Δευτέρα 9 Ιουλίου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 31. ΟΣΙΟΣ ΑΡΣΕΝΙΟΣ ΠΑΡΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ 31!!
ΑΡΣΕΝΙΟΣ ΟΣΙΟΣ ΠΑΡΟΥ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε συνέλθωμεν πάντες ἐν τῷ ἁγίῳ ναῷ, τοῦ θείου Ἀρσενίου, καὶ τιμῶντες ἐν πίστει, τοὺς πόνους καὶ ἀγῶνας καὶ τὰς λαμπράς, ἀριστείας τῆς χάριτος, πρέσβευε πάντοτε Πάτερ ὑπὲρ ἡμῶν, τῶν ὑμνούντων σου τὴν κοίμησιν.

Ἀπεριτρέπτῳ καρδίᾳ Πάτερ Ἀρσένιε, ὑπῆλθες τὸν ἀγῶνα, τῆς ἀσκήσεως χαίρων, καὶ ἤσχυνας παγίδας τοῦ δυσσεβοῦς, ἀνενδότῳ φρονήματι· διὸ ἀξίως ἐδέξω παρὰ Χριστοῦ, ἀφθαρσίας τὸ διάδημα.

Ταῖς τῶν Πατέρων χορείαις συνήφθης ἔνδοξε, καὶ τῶν θαυμάτων χάριν ἐκ Θεοῦ ἐκομίσω, διὸ οἱ προσελθόντες Πάτερ ἐν σοί, τῶν ἰάσεων ἔτυχον, ἀνευφημοῦντές σε μάκαρ ὡς τοῦ Χριστοῦ, ἀσκητὴν θεῖε Ἀρσένιε.

Νοῦν πρὸς Χριστὸν Πάτερ ἔχων ἔβλεπες ἄνω ἀεί, εἰ καὶ ἐν γῇ παρώκεις, ἀλλ’ οὐδὲν ἐκωλύου, νοΐ καθαρωτάτῳ καὶ ἀκλινῶς, τὸν Θεὸν ἐνοπτρίζεσθαι, Ὃν νῦν τρανώτατα βλέπων ὑπὲρ ἡμῶν, καθικέτευε Ἀρσένιε.

Δόξα. Ἦχος β΄.
Τὴν ἀρετὴν τῶν πάλαι Ὁσίων Πατέρων, ἀνεζωγράφησας ἐν σεαυτῷ, τοῖς ἴχνεσιν αὐτῶν ἠκολούθησας, θεόφρον Ἀρσένιε, ὅθεν Χριστὸν τὸν Δεσπότην, τοῖς σοῖς ἀσκητικοῖς ἀγῶσιν θεραπεύσας, προσφορὰ Αὐτῷ γενόμενος. Ὃ πρέσβευε ἀπαύστως ὑπὲρ πάντων ἡμῶν, θεομακάριστε.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.





Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πρέσβευε ἐκτενῶς, ὑπὲρ τῶν Μοναζόντων, Ἀρσένιε τρισμάκαρ, ῥυσθῆναι τῶν παγίδων, ἐχθροῦ τοῦ πολεμήτορος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Οἶκον φωτοειδή, Τριάδος τῆς Ἁγίας, τὴν σὴν ψυχὴν τελέσας, λαμπρῶς ἐμεγαλύνθης, Ἀρσένιε τρισμάκαρ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χάριτος θεϊκῆς, Ἀρσένιε ἐπλήσθης, ὁσίως καὶ ἀμέμπτως, πολιτευθεὶς ἐν Πάρῳ, διὸ ἡμᾶς χαρίτωσον.

Δόξα. Τριαδικόν.
Πατέρα καὶ Υἱόν, καὶ Πνεύματι τῷ θείῳ, Τριάδα τὴν Ἁγίαν, ἐκήρυξας προθύμως, Ἀρσένιε πανεύφημε.

Καὶ νῦν. Θεοτοκίον.
Βίον ἀγγελικόν, Παρθένε Θεοτόκε, ἐβίωσεν ἐν Πάρῳ, ἰσχύνας τῇ ῥοπῇ Σου, Ἀρσένιος ὁ Ὅσιος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίων τὴν ἄσκησιν δι’ ἐναρέτου ζωῆς, ἐνθέως ἐζήλωσας ἐν τοῖς ἐσχάτοις καιροῖς, Ἀρσένιε Ὅσιε, σὺ γὰρ ἐν νήσῳ Πάρῳ, ἰσαγγέλως ἀσκήσας, εἴληφας οὐρανόθεν, τῶν θαυμάτων τὴν χάριν, παρέχων τοῖς σὲ τιμῶσι, χάριν καὶ ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.






ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ.

Μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ παρόντα στιχηρὰ προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πάτερ Ἀρσένιε φωστήρ, καθωράθης ἔνδοξος, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι, καὶ ἐνθέων ἔργων, καὶ διδασκαλίας σου, καρδίας τῶν πιστῶν κατελάμπρυνας, δι’ ὃ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος. (Δίς)

Πάρος τὰ θαύματα τὰ σά, νῦν κηρύττει πάνσοφε, θεοφόρε Ἀρσένιε, θαυματουργίαις γάρ, ἀμοιβῶν διό σε, Χριστὸς ἐκόσμησε, τὴν σάρκα διΑὐτὸν ἀπενέκρωσας, καὶ μετὰ θάνατον, τῶν μελλόντων κατηξίωσεν, εὐδοξίας καὶ μακαριότητος. (Δίς)

Τῷ πόθῳ Χριστοῦ τρωθεὶς σοφέ, Ὅσιε Ἀρσένιε, μοναζόντων τὸ ἀγλάϊσμα, καὶ τοῦτον ἀκλινῶς, ἐν τοῖς στέρνοις σου, φέρων σὺν Πατρὶ καὶ Πνεύματι, κανὼν ἠξιώθης ἀκριβέστατος. Αὐτὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Ἀστὴρ παμφαέστατος φανείς, καὶ Ἠπείρου καύχημα, τερατουργὸς ὑπερθαύμαστος, πᾶσιν ἐξέλαμψας, τὰ τῶν Μοναζόντων, ἱερὰ συστήματα, λαμπρύνων καὶ φρουρῶν ταῖς πρεσβείαις σου, μάκαρ Ἀρσένιε, διὰ τοῦτο γεραίρομεν, εὐφημοῦντες τὴν ἁγίαν μνήμην σου.

Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε ἅπαντες οἱ τῆς νήσου οἰκήτορες, θίασον πνευματικὸν συγκροτήσωμεν, Ἀρσένιον τὸν Ὅσιον, καὶ Ἰωαννίνων τὸ κλέος, ἐπαξίως εὐφημήσωμεν. Σήμερον γάρ, Ἄγγελοι ἐπὶ τῇ μνήμῃ αὐτοῦ, σὺν ἡμῖν πανηγυρίζουσιν. Οὗτος γὰρ τρισόλβιος, ὑπὲρ φύσιν ἀγωνισάμενος, ἄχρι τέλους ἐκαρτέρησε, καὶ πρὸς αἰωνίους μονὰς κατέπαυσε, ὅθεν καὶ ἡμεῖς αὐτὸν ἱκετεύοντες, ὅπως ταῖς πρεσβείαις αὐτοῦ, ῥυσθῶμεν πειρασμῶν καὶ θλίψεων, καὶ εὕρωμεν παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασινδιὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῇς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταί, περάτων γῆς, ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνεται Ἅγιε, ἡ ἐν νήσῳ Πάρῳ Ἐκκλησίᾳ, καυχωμένη τῇ σῇ χάριτι, καὶ ὑπὲρ Χριστοῦ ἀγωνισάμενος, μοναζόντων κανὼν γενόμενος, ἐν ὁσιότητι καὶ ἀληθείᾳ ἐβίωσας. Τὸν δόλιον δράκοντα κτείνας πανεύφημε, καλῶς ἀγωνισάμενος, ἀλλ’ ὦ Ἀρσένιε πανεύφημε, τῆς θείας δόξης κατατρυφῶν, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος β΄.
Κατὰ χρέος σὲ μακαρίζομεν, Ἀρσένιε Ὅσιε, ὡς λύχνον τῆς πίστεως καὶ ἄγγελον ἐν σώματι, ὁ βίος γὰρ ὁ σός, ἔντιμος πέφυκε, ἐν ἔργοις γὰρ ἀγαθοῖς ἐξέλαμψας, καὶ μοναζόντων κανὼν γενόμενος, ὡς πιστὸς δοῦλος καὶ φίλος Χριστοῦ. Ὃν καθικέτευε Πατέρων ἀγλάϊσμα, ὑπὲρ τῶν τιμώντων τὴν πανεύφημον μνήμην σου.

Ἦχος γ΄.
Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τὴν ζωοπάροχον νέκρωσιν, ἐνδυθεὶς Ἀρσένιε, καὶ ὡς γνήσιος μύστης ἐκμιμησάμενος, ὅλον ἐνέκρωσας σεαυτόν, καὶ τῷ κόσμῳ τεθνηκώς, τὴν ἐν Χριστῷ ζωὴν εὗρες, ὄντως τὴν ἀκήρατον. Πρεσβεύων πάντοτε τῷ σῷ Δεσπότῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.
Τὸν τοῦ Πνεύματος πυρσόν, τὸν ἀφανῶς δαδουχοῦντα, τῆς ἀληθείας τὴν αἴγλην, Ἀρσένιον τὸν Ὅσιον, θεοπρεπῶς τιμήσωμεν. Οὗτος γὰρ ὡς τῆς χάριτος δοχεῖον, τῷ τοῦ Λόγου πυρὶ ἀναφθείς, τὴν μὲν φρυγανώδη ἀπάτην κατέφλεξε, τῶν δὲ πιστῶς τὰς καρδίας πρὸς θεῖον ἔρωτα ἐθέρμανεν. Καὶ νῦν ταῖς ἀγγελικαῖς συναγάλλη τάξεσιν, αἰτεῖται ταῖς ψυχαῖς ἡμῶν, εἰρήνη καὶ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλέορτοι πάντες, τὴν μνήμη τοῦ ἀοιδίμου Πατρὸς Ἀρσενίου, πίστει συνδράμωμεν σήμερον. Τούτου γὰρ ὁ βίος ὑπογραμμὸς ἀνεδείχθη τῶν μοναζόντων καὶ ἀκριβὴς ἀνόρθωσις τῶν δεινῶν πεπτωκότων. Τῶν παθῶν γὰρ τὴν νύκτα ἐκφυγών, προσεπέλασε διὰ τῆς χάριτος, τῷ ἡλίῳ τῆς δόξης Χριστῷ Ὅσιε παμμακάριστε, ὅθεν καὶ πρεσβεύων Αὐτῷ ἀδιαλείπτως, ὑπὲρ τῶν τελούντων τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Πᾶσα ἡ τοῦ Πνεύματος, χάρις σοι Πάτερ ἐξέλαμψεν, καὶ λαμπρῶς κατεφώτισεν, ἐντεῦθεν διέλυσας, τῶν παθῶν τὸ σκότος, καὶ τῆς ἀπαθείας, ἡμέρας φθάσας καθαρῶς, καθαρωτάτῳ φωτὶ ὡμίλησας, ἐν ᾧ ἐνδιαιτώμενος, μὴ ἐπιλάθη τῶν δούλων σου, τῶν πιστῶς ἐκτελούντων σου, τὴν σὴν μνήμην Ἀρσένιε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἐγκρατείας παθήματα, θεοφόρε Ἀρσένιε, τὴν ψυχὴν ὁλόφωτον σὺ ἀπέργασαι, καὶ οἰκητήριον Πνεύματος, ταύτην ἐκτελέσασα, τῇ Τριάδι καθαρῶς, τῇ Ἁγίᾳ παρίστασο, ἣν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Σῶμά σου τὸ γήϊνον, τῇ ἐγκρατείᾳ ἐνέκρωσας, καὶ τὸν νοῦν ἀνεπτέρωσας, πρὸς ὕψος οὐράνιον, διὰ ἀπαθείας, καὶ τῇ θεωρίᾳ, ὤφθης δὲ ὄντως καθαρόν, τοῦ θείου Πνεύματος καταγώγιον, διό σε ἡ οὐράνιος, περιχαρῶς ὑπεδέξατο, Βασιλεία Ἀρσένιε, τῶν Ἀγγέλων ὁμόσκηνε.

Δόξα. Ἦχος πλ. δ΄.
Ἀσκητικῶς ἀγωνισάμενος, τῆς σαρκὸς τὸ φρόνημα, ὑπέταξας τῷ Πνεύματι, ὑποταγεὶς τῷ Κυρίῳ θεοφόρε Ἀρσένιε. Τίς οὖν ἀξίως λαλήσει, τοὺς ἐν τῇ νήσῳ Πάρῳ καμάτους σου, καὶ τῆς ἰσαγγέλου σου ζωῆς, τὰς ἀκροτάτους ἀναβάσεις; ὡς γὰρ ἄσαρκος μακάριε, σὺν Ἀγγέλοις οἰκῶν, πρέσβευε Πάτερ πανεύφημε, τῷ σῷ Δεσπότῃ Χριστῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίων τὴν ἄσκησιν δι’ ἐναρέτου ζωῆς, ἐνθέως ἐζήλωσας ἐν τοῖς ἐσχάτοις καιροῖς, Ἀρσένιε Ὅσιε, σὺ γὰρ ἐν νήσῳ Πάρῳ, ἰσαγγέλως ἀσκήσας, εἴληφας οὐρανόθεν, τῶν θαυμάτων τὴν χάριν, παρέχων τοῖς σὲ τιμῶσι, χάριν καὶ ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.




















ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τῷ θρόνῳ παρεστώς, τοῦ Δεσπότου θεόφρον, καὶ αἴγλης ἐμφανῶς, θεϊκῆς ἀπολαύων, πρεσβεύειν θερμότατα, μὴ ἐλλίπῃς Ἀρσένιε, τοὺς ὑμνοῦντάς σε, πάσης ἐκλύτρωσαι βλάβης, καὶ θεώσεως, ἐν μετοχῇ γεγονότοις, σὺν σοὶ ἐπευφραίνεσθαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κυήσασα σαρκί, τὸν ὑπέρθεον Λόγον, καὶ μείνασα ἁγνή, ὡς πρὸς τόκου Παρθένος, τοῦ κόσμου τὸ κατάκριμμα, ἐξηφάνισας ἄχραντε, καὶ ἀνέβρυσας, πηγὴν ἡμῖν εὐλογίας, τοῖς δοξάζουσι, τὸν Σὸν ἀπόῤῥητον τόκον, καὶ Σὲ μεγαλύνομεν.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ὅμοιον.
Τὸ σῶμα δαπανῶν, ἐν νηστείᾳ καὶ δίψει, τὸ Πνεῦμα νοητῶς, ὑπεδέξω τὸ θεῖον, Ἀρσένιε καὶ χάριτος, κοινωνὸς ἐχρημάτισας, ὅθεν πρέσβευε, συγκοινωνούς σοι γενέσθαι, τοὺς ὑμνοῦντάς σου, τὴν φωτοφόρον καὶ θείαν, πανήγυριν Ὅσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Προστάτην πρὸς Θεόν, κεκτημένοι Σὲ πάντες, προστρέχομεν σεμνή, πρὸς τὴν θείαν Σου σκέπην, αἰτούμενοι βοήθειαν, παρὰ Σοῦ ἀειπάρθενε, ῥῦσαι οὖν ἡμᾶς, τῆς τῶν δαιμόνων κακίας, καὶ ἐξάρπασον, ἐκ καταδίκης φρικώδους, τοὺς Σὲ μακαρίζοντας.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐγκρατείᾳ τὸν βίον σου κατεκόσμησας, καὶ νεκρώσας τὸ σῶμά σου ἐξηφάνισας, τοῦ ἐχθροῦ τὰς προσβολὰς Πάτερ Ἀρσένιε, καὶ μεσίτης πρὸς Θεόν, εἰς τὴν αἰώνιον ζωήν, ὡς ἄξιος κληρονόμος, διὸ μὴ παύσῃ πρεσβεύων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῆς σαρκὸς τῇ προσλήψει ἐκ Σοῦ ὁ Ὕψιστος, ὁρατὸς καθωράθη ἡμῖν δι’ ἔλεος, καὶ τὴν πτῶσιν τοῦ Ἀδάμ, ἁγνὴ ἠνώρθωσε, διὰ τοῦτο οἱ πιστοί, ἀνυμνοῦμέν σε ἀεί, ὡς πύλην ζωῆς τῆς θείας, καὶ εἴσοδον σωτηρίας, τοῖς μεγαλύνουσιν τὸν τόκον Σου.






Εἶτα οἱ ἀναβαθμοί· τὸ α’ προκείμενον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον ζήτει εἰς τὸν ὄρθρον τοῦ Ἁγ. Ἀντωνίου, Ἰανουαρίου ΙΖ΄.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Βιώσας Πάτερ Ἀρσένιε ἀμέμπτως, ἐν νήσῳ Πάρῳ, τῶν δαιμόνων τὰς φάλαγγας κατέβαλες, ζῶν εἰς τοὺς αἰῶνας.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.
Δεῦτε τῶν μοναζόντων, ἱερὰ συστήματα τιμήσωμεν, ἱεραῖς μελωδίαις, τὸ ἡμέτερον κλέος Ἀρσένιον.
Ὅλος καθωράθης, δοχεῖον Ἀρσένιε τοῦ Κτίστου σου, σεαυτὸν προσενέγκας, καλλιέρημα τέλειον καὶ ἄμωμον.
Πάντες τὴν φωτοφόρον μνήμην σου γεραίροντες Ἀρσένιε, φωτοφόρον μοι αἴγλην, οὐρανόθεν δοθῆναι ἱκέτευε.
Θεοτοκίον.
Χαῖρε χαρὰ δικαίων, χαῖρε τῶν Ὁσίων ἐγκαλλώπισμα, χαῖρε πάντων ἀνθρώπων ἱλαστήριον, ἄχραντε Δέσποινα.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Καταφρονήσας τῶν τῆς γῆς ἡδέων, τὰς οὐρανίους ἀπολαύσεις ἐκληρώσω πανσόφως, καὶ ἐξέβλυσας κρουνοὺς διδασκαλίας Ὅσιε, καθοδηγῶν τοὺς πάντας, Ἀρσένιε πρὸς οὐράνια.
Χοροβατῶν ἐν οὐρανοῖς, καὶ τῇ πανσέπτῳ Τριάδι, μετὰ πάντων παρεστὼς τῶν Ὁσίων, ἡμῶν μέμνησο σοφέ, τῶν τὴν ἁγίαν μνήμην σου, ἐπιτελούντων πόθῳ, ὦ Ἀρσένιε ἀείμνηστε.
Ῥῦσαι τρισμάκαρ ψυχικῆς, δεόμεθα ἀπωλείας, καὶ ἐχθρῶν ἐπιφορᾶς ἡμᾶς πάντας, Ὅσιε Ἀρσένιε, ὡς πεπλούτηκας ἄνωθεν τοῦ Πνεύματος χάριν, παρὰ τοῦ πάντων δεσπόζοντος.
Θεοτοκίον.
Εὐρυχωρότατον Θεοῦ τοῦ ἀχωρήτου δοχεῖον, ἡ τὸ χρέος τῆς προμήτορος Εὔας ἀποδοῦσα, μόνη Σύ, δίχα φθορᾶς γὰρ ἔτεκες, τὸν τῶν ἁπάντων Κτίστην, οὐ κατὰ φύσιν ἢ ἔντασιν.



Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸ ἀδαμάντινον, τῆς καρτερίας σου, καὶ τὸ ἐπίπονον, τῆς σῆς ἀσκήσεως, ὁρῶν ὁ βάσκανος ἐχθρός, τὰ σπλάγχνα ἐτιτρώσκετο, στένων οἴμοι ἔλεγε, καὶ ἐντρόμως ἐκραύγαζε, παῦσον τὸ τοξεύειν με, ἐγκρατείας τοῖς βέλεσιν, οὐ φέρω γὰρ ὁρᾶν σε, Ἀρσένιε, ἐν σώματι ἀσώματον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀκατανόητον, καὶ ἀκατάληπτον, ὑπάρχει Δέσποινα, Θεοχαρίτωτε, τὸ πεπραγμένον ἐπὶ σοί, φρικτὸν ὄντως μυστήριον, τὸν γὰρ ἀπερίληπτον, συλλαβοῦσα ἐκύησας, σάρκα περιθέμενον, ἐξ ἀχράντων σου, ὅ πάντοτε ἁγνή, ὡς Υἱόν σου, δυσώπει τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νυσταγμὸν τοῖς βλεφάροις σου, καὶ τοῖς ὀφθαλμοῖς σου ὕπνον οὐκ ἔδωκας, ἕως οἶκον τοῦ Θεοῦ ἡμῶν, σεαυτὸν παμμάκαρ ἀπετέλεσας.
Ἡρετίσω Ἀρσένιε, εὐαγγελικοῖς προστάγμασιν ἕπεσθαι, τὸν Σταυρόν σου γὰρ ἀράμενος, τῷ Δεσπότῃ χαίρων ἠκολούθησας.
Μοναστῶν θεῖον κάτοπτρον, καὶ ἡσυχαστῶν κανὼν ἀπλανέστατος, ὁ σὸς βίος Πάτερ γέγονεν, ἀρετῶν ἰδίαις σεμνυνόμενος.
Θεοτοκίον.
Ἱλασμὸν ἡμῖν δώρησαι, τῶν ἀγνοημάτων ὡς ἀναμάρτητος, καὶ εἰρήνευσον τὸν κόσμον Σου, ὁ Θεὸς πρεσβείαις τῆς τεκούσης Σε.

ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν Σοι.
Τὸν καύσωνα βαστάσας Ἀρσένιε, τῆς ἡμέρας, χαρᾶς κατηξιώθης, τῆς τοῦ Κυρίου Ὅσιε.
Αἱ χεῖρές σου ὁσίως θεόπνευστε, πρὸς τὸν Θεόν, Πάτερ ἐπαιρόμεναι, τὸν δράκοντα ἐτροπώσαντο.
Τὴν τρίβον τὴν στενήν, Πάτερ Ὅσιε διαπερῶν, πρὸς πλάτος κατήντησε, Παραδείσου πανεύφημε.
Θεοτοκίον.
Μαρία Θεοτόκε ἀνύμφευτε, τὰς ἐλπίδας τῶν ἐχθρῶν ματαίωσον, καὶ τοὺς ὑμνοῦντάς Σε εὔφρανον.








ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἀποθέτων τῷ Χριστῷ, ὡράθης σκεῦος, τίμιον ταῖς ἀρεταῖς δαδουχῶν τοῦ κόσμου τὰ πέρατα, παμμάκαρ θεόληπτε, Ἀρσένιε Πάτερ, μὴ ἐλλείπῃς τοὺς τιμῶντάς σε.
Ὁδήγησον πρὸς ὁδούς, τῆς σωτηρίας δεόμεθα, τοὺς πόθῳ τε καὶ χαρᾷ, ἐν κατανύξει σε, γεραίροντες Ὅσιε, καὶ δοξολογοῦντας τὴν σεβάσμιόν σου κοίμησιν.
Ἀπείληφας ἀληθῶς, τῶν σῶν καμάτων τὰ ἔπαθλα, παρὰ Χριστοῦ τοῦ Θεοῦ· διὸ κατεσκήνωσας πρὸς μάνδραν οὐράνιον, ἔνθα εὐφροσύνη καὶ χαρὰ ἡ ἀνεκλάλητος.
Θεοτοκίον.
Ἡ Μήτηρ τοῦ Λυτρωτοῦ, καὶ τῶν βροτῶν ἡ Βασίλισσα, αἰχμαλωσία παθῶν, ληφθέντα με λύτρωσαι, Μαρία θεόπνευστε, καὶ τῆς Βασιλείας τοῦ Υἱοῦ Σου με ἀξίωσον.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Κατὰ δαιμόνων καὶ παθῶν τὰ νικητήρια, ἐκ Θεοῦ Ἀρσένιε μάκαρ ὄντως εἴληφας, καὶ ἰσάγγελος ἐγένου πολλῇ ἀσκήσει. Καὶ τὸ σῶμα ἀσινὲς βρύει ἰάματα, τοῖς νοσοῦσι καὶ καλοῦσι σὴν ἀντίληψιν. Διὸ κράζομεν· Χαίροις Πάτερ Ἀρσένιε.
Ὁ Οἶκος.
Ἄγγελος σαρκοφόρος, καὶ βροτὸς οὐρανόφρων, ἐγένου Ὅσιε Ἀρσένιε, νηστείᾳ καὶ ἀσκήσει τὸ σῶμα ἐκκαθάρας, ἐν τῇ νήσῳ Πάρῳ ἔνδοξε, μοναζόντων ἀκροθίνιον μάκαρ ἀνεδείχθης. Διό σοι προσφωνῶμεν ταῦτα·
Χαῖρε, Θεοῦ καθαρόν δοχεῖον·
χαῖρε, Χριστοῦ καταγώγιον θεῖον.
Χαῖρε, σωτηρίας πολλῶν φανεὶς πρόξενος·
χαῖρε, ἀπωλείας πολλοὺς ὁ ῥυσάμενος.
Χαῖρε, λύχνε διακρίσεως, ἀστράπτων τηλαυγῶς·
χαῖρε, ἄστρον διοράσεως, καταυγάζων φαεινῶς.
Χαῖρε, ὅτι μοναζόντων Πάτερ κανὼν ὤφθης·
χαῖρε, ὅτι διώκτης τῶν δαιμόνων ἐδείχθης.
Χαῖρε, Ἰωαννίνων τὸ ἀκροθίνιον·
χαῖρε, νήσου Πάρου, τερπνὸν παραμύθιον.
Χαῖρε, ζυγὸν τοῦ Χριστοῦ ὁ βαστάσας·
χαῖρε, αὐλαῖς πρωτοτόκων σκηνώσας.
Χαίροις Πάτερ Ἀρσένιε.



Συναξάριον.
Τῇ ΛΑ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ νέου, τοῦ ἐν Πάρῳ.
Ἁγίων Ἀρσένιε τὸν βίον ζήσας,
Σὺν Ἁγίοις Ἅγιος νῦν συναγάλλῃ.
Δεκάτῃ Ἀρσενίοιο ὀγδοάτῃ, ἄεθλω ὕδωρ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἀναργύρων, Κύρου καὶ Ἰωάννου· καὶ τῆς Ἁγίας Μάρτυρος Ἀθανασίας, καὶ τῶν τριῶν αὐτῆς θυγατέρων καὶ παρθένων, Θεοδότης, Θεοκτίστης, καὶ Εὐδοξίας.
Κύρῳ συναθλῶν Ἰωάννης πρὸς ξίφος,
Συνθαυματουργεῖ καὶ μετὰ ξίφος Κύρῳ.
Μήτηρ ἀρίστη, καὶ τριὰς θυγατέρων,
Πόθῳ Πατρὸς θνήσκουσι τοῦ πάντων ξίφει.
Ἰατροὶ γεννάδες, πρώταθλοι σταδίου,
συνηθλήσατε, Κῦρε καὶ Ἰωάννη.
Κῦρον Ἰωάννην τε τάμον πρώτῃ τριακοστῇ.
Οὗτοι οἱ Ἅγιοι Μάρτυρες, Κῦρος καὶ Ἰωάννης, ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ τοῦ Βασιλέως· ὁ μὲν Κῦρος, ἐκ τῆς Ἀλεξανδρέων πόλεως, ὁ δὲ Ἰωάννης ἐξ Ἐδέσσσης. Διὰ τὸν ἐπικρατοῦντα οὖν διωγμόν, καὶ τοὺς Χριστιανοὺς ἐκπορθοῦντα, τὸν πρὸς τὴν Ἀραβίαν τόπον θαλάσσιον καταλαβὼν ὁ Κῦρος, καὶ τὸ μοναχικὸν ἀμφιασάμενος σχῆμα, ἐν αὐτῷ κατοικεῖ. Ὁ δὲ Ἰωάννης, ἐν τοῖς Ἱεροσολύμοις γενόμενος, περὶ τῶν θαυματουργιῶν τοῦ Ἁγίου Κύρου ἀκούσας (καὶ γὰρ ἦν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐξιώμενος), παρεγένετο εἰς Ἀλεξάνδρειαν, κἀκεῖθεν κατὰ φήμην, ἔνθα διέτριβεν, ἀπελθών, συνῆν μετ᾿ αὐτοῦ.
Συλληφθείσης δὲ γυναικός τινος, οὕτω καλουμένης Ἀθανασίας, μετὰ τῶν τριῶν αὐτῆς θυγατέρων, Θεοδότης, Θεοκτίστης, καὶ Εὐδοξίας, ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως, καὶ μελλουσῶν παρίστασθαι τῷ δικάζοντι, δείσαντες οἱ Ἅγιοι μήτι πάθωσιν, οἷα πάσχειν γυναῖκας εἰκός, τοῦ ἀγῶνος τὸ μέγεθος καταπτήξασαι, παραγενόμενοι ἐθαρσοποίουν αὐτάς, καὶ πρὸς τοὺς ἀγῶνας ὑπήλειφον. Συγκατασχεθέντες οὖν καὶ οὗτοι καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, Θεὸν ἀληθινὸν ὄντα, ὁμολογήσαντες, καὶ αἰκισμοῖς ὑποβληθέντες πολλοῖς, ξίφει τὰς κεφαλὰς ἀπετμήθησαν ἅμα ταῖς ῥηθείσαις γυναιξί. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τῷ Μαρτυρίῳ αὐτῶν, τῷ ὄντι ἐν τοῖς Φωρακίου.











Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων, Οὐϊκτωρίνου, Οὐΐκτωρος, Νικηφόρου, Κλαυδίου, Διοδώρου, Σαραπίνου καὶ Παπία τῶν ἐν Κορίνθῳ.
Ὅλμῳ μέλη τρεῖς συντριβέντες γεννάδαι,
Ὤφθησαν οἱ τρεῖς σώματος Χριστοῦ μέλη.
Καλὴν ἀπαρχὴν Κλαύδιος τῷ Κυρίῳ,
Ἐκ σώματος δίδωσι χεῖρας καὶ πόδας.
Ἐν τῇ καμίνῳ καὶ τὸ τοῦ πόνου στέφος·
Εἴσελθε Διόδωρε Μάρτυς, καὶ στέφου.
Εἰ τοῦ ξίφους στέρξω σε τῷ φόβῳ βίε,
Καὶ πῶς Θεὸς στέρξει με τὸν Σαραπῖνον;
Λοῦσαι θαλάσσης πικρὰ λουτρὰ Παπία,
Καὶ τοῦ γλυκασμοῦ τῆς ἄνω τρυγῆς τύχῃς.
Οὗτοι, ἐπὶ Δεκίου τοῦ Βασιλέως, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν συσχεθέντες, καὶ ἀχθέντες Τερτίῳ τῷ Ἀνθυπάτῳ, ἐν Κορίνθῳ τὴν ἀρχὴν τῆς Ἑλλάδος διέποντι (ἐκ Κορίνθου γὰρ ὥρμηντο οἱ Ἅγιοι), μετὰ πλείστας αἰκίας καὶ ἀνυποίστους, διαφόρους ἐδέξαντο τελευτάς. Οὐϊκτωρῖνος γάρ, καὶ Οὐΐκτωρ, καὶ Νικηφόρος, ἐν ὅλμῳ βληθέντες, ἀπέδωκαν τὰς ψυχάς. Ὁ δὲ Κλαύδιος, τμηθεὶς χεῖρας καὶ πόδας τοῦ βίου μετέστη. Ὁ δὲ Διόδωρος τὸ διὰ πυρὸς ἐδέξατο τέλος. Σαραπῖνος δὲ τὴν κεφαλὴν ἀπετμήθη. Ὁ δὲ Παπίας καταποντισθεὶς διήνυσε τὸ μαρτύριον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Τρυφαίνης.
Ταῦρος Τρύφαινα σοῦ τρυφᾷ τὸ σαρκίον,
Καὶ πρὸς τρυφὰς πέμπει σε τὰς ἀκηράτους.
Αὕτη ἦν ἐκ πόλεως Κυζίκου, τῆς ἐν τῷ Ἑλλησπόντῳ κειμένης, θυγάτηρ Ἀναστασίου τινὸς Συγκλητικοῦ, καὶ μητρὸς Σωκρατίας Χριστιανῆς. Κατέστη δὲ εἰς τὸ Μαρτύριον, οὐχ ὑφ’ ἑτέρων ἀχθεῖσα, ἀλλ᾿ αὐτὴ ἑαυτὴν προσενέγκασα. Διεχλεύαζε γὰρ τὰ αἰσχρὰ καὶ διέσυρεν οἷς τοὺς θεοὺς αὐτῶν οἱ ἄφρονες τιμῶντες ᾤοντο, καὶ ἀποστῆναι τῶν ματαίων ἐδίδασκε, καὶ ἐπιστροφὴν ἐκ Θεοῦ πεμφθῆναι ἐπηύχετο. Ὅθεν, προστάξαντος Καισαρίου Ἡγεμόνος, ἐν καμίνῳ ἐμβάλλεται. Ῥυσθεῖσα δὲ παραδόξως ἐκεῖθεν, ἐπὶ μετεώρου κρεμᾶται· καὶ ἀποῤῥιφθεῖσα, τοῖς ὑποκειμένοις ἥλοις ἐμπείρεται. Εἶτα θηρίοις ἀφίεται· καὶ τὰ μὲν ἄλλα τῶν θηρίων ταύτης οὐχ ἥψαντο· εἷς δὲ ὕστερον πελάσας ταῦρος, καὶ διακερατίσας, διέσχισε ταύτην, ἔνθα προσέβαλε. Λέγεται δέ, ἐνῷ τὸ αἷμα αὐτῆς ἐῤῥύη, προελθεῖν πηγὴν ὕδατος διειδοῦς· ἐξ οὗ αἱ μετὰ τὸ τεκεῖν ἀποροῦσαι γάλακτος, εἴτε ἄνθρωποι εἶεν, εἴτε κτήνη, ἀρυόμεναι καὶ μετέχουσαι, εὐθὺς τοῖς νεογνοῖς τὸ γάλα προχέουσι.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Ἠλίας ὁ Ἀρδούνης, ὁ ἐν Καλάμαις τῆς Πελοποννήσου μαρτυρήσας ἐν ἔτει 1686ῳ, πυρὶ τελειοῦται.
Οὐ πῦρ φλέγει σε Ἠλία στεφηφόρε,
Ἔνδον γὰρ εἶχε, πῦρ Θεοῦ τῆς ἀγάπης.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τῆς Δακρυῤῥοούσης ἢ Κορωνιωτίσσης Κεφαλληνίας, τῆς διασωσάσης τὴν νήσον ἐξ ἰσχυροῦ σεισμοῦ, ἐν ἔτει 1867ῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἄϊντ, ἐπισκόπου Φὲρνς Ἰρλανδίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰουλίου τοῦ Πρεσβυτέρου, τοῦ ἐξ Αἰγίνης.

Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Κόσμου λιπὼν τὴν τερπνότητα, ὑπερκόσμιον ἐδέξω κοινωνίαν, Ἀρσένιε σοφέ, βοῶν σὺν Ἀσωμάτοις· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Μέλη σαρκὸς καταμαράνας, τῆς ἀσκήσεως τοῖς πόνοις Ἀρσένιε, καὶ ψυχὴν πρὸς ὁδὸν ἴθυνας Παραδείσου, εὐλογητὸς κραυγάζεις νῦν, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Σὺ τῷ Δεσπότῃ τῶν ἁπάντων, πανεύφημε Ἀρσένιε, τὰς δεήσεις μετὰ πόθου πολλοῦ, ἀνέπεμπες πρὸς τοῦτον, καὶ ἐκβοῶν ἐκ καρδίας· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Κλίνην λυχνίαν καὶ παστάδα, Σὲ προέγραψε τῶν Προφητῶν τὸ στέφος, καὶ χρυσῆν κιβωτόν, ἡμεῖς δέ Σοι βοῶμεν· χαῖρε ἁγνὴ πανάμωμε, τῶν πιστῶν ἡ σωτηρία.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὴν τῶν Ἀγγέλων, ἐπὶ τῆς γῆς πολιτείαν, μετελθὼν παμμάκαρ νῦν σὺν τούτοις, ἐν ἐπουρανίοις αὐλίζη εἰς αἰῶνας.
Τὸν δόλιον, πατήσας Πάτερ Ἀρσένιε, ἐν χαρᾷ πρὸς τὸν Πλάστην ἀνῆλθες, ὅνπερ ἐκδυσώπει, ὑπὲρ τῶν σὲ τιμώντων.
Δέξου ὦ Πάτερ, τὰς ἡμῶν ἱκεσίαις, ῥῦσαι πάντας θερμῇ σου προστασίᾳ, τοὺς ἀνευφημοῦντας, τὴν πάνσεπτον μνήμην σου.
Θεοτοκίον.
Ὑπερφυῶς Σε, τὸν Δημιουργὸν καὶ Σωτῆρα, Θεὸν Λόγον τέτοκας Παρθένε· ὅθεν Σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.









ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Λαμπρὰ καὶ χαρμόσυνος, πλήρης ἡ μνήμη σου, τῶν μοναστῶν τὰς χορείας εὐφραίνουσα, καὶ τῶν πιστῶν τὰς καρδίας καταφωτίζουσα.
Τοὺς πίστει ἐκτελοῦντας, Ἀρσένιε σὴν μνήμην, τὴν ἀξιέπαινόν σου καθικέτευε, ἐκ τῶν σκανδάλων ῥυσθῆναι τοῦ πολεμήτορος.
Ὁλόφωτος τῷ θρόνῳ, ἑστὼς τοῦ Ζωοδότου, τὸν σκοτασμὸν τοῦ νοός μου ἀπώλεσον, καὶ πονηρᾶς συνηθείας ῥῦσαί με Ὅσιε.
Θεοτοκίον.
Ὡραῖος Θεοτόκε, ἔφυ ὁ καρπός σου, οὐχὶ φθορᾶς τοῖς μετέχουσι πρόξενος, ἀλλὰ ζωῆς τοῖς ἐν πίστει σε μεγαλύνουσι.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τιμήσωμεν φιλέορτοι, μετ’ ἐγκωμίων σήμερον, τὴν ἱερὰν τοῦ Ὁσίου, καὶ ἀξιέπαινον μνήμην, τοῦ Ἀρσενίου ἅπαντες, αὐτὸς γὰρ κατεπάτησε, τὸ θράσος τοῦ ἀλάστορος, καὶ νῦν πρεσβεύει ἀπαύστως, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα.
Θεοτοκίον.
Ἐῤῥάγη Μητροπάρθενε, τὸ τοῦ φραγμοῦ μεσότειχον, καὶ οἱ θνητοὶ τοῖς Ἀγγέλοις, τῷ Σῷ συνήφθημεν τόκῳ, καὶ νῦν Θεογεννήτρια, ἡμᾶς πάντας ἀξίωσον, πολίτας τῆς Βασιλείας, τῆς οὐρανίου δειχθέντας, καὶ αἰωνίου γὰρ δόξης.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὅσιε Πάτερ Ἀρσένιε, σὺ ἀνεδείχθης φωστήρ, τοῖς ἐν Πάρῳ καὶ καύχημα, μοναζόντων ἥδυσμα, καὶ λαμπρὸς φωστήρ, τοῦ γὰρ δολίου ἐχθροῦ κατέβαλες, τὰς παγίδας αὐτοῦ καὶ μηχανήματα, ὦ παμμακάριστε, ἀσκητῶν πανθαύμαστε, διὸ Χριστόν, ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι ἡμᾶς.

Ὅσιε Πάτερ Ἀρσένιε, τῇ ἀγαπήσει Χριστοῦ, πτερωθεὶς τὴν διάνοιαν, κοσμικὴν τερπνότητα, θεοφρόνως κατέλιπες, καὶ ἐν ἀσκήσει πολιτευσάμενος, δοχεῖον ὤφθης, τοῦ θείου Πνεύματος, ὦ τῶν ἀγώνων σου, δι’ ὧν εὐηρέστησας τῷ Ποιητῇ, καὶ Δεσπότῃ τῶν πάντων, ὡς ἐνθεώτατος.

Ὅσιε Πάτερ Ἀρσένιε, τὰς ἐν τῷ κόσμῳ τερπνά, ὡς οὐδὲν λογισάμενος, ἐβδελύξω ἅπαντα, ὡς ἐχέφρων ἀοίδιμε, καὶ τὸν μονήρη, βίον κατέλαβες, Θεῷ λατρεύειν, τῷ ποθουμένῳ σοι, Ὅν καὶ ἐδόξασας, ἐν ποικίλοις θαύμασιν, νήσου Πάρου μέγα τε ἀγλάϊσμα, Ὁσίων καύχημα.


Ὅσιε Πάτερ Ἀρσένιε, τῶν ἀρετῶν τῷ φωτί, ἐν τῇ Πάρῳ ἐξέλαμψας, ὡς φωστὴρ οὐράνιος, καὶ πολύφωτος ἥλιος, διασκεδάζων, παθῶν τὴν ζόφωσιν, καὶ καταυγάζων, τοὺς σὲ γεραίροντας, ὅθεν ἐκλύτρωσαι, πολυπλόκων θλίψεων καὶ συμφορῶν, τοὺς πανηγυρίζοντας τὴν θείαν μνήμην σου.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ἐξέλαμψεν ἀδελφοί, ἡ παμφαὴς μνήμη, τοῦ ἐν ἀσκήσει διαλάμψαντος Ἀρσενίου. Σήμερον, τὰ τῶν Ὁσίων τάγματα, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, τῷ ὁμοτρόπῳ αὐτῶν συναγάλλονται χαρμοσύνως, διὰ Χριστὸν νεκρώσας τὴν σάρκα σὺν τοῖς παθήμασι, τὴν κεφαλὴν τοῦ δράκοντος ἐτροπώσατο, καὶ τὰς μηχανουργίας αὐτοῦ καθεῖλεν. Πρεσβεύει ἀδιαλείπτως τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου