Δευτέρα 9 Ιουλίου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 29. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΔΗΜΗΤΡΙΟΣ ΧΙΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ ΚΘ΄!!
ΔΗΜΗΤΡΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΧΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἁγίου Ἀθανασίου Παρίου)

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Μάρτυς, Ἀθλητὰ Δημήτριε, διὰ Χριστὸν τὸν Θεόν, εἰς κινδύνους ἐχώρησας, καὶ βασάνους ἔνδοξε, ἀνενδότῳ φρονήματι, ἐπὶ τὸ μέγα τοῦ κράτους θέατρον, καὶ τὸν ἀγῶνα λαμπρῶς τελέσας σου, πάντας ἐπεύφρανας, καὶ στεφάνων ἔτυχες μαρτυρικῶν, χάριν ἐξαιτούμενος, τοῖς σὲ γεραίρουσι. (Δίς)

Μάρτυς, Ἀθλητὰ Δημήτριε, διὰ τὴν ὄντως ζωήν, τῆς παρούσης ἠλόγησας, ὡς προσκαίρου πάνσοφε, τῆς ἁγνῆς Θεομήτορος, ἐπαλειφούσης, καὶ προτρεπούσης σε, πρὸς τοὺς ἀγῶνας καὶ τὸ μαρτύριον, ὑπισχνουμένης σοι, τὴν αὐτῆς ἀντίληψιν ὡς πανσθενῆ· ὅθεν καὶ ἠρίστευσας, καὶ ἐστεφάνωσας. (Δίς)

Μάρτυς, Ἀθλητὰ πανθαύμαστε, ὄντως πανθαύμαστος εἶ, ἀπολύσαι σε χρήμασι, τῆς εἱρκτῆς ὡς ἔγνωσαν, οὐκ ἠνέσχου τὸ σύνολον, τοῦ ἀρχεκάκου κρίνας το βούλευμα, εὐχὰς δὲ μᾶλλον, πρὸς πάντων ᾔτησας· ὦ οἷον ἔσχηκας, λογισμὸν καὶ φρόνημα ὑπὲρ Χριστοῦ, θύσαι ἐπειγόμενος, σαυτὸν ἀοίδιμε!

Χαίροις, Ἀθλητὰ Δημήτριε, χαίρει καὶ Χίος ἡ σή, καυχωμένη καὶ λέγουσα, Ἐκκλησία ἅπασα, σὺν ἐμοὶ νῦν εὐφράνθητι, ἐν τῇ ἀθλήσει τοῦ θείου τέκνου μου, ἀνδρισαμένου πρὸς πεῖραν ἅπασαν, τὴν θείαν ἄνωθεν, ὡπλισμένου δύναμιν δι’ ἧς ἐχθρόν, εἰς τέλος κατέβαλε, τὸν ὑπερήφανον.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον συγκαλεῖται ἡμᾶς, τοῦ Ἀθλοφόρου ἡ πανεύσημος πανήγυρις· δεῦτε οὖν φιλέορτοι, φαιδρῶς ἑορτάσομεν τὴν μνήμην αὐτοῦ λέγοντες· χαίροις, ὁ τὰς τῆς ἀσεβείας ἄρκεις ἐκφυγὼν διὰ τῆς πίστεως, τὴν δὲ ἀνδρείαν τοῦ Πνεύματος σεαυτῷ περιθέμενος· χαίροις, ὁ στεῤῥῶς ὑπομείνας τὰς πικροτάτους βασάνους, τῇ ἰσχύϊ τῇ δοθείσῃ σοι παρὰ τοῦ μόνου Θεοῦ· χαίροις, ὁ τοῖς μέλεσί σου, κατὰ Παῦλον, τὰ μακάρια στίγματα τοῦ Χριστοῦ βαστάσας· ὃν καθικέτευε, ὀρθοδόξων ἐγκαλλώπισμα Δημήτριε, λυτρωθῆναι ἡμᾶς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.






Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Ὁ λαμπρὸς ἀριστεὺς Δημήτριος, ἡ φαιδρὰ τῆς Χίου καὶ τερπνὴ λαμπηδών, τῶν μὲν τυράννων τὸ θράσος κατέβαλε, τὴν δὲ πίστιν τὴν ὀρθόδοξον ὕψωσε, τὸ μυστήριον τῆς ἐν Χριστῷ Ἰησοῦ θεογνωσίας, λαμπρᾷ τῇ φωνῇ ἀνακηρύξας, Υἱὸν Θεοῦ, καὶ Θεὸν ἀληθινόν, τὸν Υἱὸν τῆς Παρθένου ὁμολογήσας. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ ἡμᾶς ἀξίωσον, τῶν ὀλεθρίων παθῶν νικητὰς ἀναφανῆναι, διὰ τὸ μέγα σου ἔλεος.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλομάρτυρες πάντες, ᾀσματικὴν χορείαν κροτήσωμεν σήμερον, ἐπὶ τῇ μνήμῃ τοῦ Χιοπολίτου Ἀθλητοῦ· οὗτος γὰρ τὰς τῆς ἀσεβείας πλεκτάνας διαδρὰς τῆς ὑπερθέου Τριάδος γέγονεν ὑπέρμαχος, καὶ ἐν σταδίῳ σταθερῶς τὴν τοῦ Χριστοῦ ἀνακηρύξας πίστιν, τὸν ἀόρατον ἐχθρόν, ἐν τῷ σεπτῷ αὐτοῦ αἵματι ἀπέπνιξε· δι’ ὃ καὶ τὸν τῆς νίκης ἐκομίσατο στέφανον, καὶ τοῖς μετὰ πίστεως αὐτὸν τιμῶσι, μέγας ἐν ἀνάγκαις ἐπίκουρος ὑφίσταται, συνοδίτην καὶ συνέριθον ἄλλον πρὸ αὐτοῦ ἀθλήσαντα ἐπαγόμενος· ὧν ταῖς εὐπροσδέκτοις δεήσεσι, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.



Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίρει, ἡ Ἐκκλησία Χριστοῦ, φαιδρυνομένη ταῖς λαμπραῖς ἀποδείξεσι, τοῦ κάλλους τῆς ἀληθείας, ἃς τῶν Μαρτύρων χοροί, ποταμοῖς αἱμάτων καὶ στρεβλώσεσι, πυρὸς ταῖς φλογώσεσι, και μαστίγων κολάσεσι, καὶ διὰ πάντων, τοῦ Χριστοῦ τὴν Θεότητα, ἐνδεικνύμενοι, δι’ αὐτὸν ὡς σφαττόμενοι· Μάρτυρες ἀεισέβαστοι, οἱ ὄντως σοφώτατοι, σὺν Δημητρίῳ τῷ Χίῳ, ὡς συμπαθεῖς ἱκετεύσατε, Χριστὸν τοῦ φωτίσαι, καὶ ἡμῶν τὰς διανοίας, ὅπως σωθείημεν.

Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, ὁ τῇ δυνάμει σταυροῦ, δορκὰς ὡς ἄλλη ἐκφυγὼν ὅτι τάχιστα, τοὺς βρόχους τῆς ἀσεβείας, καὶ τῶν δακρύων ῥοαῖς, τὸν Θεὸν ἀπαύστως ἱλεούμενος· ὑφ’ οὗ δυναμούμενος, εἰς τὸ στάδιον ἤλασας, τοῦ μαρτυρίου, καὶ Χριστὸν ἀνεκήρυξας, Θεὸν ἄνθρωπον, τοῖς μωροῖς ἀνεπίδεκτον· ᾔσχυνας βῆμα ἄθεον, παμμάκαρ Δημήτριε, καὶ τὸ παμπόθητον τέλος, ξίφει ὠμῶς σοὶ ἐπήνεγκε, καὶ νῦν οἷα Μάρτυς, τὸν Δεσπότην ἱκετεύεις, ὑπὲρ τῶν δούλων σου.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ᾗ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις, ὁ κόσμον ὅλον ὁμοῦ, ἀπεστραμμένος καὶ σοφῶς βδελυξάμενος, τῆς ὥρας τὸ τρυφερόν σου, ᾗ συμπαρῆσαν ἑξῆς, ὁ χρυσὸς τὸ χρῆμα τὸ ἀρίζηλον, ἀρχαὶ καὶ ὑψώματα, τὰ τῆς γῆς καλὰ σύμπαντα, καὶ ὑπὲρ πάντα, τὴν ζωὴν τὸ γλυκύτατον, ἁπαξάπαντα, ἐλογίσω ὡς σκύβαλα· εὖγέ σοι τῆς φρονήσεως, σοφὸν τὸ ἐμπόρευμα, καὶ θαυμαστόν σου τὸ κέρδος, Χιοπολῖτα Δημήτριε, ἀνταλλαξαμένου, διὰ τῶν γηΐνων τούτων, τὰ ἐπουράνια.

Δόξα. Ἦχος β΄.
Ἀγαλλομένη σήμερον ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τοὺς σοὺς ἀγῶνας καὶ τὰς ἀριστείας περικροτεῖ Μάρτυς Δημήτριε, καὶ πιστῶς ἑορτάζει τὴν σεβάσμιον μνήμην σου, ὡς μαργαρίτας διαυγεῖς, τὰ μαρτυρικά σου περιφέρου στίγματα, ἃ διὰ Χριστὸν τὸν Θεὸν ὑπέστης, καὶ δόξης ἠξιώθης τῆς ἀϊδίου· ὡς οὖν ἔχων παῤῥησίαν πρὸς αὐτὸν πανεύφημε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.







Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Χαῖρε βλάστημα, τερπνὸν τῆς Χίου, χαῖρε καύχημα, τῶν ὀρθοδόξων, καρτερόψυχε νέε Δημήτριε· τὴν γὰρ ἀντίχριστον πλάνην ἐφαύλισας, ἔνθα τοῦ κράτους ὑπάρχει τὸ φρύαγμα, ὡς ἀνέκραζες, Θεὸν τὸν Χριστὸν ἐπίσταμαι, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.





















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Εὐφράνθησαν ἐν σοί, Ὀρθοδόξων τὰ πλήθη, φαυλίσαντι λαμπρῶς, τῶν ἀνόμων τὴν πλάνην· ἀνῆλθες ἐπὶ βήματος, ὑπερτάτου τῆς Βύζαντος, καὶ ἀνέκραζες· ὦ ἀσεβείας προστάται, τὸν Θεάνθρωπον, ἐγὼ κηρύττω Σωτῆρα, τοῦ κόσμου καὶ Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ὅμοιον.
Μακάρισον θερμῶς, ὁ Βασίλειος λέγει, τὸν Μάρτυρα καὶ σύ, Μάρτυς ἐσῃ τῇ γνώμῃ· τίς οὖν μὴν θαυμάσειε, τοὺς μαστίγων καὶ ὕβρεων, κοινωνήσαντας, ἐκ τῆς ἐνθέρμου ἀγάπης, τῷ νῦν Μάρτυρι, συνωθουμένους ἁρπάσαι, ὡς σκύλα τὰ αἵματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Ἀκροτάτης ἀγάπης δεῖγμα Χριστός, ἵνα τις ἀποθάνῃ, δι’ ὃν φιλεῖ, παρέσχε καὶ τέθνηκε, διὰ ἔλεος ἄφατον, ὑπὲρβροτῶν οὓς ἔπλασε· καὶ νῦν ὁ Δημήτριος, αὐτοῦ κατ’ ἴχνος βαίνων, γενναίῳ φρονήματι, πάντα τὰ ἐν κόσμῳ, καὶ νεότητος ἄνθος, εἰς καύσεις εἰς μάστιγας, εἰς παθήματα πάνδεινα, τελευταῖον εἰς θάνατον, δέδωκεν ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, ὃς δοξάζει, τοὺς αὐτὸν δοξάζοντας, καὶ εὐσεβῶς μιμουμένους, αὐτοῦ τὰ παθήματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.



Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ᾗ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Εὐαγγέλιον Μαρτυρικόν.
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Παριστάμενος τῷ θρόνῳ Χριστοῦ τοῦ Θεοῦ, καὶ τῆς ἐκεῖθεν ἀποῤῥεούσης δόξης καὶ φωτοχυσίας ἀναπιμπλάμενος, Μάρτυς Δημήτριε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.
Ὑμνῆσαι ἐπιποθῶ Δημήτριε, τὰ σὰ παλαίσματα, ἅπερ ὑπέστης μάκαρ ἀνδρικῶς, δι’ ἀγάπην Χριστοῦ τοῦ Θεοῦ, καὶ ἐξαιτῶ κατάπεμψον, ἀπορουμένῳ μοι βοήθειαν.
Ηὐφράνθη πᾶσα ψυχὴ φιλόθεος, ἐν τῇ ἀθλήσει σου, καὶ γὰρ τὴν πλάνην πᾶσαν τοῦ ἐχθροῦ στηλιτεύσας, Υἱὸν τοῦ Θεοῦ, τὸν Χριστὸν ἀνεκήρυξας, πρὸς ὃν βοᾷς· Κύριε δόξα Σοι.
Ἐχρήσατο ἡ μαινὰς ἡ ἄσεμνος, εἰς τὸ θηρεῦσαί σε, βίᾳ θωπείᾳ πάσαις μηχαναῖς, ἀλλὰ σύ γε ὀξύτατα, ἐκπεφευγὼς τὰ θήρατρα, ἀναβοᾷς· Κύριε δόξα Σοι.
Θεοτοκίον.
Παρθένος μετὰ τόκον ἄφθορος, διαμεμένηκας, τὸν δι’ ἡμᾶς ὀφθέντα ἐπὶ γῆς, ὑπὲρ λόγον κυήσασα, ὃν ἐκτενῶς ἱκέτευε, φωταγωγῆσαι τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ σοί.
Εὐφραίνεται ἐπὶ σοί, ἡ ἐνεγκοῦσά σε τρανῶς κράζουσα· σύ μου κλεινὸν γέννημα, καὶ τῶν εὐσεβῶν ἐγκαλλώπισμα.
Ἐδόξασεν ὁ Χριστός, τὴν σὴν στεῤῥὰν ὑπὲρ αὐτοῦ ἄθλησιν, μαρτυρικῆς χάριτος, ἔμπλεων σαφῶς ἀναδείξας σε.
Ἰσχύϊ δυναμωθείς, τοῦ τὴν ἀσθένειαν ἡμῶν ἄραντος, νεανικὴν ἔνστασιν, ἔδειξας παμμάκαρ Δημήτριε.
Θεοτοκίον.
Ὡς Μήτηρ Σὲ δυσωπεῖ, σὺν τῷ σεπτῷ σου, Ἀθλητῇ Κύριε, ἡ σὲ ἁγνῶς τέξασα, δώρησαι ἡμῖν τὰ ἐλέη Σου.






Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τὰς τῶν Μαρτύρων ἑορτὰς ἐκτελοῦντες, παρασκευάζεσθαι πιστοὶ μελετῶμεν, πρὸς τὴν τοῦ βίου ἔξοδον ἑκάστοτε· τοῦτο γὰρ καὶ βούλονται τῶν Ἁγίων αἱ μνῆμαι, ἵνα τὸ κριτήριον τῆς ἡμέρας ἐκείνης, ἐν διανοίᾳ στρέφοντες ἀεί, τὸν Βασιλέα εὐΐλατον εὕρομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα.
Ἐξεπλήττοντο οἱ βάρβαροι καθορῶντες, τὴν γενναιοτάτην σου Μάρτυς παῤῥησίαν, ἔστης γὰρ ἐν μέσῳ αὐτῶν, κραυγάζων γηθόμενος· δόξα τῇ δυνάμει Σου Κύριε.
Πυρακτούμενος ὀστράκοις ἠνθρακωμένοις, τοὺς αἰκισμοὺς ὑπέφερες, πάνυ εὐχαρίστως, ἄλλος ἐν τῷ πάσχει δοκῶν, καὶ πίστει ἐκραύγαζες· δόξα τῇ δυνάμει Σου Κύριε.
Παριστάμενος ἐνώπιον τῶν τυράννων, Χριστοῦ τὸ θεῖον ὄνομα, πάσχων πολυτρόπως, μέγα ἀνεκήρυξας, καὶ χαίρων ἐνήθλησας· ὅθεν σε τιμῶμεν Δημήτριε.
Θεοτοκίον.
Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ Σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

ᾨδὴ ε΄. Σὺ Κύριε μου φῶς.
Ἐνήθλησας στεῤῥῶς, ἀνδρικῷ τῷ φρονήματι, καὶ ἤυφρανας τὴν πατρίδα, καὶ Ἀγγέλων τὰ πλήθη, οἷς συνήφθης, ὡς ἄξιος.
Παρίστασαι Χριστῷ, τῷ Δεσπότῃ Δημήτριε, εὑράμενος παῤῥησίαν, τοῦ πρεσβεύειν ὡς Μάρτυς, ὑπὲρ τῶν δεομένων σου.
Τῷ αἵματι τῷ σῷ, ἡ τὴν χεῖρα πρὶν πάσχουσα, τὴν ἴασιν εὑραμένη, μεγαλύνει σε Μάρτυς, τὴν χάριν σου κηρύττουσα.
Θεοτοκίον.
Ὁ Κύριος ἐν Σοί, Θεομῆτορ ἐσκήνωσε, τὸν ἄνθρωπον ἀναπλάττων, τὸν φθορᾷ πεπτωκότα, ἀπάτῃ τῇ τοῦ ὄφεως.







ᾨδὴ στ΄. Θύσω σοι μετὰ φωνῆς.
Ἀνέπτης, εἰς Θεὸν Ὃν ἐπόθησας ἔνδοξε, σαυτὸν ἐκδοὺς τοῖς ἀνόμοις, καὶ ὡς θῦμα προσήνεξαι τῷ Δεσπότῃ, τῷ ἰδίῳ ἐκ τῆς φθορᾶς σε, σώσαντι αἵματι.
Πάθεσιν ἐδοξάσθη, τοῖς σοῖς ὁ Δεσπότης σου, Δημήτριε θεοφόρε, καὶ Αὐτός σου ὄντως ἀντιδοξάζει, τοὺς ἀγῶνας σημείοις ἐξαισίοις, καὶ θαύμασι.
Γάννυται, ἡ τοῦ Βύζαντος πόλις μακάριε, σὲ νῦν πλουτοῦσα πολίτην, καὶ προστάτην μέγαν καὶ κηδεμόνα, μεγαλύνουσα Θεόν, τὸν αὐτῇ σε δωρήσαντα.
Θεοτοκίον.
Ὦ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον, ὅτι παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως συλλαβοῦσα, οὐκ ἐστενοχώρησε.

Κοντάκιον. Ἡ Παρθένος σήμερον.
Ἡ λαμπρὰ τοῦ Βύζαντος, καὶ μεγαλώνυμος πόλις, μελῳδείτο σήμερον, μεγαλοφώνως βοῶσα· σκάμματα, τὰ ὑπὲρ φύσιν τοῦ Δημητρίου, νέου μέν, μετὰ τὸν πάλαι τὸν Μυροῤῥόαν, διὰ δὲ Χριστὸν σφαγέντος, ὅνπερ ἀνύμνει, ὡς φύσει Θεοῦ Υἱόν.
Ὁ Οἶκος.
Δημητρίου τοῦ Χιοπολίτου τὴν ἄθλησιν, τὰ παλαίσματα, καὶ τὸν ἔνδοξον ὑπὲρ Χριστοῦ θάνατον, δεῦτε φιλέορτοι συνελθόντες, ὕμνοις, ἐγκωμίων καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν· ὅτι τῇ δυνάμει τοῦ Χριστοῦ καθοπλισθείς, τὴν κακέμφατον τῶν τῆς Ἄγαρ κατέπτυσε πλάνην, ἐν αὐτῷ τῷ τοῦ κράτους ὑπερτάτῳ βήματι, καταπλήξας αὐτούς, τῇ τοῦ φρονήματος παῤῥησίᾳ, καὶ τὴν τούτων μιαιφόνον ἐρεθίσας μανίαν, εἰς τὸ παρ’ αὐτῶν σφαγῆναι, ὅτι τρανῶς Θεὸν ἀληθινόν, τὸν Χριστὸν ὡμολόγει, ὡς φύσει Θεοῦ Υἱόν.














Συναξάριον.
Τῇ ΚΘ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Δημητρίου τοῦ Χιοπολίτου, τοῦ ἐν Κωνσταντινουπόλει ἀθλήσαντος.
Θεσσαλονίκη, οὐκ ἔτισοι μόνῃ κλέος ἔσται,
Δημήτριος Μάρτυς, καὶ γὰρ ἔχει καὶ Χίος.
Ἄλλον, ὃν εἴνεκα χριστοῖο κτάνον ἄνδρες ἀπηνεῖς.

Τῇ αὐτῇ ἡμέρα, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου.
Χάρις λύουσιν Ἰγνάτιε παμβόροις,
Σοῦ σώματος λιποῦσι καὶ πιστοῖς μέρος.
Οὗτος, διάδοχος τῶν Ἁγίων Ἀποστόλων γενόμενος, δεύτερος Ἐπίσκοπος Ἀντιοχείας ἐχρημάτισε, μαθητὴς ὑπάρξας σὺν Πολυκάρπῳ, τῆς Σμυρναίων Ἐκκλησίας Προέδρῳ, τοῦ Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου. Προσάγεται οὖν Τραϊανῷ τῷ βασιλεῖ, καὶ πᾶσαν ὑπενεγκὼν βασάνων πεῖραν καὶ ὑπεράνω πάντων γενόμενος, ἐπὶ Ῥώμην στέλεται θηριομαχήσων. Οὗ γενομένου, χριστιανοί τινες ἄνδρες, τὰ τίμια καὶ ἅγια λείψανα αὐτοῦ ἀπὸ Ῥώμης εἰς Ἀντιόχειαν ἐνεγκόντες, δῶρον ποθούμενον τοις ἀδελφοῖς δωροῦνται. Οἳ μετὰ πάσης τιμῆς καὶ φόβου ὑπὸ τὴν γῆν αὐτα κατέθεντο. Οὗ δὴ χάριν, ἑορτὴν χαρμόσυνον ἡ Ἐκκλησία πανηγυρίζει

Τῇ αὐτῇ ἡμέρα, μνήμη τῶν Ἁγίων Ἑπτὰ Μαρτύρων, τῶν ἐν Σαμοσάτοις τελειωθέντων· Φιλοθέου, Ὑπερεχίου, Ἀβίβου, Ἰουλιανοῦ, Ῥωμανοῦ, Ἰακώβου καὶ Παρηγορίου.
Ὑπὲρ προσηλωθέντος ἐν Σταυρῷ Λόγου,
ἑπτὰ προσηλώθησαν Ἀθλητῶν κάραι.
Οὗτοι, τῷ Χριστῷ στρατευσάμενοι, καὶ τὴν πλάνην στηλιτεύσαντες, ῥοπάλοις τοὺς βραχίονας καὶ τοὺς μηρούς, συνθλῶνται. Εἶτα, ξέονται ἀφειδῶς καὶ ἁλύσεις βαρείας κατὰ τοῦ τραχήλου δεξάμενοι, τῇ εἱρκτῇ ἐναποτίθενται. Καὶ αὖθις ἐξενεχθέντες, ξέονται, καὶ ἀναρτηθέντες, καὶ τὰς κάρας ἥλοις προσηλωθέντας, τὰς ψυχὰς τῷ Θεῷ ἀπέδωκαν.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τῶν Ἁγίων Μαρτύρων· Σιλουανοῦ ἐπισκόπου, Λουκᾶ διακόνου, καὶ Μωκίου ἀναγνώστου.
Σιλουανὸς Λουκᾶς τε σὺν τῷ Μωκίῳ,
ἤμβλυναν ὁρμὰς καὶ λεόντων ἀγρίων.
Τοῦ Νουμεριανοῦ βασιλεύοντος, διωγμὸς ἦν κατὰ τῶν Χριστιανῶν. Τότε ἐμηνυθη τῷ Ἄρχοντι τῆς Ἐμεσηνῶν πόλεως, περὶ τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Σιλουανοῦ, τοῦ ἐπισκόπου τῆς αὐτῆς πόλεως. Καὶ εὐθεως ἐκρατήθη ὁ Ἅγιος, καὶ σὺν τούτῳ καὶ Λουκᾶς διάκονος, καὶ Μώκιος ἀναγνώστης, καὶ παρέστησαν τῷ ἄρχοντι δεσμίους. Οὓς καὶ ἐπιμελῶς ὁ ἄρχων ἀνακρίνας ὡς ἤκουσεν ὁμολογήσαντας τὸν Χριστόν, Θεὸν μόνον ἀληθινόν, τοὺς δὲ τὰ εἴδωλα σεβομένους αναθεματίσαντας, εἰς μεγάλην ὀργὴν καὶ μανίαν ἐκινήθη. Διὸ καὶ μὴ δυνηθεὶς κολακείαις αὐτοὺς μεταπεῖσαι, ἐμάστιξε σφοδρῶς, καὶ βαλὼν αὐτοὺς εἰς φυλακήν, ἐλιμαγχόνησεν. Εἶτα, πάλιν ἀνακρίνας, ἐπὶ ἱκανὰς ἡμέρας μαστίζων καὶ φυλακίζων, καὶ ταριχεύων αὐτοὺς τῇ πείνῃ καὶ τῇ δίψῃ, ἀπεφήνατο κατ’ αὐτῶν θηριομαχίαν. Βληθέντων δὲ τῶν αγίων ἐν τῷ σταδίῳ, καὶ θηρίων διαφόρων ἀπολυθέντων, προσηύξαντο οἱ Ἅγιοι ἐκεῖσε τελειωθῆναι. Καὶ εὐθέως ὁ τὰς δεήσεις τῶν θεραπόντων Αὐτοῦ εἰσακούων Θεός, παρέλαβε τὰς ψυχὰς αὐτῶν. Τότε οἱ ἄγριοι θῆρες, τῶν Αγίων αἰδεσθέντες τὰ λείψανα, ἀνεχώρησαν, μηδ’ ὁπωσοῦν ἀψάμενοι τούτων. Καταλαβούσης δὲ νυκτός, Χριστιανοί τινες ἀποσυλήσαντες, ἐκήδευσαν αὐτὰ ἐπιμελῶς, εὐχαριστοῦντες τῷ Θεῷ.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τῶν Ἁγίων Μαρτύρων Σαρβήλου καὶ Βεβαίας τῆς ἀδελφῆς αὐτοῦ, τῶν ἐν Ἐδέσσῃ παθόντων.
Λιπών Σάρβηλος τὰς μυσαρὰς θυσίας,
Χριστῷ προσήχθη σὺν ἀδελφῇ θυσία.
Οὗτοι ὑπῆρχον ἐπὶ Τραϊανοῦ τοῦ βασιλέως. Ἦν δὲ ὁ Ἅγιος Σάρβηλος τῆς δαιμονικῆς ἀπατης καὶ τῶν ακαθάρτων θυσιῶν ἱερεύς. Καί ποτε, ἑορτῆς γενομένης τοῖς δαίμοσιν, αὐτὸς κατὰ τὸ ἔθος ἐξάρχων τῶν ἀθεμίτων θυσιῶν, παρὰ Βαρσιμαίου ἐπισκόπου ἐλεγχθείς, καὶ λοιδορηθείς, ὡς πολλοῖς αἴτιος ἀπωλείας, κατενύγη τῇ τοῦ Χριστοῦ χάριτι. Καὶ τοῖς λόγοις τοῦ ἐπισκόπου πεισθείς, προσέρχεται τῇ του Χριστοῦ πίστει, μετὰ καὶ τῆς ἰδίας ἀδελφῆς Βεβαίας, καὶ παρὰ τοῦ ἐπισκόπου βαπτίζονται. Ὅθεν εἰς ἐξέτασιν ὁ Ἅγιος Σάρβηλος καθίσταται τῷ Λυσίᾳ. Καὶ πρῶτον μὲν ῥαβδίζεται, εἶτα σπαθίζεται, καὶ μετ’ ὀλίγου ξέεται τὴν ὄψιν. Καὶ εἰς τοὐπίσω δεθεὶς τὰς χεῖρας, τύπτεται κατὰ τῆς γαστρός, καὶ τῆς χειρὸς ἐξαρτάται. Ἔνθα καὶ αὖθις κρεμᾶται καὶ ξέεται καὶ ἐν διαφόροις του σώματος μέρεσι πυρὶ κατακαίεται. Καὶ τέλος τὸν τοῦ μαρτυρίου στέφανον κομίζεται, ἐν ὀργάνῳ τινὶ βληθείς, και ἀποθλιβείς, πριζόντων αὐτὸν ἀπὸ τῆς κεφαλῆς των δημίων, εἶτα ἀποτεμόντων τὴν κεφαλήν. Συναπετμήθη δε καὶ ἡ ἀδελφὴ αὐτοῦ, τοῦτο τοῦ ἡγεμόνος προστάξαντος.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαρσιμαίου, ἐπισκόπου Ἐδέσσης.
Δοὺς τὴν βαρεῖαν σάρκα γῇ Βαρσιμαῖος,
Σύνεστι βαστάσασιν ἡμέρας βάρος.
Οὗτος, ὡς γέγραπται, ψυχικῆς σωτηρίας αἶτιος τῷ Σαρβήλῳ γεγονώς, καὶ βαπτίσας αὐτόν, διεβλήθη πρὸς τὸν ἡγεμόνα Λυσίαν. Καὶ ὁμολογήσας τὸν Χριστόν, ἐτύφθη σφοδρῶς. Εἶτα γραμμάτων βασιλικῶν καταφοιτησάντων παύσασθαι τὸν διωγμόν, ἀπελύθη τῆς φρουρᾶς, καὶ ἐν τῇ ἰδίᾳ γενόμενος Ἐκκλησίᾳ, καὶ τῷ Θεῷ εὐχαριστήσας, πρὸς Αὐτὸν ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Ἀφραάτου.
Ὁ σάρκα καὶ ζῶν νεκρὸς ὢν Ἀφραάτης,
Αἰωνίως ζῇ, καὶ νεκρὸς φανεἰς ἄπνους.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Ἀκεψιμά.
Ἀκεψιμάς την σάρκα χαίρων ἐξέδυ,
ἡ νεκρικῶς σταλείσα τὴν γῆν εἰσέδυ.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Ἰγνατίου τοῦ Σιναΐτου, τοῦ πνευματικοῦ· ἐκ τῆς Ῥεθύμνης τῆς Κρήτης καταγομένου.
Ἀκτησίας καὶ εὐχῆς εὐῶδες ἴον,
Σίναιον ηὔφρανας, Ἰγνάτιε ὄρος.
Ὁ Ὅσιος καὶ θεοφόρος Πατὴρ ἡμῶν Ἰγνάτιος, ὁ ἐκ πόλεως Ῥεθύμνης Ἱερομόναχος, θεοφιλῶς ἤσκησεν ἐν τῷ Σιναίῳ ὄρει. Τηρῶν τοὺς ὅρους τῆς μοναστικῆς πολιτείας· παρθενίαν, ὑπακοὴν καὶ ἀκτημοσύνην, εἰς ὕψος ἀρετῆς ἤρθη καὶ πνευματικὸς ποδηγέτης πολλῶν ἀσκητῶν γέγονεν, ἀπλανῶς ἴθυνεν αὐτοὺς πρὸς σωτηρίαν. Ἀπαύστως εὐχόμενος καὶ νήφων, ὑπόδειγμα ἑαυτὸν δέδωκε τοῖς αὐτοῦ ὑποτακτικοῖς πρὸς ἐν Χριστῷ τελείωσιν καὶ θέωσιν. Ἠξιώθη οὗτος εὑρεῖν τὸ σκῆνος τοῦ πρὸ αὐτοῦ τελειωθέντος μαθητοῦ Νικάνδρου ἄφθαρτον καὶ μυροβλύζον, ὃ ἐναγκαλισάμενος καὶ ἀσπασάμενος ηὐχαρίστησε τὸν Κύριον πληροφορήσαντα αὐτὸν ἔτι ζῶντα τὴν δικαίωσιν τοῦ ἀγῶνος τοῦ αὐτοῦ πνευματικοῦ τέκνου. Τεσσαράκοντα ἡμέρας μετὰ τὴν ἐκταφὴν τοῦ Νικάνδρου καλῶς τὸν ἀγῶνα ἐπεράτωσε καὶ πρὸς Κύριον ἀπῆλθεν.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Γκίλτα, τοῦ ἐν Βρεττάνῃ.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Λαυρεντίου τοῦ ἐπισκόπου, τοῦ ἐν Κιέβῳ.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τῶν Ὁσίων ἐπισκόπων· Γερασίμου, Ἰωνᾶ καὶ Πιτιρίμ, τῶν Ῥώσων.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Ἀνδρέου τοῦ Ῥουμπλιόφ, τοῦ εἰκονογράφου.
Ταῖς αὐτῶν ἱκεσίαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
Τοὺς ἐν Περσίδι, καὶ ἐν Αἰγύπτῳ πάλαι ὑπὲρ Χριστοῦ, θανεῖν ἑλομένους μᾶλλον  ὑπὲρ τὸ ζῆν, μιμησάμενος ἀνέμελπες· εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης Σου Κύριε.
Οἱ χριστοφόροι, τῆς Κωνσταντίνου ζήλῳ μαρτυρικῷ, φόβον τῶν τηράννων ἦττον, ἢ τὸ οὐδέν, λογιζόμενοι ἐκραύγαζον· εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης Σου Κύριε.
Ἡ δαιμονῶσα, τὴν ἐνοικοῦσαν χάριν ἐν τῷ σεπτῷ, ἔγνω μανδηλίῳ εἶναι ἐκ τῆς σφαγῆς, τῆς σῆς ἔνδοξε κραυγάζουσα· φλογίζεσθαί τε καὶ πάσχειν δεινῶς, τῷ πυρὶ τοῦ σοῦ αἵματος ἔνδοξε.
Θεοτοκίον.
Τὸ τοῦ Ὑψίστου ἡγιασμένον θεῖον σκήνωμα χαῖρε, διὰ Σοῦ γὰρ δέδοται ἡ χαρὰ Θεοτόκε, τοῖς κραυγάζουσι· εὐλογημένη Σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε Δέσποινα.














ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.
Πάσας τὰς ἰδέας τῶν δεινῶν, εἰς νοῦν βαλλόμενος, πρὸς πάντα ὥρμησας, Χριστοῦ τὴν δύναμιν ἔνοικον, ἐν ψυχῇ τῇ σῇ κτησάμενος, καὶ παῤῥησίᾳ τοῖς λαοῖς, Μάρτυς ἀνέκραζες· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Μέγα τὸ ἐμπόρευμα τὸ σόν, μέγα καὶ κάλλιστον, Μάρτυς Δημήτριε, κόσμον γὰρ δέδωκας ἅπαντα, καὶ σῶμα γήϊνον θνήσιμον, ἀνθ’ ὧν ἀπέλαβες ζωὴν ἄληκτον ψάλλουσαν· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἄνωθεν λαβὼν παρὰ Θεοῦ, τὴν χἄριν ἔνδοξε, λύειν νοσήμματα, διώκειν πνεύματα βέβηλα, πανταχοῦ πᾶσι προΐστασαι, ἐν συμφοραῖς, ἐν ἐμπρησμοῖς· ὅθεν καὶ ψάλλομεν· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, Σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρὶ τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες Σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
Θεῖόν σοι ἐνέθηκε θάρσος, ἡ Θεοτόκος ἐπιστᾶσα, τὸν τοῦ μαρτυρίου ἀγῶνα, δραμεῖν θαῤῥούντων, σθένος ὑπισχνουμένη, ὑφ’ ἧς ἐνισχυόμενος, πάντα ὑπέστης ἀνδρικώτατα.
Σήμερον Χίος ἡ πατρίς σου, περιφανῶς πανηγυρίζει, ᾄδουσα τοὺς ἄθλους σου πάντας, καὶ τὰς αἰκίσεις, Μάρτυς Δημήτριε, ἅπερ γενναίως ἤνεγκας, ὑπὲρ Χριστοῦ ἀγωνισάμενος.
Δέξαι μου τὸν ὕμνον ὦ Μάρτυς, ὅνπερ δύναμιν πονήσας, τῷ εἰλικρινῶς σε φιλοῦντι, αἰτησαμένῳ λιτῶς συνέθηκα, μεθ’ οὗ σου καὶ δεόμεθα, ταῖς σαῖς πρεσβείαις ἡμᾶς φύλαττε.
Θεοτοκίον.
Φῶς ἡμῖν ἀνέτειλε Κόρη, ἐκ φωτοφόρου Σου νηδύος ὁ Δημιουργὸς τοῦ ἡλίου, καὶ τῶν ἀστέρων πάσης κτίσεως, Ὃν ἐκτενῶς ἱκέτευε, φωταγωγῆσαι τοὺς ὑμνοῦντάς Σε.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἡ Πόλις ἡ ἀνάσσουσα, καὶ Χίος ἡ φιλόχριστος, καλαὶ ὁμοῦ τε καὶ φίλαι, χαρᾶς ἐμπλήσθητε ὅτι, ὑπερφυῶς ἐνήθλησεν, ὁ θαυμαστὸς Δημήτριος, καὶ ὢν ἐν Μάρτυσι μέγας, ὑμῶν προστάτης ὑπάρχει.
Θεοτοκίον.
Τὴν φύσιν ἀνεκαίνισας, φθαρεῖσαν τοῦ προπάτορος, ὑπερφυῶς συλλαβοῦσα, καὶ ἀπειράνδρως τεκοῦσα, τὸν Πλάστην πάσης φύσεως· ὑφ’ οὗ ῥωσθέντες ἤθλησαν, χορὶ Μαρτύρων μέλποντες, Σὲ τῆς ἡμῶν σωτηρίας, τὴν ἀπαρχὴν Θεοτόκε.

Αἶνοι. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Σὲ τὸν τῷ πόθῳ τοῦ Κτίστου πετρωμένον, καὶ θᾶττον τὸν τρώσαντα, ἀντιτορήσαντα, ὁμολογίᾳ τοῦ κρείττονος, καὶ βδελυγμίᾳ, τῆς ἀντιθέου πλάνης τοῦ δαίμονος, Δημήτριε φίλτατε, τῆς Χίου καύχημα, καὶ Ὀρθοδόξων τὸ σέμνωμα, μετὰ Μαρτύρν, τῶν σοὶ ὁμοίων θερμῶς γεραίρομεν, καὶ ἐτησίως ἐκτελοῦμέν σου, περιχαρῶς Μάρτυς ἔνδοξε, τὴν σεβάσμιον μνήμην, ὡς Χριστοῦ ὑπεραθλήσαντος.

Ὄντως ἠσχύνθη ὁ δόλιος βελίαρ, ἰδὼν στεφηφόρον σε καὶ ἀπαστράπτοντα, ὥσπερ ἀκτῖσι τοῖς στίγμασι, τοῦ μαρτυρίου, ὅνπερ ἐν ἄρκυσιν ἔχειν ᾤετο, καὶ νῦν ὀδυρόμενος στένει θεώμενος, ἡμᾶς σὲ ὕμνοις γεραίροντας, καὶ μετὰ πόθου πρὸς σὲ κραυγάζοντας ἀξιάγαστε, ὁ καταργήσας τὸν ἀντίπαλον, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον, μὴ ἐλλίπῃς πρεσβεύων, παναοίδιμε Δημήτριε.

Ἀθεωτάτη καὶ παντολμε Εὐρώπη, σιώπα πεφίμωσο καὶ καταισχύνθητι· ἀφρονεστάτην σε δείκνυσι, Μαρτύρων δῆμος, ἀγεωμέτριτος ἀναφάλβητος, ἐν οἷς καὶ Δημήτριος ὁ ἀξιάγαστος, νῦν διαπρέπει γηθόμενος, Σταυροῦ κηρύξας, ἐπὶ τυράννων τὴν θείαν δύναμιν, καὶ διὰ ταῦτα χάριν ἔσχηκε, παρὰ Θεοῦ, Ὃν ἐδόξασε, διανέμειν πλουσίως, τοῖς αἰτοῦσι τὰ ἰάματα.

Χαίρετε πόλεις ἡ Βύζαντος καὶ Χίος· ἡ μὲν ἐξανθήσασα, ὡς ῥόδον εὔοσμον, τῆς Ἐκκλησίας ὀσφράδιον, ὡς δρεψαμένη, ἤδη καὶ φέρουσα θεῖον στέφανον, ἑτέρα ἡ ἄνασσα, ἡ μητριὰ τῶν πιστῶν, τὸ τῶν Μαρτύρων καλλώπισμα, ὡς κατ’ ἐκείνους, τοῦ παλαιμναίου περιγενόμενον· ὃν οὐρανόθεν ἐπεκρότησαν, θεῖοι νόες λαμπρῶς, ὡς δεξάμενοι, καὶ Δημήτριον νέον, τὸν ὑπερφιλήσαντα.

Δόξα. Ἦχος δ΄.
Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις, καθὼς ὁ Ἀπόστολος διδάσκει· ἐν προσευχαῖς γὰρ καὶ δάκρυσι, καὶ τοῖς τῶν παρειῶν σπαραγμοῖς ἵλεων τὸν Θεὸν ἀπεργασάμενος, ὑπὲρ τοῦ σοῦ πτώματος, μετὰ τοῦτο, καὶ θῦμα ἐθελούσιον σαυτὸν αὐτῷ προσήγαγες, αὐτὸν τὸν διὰ σὲ τυθέντα μιμησάμενος· καὶ νῦν ἐν οὐρανοῖς σὺν Ἀγγέλοις χορεύων, τῶν πιστῶς σου δεομένω προΐστασι, παρέχων ἀφθόνως τοῖς πᾶσι τὰ αἰτήματα.






Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Τοὺς ἀνευφημοῦντάς σου εὐλαβῶς, τοὺς λαμπροὺς ἀγῶνας, καὶ τοὺς ἄθλους Μάρτυς Χριστοῦ, καὶ τὴν θείαν μνήμην, τελοῦντας ἐτησίως, περίσωζε Δημήτριε, ταῖς πρεσβείαις σου.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου