων ὑπερθαύμαστος ὁδηγός· χαίροις πενομένων, ἀλείπτης καὶ προστάτης, Μαρκιανὲ θεόφρον, Ῥώμης τὸ βλάστημα.
Κωνσταντίνου Πόλεως ὁ φωστήρ, καὶ τῶν ἐν ἀνάγκαις ἀπροσμάχητος ἀρωγός, ἐλεημοσύνης, ὑπόδειγμα καὶ τύπος, Μαρκιανὲ παμμάκαρ, λιταῖς σου σῶσόν με.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου