Κυριακή 1 Ιουλίου 2018

ΟΚΤΩΒΡΙΟΣ 19. ΟΣΙΟΣ ΙΩΑΝΝΗΣ ΡΙΛΑΣ ΒΟΥΛΓΑΡΙΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ ΙΘ΄!!
ΙΩΑΝΝΗΣ ΟΣΙΟΣ ΡΙΛΑΣ ΒΟΥΛΓΑΡΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀλέξανδρος Μωραϊτίδης)


ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ δ΄. Τί ὑμᾶς καλέσωμεν.
Τί σὲ Ἰώαννη καλέσωμεν; ἄλλον Παῦλον τὸν Θηβαῖον, ἢ μέγαν Ἀντώνιον; ἄστρον νέον τῆς Λιβύης, ἢ Νητρίας παιδευτήν; Ἀγγέλων, καὶ γὰρ ἄρτον καὶ σὺ ἔφαγες, τῆς Ῥίλας, δὲ τὴν ἔρημον ἐπόλισας· πολλαί σου αἱ ὁμοιότητες, καὶ θαυμαστοὶ οἱ ἀγῶνές σου, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς)

Ὢ τοῦ ὕψους τῆς πολιτείας σου!  Δι’ ἧς ἤρθης πρὸς τὰ ἄνω καὶ ὡμίλησας Θεῷ, καὶ ἐδέξω τὰς ἐλλάμψεις, τῆς Τριάδος τηλαυγῶς· ἀγάπης, τὸν κρατήρα γὰρ ἐξέπιες, καὶ ὤφθης Ἰωαννη θεοδίδακτος· κανὼν καὶ τύπος γενόμενος, τῆς ἀκροτάτης ἀσκήσεως, ὑπέρτερος πράξει τε καὶ θεωρήμασι. (Δίς)

Τί ἀνταποδώσωμεν Ὅσιε, τῇ πολλῇ σου εὐμενείᾳ, ἥνπερ ἔδειξας τρανῶς, τὴν τιμίαν δεξιάν σου, δωρησάμενος ἡμῖν, πλουσίαν εὐωδίαν ἀποπνέουσαν, ἰάσεις, παμποικίλους ἀναβρύουσαν, τοῖς μετὰ πίστεως Ἅγιε, καὶ εὐλαβείας γεραίρουσι, τὴν ἔνδοξον ἑορτήν σου καὶ χαρμόσυνον.

Δεῦτε μοναστῶν τὰ συστήματα, ἐν ᾀσμάτων μελῳδίαις ὡς ἐν στέμμασι σεπτοῖς, καταστέψωμεν ἐνθέως, εὐφρανθέντες τὰς ψυχάς, Μοισίας, τὸ πανένδοξον βλαστούργημα, ποιμένα, μοναζόντων καὶ διδάσκαλον, καὶ ἰατρὸν συμπαθέστατον, τῶν ἀσθενούντων ἑκάστοτε, διώκτην τε, τῶν δαιμόνων ἀπροσμάχητον.

Δόξα. Ἦχος πλ. δ΄.
Ἐκ βρέφους τῷ Θεῷ, ἀφιερωθεὶς παναοίδιμε, φόβῳ καὶ ἀγάπῃ Αὐτῷ ὑπηρέτησας, ἡμέρας τε καὶ νυκτὸς ἐμμελετῶν τῷ νόμῳ Αὐτοῦ, εἰς ἀγαθῶν ἔργων περιποίησιν· ὀχυρωθεὶς δὲ τῇ ἄκρᾳ ταπεινώσει, καὶ τῇ ἀδιακρίτῳ ὑπακοῇ, μετὰ τὴν εἰς τοὺς πένητας διανομὴν τῶν σῶν ὑπαρχόντων, φέρων ἤδη τὸ Ἅγιον Σχῆμα· θεϊκῆς ὀπτασίας ἠξίωσαι, ἥπερ καὶ καθωδήγησέ σε εἰς τὴν πανέρημον τῆς Ῥίλας· ὅθεν, τοῦ μέλιτος τοῦ ἀσκητικοῦ γευσάμενος, ἀνέπτης τῆς ἀπαθείας πρὸς Θεόν, παρ’ Οὗ τῆς ἄνω σοφίαν μυηθείς, θεοδίδακτος ὄντως ἀνεφάνης, κανὼν καὶ τύπος γενόμενος τοῖς σοῖς μαθηταῖς, πρὸς τὴν αὐτῶν σωτηριαν, Βασιλεῖς τε καὶ ἄρχοντας ἐκδιδάσκων, καὶ τοὺς πάντας παραμυθῶν τοῖς θεοφθόγγοις σου ῥήμασι. Διό, χορεύει ἐπὶ τῇ μνήμῃ σου, Αἴγυπτός τε καὶ Λιβύη καὶ ἡ ἔρημος τοῦ Ἱορδάνου, καὶ συγκαλοῦσα ἡμᾶς εἰς πνευματικὴν εὐωχίαν, τὰ ἀγωνίσματά σου ἀνακηρύττουσι, πείθουσαι τοὺς πάντας βοᾶν· Ἰωάννη θαυματουργὲ μακάριε, τῶν ἀναχωρητῶν τὸ ἀγλάϊσμα, καὶ τὸ ἀριπρεπὲς τῶν κοινοβίων ἐμμελέτημα, πρέσβευε διηνεκῶς ὑπὲρ τῶν μετὰ πόθου τελούντων, τὴν παγγέραστον ἑορτήν, τῆς ἱερᾶς σου μεταστάσεως.

Καὶ νῦν. Θεοτοκίον
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.





















Λιτή. Ἦχος α΄.
Δεῦτε τὰ στίφη τῶν μοναστῶν συνελθόντα, ἐν χορδαῖς καὶ ὀργάνοις τιμήσωμεν, τὴν πανέορτον μνήμην τοῦ ἐξάρχου ἡμῶν, και προστάτου καὶ φύλακος. Οὗτος γάρ, ἀπὸ βρέφους ἀφιερωθεὶς τῷ Θεῷ, πάντα τὰ τοῦ κόσμου τερπνά, καὶ ἅπερ κέρδη νομίζεται, ζημίαν καὶ σκύβαλα ἡγήσατο, ἵνα Χριστὸν κερδήσῃ. Προκαθαρθεὶς δὲ τοῖς θεμελίοις τῶν ἀρετῶν, τῇ ὑπακοῇ καὶ τῇ ταπεινώσει, ἀνῆλθεν ἐπὶ τὰ ὕψη τῆς Ῥίλας τὰ πανέρημα, ἔνθα ἠγωνίσατο κατὰ τοῦ παμπονήρου διαβόλου, ἀγῶνα δυσυπέρβλητον, χεῖρα πρὸς χεῖρα προσπαλαίσας αὐτῷ. Διὸ καὶ ὁ Χριστός, ὁ μόνος τῶν καλῶν ἀγώνων βραβευτής, διὰ πολλῶν χαρίτων αὐτον ἐχαρίτωσεν, ἰατρὸν τοῖς πάσχουσιν ἀναδείξας, καὶ τῶν δαιμόνων διώκτην· χειραγωγὸν δὲ αὖθις τῶν τῇ γνώσει τυφλῶν, καὶ βακτηρίαν τῶν ἐν τῇ πίστει ὀλιγοψύχων, οὕσπερ καὶ διέσωσεν, ἐκ τῆς τοῦ κόσμου καταιγίδος, εἰς τὴν οὐράνιον γαλήνην καὶ ἀνάπαυσιν, ἔνθα νῦν μετὰ πάντων τῶν Ὁσίων ἀγάλλεται, Χριστῷ πρεσβεύων ἀπάυστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Ἀπέθου τὰ πρόσκαιρα, καὶ διημείψω τὰ αἰώνια· διὰ προσκαίρου κόπου, τῶν ἀτελευτήτων ἀγαθῶν προσεκτήσω τὴν ἀπόλαυσιν· καὶ σὺν Ἀγγέλοις χορεύεις νῦν, τὴν τῶν Ἀγγελων πολιτείαν πολιτευσάμενος, ὅτι ἄσκευος ἐν τῇ ἐρήμῳ διαιτώμενος, Ἀγγέλων ἄρτον ἤσθιες· οὕτω γὰρ οἶδε Θεὸς ἀμείβειν, τοὺς δι’ αὐτὸν ἐν ἄκρᾳ στενώσει ἀγωνιζομένους, ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις καὶ ξηροκοιτίαις, ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι· ἀνθ’ ὧν τὴν τρυφὴν ἤδη ἀπέλαβες τὴν αἰωνίζουσαν, Ἰωάννη θαυματουργὲ μακάριε.

Ἦχος δ΄.
Νοῦν ἡγεμόνα κατὰ παθῶν ἐνστησάμενος, τῷ κρείττονι τὸ χεῖρον καθυπέταξας· διὸ καὶ μετανάστης τῆς πατρίδος γενόμενος, τὴν ἔρημον ᾤκησας· ἔνθα περιπεφραγμένος τῇ συνέσει τῇ κρείττονι, τὰς ποικίλας τοῦ ἐχθροῦ μεθοδείας διέλυες· ὅθεν προσαναβαίνων ἐν ἀναβάσεσιν, ἔφθασας εἰς τὴν ἄνω Ἱερουσαλήμ, ἐν ᾗ τῷ τρισηλίῳ φωτὶ περιαυγαζόμενος, πρέσβευε Χριστῷ τῷ Θεῷ, ὑπὲρ ἡμῶν ἀειμακάριστε.

Δόξα. Ἦχος πλ. α΄.
Ἰσάγγελον, ἐπὶ γῆς πολιτείαν διήνυσας, ἰσάγγελον καὶ τιμήν, ὁ Χριστός σοι δεδώρηται· Ἀγγέλων ἄρτον ἐγεύσω ἐν τῇ ἐρήμῳ, Ἀγγέλων καὶ ταῖς ταξεσιν, ἐν οὐρανοῖς συνηρίθμησαι· τῶν ἀρχαίων Ὁσίων τὸν βίον ἀνενδότως ἐμιμήσω, τὴν ὁμοίαν πάλην κατὰ τοῦ βροτοκτόνου συγκεκροτηκώς, σὺν αὐτοῖς καὶ συνευφραίνῃ ἐν τῇ ἐπουρανίῳ διαγωγῇ· ἀγελάρχης ἀνεδείχθης μοναστῶν ἐν τῷ κόσμῳ, ταξίαρχος καὶ τῶν ψυχῶν αὐτῶν, τῶν διὰ σοῦ σεσωσμένων, παρὰ τοῦ ἀθανάτου Βασιλέως κεχειροτόνησαι. Μεγάλοι οἱ ἀγῶνές σου, μεγάλα καὶ τὰ ἔπαθλα, καὶ ἡ δόξα σου ἄφθιτος εἰς αἰῶνας αἰώνων, Ἰωάννη θαυματουργὲ τρισμακάριε.

 Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν ἀσκητῶν ἀληθῶς, ὁ ὑφηγήτωρ τῆς ἐρήμου ὁ ἔξαρχος, ὁ πήξας τὴν καλιάν σου, ἐν ἀπροσίτοις ὀπαῖς, ἐν αἰγείῳ δέρματι καλυπτόμενος, ἀστὴρ παμφαέστατος, καταυγάσας ταῖς λάμψεσι, τῶν σῶν ἀγώνων, τὴν τῆς Ῥίλας πανέρημον, ὁ τοῖς θαύμασιν, ἐξαπλώσας τὴν χαριν σου, ἥν σοι Χριστὸς δεδώρηται, πλουσίως τὰ ἔπαθλα, ὁ διανέμων τοῖς φίλοις, τοῖς τον Θεὸν ἀγαπήσασι, ψυχῆς διαθέσει, καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ καὶ διανοίᾳ τε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Φάρος, προσαναφθεὶς τῷ πυρί, τοῦ Παρακλήτου κατεφώτισας Ὅσιε, ψυχὰς τῶν σοὶ προσιόντων, οὒς εἰς Μονὴν ἱεράν, ὥσπερ ἄλλος Σάββας συναγήοχας, ἐν ᾗ και παρέδωκας, ἐν χερσὶ τοῦ Παντάνακτος, τὴν ἱεράν σου, ψυχὴν ἔνθους γενόμενος, καὶ μετάρσιος, τὰ σὰ τέκνα ηὐλόγησας, Πάτερ ὦ συμπαθέστατε, καὶ πάντας δὲ νῦν ἠμᾶς, τοὺς ἐκτελοῦντας τὴν μνήμην, τῆς ἱερᾶς σου κοιμήσεως, εὐλόγησον μάκαρ, τῶν πταισμάτων αἰτουμένους, ἡμῶν τὴν ἄφεσιν.

Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Χεῖρα, τὴν δεξιάν σου ἡμεῖς, καταπλουτοῦντες Ἰωάννη μακάριε, ἰάσεις παρεχομένην, τοῖς μετὰ πόθου αὐτήν, κατασπαζομένοις καὶ γεραίρουσιν, ἐν ὕμνοις καὶ ᾄσμασι, τὰ σεπτά σου παλαίσματα, εὐχαριστοῦμεν, τῷ Σωτῆρι κραυγάζοντες· πολυεύσπλαγχνε, δὸς ἡμῖν τὰ αἰτηματα, παῦσον τὸν δεινὸν τάραχον, τὸν ἐκ τῶν παθῶν ἡμῶν, τῷ φθόνῳ ἐγειρομένων τοῦ σκολιόφρονος δράκοντος, παρέχων εἰρήνην, ταῖς ψυχαῖς ἡμῶν πρεσβείαις, τοῦ σοῦ θεράποντος.






Δόξα. Ἦχος δ΄.
Τὴν δεξιάν, τὴν πάντιμόν σου κατέχοντες, δι’ αὐτῆς κομιζόμεθα, ἀναψυχὴν ἐν τοῖς πειρασμοῖς, καὶ σωτηρίαν ἐν ταῖς νόσοις. Δι’ αὐτῆς γάρ, Ἰωάννη θεσπέσιε, τὸν λύκον τὸν κατὰ σοῦ ὠρυόμενον, ἀπεδίωκες, ἄμαχον αὐτὸν καθιστάς, τῷ σημείῳ τοῦ Σταυροῦ· καὶ αὖθις, δι’ αὐτῆς τοὺς πάσχοντας ἐπευλογῶν, καὶ ἐπισημειούμενος, ἢ ἐπαλείφων ἐλαίῳ, ὑγιεῖς ἐξαπέλυες. Δι’ αὐτῆς καὶ νῦν ἡμᾶς τοὺς ἑορτάζοντάς σου τὴν ἁγίαν μετάστασιν εὐλόγησον, καὶ ἐνίσχυσον, ἐν γνώσει ὁδεύειν τὴν τεθλιμμένην ὁδόν, ὅπως διαπλεύσαντες τὸ τοῦ βίου μέγα πέλαγος, εἰς τὴν οὐράνιον ἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων εὐφραινομένων ἐν Χριστῷ τῷ Θεῷ ἡμῶν, κατοικία προητοίμασαι.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐκ βρέφους ἠγάπησας τὸν Πλάστην σου καὶ Θεόν, εἰς Ὃν καθιέρωσας σαυτὸν μακάριε, καὶ τήξας τὸ σῶμά σου, ἀκροτάτῃ ἀσκήσει, ἐν ὀπαῖς καὶ σπηλαίοις, ἐκάλλυνας τῆς ψυχῆς σου τὴν εὐγένειαν ὅθεν, ἡ Τριὰς ἐν σοὶ ἡ Ἁγία, παμμάκαρ Ἰωάννη ἐνώκησε.
Δόξα. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τὴν χεῖρα κεκτημένοι παμμάκαρ τὴν δεξιάν σου, πλοῦτον ἡμῶν ἀναφαίρετον, ἐν ψυχῆς εὐφροσύνῃ, κυκλοῦντες τὴν πάντιμον σορόν, καὶ πόθῳ ἀσπαζόμενοι αὐτήν, θεσπέσιε Ἰωάννη Πατὴρ ἡμῶν, βοῶμέν σοι κραυγάζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἐνισχύσαντι, δόξα τῷ σὲ ἰαμάτων πηγὴν ἡμῖν ἀναδείξαντι.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.


ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ μνήμη σου Ὅσιε τῇ Ἐκκλησίᾳ Χριστοῦ, ἀνέτειλε πάμφωτος, περιαυγάζουσα, πιστῶν τὰ συστήματα, φαειναῖς φρυκτωρίαις, τῶν θαυμάτων σου Πάτερ, ἅπερ πλουσίως νέμεις, τοῖς προστρέχουσι πόθῳ,  καὶ προσαιτουμένοις τὴν λύσιν, τῶν νόσων ψυχῆς καὶ σώματος.
 Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ταχὺ δέξαι Δέσποινα τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία Πανάχραντε, λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σκέδασον τὰς ἐνέδρας, καὶ τὰ θράση Παρθένε, τῶν νῦν ἐφοπλιζομένων, κατὰ τῶν δούλων σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τῇ σορῷ τῆς ἁγίας χειρός σου Ὅσιε, προσπελάζοντες πόθῳ οἱ συνεχόμενοι, ἀδοκήτοις πειρασμοῖς παθῶν καὶ θλίψεων, καὶ ἀσπαζόμένοι αὐτήν, εὑρίσκομεν ἀπαλλαγήν, καὶ ἰατρείαν ἐν πᾶσι, εὐχαριστοῦντες τῷ δόντι, τὴν χάριν ταύτην σοὶ ἀοίδιμε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ταχεῖάν σου σκέπην καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύματα Ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε. Οἶδα γὰρ οἶδα Παρθένε, ὅτι ἰσχύεις ὅσα καὶ βούλεσαι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀπαθείᾳ τὸν νοῦν σου προκαθαρθείς, ἐν σχισμαῖς καὶ σπηλαίοις ἐρημικοῖς, ὡμίλησας Ὅσιε, τῷ Θεῷ Παντοκράτορι, παρ’ οὗ τὰς ἐλλάμψεις τὰς θείας δεξάμενος, ὀπτασιῶν ἐνθέων, πλουσίως ἠξίωσαι· ὅθεν καὶ θαυμάτων, ποταμὸς ἀνεδείχθης, ἰάσεις δωρούμενος, τοῖς πιστῶς σοι προστρέχουσιν, Ἰωαννη θαυματουργέ, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
 Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ Χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεί με ἐξαίρουσα. Ὅθεν ὡς ἐκ μέσου, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι· Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.


Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθε ὁ φθόγγος τῶν κατορθωμάτων σου· δι’ ὧν ἐν τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου, τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παῤῥησίαν οὖν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου.
ᾨδὴ α. Ἦχος πλ.δ΄. Ἁρματηλάτην Φαραώ.
Τῷ τοῦ Δεσπότου θρόνῳ παριστάμενος, ἀνάπλεως τοῦ φωτός, τοῦ ἐπουρανίου, Ἰωάννη Ὅσιε, ἀκτῖνά μοι κατάπεμψον, τοῦ φωτίσαι τὸν νοῦν μου, σκότους ἀνάπλεων, ὅπως ἂν ὕμνοις καταστέψω τοὺς ἄθλους σου.
Ὅλον ἐκ βρέφους τῷ Θεῷ ἀφωρισας, σαυτὸν μακάριε, φόβῳ καὶ ἀγάπῃ, τούτου τὰ ἐντάλματα, τηρῶν μὴ λογιζόμενος, τὴν κακίαν τοῦ φθόνου, ὑποκριτὴν ὀνομάζουσα, σὲ τῶν ἀρετῶν τὸ κειμήλιον.
Τὴν τοῦ Σωτῆρος ἐντολὴν μακάριε, τὴν χρίουσαν φαεινῶς, τοὺς τελείους ὅλῃ, τῇ ψυχῇ ἐπλήρωσας, καὶ νείμας τὴν οὐσίαν σου, ἐν χερσὶ τῶν πενήτων, χαίρων ἐδέξω τὸ ἅγιον, Σχῆμα Ἰωάννη θεόκλητε.
Θεοτοκίον.
Δέσποινα Κόρη τῶν Ἀγγέλων Ἄνασσα, ἡ τοῦ ἐλέους πηγή, τῆς ἀγαθωσύνης, πέλαγος ἀπέραντον, δυσώπησον τὸν Κύριον, καὶ Υἱόν Σου ἐν χώρᾳ, ζώντων συντάξαι τὰ πνεύματα, τῶν κειμένων ὧδε παρθένων Σου.












Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ταπεινώσει τρισμάκαρ προκαθαρθεὶς ἄριστα, καὶ ὑπακοῇ διαπρέψας, θείων ἠξίωσαι, ὀπτασιῶν θαυμαστῶς· δι’ ὧν ἀνῆλθες εἰς ὄρος, μόνος ὡς εἰς ἄλλο Καρμήλιον.
Προσευχαῖς καὶ νηστείαις τὴν τῶν παθῶν ἔσβεσας, φλόγα ἐξανάψας ψυχῆς σου φλόγα τὴν καίουσαν, ἐν ἀστραπαῖς φαειναῖς, ἀπὸ τῆς θείας ἀγάπης, ὥσπερ ἄλλος ἥλιος, θάλπων τὴν ἔρημον.
Ἄσκευος καὶ ἀκτήμων ἔσχες τροφὴν ἄσκευον, τὰς ἀγρίας Πάτερ βοτάνας, καὶ ὡς ὁ Πρόδρομος, ἀσκεύῳ ἐν δέρματι, ἐνδεδυμένος διῆγες, ὡς ἐρημικὸν καλλιέρημα.
Θεοτοκίον.
Τῶν Ἀγγέλων Κυρία ὦ συμπαθὴς Δέσποινα, δέξαι ἱκεσίας Σῶν δούλων, ἅσπερ προσάγαγε, Υἱῷ Σου Μονογενεῖ, ὅπως ψυχὰς ἀναπαύσῃ, τῶν ἀπελθουσῶν ἀδελφῶν ἡμῶν.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Τῆς ἐρήμου τὸ ἄνθος τὸ θαυμαστόν, τῶν σχισμῶν καὶ σπηλαίων τὸν οἰκιστήν, τὸν  μέγαν ὑμνήσωμεν, Ἰωάννην τὸν φύλακα, ἡμῶν καὶ κηδεμόνα, ἐν πάσας συμπτώσεσιν, ἐν στερήσει τροφέα, ἰατῆρα δὲ κράτιστον· οὗτος γὰρ ἐν ἄκρᾳ, διαπρέψας ἀσκήσει, ῥωσθεὶς τὴν διάνοιαν, τῶν θαυμάτων ἐδέξατο, ἐκ Θεοῦ τὴν ἐνέργειαν, δαίμονας ἐλαύνει γοργῶς, ἀνιάτων δὲ νόσων συμπτώματα, τῶν αὐτῷ προσιόντων, θεραπεύει ἑκάστοτε.
 Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην Πανάμωμε, ἁμαρτιῶν τε φόρτῳ φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾅδου πεσεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ Σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, τὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω Σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν· Σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός Σου.












ᾨδὴ δ΄ Σύ μου ἰσχύς.
Σοῖς ὀφθαλμοῖς, ὕπνον οὐκ ἔδωκας Ὅσιε, σοῖς κροτάφοις, νυσταγμὸν οὐδέποτε, διηνεκῶς, πλήττων τὸν σατάν, διὰ πολιτείας ἀμέμπτου καὶ δι’ ἀσκήσεως, ἐν ἄκρᾳ ταπεινώσει, ἐν ταῖς νίκαις κραυγάζων· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Σχῆμα ληστῶν, ποτὲ λαβόντες οἱ δαίμονες, ἐν τῷ ὄρει, πάλην συνεκρότησαν, καὶ τυψαντές σε ὀδυνηρῶς, ἐξεβίαζόν σε, την ἐρημίαν ἀρνήσασθαι· πλὴν σὺ ὢν τετρωμένος, τῷ πόθῳ τοῦ Δεσπότου, εἰς τῆς Ῥίλας ἔβης τὴν πανέρημον.
Τὴν ἀρετήν, οὐκ ἔδει ὄντως καλύπτεσθαι, ἐν ἐρήμῳ· ὅθεν ὁ πανάγαθος, Θεὸς τῶν δώρων ὁ χορηγός, πηγὴν ἰαμάτων καὶ θαυμασίων σε ἔδειξε, τοῖς δεομένοις πᾶσι, καὶ ἡ ἄγονος χώρα, παραδόξως τροφήν σοι ἐβλάστησε
Θεοτοκίον.
Οὐδείς ποτέ, ἐπὶ τῆς γῆς ἀναμάρτητος, οὐδεὶς μώμου, εὔσπλαγχνε ἀμέτοχος, τῶν ἐν σαρκί, ζώντων ἐπὶ γῆς· διὸ ὡς Δεσπότης, τᾶς κοιμηθείας παρθένους Σου, ἀπάλλαξον ἁπάσας, δικαίας καταδίκης, ταῖς πρεσβείαις τῆς Σῆς Θεομήτορος.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Βασιλεῖ ἐκζητοῦντι, νουθεσίας προφρόνως ἐπέστειλας, εἰ τὴν Βασιλείαν, τὴν ἀσάλευτον ποθεῖ προσκτήσασθαι, σὺν τῇ εὐσεβείᾳ, ἐλέει τε καὶ συμπαθείᾳ, βασιλικοῖς κοσμηθήτω χαρίσμασι.
Σὲ προστάτην τρισμάκαρ, πρὸς Θεὸν κεκτημένοι καὶ πρέσβυν ἄγρυπνον, ἐκ παντὸς κινδύνου, καὶ ποικίλων νόσων ἐκλυτρούμεθα· καὶ γὰρ ὁ Δεσπότης, μετ’ εὐμενείας ὑπακούει, τῶν πιστῶν αὐτοῦ δούλων τὴν δέησιν.
Δαιμονῶντας ἰάσω, τῇ τῆς δεξιᾶς σου ἀφῇ καὶ ταῖς σαῖς εὐχαῖς· νῦν δ’ ἡμᾶς θεόφρον, κεκτημένους αὐτὴν ἐν σεπτῇ σορῷ, καὶ ἀσπαζομένους, θυμοῦ καὶ ταραχῆς παντοίας, ἐλευθέρωσον ταῖς ἱκεσίαις σου.
Θεοτοκίον.
Παρὰ Σοὶ παντοκράτος, ὡς προέφης μοναὶ πολλαὶ πέλουσιν, ἔνθα τὸ ἄδυτον τῆς θεότητος φέγγος, καὶ τρυφῆς ὁ χειμάῤῥὀυς ὁ ἄπαυστος· ἐν αὐταῖς οὖν Σῶτερ, ταῖς τῆς Μητρός Σου ἱκεσίαις, τὰς προκοιμηθείσας παρθένους σύνταξον.








ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἠγάπησας τὸν Θεόν, ἐν ὅλη τῇ διανοίᾳ σου, καὶ ἐκκολήθης αὐτῷ, ὅλῃ τῇ ἰσχύϊ σου· διόπερ ἀνάπαυσιν εὗρες Ἰωάννη, ἐν τῇ πόλει τοῦ Θεοῦ ἡμῶν.
Ἐν ἀκηδίαις στιγμαῖς, οὐδόλως ὠλιγοψύχησας, βιάζων δὲ σεαυτόν, ὥσπερ ὁδοιπόρος τις πορείαν στελλόμενος, ἀπωτάτην Πάτερ, τοῦ σκοποῦ σου οὐκ ἐξέφυγες.
Τοῦ βήματος τοῦ φρικτοῦ, ἐμνημονεύων ἀείποτε, συνέστελλες σεαυτόν, προς πᾶσαν ὑπόμνησιν, ἀνέσεως Ὅσιε· ὁ ἁγνὸς γὰρ φόβος, τοῦ Κυρίου ἐστὶν ἄπαυστος.
Θεοτοκίον.
Βασίλισσα οὐρανοῦ, καὶ γῆς ὑπάρχεις πανάχραντε· διὸ πρὸς τὸν Σὸν Υἱόν, καὶ Κτίστην τοῦ σύμπαντος, ψυχὰς τῶν παρθένων Σου, τῶν κεκοιμημένων, σεσωσμένας συνεισάγαγε.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὐψωθείς.
Ταῖς τῶν δακρύων σου κρουνοῖς ἀεννάοις, ἐν τῇ ἐρήμῳ διαιτώμενος μάκαρ, τὴν ψυχικήν σου αὔλακα, κατήρδευσας λαμπρῶς· ὅθεν ἀνεβλάστησε, θείων ἔργων τὸν στάχυν, ἀκμαῖον κατευφράναντα, τὸν τῶν ὅλων Δεσπότην, ὃς σὲ ἠμείψατο πλουσίως ὡς Θεός, πηγὴν θαυμάτων, ἡμῖν ἀναδείξας σε.
Ὁ Οἶκος.
Οἶδα καλῶς ὅτι πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι καταβαῖνον παρὰ τοῦ Πατρὸς τῶν φώτων· οὗπερ ἐγὼ ταῖς πολλαῖς ἁμαρτίαις κατέστησα ἑμαυτὸν ἀνάξιον. Ὅμως ὦ θεοφόρε Ἰωάννη, ἐπιποθοῦντι τελείως ὑμνῆσαι την θαυμαστὴν βιοτήν σου, δός μοι φῶς καὶ ἰσχύν, ὡς τοῦ ἐλεήμονος Θεοῦ παντέλειος μιμητής. Καὶ γὰρ καθάρας σαυτὸν δι’ ἀκροτάτης ἀσκήσεως, προσεκτήσω ἀνόθευτον τὴν πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον ἀγάπην, ὑπὲρ οὗ καὶ μετὰ θάνατον ἄπειρα ἐκχέεις τὰ ἐλέη σου, τοῖς μετὰ πίστεως προσερχομένοις, τῇ ἱερᾷ τῶν λειψάνων σου σορῷ. Εὐαρεστήσας γὰρ τελείως τῷ Θεῷ, ἔλαβες τελείαν τὴν ἀντάμειψιν. Αὐτὸς γὰρ ὁ μεγαλόδωρός ἐστιν, ὁ πηγὴν θαυμάτων ἡμῖν ἀναδείξας σε.











Συναξάριον
Τῇ ΙΘ΄ τοῦ αὐτοῦ μηνός, ὁ Ὅσιος Ἰωάννης ὁ θαυματουργός, ὁ κατὰ τὸ ὄρος τοῦ Ῥίλα ἀσκήσας, καὶ τὴν ἐκεῖσε μονὴν οἰκοδομήσας, ἐν εἰρήνῃ τελειοῦται.
Κτίτωρ Μονῆς σύ, ὦ Ἰωάννη Ῥίλας,
Δειχθεὶς κατοικεῖς νῦν Μονὰς τὰς ἐν πόλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωήλ.
Ὁ γῆς Ἰωὴλ ἐκτραγῳδήσας πάθη,
Μετῆλθεν ἐκ γῆς εἰς τόπον κρείττω πάθους.
Οὗτος, ἦτο ἐκ τῆς φυλῆς τοῦ Ῥουβίμ, ἐκ τοῦ ἀγροῦ τοῦ καλουμένου Μεθομοῤῥῶν. Ἑρμηνεύεται δὲ Ἰωήλ, κατὰ μὲν τὸν παλαιὸν συναξαριστήν, ἀγάπη Κύρίου, ἢ ἀρχή, ἢ ἀπαρχὴ Θεοῦ· κατὰ δὲ τὸν νεώτερον ἑρμηνευτήν, ὁ Γιαχβὲ εἶναι ὁ Θεός. Ἀπορίας ἀξιον εἶναι ὁ ἀκριβὴς χρόνος τῆς δράσεως τοῦ ἐνδόξου τούτου Προφήτου. Ἄλλοι τὸν τοποθετοῦν ἐπὶ τῆς βασιλείας τοῦ Ἰωὰς 836-797 π.Χ. καὶ ἄλλοι μετὰ τὴν βαβυλώνιον αἰχμαλωσίαν.
Εἰς δύο μέρη χωρίζεται ἡ θεόγραφος βίβλος αὐτοῦ. Εἰς μὲν τὸ πρῶτον περιγράφει ὁ Προφήτης τὴν φοβερὰν μάστιγα τῆς ἀκρίδος καὶ παρακινεῖ λαὸν καὶ ἱερεῖς εἰς μετάνοιαν· Πενθεῖτε, οἱ Ἱερεῖς οἱ λειτουργοῦντες θυσιαστηρίῳ Κυρίου (κεφ 1,9). Ἁπάντας κατοικοῦντας γῆν εἰς οἶκον Θεοῦ ὑμῶν καὶ κεκράξετε πρὸς Κύριον ἐκτενῶς (Κεφ. 1, 14). Τῆς γῆς, λοιπόν, ἐκτραγωδήσας πάθη, ἤγαγε τὸν λαὸν εἰς μετάνοιαν καῖ οὕτω παύει ἡ ὀργὴ τοῦ Κυρίου. Εἰς δὲ τὸ δεύτερον καὶ σπουδαιότερον μέρος εὐαγγελίζεται πάσης σάλπιγγος εὐηχότερον τὴν ἔνσαρκον ἔλευσιν τοῦ Θεοῦ Λόγου, καὶ τὴν κάθοδον τοῦ Ἁγίου Πνεύματος ἐπαγγέλλεται· Καὶ ἔσται μετὰ ταῦτα καὶ ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται (Κεφ. 3, 1). Ἐπίσης ἀναγγέλλει τὸ σωτήριον πάθος καὶ τὴν Δευτέραν Παρουσίαν τοῦ Σωτῆρος· Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ (Κεφ. 3, 4)
Καὶ ταῦτα προφητεύσας, ἀπέθανε καὶ ἐτάφη εἰς τὴν ἰδικήν του γῆν μετὰ τῶν πατέρων αὐτοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐάρου καὶ τῶν σὺν αὐτῷ ἐκ τῆς ἐρήμου ἕξ Ὁσιομάρτυρες.
Ξεσμοὺς ἀπείρους καρτεροῦντος Οὐάρου,
Σατὰν πλάνης ἔξαρχος Οὐαὶ μοι! λέγει.
Ἀσκητικῶς ζήσαντες ἄνδρες ἅμα,
ἀθλητικῶς θνήσκουσιν ἐκ ξίφους ἅμα.
Οὗτος, ἐπὶ Μαξιμιανοῦ τοῦ βασιλέως ἦν, στρατευόμενος ἐν Αἰγύπτῳ, γένους ὢν ἐπισήμου καὶ λαμπροῦ καὶ εὐσεβοῦς. Ἐγκλεισθέντων δέ τινων Ἁγίων, ἑπτὰ τὸν ἀριθμόν, ἐπὶ χρόνον πολύν, ἐπιμελεῖτο αὐτῶν ὁ Ἅγιος καθ’ ἑκάστην. Ἑνὸς δὲ τῶν ἑπτὰ ἀναπαυσαμένου, κατέταξεν ἑαυτὸν ὁ Ἅγιος ἀντ’ ἐκείνου· καὶ πρὸς τὸν ἡγεμόνα μετὰ τῶν λοιπῶν ἀχθείς, τύπτεται ῥοπάλοις, καὶ ἐπὶ πολὺ ξέεται τὰς πλευράς, καὶ ἐν αὐταῖς ταῖς βασάνοις ἐπὶ πέντε ὥραις παραταθείσαις, τὴν ψυχὴν τῷ Κυρίῳ ἀποδίδωσι.






Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Κλεοπάτρας.
Κλέος ποθοῦσα θεϊκὸν Κλεοπάτρα,
ἀξίως εὗρε τὴν πλήρωσιν τοῦ πόθου.
Ἡ ὁσία Κλεοπάτρα ὕπηρξε πλουσία, καὶ τῶν ἐπισήμων πρώτη, καταγομένη ἐκ τῆς ἀγνώστου σήμερον κωμοπόλεως Σύρα, ἤ κατ᾿ἄλλην ἔκδοσιν, Ἔδρα παρὰ τὸ Θαβώριον ὅρος τῆς Παλαιστίνης. Αὕτη, μετὰ τὸν θάνατον τοῦ συζύγου τῆς ἦλθεν εἰς Αἴγυπτον, εὑρεθεῖσα δὲ εἰς τὸν τόπον τοῦ μαρτυρίου τοῦ Ἁγίου Οὐάρου, ἔλαβε τὸ Ι. Λείψανον τοῦ, τὸ ὁποῖον κατ’ ἀρχὰς ὑποκάτω τῆς κλίνης αὐτῆς ἔκρυψε. Ἔπειτα, μετεκόμισε τοῦτο εἰς τὸ χωρίον τῆς, ὅπου τὸ ἀπέθηκεν εἰς τὸν τάφον τοῦ πάππου τῆς, καθ᾿ ἑκάστην δὲ ἐθυμία περὶ τὸν τάφον. Πολλοὶ ἀσθενεῖς προσερχόμενοι εἰς τὸν τάφον τοῦ μάρτυρος θεραπεύοντο. Εἰς τιμὴν τοῦ ἁγίου Ὀυάρου ἡ ὁσία Κλεοπάτρα ἀνήγειρε ναόν, πολλὰ δαπανήσασα καὶ παντὶ τῷ κόσμῳ αὐτὸν κοσμήσασα, μετέφερε δὲ εἰς αὐτὸν τὸ Ἱ.Λείψανον ἐπὶ παρουσία τοῦ ἐπισκόπου, τῶν ἱερέων, καὶ τοῦ λαοῦ. Ὁ υἱὸς τῆς μακαρίας Κλεοπάτρας δωδεκαετὴς Ἰωάννης, ἐτοιμαζόμενος διὰ στρατιωτικὴν ὑπηρεσίαν, ἐγένετο ἀντικείμενον ἰδιαιτέρας φροντίδος τῆς μητρός του, ἡ ὁποία ἱκέτευε τὸν μάρτυρα Οὔαρον νὰ βοηθήσῃ τὸν υἱόν της, ἀλλ᾿ ὁ Ἰωάννης ἀπέθανε.
Ἡ ὁσία Κλεοπάτρα προσέπεσεν εἰς τὸν τάφον τοῦ μάρτυρος καὶ μετὰ τίνος παραπόνου ἀνέκραξε: «Ἐγὼ τόσους κόπους κατέβαλα διὰ σὲ τὸν μάρτυρα καὶ σύ μου ἀφήρεσες τὸν υἱόν μου;». Καθ’ ὕπνους ὁ μάρτυς Οὔαρος κρατῶν τὴν χεῖρα τοῦ Ἰωάννου, ἐνεφανίσθη εἰς τὴν Κλεοπάτραν καὶ εἶπε: «Διατί, ὁ γύναι, κραυγάζεις ἐναντίον μου ; ·Ἐγὼ ἔλαβον τὸν υἱόν σου διὰ τὸν στρατὸν τοῦ οὐρανίου Βασιλέως». Ὁ δὲ Ἰωάννης εἶπεν εἰς τὴν μητέρα τοῦ: Διατί κραυγάζεις οὕτω, μῆτέρ μου; Ἐγὼ εὑρίσκομαι παρὰ τῷ Βασιλεῖ Χριστῷ, καὶ μετὰ τῶν Ἀγγέλων παρίσταμαι ἐνώπιόν Του. Ἀκούσασα τοῦτο ἡ ὁσία Κλεοπάτρα ἀνέκραξε: «Λάβετε καὶ ἐμὲ διὰ νὰ εἶμαι μαζύ σας». Ὁ μάρτυς Οὐαρος ἀπήντησεν ὅτι θὰ τελευτήσῃ μετά τινα χρόνον. Καὶ ἡ ὁσία Κλεοπάτρα μετὰ χαρᾶς ἔθαψε τὸν υἱόν της, διένειμε τὴν περιουσίαν της εἰς τοὺς πτωχούς, καὶ ἡ ἰδία ἐτελεύτησεν ἐν εἰρήνῃ ἐν Παλαιστίνῃ μετὰ ἑπτὰ ἔτη (μετὰ τὸ 319), ἐτάφη δὲ ἐν τῷ ναῷ τοῦ μάρτυρος Οὐάρου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαδώθ, καὶ τῶν σὺν αὐτῷ εἴκοσι καὶ ἑκατὸν Μαρτύρων, ἐν Περσίδι τελειωθέντων.
Σαδὼθ ὁ θεῖος τὴν κάραν τμηθεὶς ξίφει,
Θεοῦ Σαβαὼθ νῦν παρίσταται θρόνῳ.
Δεκὰς δεκαπλῆ Μαρτύρων συμμαρτύρων,
Καὶ δὶς δέκα θνῄσκουσι πληγέντες ξίφει.
 Βασιλεύοντος Σαβωρίου ἐν τῇ τῶν Περσῶν χώρᾳ, ὁ Ἅγιος Σαδώθ ἐκεῖσε ὤν, ἐν μιᾷ τῶν ὑπὸ τὴν βασιλείαν αὐτοῦ ἐνορίᾳ, καὶ τὸν τοῦ Χριστοῦ λαὸν ἐκδιδάσκων τὰ εἰς ψυχικὴν ὠφέλειαν συντείνοντα, τινὰς δὲ καὶ τῶν Περσῶν βαπτίζων, διεβλήθη τῷ βασιλεῖ· καὶ προσαχθεὶς αὐτῷ, καὶ μὴ πεισθεὶς προσκυνῆσαι τῷ Ἡλίῳ καὶ τῇ Σελήνῃ, τῷ τε ὕδατι καὶ τῷ πυρί, πρῶτον μὲν τύπτεται ῥάβδοις· εἶτα τέμνεται ἀπὸ τοῦ μετώπου ἄχρι τῶν ὀνύχων, καὶ ἀφαιρεῖται ἀπὸ τοῦ δέρματος αὐτοῦ λῶρον ἕνα, ἔχοντα τεσσάρων δακτύλων πλάτος· καὶ αὖθις βουνεύροις τύπτεται, καὶ ἐπ’ ἀκανθῶν καὶ σκολόπων κυλίεται, καὶ εἰς κοχλίαν αὐτὸν ἀποσφίγγουσι. Ταῦτα δὲ πάντα γενναίως ὑπομείνας, τὸν βασιλέα πλέον ἐξέμηνε.
Βληθεὶς δὲ εἰς φυλακήν, πάλιν ἄγεται εἰς ἐρώτησιν. Ὑγιὴς δὲ εὑρεθεὶς ἐν ὅλῳ τῷ σώματι, ἐκρεμάσθη κατὰ κεφαλῆς, καὶ ὀβελίσκοις πεπυρακτωμένοις κατατριτώσκεται ὅλον τὸ σῶμα. Καὶ ἐπεὶ ὁ Ἅγιος εἰς οὐδὲν ταῦτα ἐλογίζετο, ἤκουσε δὲ καὶ τοῦ βασιλέως ἐπαπειλοῦντος, ὅτι ἔμελλε σκορπίσειν τὰ μέλη τούτου: Πιστεύω τῷ Θεῷ μου, ἀντέφησεν, ὅτι οὕτω διαμεριοῦνται οἱ χριστιανοὶ τὰ λείψανά μου· καὶ ὃς ἐὰν ἐπικαλέσηται τὸν Θεὸν ἐν τῷ ὀνόματί μου, σωτηρίαν εὑρήσει· καὶ παρευθὺς τὴν γλῶτταν τέμνεται. Ὄμματα δὲ καὶ χεῖρας εἰς οὐρανὸν ἐκτείνας, καὶ καθ’ ἑαυτὸν προσευξάμενος, φωνῆς ἐξ οὐρανοῦ ἤκουσε λεγούσης: Ἡ αἴτησίς σου πεπλήρωται, καὶ ἰδοὺ ἔσῃ λαλῶν· καὶ φυείσης αὐτῷ γλώσσης ἑτέρας, ἐδόξαζε τὸν Θεόν. Ταῦτα βλέποντες οἱ λαοί, ἐξεπλήσσοντο, καὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἄνδρες χίλιοι ἑβδομήκοντα, καὶ ἕτεροι διακόσιοι.
Ἰδὼν δὲ ὁ βασιλεύς, ὅτι πολλοὶ δι’ αὐτοῦ προσέρχονται τῷ Χριστῷ, ξίφει τὴν κεφαλὴν αὐτοῦ ἀποτμηθῆναι προσέταξεν. Ἐπεὶ δὲ καὶ ἕτεροι οὐκ ὀλίγοι ἀνεβόησαν λέγοντες: Βασιλεῦ, καὶ ἡμεῖς Χριστιανοὶ ἐσμέν· καὶ κατ’ αὐτῶν ἀπεφήνατο· καὶ λαβόντες αὐτοὺς οἱ στρατιῶται, ἀπήγαγον ἐπὶ τὸν τῆς σφαγῆς τόπον· καὶ προσευξάμενος ὁ Ἅγιος, καὶ κατασφραγίσας αὐτούς, ὄντας τὸν ἀριθμὸν ἑκατὸν εἴκοσι, αὐτὸς πρῶτος ἀπετμήθη τὴν κεφαλήν, καὶ καθεξῆς οἱ λοιποί.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μνάσωνος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Λεόντιος ὁ φιλόσοφος, ἐν εἰρήνῃ τελειοῦται.
Σὺ καὶ λογισμοὺς ζῶν νόθους ἦγξας Πάτερ,
Καὶ συλλογισμῶν γνοὺς τέχνην ἀπηλλάγης.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Φῆλιξ πρεσβύτερος καὶ Εὐσέβιος διάκονος ξίφει τελειοῦνται.
Τομὴν κεφαλῶν Εὐσέβιος καὶ Φίληξ,
Φίλην δι’ εὐσέβειαν, ὤ πῶς ἠγάπων!

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Φριντεσγουΐντ (Frideswide) τῆς Ὀξφόρδης
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ηὔξαι μακάριε περάναι, τὴν ζωὴν αὐτοῦ συγγενικόν σου παῖδα· προεγνὼς γὰρ αὐτόν, ἄσωτον ἀποβῆναι· διὸ καὶ ὀφιόδηκτος, ἐτερμάτισε τὸν βίον.
Δέξαι μου Ὅσιε τοὺς ὕμνους, οὓς προσάγω σοι ἀπὸ βαθέων στέρνων, καὶ πρόσθητι ἐμοῦ, τοῦ κόσμου ἐκδημοῦντος, διώκων τὰ τελώνια, μακρὰν ἀπὸ τῆς ψυχῆς μου.
Ἴνδαλμα γέγονας θεόφρων, ἀκροτάτης ἀσκήσεως τοῖς πᾶσι· διόπερ ἱκέτευω Σε, γενέσθαι μου προστάτην, δωροῦντά μοι ὑπομονήν, ἐν στερήσεσι καὶ πόνοις.
Θεοτοκίον.
Ὅταν Κυρία τῶν Ἀγγέλων, ἡ τῆς Κρίσεως περιηχήσῃ σάλπιγξ, ἐν τῇ σιγῇ ἐκείνῃ τοῦ ἡμιωρίου, ἱκέτευσον τὸν Σὸν Υἱόν, ὑπὲρ τῶν μοναζουσῶν Σου.







ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Διεφημίσθης Ὅσιε, ἐν τοῖς πέριξ ὁ βίος σου, καὶ ἡ θαυμαστή σου, παῤῥησία προσάγουσα, ην ἔσχες πρὸς Κύριον· διὸ συνέῤῥεον ἐν χαρᾷ, οἱ ἐπιποθοῦντες, τὴν αὐτῶν σωτηρίαν, μεθ’ ὧν νῦν ἀναμέλπεις, ἐν οὐρανοῖς κραυγάζων· λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Εἰς δόξαν ἀνυπέρβλητον, ἡ μονή σου ἐξέλαμψε, τοῦ Χριστοῦ σὲ Πάτερ, ὥσπερ φάρον φαίνοντα, ἐν αὐτῇ προτάξαντος, τῷ θάμβει τῶν θαυματουργιῶν, τῶν διὰ σοῦ τελουμένων· καὶ γὰρ τῶν ἰωμένων, ἡ φωνὴ περιήχει, ὑμνοῦμεν εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Κάμπτων τὸ γόνυ Ὅσιε, τῆς σοροῦ σου κατέναντι, ἐν δακρύων ὄμβροις, ἐξομολογοῦμαί σοι, ἴδε τῆς ἀσθενείας τῆς ταλαιπώρου ἐμεῆς, ψυχῆς τῆς ἐκ τῶν παθῶν, κινδυνευούσης εἰς τέλος, καὶ σῶσόν με ἀῤῥήτως, ὡς μοναχὴν ἐῤῥύσω, ἀπὸ φρικτοῦ θανάτου, ἐκ τῆς αἱμοῤῥαγίας.
Θεοτοκίον.
Παρθένε πανακήρατε, παρθενίας ἀπάνθισμα, τῶν παρθένων μόνη βεβαία ἀντίληψις, ἡ στήλη ἡ ἔμψυχος, σωφροσύνης ἱκέτευε, τὸν Ἅγιον Ἁγίων, καὶ Υἱόν Σου καὶ Πλάστην, χορῷ τῷ τῶν Ἁγίων, ψυχὰς τῶν τῆς Μονῆς Σου, παρθένων κατατάξαι, φωτὶ ἐν ἀνεσπέρῳ.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Τὸν κύκλον παροδεύσας τὸν τῆς ζωῆς, Ἰωάννη τῆς Ῥίλας μακάριε, ἀπὸ παιδός, ἀγωγαῖς ἀσκήσεως παιδευθείς, μέγας ἐδείχθης πρόβολος, πᾶσι τοῖς θεόπταις ἡσυχασταῖς· διὸ προγνοὺς τὴν ὥραν, τῆς σῆς ἀποδημίας, ἀπῆλθες εὐλογῶν σου τοὺς μαθητάς.
Ἀῤῥήτου εὐωδίας πνευματικῆς, ἐπληροῦτο ἡ ἔρημος Ἅγιε, ἐπὶ πολύ, μετὰ τὴν τοῦ σκήνους σου ἐκφοράν, σημεῖον ἁγιώτατον, τῆς ἡγιασμένης σου βιοτῆς, ἡ θεία καὶ γὰρ Χάρις, τῶν ἐν Χριστῷ ζησάντων, καὶ τοῖς λειψάνοις διεκκέχυται.
Ἡ μνήμη σου τρισμάκαρ ἡ ἱερά, τῆς Χριστοῦ Ἐκκλησίας ανέτειλε, πλήρης χαρᾶς, πλήρης εὐωδίας ἀσκητικῆς, σκιρτάτωσαν οἱ πάσχοντες, κροτείτωσαν χεῖρας οἱ μονασταί, οἱ μὲν γὰρ ἰατῆρα, σωμάτων εὗρον θεῖον, οἱ δὲ ψυχῶν τὸν παρακλήτορα.
Τὴν χεῖρά σου πλουτοῦντες τὴν δεξιάν, Ἰωάννη πανθαύμαστε Ὅσιε, ἐν τοῖς δεινοῖς, πᾶσι καταφεύγομεν πρὸς αὐτήν, καὶ πόθῳ ασπαζόμενοι, ἀπαντλοῦμεν θάῤῥος τε καὶ ἰσχύν, ἐν ἀσθενείαις ῥῶσιν, ἐν τοῖς κινδύνοις ῥύσιν, καὶ ἐν ἀνάγκαις ἀνακούφισιν.
Θεοτοκίον.
Κυρία τῶν Ἀγγέλων καταφυγή, τῶν ψυχῶν ἡμῶν μόνη θεόσδοτος, ἀντιλαβοῦ, ἔκτεινον τὴν χεῖρα τὴν κραταιάν, πρὸς τὸν Υἱόν Σου ἄχραντε, ὑπὲρ ἀναπαύσεως τῶν ψυχῶν, παρθένων τῆς Μονῆς Σου, τῶν ὧδε τεθαμμένων, τῶν ζησασῶν ἐν ἁγιότητι.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τοῦ κόσμου τὴν προσπάθειαν, ἐναποῤῥίψας Ὅσιε, στενήν τε καὶ τεθλιμμένην, τρίβον διήνυσας ὅθεν, εἰς πλάτος ἀναπαύσεως, κατέστης εὐφραινόμενος, ἔνθα Ὁσίων τάγματα, σὺν ἅπασι τοῖς δικαίοις, ἀγάλλονται αἰωνίως.
Θεοτοκίον.
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγεννημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησε, καὶ ὁ Υἱός ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν Σοι Κόρη, ἀνέδειξε Θεοτόκον.

Αἶνοι. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Ὁ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἐπ’ ὤμων αἴρων, καὶ τούτου τοῖς ἴχνεσι, σοφῶς ἑπόμενος, τοῖς φοιτηταῖς σου ἐκέκραγες, ἐπὶ τῆς Ῥίλας, Μονὴν ἱδρύσας τὴν πολυθαύμαστον· ἐμοὶ τῷ Σταυρῷ Χριστοῦ, κόσμος ἐσταύρωται, σὺν ταῖς τρυφαῖς καὶ τερπνότησι, κἀγὼ τῷ κόσμῳ, ἐναποκόπτων πᾶσαν προσπάθειαν· ὅθεν ὁ θέλων τὴν ψυχὴν αὐτοῦ, περισῶσαι εἰς δόξαν οὐράνιον, ἐν τῷδε οὗτος τῷ κόσμῳ ἀπολέσει τὴν ψυχὴν αὐτοῦ. (Δίς)

Ὁ ἐκνικήσας λαμπρῶς καὶ θριαμβεύσας, ὥσπερ ὁ Ἀντώνιος, ἐχθροῦ τὰ ἔνεδρα, ἐν τῇ ἐρήμῳ διαβιῶν, συνῆψας πάλην, κατὰ πνευμάτων τοῦ σκότους Ὅσιε, ἅπερ σὲ κατέῤῥιπτον κατὰ τῆς πέτρας σφοδρῶς, τοῦ ἀπολέσαι τὸ σῶμά σου, πλὴν σὺ ἐπαίρων, τὸν τοῦ Κυρίου Σταυρὸν ἀνέβαινες, ἐπὶ τῆς ἄκρας· διὸ Ἄγγελος, τῶν δαιμόνων τὰ στίφη διέλυσε, καὶ οὐράνιον ἄρτον, καθ’ ἑκάστην σοὶ ἐκόμιζε.

Τὴν δεξιάν σου ἡμῖν ὁ θησαυρίσας, ἰάσεων βρύουσαν πηγὰς ἑκάστοτε, τοῖς μετὰ πόθου καὶ πίστεως, ἀσπαζομένοις, σορὸν τὴν πάντιμον ἐν ἁγνότητι, ἐρήμου ἀγλάίσμα, ταύτην νῦν ἔπαρον, καὶ ἡμᾶς πάντας εὐλόγησον, καὶ εὐωδίας, νοῦν καὶ καρδίαν Ἅγιε πλήρωσον, ὅπως ἂν χάριτι γενόμενοι, εὐωδίᾳ Χριστοῦ ἀπολαύσωμεν, τὰ εὐώδη ἐκείνα καὶ μακάρια σκηνώματα.

Δόξα. Ἦχος πλ. δ΄
Ἁγιωσύνης γυμνάσιον, ὁ βίος σου ὅλος Ἰωάννη Πατὴρ ἡμῶν ἀναδέδεικται. Κατὰ παθῶν γὰρ στήσας τὸν πόλεμον, ἀνδρειοφρόνως ἀντετάξω, τῷ φθονερῷ πολεμήτορι, ἐν νηστείαις καὶ ἀγρυπνίαις, καὶ τῇ ἄλλῃ ασκήσει, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ δουλαγωγῶν τῆς σαρκὸς τὸ δυσδάμαστον φρόνημα. Ἐρηρεισμένος δὲ τῇ πέτρᾳ τῆς πίστεως, καὶ τῷ ὅπλῳ τοῦ Σταυροῦ περιπεφραγμένος, ἀντέστης πάσαις ταῖς προσβολαῖς τοῦ δράκοντος, προσδεχόμενος τὸν Θεόν, τὸν σώζοντα ημᾶς, ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος. Καὶ οὐκ ἐψεύσω τῶν ἐλπίδων σου, φυλάττει γὰρ Κύριος τὰς ψυχὰς τῶν Ὁσίων Αὐτοῦ. Αὐτὸς δὲ ὁ πανάγαθος ἐν τῷ τέλει τοῦ ἀγῶνος, ἔφη σοι λαμπρᾷ τῇ φωνῇ · εὖ δοῦλε ἀγαθὲ καὶ πιστε, εὖ ἐργάτα τοῦ ἀμελῶνος, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Αὐτῆς τῆς χαρᾶς καὶ ἡμεῖς οἱ πλουτήσαντές σε πρέσβυν πρὸς Χριστὸν τὸν Θεόν, ἀξιωθείημεν ταῖς ἱκεσίαις σου.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Τὸν τῆς μετανοίας καθηγητήν, καὶ τὸν τῆς ἐρήμου, πολιοῦχον καὶ οἰκιστήν, τὸν πύρινον στύλον, τὸν λύχνον τοῦ ἡλίου, τὸν μέγαν Ἰώαννην, πάντες τιμήσωμεν.
Ἰωὴλ Προφῆτα θαυματουργέ, καὶ Οὔαρε Μάρτυς, Λεόντιε καὶ Σαδώθ, Εὐσέβιε Φῆλιξ, καὶ Ῥίλας Ἰωάννη, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


ΟΚΤΩΒΡΙΟΣ 18. ΟΣΙΟΙ ΘΕΟΔΩΡΟΣ, ΣΥΜΕΩΝ & ΕΥΦΡΟΣΥΝΗ ΜΕΓΑΛΟΥ ΣΠΗΛΑΙΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ ΙΗ΄!!
ΘΕΟΔΩΡΟΣ, ΣΥΜΕΩΝ & ΕΥΦΡΟΣΥΝΗ ΟΣΙΟΙ
ΜΕΓΑΛΟΥ ΣΠΗΛΑΙΟΥ ΚΑΛΑΒΡΥΤΩΝ
ΑΚΟΛΟΥΘΙΑ


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πατέρες πανεύφημοι ὑμᾶς, τὸ Πνεῦμα τὸ Ἅγιον, θαυματοῤῥόας ἀνέδειξε, πηγὰς τῇ Πέλοπος, πάσας τρικυμίας, τοῦ βίου καὶ ζάλας τε καὶ νόσους βυθιζούσας ἑκάστοτε, ὑγείαν πᾶσαν δέ, ἐκβλυζούσας καὶ γαλήνην τε, τοῖς τελοῦσιν ὑμῶν τὸ μνημόσυνον. (Δίς)

Πατέρες πανόλβιοι ὑμᾶς, ὁ Κύριος ἔπεμψεν, ἐκ Θετταλῶν εἰς τὴν Πέλοπος, φρικτὸν εἰκόνισμα, τῆς Αὐτὸν τεκούσης, ἐν ἄντρῳ κρυπτόμενον εὑρεῖν, καὶ ἀναδεῖξαι τοῖς ἅπασι, τρανῶς κηρύξαι δέ, τὴν προσκύνησιν ὀρθόδοξον, μορφωμάτων τῶν θείων ὑπάρχουσαν. (Δίς)

Πατέρες πανόσιοι ὑμεῖς, καλῶς ἐνιδρώσατε, ταῖς ἀρεταῖς ἀγαλλώμενοι, Χριστὸν Ὃν ἔτεκεν, ἡ Θεοκυῆτορ, ἐνθέως εὐφράναντων· διὸ καὶ μετὰ θάνατον βλύζετε, ὑμῶν τῆς λάρνακος, ἐν σπηλαίῳ τὰ ἰάματα· ὄθεν πίστει ὑμᾶς νῦν γεραίρομεν.

Ὁσία πανεύφημε τὴν σήν, ψυχὴν ἀνεβίβασας, ταῖς ἀρεταῖς πρὸς τὸν Ὕψιστον· διὸ καὶ πέλαγος, σῶν ἐκ τῶν λειψάνων ὁρῶμεν χεόμενον, θαυμάτων καθ’ ἡμέραν τοῖς χρήζουσιν. Αὐτὸν οὖν πρέσβευε, Εὐφροσύνη τοὺς τιμῶντάς σε, εὑρεῖν χάριν καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β΄.
Δυὰς πατέρων σύσκηνον, καὶ ξυνωρὶς ὁμότροπος, Συμεὼν καὶ Θεοδώρου, ὑμεῖς πατρίδα μὲν ἔχετε τὴν ἄνω Ἱερουσαλήμ, ἧς τὰ τείχη ἐν ταῖς χερσὶ τοῦ Θεοῦ ἐζωγράφηται, πατέρα δὲ τὸν Θεόν, παρ’ Οὗ γεγόνατε, καὶ πρὸς Ὃν ἐπεστράφητε. Ἀδελφοὺς δὲ καὶ φίλους, τὰ τῶν Ἀγγέλων μακάρια Τάγματα, καὶ τοὺς χοροὺς πάντων τῶν Ἁγίων· ἀλλ’ ὅμως οὐδὲ τὸ τῆς ἀρετῆς ὑμῶν ἐργαστήριον, ἀγέραστον κατελίπετε. Τὸν γὰρ κατὰ τὴν Βηθλεὲμ σπηλαίῳ ἐξ ἁγνῆς τεχθέντος νεάνιδος, τιμῶντές τε καὶ κηρύττοντες, σπήλαιον ᾠκήσατε, καὶ θαῦμα τοῦτο ἀνεδείξατε. Ἐν ᾧ πηγάζουσιν ἀεὶ τοῖς Χριστωνύμοις, ποταμοὶ παντοίων ἰαμάτων χαρίσματα. Ἀλλ’ ὦ πανόλβιοι, σὺν τῇ Ὁσίᾳ Εὐφροσύνῃ, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, δωρηθῆναι τοῖς πόθῳ ἑορτάζουσι τὴν πανένδοξον ὑμῶν μνήμην, ἄφεσιν ἁμαρτιῶν καὶ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.










Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, ιδ'. 1-8, 24-27)
Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται. ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. οὗ μή εἰσι βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς. μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής. πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά. σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. στέφανος σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. ρύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα. πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
















Λιτή. Ἦχος α΄.
Ἀνυμνήσωμεν τοὺς Πατέρας ἡμῶν, βοῶντες ἐν ῷδαῖς, καὶ μεγαλύνοντες, τὴν ἀμίμητον αὐτῶν θείαν βίωσιν, σὺν τῇ Ὁσίᾳ Εὐφροσύνῃ· ἔζησαν γὰρ ὥσπερ ἄγγελοι ἐν γῇ, καὶ ἀνεύραντο τῆς Μητρὸς τοῦ Ἰησοῦ, ἐν σπηλαίῳ εἰκόνισμα κεκρυμμένον μακροτάτοις ἐν χρόνοις. Τὴν γὰρ ὀρθόδοξον πίστιν ἐκράτυναν, καὶ τοῖς Ἀχαιοῖς ἀνεκήρυξαν, ἀλλὰ καὶ ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύετε, θαυματοφόροι Ὅσιοι, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Δεῦτε λαοί, στεφάνους πλέξαντες, ἐξ ἀνθέων ᾀσμάτων, στεφανώσωμεν κάρας τῶν θεοσόφων Πατέρων ἡμῶν. οὗτοι γάρ, πάντα ὡς σκύβαλα ῥίψαντες, μόνῳ Χριστῷ προσεκολλήθησαν, καὶ οὐδὲν ἐνταῦθα κτησάμενοι, τὸν ἐν οὐρανοῖς πλοῦτον ἐκληρονόμησαν, παλαίστραν ἀσκητικὴν ἐσχηκότων τὸ σπήλαιον, ἐν ᾧ καὶ μεταστάντες, ψυχὰς μὲν ἔχουσιν ἐν χειρὶ Θεοῦ, ἣν δὲ ζῶντες, ἐπλούτουν χάριν, ταύτην Χριστὸς βραβεύει τῇ τῶν λειψάνων αὐτῶν θήκῃ, ἐξ ἧς καὶ σωμάτων νόσοι, καὶ ψυχῶν ἰῶνται τὰ παθήματα.

Ἦχος γ΄.
Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐν ὁονοίᾳ ὑμᾶς προβλέπων, Δαυΐδ ὁ ᾀσματογράφος ἀνακέκραγεν, Πατέρες παμμακάριστοι, Συμεὼν καὶ Θεόδωρε, ἐπὶ τὸ αὐτὸ γὰρ ὑμεῖς καὶ ζήσαντες, καὶ πολιτευσάμενοι, οοὐ δὲ μετὰ θάνατον χωρισθῆναι τὰ ὑμῶν σώματα ἠνέχεσθε. Ἀλλ’ ἑνὶ τάφῳ ἀδελφικῶς διατηρεῖτε ταῦτα ἀδιαλώβητα, πλοῦτον ἄσυλον καὶ καύχημα μέγιστον τῇ ἱερᾷ ποίμνῃ ὑμῶν.

Ἦχος δ΄.
ᾈσματικὴν πανήγυριν συστησόμεθα, ἐπὶ τῇ μνήμῃ τῶν θεολήπτων Πατέρων ἡμῶν, καὶ στεφάνοις ἐπαίνων τὰς κεφαλὰς αὐτῶν ἀναδήσωμεν. Οὗτοι γὰρ σὺν τῇ μακαρίᾳ Εὐφροσύνῃ, τὴν πανθαύμαστον εἰκόνα τῆς Θεοτόκου, σπηλαίῳ μακροῖς ἔτεσι κρυπτομένην εὑρόντες, ἐφανέρωσαν, πηγὴν ἰάσεων βρύουσαν, καὶ τοῖς ἀπείροις θαύμασι, τὴν οἰκουμένην συναγείρουσαν. Ἀλλ’ ἱκετεύσατε πανόλβιοι, Συμεὼν καὶ Θεόδωρε, ἱλασμὸν ἡμῖν χορηγεῖσθαι ἀεὶ παρὰ Χριστοῦ, καὶ μέγα ἔλεος.







Ἦχος πλ. α΄.
Δεῦτε φιλεόρτων τὸ σύστημα τοὺς τῶν μοναστῶν ἀκρέμονας, Συμεὼν καὶ Θεόδωρον, ἐγκωμιάσωμεν λέγοντες αὐτοῖς· χαίρετε, οἱ τοὺς μεγίστους ἀγῶνας κατὰ παθῶν, καὶ δαιμόνων διενεγκόντες ἀνδρείως· χαίρετε, οἱ εὑρεταὶ τῆς παναγίας Εἰκόνος τῆς Θεοτόκου, καὶ τῆς τῶν εἰκονομάχων πλάνης καθαιρέται· χαίρετε, οἱ τοῦ σπηλαίου οἰκισταὶ καὶ πανευδαίμονες πολιοῦχοι· χαίρετε, Θετταλίας τὸ κλέος, καὶ πάσης Ἑλλάδος τὸ καύχημα, καὶ Ἀχαΐας ἐγκαλλώπισμα· χαίροις καὶ σὺ καλλιπάρθενε κόρη καὶ σεμνοτάτη Εὐφροσύνη, ἡ τὸν σταυρὸν ἐπ’ὤμων σου ἀραμένη, καὶ τὴν ζωὴν ἐν στενωτάτῳ οἰκίσκῳ ἀπρόσιτος διαβιβάσασα· χαίροις Ὁσία Μῆτηρ, ἡ ζῶσα καὶ μετὰ θάνατον, ἐραστὴ μὲν Θεῷ, ποθεινὴ δὲ Ἀγγέλοις, καὶ φοβερὰ δαίμοσιν ἀναδειχθεῖσα. Ἀλλ’ ὦ Θεομῆτορ Μαρία, πανύμνητε Δέσποινα, καὶ Ζωοδόχε Πηγή, ταῖς πρεσβείαις αὐτῶν, τῆς βασιλείας τὰ σκῆπτρα κραταίωσον, καὶ τὴν ποίμνην σου διαφύλαξον, ἐκ παντοίων κακῶν ἀδιαλώβητον.

Δόξα. Ἦχος βαρύς.
Κροτήσωμεν ἐφύμνια, καὶ λαμπρῶς πανηγυρίσωμεν, τὴν τῶν Ὁσίων Πατέρων μνήμην, Συμεὼν καὶ Θεοδώρου, σὺν τῆς Ὁσίας Εὐφροσύνης, ἱερὰν αὐτῶν κατασπαζώμεθα λάρνακα, τὴν θείαν μυροθήκην, τὴν ἀένναον πηγὴν τῶν θαυμάτων· ἐξ’ ἧς φυγαδεύονται δαίμονες, δραπετεύουσι πάθη σωμάτων, καὶ ψυχῶν ἰῶνται νοσήματα. Καὶ ὑπὲρ ἡμῶν τῶν ἀχρείων ἱκετεύσατε τῇ Θεομήτορι, ὅπως εὕρωμεν ἄφεσιν ἁμαρτιῶν, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως, ἱκεσίαις ὑμῶν Ἅγιοι.

Καὶ νῦν. Θεοτοκίον
Ὑπὸ τὴν σὴν Δέσποινα σκέπην, πάντες οἱ γηγενεῖς, προσπεφευγότες βοῶμέν σοι· Θεοτόκε ἡ ἐλπὶς ἡμῶν, ῥῦσαι ἡμᾶς ἐξ ἀμέτρων πταισμάτων, καὶ σῶσον τὰς ψυχάς ἡμῶν.














Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τοὺς Πατέρας αἰνέσωμεν, Συμεὼν καὶ Θεόδωρον, τερπνοτάτοις ᾄσμασιν ὥσπερ ἄνθεσι, τὰς τούτων κάρας κοσμήσαντες, καὶ δῶρα προσάξαντες, τούτοις τὰ πενυματικά, ἑορτὴν γὰρ πανίερον συνεστήσαντο, παμφᾶη ἐτησίως, ἣν ἐκ τρίτου ἐκτελοῦμεν, ἰαμάτων πλοῦτον τοῦ τάφου λαμβάνομεν.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Τοὺς Πατέρας ὑμνήσωμεν, ἐν ᾠδαῖς μεγαλύνοντες, τὴν αὐτῶν ἀμίμητον θείαν βίωσιν, ὥσπερ γὰρ ἄγγελοι ἔζησαν, ἐν γῇ καὶ ἀνεύροντο, τῆς Μητρὸς τοῦ Ἰησοῦ, ἐν σπηλαίῳ εἰκόνισμα, ὃ ἐκρύπτετο, μακροτάτοις ἐν χρόνοις καὶ τὴν πίστιν, τὴν ὀρθόδοξον κρατοῦντες, τοῖς Ἀχαϊοῖς ἀνεκήρυττον.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τὴν Ὁσίαν τιμήσωμεν, Εὐφροσύνην ἐν ᾄσμασιν, αὕτη γὰρ ποιμαίνουσα καὶ τοῖς ὄρεσιν, ἐνδιατρίβουσα εὕρατο, σπηλαίῳ ἐν ὕδατι, τὴν Μητέρα τοῦ Θεοῦ, ἐν Εἰκόνι ἀστράπτουσαν, ἧς καὶ ἤκουσε, θείους λόγους κειμένη ἐπ’ ἐδάφους, καὶ τὸ χαίροις ἀνεβόα, σεμνὴ Παρθένε Μητρόθεε.

Δόξα. Ἦχος δ΄.
Εὐφραίνου σπήλαιον, τὸ τῆς Δαβιτικῆς Κόρης καὶ Θεοτόκου Μαρίας οἰκητήριον, κρότησον ἐφύμνια, καὶ λαμπρῶς πανηγύρισον, τὴν τῶν Ὁσίων Πατέρων μνήμην, Συμεὼν καὶ Θεοδώρου, τὴν ἱεράν τε αὐτῶν κατάσπασαι λάρνακα τὴν θείαν μυροθήκην, τὴν ἀένναον πηγὴν τῶν θαυμάτων, ἐξ ἧς φυγαδεύονται δαίμονες, δραπετεύουσι πάθη σωμάτων, καὶ ψυχῶν ἰῶνται νοσήματα. Ἀλλὰ καὶ τὴν τῆς παρθένου καὶ θείας Εὐφροσύνης, ἁγίαν καὶ θαυματόβρυτον σωρόν, ἐν κόλποις φέρον, ἀγάλλου καὶ χόρευε καὶ τέρπου, μελῳδικῶς τε αἴτησαι παρὰ τοῦ Σωτῆρος Χριστοῦ, εἰρήνην βαθεῖαν, καὶ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.




Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τῶν Ὁσίων. Ἦχος δ΄.
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεος σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις , ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Δόξα. Τῆς Ὁσίας. Ἦχος πλ. δ΄.
Ἐν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα· λαβοῦσα γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττουσα ἐδίδασκες ὑπερορᾶν μὲν σαρκὸς παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται Ὁσία Εὐφροσύνη, τὸ πνεῦμά σου.
Καὶ νῦν. Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Ἀπόλυσις.























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τοὺς ἀσκητὰς τοῦ Κυρίου ὕμνοι τιμήσωμεν, ὡς νεκρώσαντας πάσας τὰς προσβολὰς τῶν παθῶν, δι’ ἐγκρατείας καὶ στεῤῥᾶς ὑπομονῆς ὡς ἀληθῶς, καὶ καταισχύναντας τὸν ἀντίπαλον ἐχθρόν, καὶ πάσας τὰς τούτου ἐπάρσεις, καὶ νῦν πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν ἐκ Σοῦ σαρκωθέντα Θεὸν καὶ Κύριον, δι’ ἡμᾶς τοὺς φθαρέντας τοῖς ἁμαρτήμασι, τοῦτον ἱκέτευε θερμῶς τοῦ οἰκτειρῆσαι ἡμᾶς, καὶ ἀποστρέψαι τὸν θυμόν, καὶ τὴν ὀργὴν αὐτοῦ σεμνή, ἀπὸ τῶν ἐν πίστει τιμώντων Σε, καὶ εὐφημούντων τὴν δυναστείαν, καὶ τὸ κράτος Σου.

Μετὰ τὴν β’ Στιχολογίαν. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὰς ψυχὰς δεσμευθέντες πόθῳ Χριστοῦ, τὰ γεώδη μισήσαντες καὶ φθαρτά, ηὐλίσθητε μακάριοι, ἐν ἐρήμοις καὶ ὄρεσι· τοῦ γνωστικοῦ γὰρ ξύλου γευσάμενοι Ὅσιοι, ὡς ἐξ ἀδύτων μύσται ἀγγελικῶς διελάμψατε· ὅθεν τὸν γνόφον τῆς σαρκὸς διαβάντες, τὸ σκότος ἐδιώξατε, τῶν δαιμόνων μακάριοι, μοναζόντων ὁμότροποι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παναγία Παρθένε Μῆτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, ἴασαι δέομαι, καὶ συγγνώμην παράσχοι μοι, τῶν ἐμῶν πταισμάτων ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχὴν καὶ τὸ σῶμα μολύνας ὁ ἄθλιος. Οἴμοι τί ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος, τότε Δέσποινα βοήθειάν μοι γενοῦ, καὶ προστάτις διάπυρος, Σὲ γὰρ ἔχω ἐλπίδα ὁ ἀνάξιος δοῦλός Σου.













Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων δύο
Ὁ α’ Κανὼν τῶν Ὁσίων, οὗ ἠ ἀκροστιχίς: Πατράσι δύο, καὶ μιᾷ αἶνος, Κόρῃ.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Πατέρας ὑμνήσωμεν, τοὺς ἱεροὺς καὶ θεόφρονας, ἐνθέοις ἐν ᾄσμασιν, χαρμονικῶς ἑορτήν, συστησάμενοι, καὶ θαύματα τὰ τούτων, ὡς ἄνθη δρεψώμεθα, πανηγυρίζοντες.
ᾈσμάτων τερπνότητας ὑφαίνειν πίστει σπουδάσωμεν, Εἰκόνος τὴν εὕρεσιν, τῆς τοῦ Κυρίου Μητρός, ἑορτάζοντες, ἣν πρόπαλαι ὁ θεῖος, Λουκᾶς κατεσκεύασε, χάριτος γέμουσαν.
Τῷ πνεύματι ἤστραψεν ἡ ἑορτὴ τῆς Θεόπαιδος, ἧς ἄριστα σήμερον, Λουκᾶς ὁ μέγας λαμπτήρ, προεξάρχειτε, καὶ ᾄδει μακαρίζων, ὡς ἀειμακάριστον, τὴν Θεομήτορα.
Θεοτοκίον.
ᾨδήν Σοι ἑόρτιον, ᾄσω πανάμωμε Δέσποινα, Μαρία Μητρόθεε, Σὺ γὰρ τὴν ὄντως ζωήν, ἡμῖν τέτοκας, Χριστὸν ὦ Εὐφροσύνη, μακρᾶς δι’ ἀσκήσεως, ἀγνῶς νενύμφευται.

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Καὶ πάλιν ᾠδὴν τοῖς Ὁσίοις ἐνθάδε.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Κατευθυνθήτω μοι ὁ ὕμνος ἄνωθεν ἐξ οὐρανίας πνοῆς, τῆς παντουργοῦ, ὅνπερ μέλπει νῦν προήρημαι, χαρμονικῶς ἑόρτιον, τοῖς Ὁσίοις Πατράσιν, εὐχαῖς αὐτῶν καὶ δεήσεσιν, κόρης τε Ὁσίας θεόφρονος.
Ἀναδεξάμενοι ζυγὸν τὸν ἔνθεον μοναδικῆς ἀγωγῆς, ἐ παιδικῆς ἤβης, καὶ ἱερατεύσαντες, Κυρίῳ παντοκράτορι, ὦ Πατέρες θεόπται, Εἰκόνα θείαν εὑρήκατε, Παύλου καὶ Ἀνδρέου προστάξεσιν.
Ἰταμωτάτης χαλεπῆς αἱρέσεως εἰκονομάχων δεινῶν, καταστροφὴν πάλαι, Πατέρες θεόληπτοι τῷ κόσμῳ ἀνεδείξατε, τῆς Παρθένου Εἰκόνα εὑρόντες ἄντρῳ, καὶ ὕδατι χρόνοις κρυπτομένην τοῖς ἄνωθεν.
Θεοτοκίον.
Καταφυγὴν καὶ ἱλασμὸν Μητρόθεε, Σὲ κεκτημένος ἀεί, ἁμαρτιῶν πλῆθος, ἐξαλεῖψαι δέομαι, καὶ τὰ παρανομήματα, τῆς ἀθλίας ψυχῆς μου, Μὴν οὖν ἀπώσῃ με Δέσποινα, θείας Εὐφροσύνης δεήσεσιν.









ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ῥανάτωσαν σήμερον νεφέλαι, οὐράνιον θεῖον γλυκασμόν, ἡ ἑορτὴ γὰρ ἤστραψε, Συμεῶν Θεοδώρου τε, πᾶσι πιστοῖς παρέχουσα, τῶν ἰαμάτων χαρίσματα.
Ἀένναον Πνεύματος τὴν χάριν, πλουτήσας Λουκᾶς ὁ θαυμαστός, ἐν τῷ σπηλαίῳ γέγραφε, τῶν αὐτοπτῶν τὸ κήρυγμα, δοὺς κάλλει λόγων ἄριστα, ἔργων ἀσύγκριτον μέγεθος.
Συνέλθετε ἥκετε αἱ πόλεις, τῆς Πελοποννήσου καὶ λοιπῆς, Ἑλλάδος καὶ σκιρτήσατε, ἑόρτια χορεύοντες, τῇ ἐφευρέσει σήμερον, θείας Εἰκόνος ἐν Πνεύματι.
Θεοτοκίον.
Δαβὶδ θυγατέρα καὶ τοῦ Κτίστου, Μητέρα γινώσκω Σε ἁγνήν, ἐκ Σοῦ γὰρ ὃ ἀπέκειτο, σωτηρία ἐλήλυθε, πεπιστευκόσιν ἅπασιν, ᾧ Εὐφροσύνη νενύμφευται.

Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Πεποικιλμένοι ἀρεταῖς, θεοπρεπῶς οἱ Πατέρες, καὶ τὰ δόγματα ὀρθόδοξα σχόντων, ἐν καρδίᾳ ἑαυτῶν, τὴν Ἐκκλησίαν ηὔφραναν, αἱρετικὰς ἁπάσας, δόξας διώξαντας μήκιστα.
Ἀγαλλιάσθω οὐρανός, καὶ χοεύτω τὰ τῇδε, ἐν τῇ μνήμῃ τῶν Ὁσίων Πατέρων, εὐωδίαν τὴν τερπνήν, ἐκ τῶν λειψάνων βρύουσαν, βλεπόντων ἀεννάως, καὶ τῶν θαυμάτων τὸ πέλαγος.
Λελαμπρυσμένον ἀτεχνῶς, ταῖς καλλοναῖς θεοφόροι, καὶ τοῖς θαύμασι δὲ μᾶλλον τοῖς θείοις, συντηρεῖ τε εἰς ἀεί, τῷ ἐν τῇ νήσῳ Πέλοπος, σπήλαιον, ἔνθα πάλαι, ταῖς ἀρεταῖς ἐνιδρώσατε.
Θεοτοκίον.
Ὁλολαμπὴς ἡ ἑορτή, τῶν μακαρίων Πατέρων, ἐξανέτειλε, καὶ Κόρης Ὁσίας, καταστράπτουσα πιστούς, ἐν τῷ ναῷ Σου σήμερον πάναγνε, Θεοτόκε, τῶν ἰαμάτων λαμπρότησιν.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν.
Ἐγκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς, τὴν ψυχὴν ἀποσμήξαντες καὶ τὸν νοῦν, γεγόνατε Ὅσιοι, τῶν Μαρτύρων συμμέτοχοι, καὶ τῶν θαυμάτων ὄντως, τὴν χάριν ἐλάβετε, τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν πίστει τιμώντων ὑμᾶς· ὅθεν καὶ ναόν τε ἀνεγείρατε Ὅσιοι, τῆς πανάγνου Δεσποίνης Θεοτόκου Μαρίας, ἐν σπηλαίῳ δὲ θείῳ ἀπελαύνετε δαίμονας, καὶ παρέχετε ἰάματα, τοῖς ἀνθρώποις ἐν χάριτι, Συμεὼν καὶ Θεόδωρε, σὺν Εὐφροσύνῃ τῇ πανολβίᾳ, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, χαῖρε πόλις καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμὶς ἀλουργόχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε, χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα, χαῖρε ἔνδοξε νύμφη ἡλιοστάλακτε, χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια.

ᾨδὴ δ’. Τὴν ἀνεξιχνίαστον.
Ἴδε πᾶς ἰάματα ἃ ἐκ Θεοῦ, βρύειν ἐν σπηλαίῳ πεπλούτηκεν, ἡ τῶν Ὁσίων θήκη πᾶσι τοῖς πιστοῖς, καὶ ἀνυμνῶν μελώδησον, δόξα τῇ δυνάμει Σου Κύριε.
Δύναμιν κτησάμενος πνευματικήν, γράφει ἱερὸν εὐαγγέλιον, ἐν τῷ σπηλαίῳ, ὁ θειότατος Λουκᾶς, τὴν τοῦ Σωτῆρος σάρκωσιν, πᾶσιν ἐξαπλῶν ὑψηλότατα.
Ὕδατος καθύπερθεν τοῦ θαυμαστοῦ, εὗρον σὺν τῇ κόρῃ οἱ Ὅσιοι, θείαν Εἰκόνα, τῆς τεκούσης τὸν Θεόν, ἀποκρυφὴν γὰρ ἔθετο, σπήλαιον κισσόν τε ἡ πάναγνος.
Θεοτοκίον.
Ἥλιος ὡς ἄλλος τὶς ἡ φωταυγής, ἔλαμψεν Εἰκὼν πανακήρατος, τῆς Θεοτόκου· ᾗ τὰ θεῖα Χερουβίμ, δουλοπρεπῶς παρίσταντο, ἔνδον τοῦ σπηλαίου, ὢ θαύματος!

Ἕτερος. Σύ μου ἰσχύς.
Ἵνα τὸ Σόν, Δέσποινα θεῖον εἰκόνισμα, δείξῃς πᾶσι πρότερον κρυπτόμενον, ἐκ Θετταλῶν ἤγαγες σοφῶς, ἄνδρας θεολήπτους, καὶ κόρην παῖδα ἐγχώριον, σπηλαίᾳ ἔνθα εὗρον, Χερουβὶμ παρεστῶσα, Σοὶ καὶ κράζομεν· δόξα τῷ τόκῳ Σου.
Νόμοις Χριστοῦ, ἐντεθραμμένη ἡ πάνσεμνος, Εὐφροσύνη, πρόβατα ποιμαίνουσα, εὗρε ποτὲ ἄντρῳ καὶ πηγῇ ζώου ὁδηγίᾳ, τὸ θεῖόν Σου ἀπεικόνισμα, Παρθένε Θεοτόκε, καὶ ὑμνοῦσα ἐβόα· παντευλόγητε χαίροις ἀπείρανδρε.
ᾨδὴν καινήν, ᾄδω Σοι μόνη Μητρόθεε, κατὰ χρέος, Σὺ γὰρ ἡ ὑπόθεσις, ἣν ὁ Λουκᾶς, ξένῃ συγγραφῇ, δέδωκε τῷ κόσμῳ, καὶ θεῖον δέ Σου εἰκόνισμα ποιήσας, καὶ τῷ ἄντρῳ καταλείψας ἀπῆλθεν, ὅπερ ὕστερον εὕρηται ἄτρωτον.
Θεοτοκίον.
Ῥῆμα τὸ σὸν πληροῦντρς, πάναγνε Δέσποινα, πάντα γένη κόσμου ἐν τοῖς πέρασι, μακαρισμόν, τὸν θεοπρεπῆ, κράζωμέν Σοι πόθῳ· ἐν Σοὶ γὰρ πάντες σεσώσμεθα, ῥυσθέντες διαβόλου, τῷ Σταυρῷ τοῦ Υἱοῦ Σου, καὶ τυχόντες τῆς θείας βιώσεως.





ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Οἱ δοῦλοί Σου Δέσποινα, Συμεὼν καὶ Θεόδωρος, πυρὶ ἁγίῳ κινηθέντες, πόῤῥωθεν ἧκον ἐν τῷ σπηλαίῳ σπουδῇ, καὶ εὗρον κρυπτόμενον τὸ Σόν, θεῖον ἀπεικόνισμα, μακροτάτοις ἐν ἔτεσιν.
Κυκλώσατε σήμερον, λαοὶ φιλοθεώτατοι, θήκην τὴν κοινὴν τῶν αὐταδέλφων, βρύσιν θαυμάτων ἀντλοῦντες· ἔνθεν πιστῶς, καὶ αἶνον προσάξατε Χριστῷ, χάριν τῶν ἰάσεων, δωρουμένῳ τοῖς χρήζουσι.
Ἀνύμφευτε Δέσποινα, κλεινοὺς ἱεροκήρυκας, κόρην τε παρθένον καὶ Ὁσίαν, ἤθροισας πάλαι, ἐν τῷ σπηλαίῳ σοφῶς, Εἰκόνος πρὸς εὕρεσιν τῆς Σῆς, ἥνπερ καὶ ἀνέδειξας, ὑπὲρ ἥλιον λάμπουσαν.
Θεοτοκίον.
Πιστεύομεν πάναγνε, τὴν ἄσπορόν Σου γέννησιν, μόνη γὰρ ἐφάνης ἐξ αἰῶνος, Ἀδὰμ θυγάτηρ, καὶ ὑπεράνω βροτῶν, Ἀγγέλων τε πάντων Μαριάμ, Κύριον δι’ ἔλεος, ἐν τῷ κόσμῳ εἰσάξασα.

Ἕτερος. Ἵνα τί με ἀπώσω.
Δύο τῶν Ἀποστόλων, Παῦλον καὶ Ἀνδρέαν τε, τοὺς θεοκήρυκας, δι’ Ἀγγέλου πέμψας, διϋπνίζεις τὸ ζεῦγος τὸ ἅγιον, τῶν Πατέρων πάλαι, καὶ πρὸς ἀνεύρεσιν Εἰκόνος, ἀποστέλλεις Χριστέ, τῆς τεκούσης Σε.
Ἥλιος ὥσπερ ἄλλος, ἤστραψεν ἡ μνήμη σου, ὦ ζεῦγος τίμιον, ὡς ἀκτῖνας κόσμῳ, τῶν ἰάσεων χάριτας μένουσα, καὶ τῷ θείῳ φέγγει, πᾶσαν σκοτόμαιναν ἐκ μέσου, ἐκδιώκουσα καὶ ἀφανίζουσα.
Τετρωμένοι τῷ πόθῳ, Ὅσιοι τοῦ κτίσαντος ἐξενητεύσατε, καὶ ἐν ἄντρῳ θείῳ ἡσυχάσαν τοὺς πόνους ὑπέστητε, χρόνοις πάλαι πλείστοις, ἀσκητικοὺς Θεὸν εὑρόντές, μοναζόντων ἀνδρείας τὸν ἔφορον,
Θεοτοκίον.
Ἰατρὸν τετοκυῖαν, Θεοτόκον Δέσποιναν Σὺ ἐθεράπευσας, ἐγλεισθεῖσα κέλλῃ, καὶ πρὸς ὕψος οὐράνιον φθάσασα, Εὐφροσύνη θεία, ταῖς ἀρεταῖς· διὸ θανοῦσα, ἰατρεύεις τὰς νόσους ἑκάστοτε.














ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Ἰδοὺ τὸ ὕδωρ τὸ ἅγιον, ὃ ἔδειξεν ἡμῖν πάλαι Κύριος, βρύει ἰάματα, δεῦτε πιστοὶ ἀρυσώμεθα, θείων τε χαρισμάτων, πέλαγος ἀνεξάντλητον.
Μανίαν πᾶσαν αἱρέσεως, εἰκόνος ὑβριστῶν ἀπεδίωξας, νήσου τῆς Πέλοπος, εἰκόνα θείαν Σου δείξασα, ἐν τῷ σπηλαίῳ πάλαι, ἄχραντε Δέσποινα.
Ἰδοὺ συντρέχουσιν ἅπασαι, αἱ πόλεις τῆς Ἑλλάδος ἑόρτια, τῇ Θεομῆτορι, ἄγουσαι δῶρα καὶ ψάλλουσαι, τὸ τοῦ Ἀγγέλου μέλος· χαίροις πανάμωμε.
Θεοτοκίον.
Ἀῤῥήτως Λόγον γεγένηκας, Πατρὸς τὸν ὁμοούσιον ἄσπιλε, ᾠδὴ νενύμφευται, κόρη ὁσίως βιώσασα, καὶ ἰαμάτων χάριν, τοῦ τάφου βρύουσα.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Οὐκ ἔστιν ἄλλη χαρά, οὐκ ἔστι δὲ ἀγαλλίασις, τοῖς ψάλλουσι συνετῶς, τῷ οἴκῳ Σου Δέσποινα, εἰ μὴ τὰ τεράστια, τῶν Σῶν δούλων Κόρη, Συμεὼν καὶ Θεοδώρου τε.
Ἰάματα κρουνηδόν, τῆς λάρνακος ἀποβλύζουσιν, Πατέρων θεοειδῶν, ἀρύσασθε ἄνθρωπο, Θεὸν τε καὶ Κύριον, ἀνυμνοῦντες· ὅθεν τοῖς Ὁσίοις ταῦτα δέδοται.
Συνέλθετε οἱ πιστοί, τοῦ ὕδατος ἀπολαύσατε, ὃ ἔδειξεν ἀληθῶς, ὁ Κύριος θαύματα, πηγάζον τοῖς χρήζουσι, καὶ τὰς τῶν δαιμόνων, κεφαλὰς συντρίβον κράτιστα.
Θεοτοκίον.
Νεάνιδαν εὐσεβῶς, τὴν κόρην δεῦτε μιμήσασθε, ποιμαίνουσα γάρ ποτε, τῆς θείας νεάνιδος, εἰκόνα ἀνεύρατο, Θεοτόκου Κόρης, καὶ εἰς δεῦρο μακαρίζεται.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τῶν πατέρων σήμερον, τὴν πανσεβάσμιον μνήμην, Θεοδώρου ᾄσμασι, καὶ Συμεὼν ἀνυμνοῦμεν, ἅμα δέ, καὶ Εὐφροσύνης τῆς πανολβίας, εὗρον γάρ, τῆς Θεοτόκου εἰκόνα θείαν, ἐν σπηλαίῳ, χορηγοῦσαν πηγὴν θαυμάτων, ἀδιαλείπτως πιστοῖς.
Ὁ Οἶκος.
Ἐπέστη σήμερον ἡμῖν, σωτήριος ἡμέρα, ἡ μνήμη τῶν Πατέρων, καὶ τῆς Ὁσίας Εὐφροσύνης, ἣν πίστει συνελθόντες, ἀνευφημοῦμεν. Οὗτοι γάρ, ἀσκήσει προκαθάραντες ἑαυτούς, εὗρον τῆς Θεοτόκου Εἰκόνα, σὺν τῇ Ὁσίᾳ Εὐφροσύνῃ· διὰ τοῦτο ἐν ὑψίστοις σὺν Ἀγγέλοις χορεύουσι ἀεὶ εἰς αἰῶνας, αἰτούμενοι Χριστῷ, πταισμάτων ἱλασμόν, δοθῆναι τοῖς εὐσεβῶς ἀνευφημοῦσι μνήμην τὴν αὐτῶν, καὶ βοῶσιν ἀκαταπαύστως συμφώνως, αἰτούμενοι δοῦναι ἡμῖν, πηγὴν θαυμάτων, ἀδιαλείπτως πιστοῖς.

Συναξάριον.

Τῇ ΙΗ´ τοῦ αὐτοῦ μηνός, τῶν Ὁσίων Συμεὼν καὶ Θεοδώρου, καὶ τῆς Ὁσίας Εὐφροσύνης, τῶν εὑραμένων τὴν ἀποστολικὴν καὶ πάνσεπτον Εἰκόνα τῆς Ὑπεραγίας Θεοτόκου, τὴν Σπηλαιώτισσαν, καὶ τῆς τοῦ Μεγάλου Σπηλαίου Μονῆς καθηγησαμένων.
Ἐν γῆς μὲν ἄντρῳ τῆς Παρθένου τὸν τύπον,
ἐν οὐρανοῖς δὲ ζῶσαν αὐτὴν εὕρετε.
Ὁκτωκαιδεκάτῃ, Συμεῶνά τε καὶ Θεόδωρον,
Εὐφροσύνην θ’ ὁσίως τὸ Μέγα Σπήλαιον ἀείδει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ.
Εἰς Ἐμμαοὺς βλέπειν σὲ κἂν πρὶν εἱργόμην
 (Λουκᾶς λέγει) τρανῶς σε νῦν, Χριστέ, βλέπω.
Ὀγδοάτη δεκάτη πέρατος βίου ἔμμορε Λουκᾶς.
Λουκᾶς ὁ μέγας Εὐαγγελιστής, ἧν ἀπὸ τῆς κατὰ τὴν Συρίαν Ἀντιοχείας τῆς μεγάλης, ἰατρὸς τὴν τέχνην, καὶ ἄκρως τὴν ζωγραφικὴν ἐπιστάμενος ἐπιστήμην. Οὗτος ἐν Θήβαις τῆς Βοιωτίας διάγων καὶ ἰατρεύων, ἐπὶ Τίτου Κλαυδίου βασιλέως, ἐνέτυχε τῷ Ἁγίῳ Παύλῳ τῷ Ἀποστόλῳ, καὶ πιστεύσας τῷ Χριστῷ, ἀπώσατο τὴν πατρώαν πλάνην, καὶ τὴν περὶ τὰ σώματα θεραπείαν ἀφιείς, τὴν τῶν ψυχῶν προσελάβετο. Συνεγράψατο δὲ καὶ τὸ κατ’ αὐτὸν Εὐαγγέλιον πρὸς Θεόφιλον τινὰ ἡγεμόνα, πιστεύσαντα εἰς Χριστόν, ὑπαγορεύσαντος αὐτῷ τοῦ Ἁγίου Ἀποστόλου Παύλου. Ἔπειτα ἐξέθηκε καὶ τὰς πράξεις τῶν Ἀποστόλων πρὸς τὸν αὐτὸν Θεόφιλον. Μετὰ δὲ τὸ ἐγκαταλιπεῖν τὸν Παῦλον, πᾶσαν τὴν Ἑλλάδα διδάξας, ἐν Θήβαις τῆς Βοιωτίας, ὡς φασίν, ὀγδοήκοντα ἐτῶν γενόμενος, ἐν εἰρήνῃ ἀνεπαύσατο. Ἐν ᾧδε τόπῳ κατετέθη τὸ σῶμα αὐτοῦ, δοξάζων ὁ Θεὸς τὸν ἴδιον θεράποντα καὶ ἐργάτην, κολοῦρια ἤ κολλύρια ἔρεξεν ἐπάνω τοῦ μνήματος αὐτοῦ, σύμβολον τῆς αὐτοῦ ἐπιστήμης, ὅθεν καὶ γνωριμώτερος γέγονεν ὁ τάφος αὐτοῦ τοῖς πᾶσιν.
Ὁ δὲ Κωνστάντιος, ὁ τοῦ μεγάλου Κωνσταντίνου υἱός, μετακομίζει ἐκ Θηβῶν τὸ λείψανον αὐτοῦ, δι’ Ἀρτεμίου τοῦ μεγάλου δουκὸς Αἰγύπτου καὶ Μάρτυρος, καὶ κατίθησιν αὐτὸν ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων, ὑπὸ τὴν ἱερὰν τράπεζαν, μετὰ Ἀνδρέου καὶ Τιμοθέου.
Φασὶ δὲ αὐτὸν πρῶτον τὴν Εἰκόνα τῆς Ἁγίας Θεοτόκου, ἐν ἀγκάλαις φέρουσαν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, διὰ ζωγραφικῆς τέχνης ἐκ κηροῦ, καὶ ἑτέρας δύο ζωγραφῆσαι, προσενεγκεῖν τε αὐτὰς τὸν Ἀπόστολον τῇ Μητρὶ τοῦ Κυρίου, εἰ ἀρεστόν ἐστιν αὐτῇ, καὶ αὐτὴν ἀποδέξασθαι καὶ εἰπεῖν τό: Ἡ χάρις τοῦ ἐξ ἐμοῦ τεχθέντος εἴη δι’ ἐμοῦ μετ’ αὐτῶν. Ὡσαύτως καὶ τῶν Ἁγίων Ἀποστόλων καὶ Κορυφαίων τὰς ἁγίας εἰκόνας. Καὶ ἐξ ἐκείνου εἰς πᾶσαν τὴν οίκουμένην ἐξενεχθῆναι τὸ τοιοῦτον καλὸν καὶ εὐσεβὲς καὶ πάντιμον ἔργον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαρίνου τοῦ Γέροντος.
Γέρων Μαρίνος ἐξελέγχει γραῦν πλάνην,
Τόλμῃ νεάζων καὶ τελειοῦται ξίφει.






Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Ἰουλιανοῦ τοῦ ἐν τῷ Εὐφράτῃ.
Ἐκ τοῦ παρατρέχοντος ὡς ὄναρ βίου,
Ἰουλιανὸς ἄσμενος παρατρέχει.
Οὗτος, καταλιπὼν τὸν κόσμον, ἀπῆλθεν ἐν ταῖς ὄχθαις τοῦ Εὐφράτου ποταμοῦ, καὶ εὑρὼν ἐκεῖσε σπήλαιον, τον μοναστὴν ἐν τούτῳ διῆγε βίον. Τοῦτον πολλοὶ ζηλώσαντες, προσεῤῥύησαν τῷ σμικροτάτῳ σπηλαίῳ, καὶ καλύβας πηξάμενοι γύρωθεν, μέχρι τῶν ἑκατὸν γεγόνασι, σιτιζόμενοι τὰ παραπλήσια τῷ διδασκάλῳ. Οὗτος ὁ θαυμάσιος καὶ δράκοντα ἀπέκτεινε, καὶ ὕδωρ ἐν γῇ ἀνύδρῳ βλύσαι πεποίηκεν. Οὗτος καὶ τὸ Σίναιον ὄρος ἐλθών, ἐν τῇ Πέτρᾳ, ᾗ Μωσῆς ὁ νομοθέτης, εἶδε τὸν Θεόν, ὡς ἦν δυνατὸν ἰδεῖν, ἐκκλησίαν ᾠκοδόμησε καὶ μέχρι τοῦ νῦν περίεστιν. Ἀλλὰ καὶ τὴν τοῦ δυσσεβοῦς καὶ ἀποστάτου Ἰουλιανοῦ ὑποστροφὴν ἀπὸ τῶν Περσῶν πολλοὶ δεδιότες, ἐπεὶ παρεκάλουν, γινώσκοντες αὐτὸν τοῦ Θεοῦ δοῦλον γνήσιον, οὗτος ἐπὶ δεκάτην ἡμέραν τὴν πρὸς Θεὸν αὐτοῦ ἁγίαν προσευχὴν ἐπεκτείνας: Οὐ μόνον διὰ σε, ἤκουσεν, ἀλλὰ καὶ δι’ ἑτέρων πολλῶν παννύχους παρακλήσεις καὶ δεήσεις ὁ μιαρὸς καὶ δυσσεβὴς Ἰουλιανὸς ἀποσφάττεται.
Μετὰ δὲ χρόνους τινάς, τοῦ μακαρίου Μελετίου ἐξ Ἀντιοχείας διωχθέντος, προσεκαλέσαντό τινες τὸν μακάριον τοῦτον, εὐχῆς καὶ παρακλήσεως καὶ παρηγορίας πολλῶν ἕνεκα, καὶ συνθέμενος καὶ ἀπερχόμενος προσεδέχθη ἐν ὁδῷ παρὰ γυναικὸς φιλοθέου. Καὶ ἐπεὶ κατακλιθέντος εἰς δεῖπνον τοῦ Ἁγίου, ὅπερ εἶχεν ἑπταετὲς παιδίον ἡ γυνὴ μονογενές, ἐν τῇ τραπέζῃ ἀσχολούμενον, μικρὸν ἐξ ὀφθαλμῶν παρελθόν, συνέβη πεσεῖν ἐν τῷ φρέατι, ἡ τιμία γυνή, γνοῦσα μὲν τοῦτο, μηδὲν τὸ παράπαν ἀλλοιωθεῖσα, ἀλλὰ μᾶλλον τὸ φρέαρ σκεπάσασα, μεγαλοψύχως διηκόνει, καὶ τὸ ἅγιον τὸ παιδίον ἐπιζητοῦντα, παρεκρούσατο διὰ νόσον ἐπισυμβᾶσαν. Τοῦ δὲ ἐπιμελῶς το παιδίον ἐπιζητοῦντος ἐπὶ τῆς τραπέζης ἐλθεῖν, καὶ εὐλογίας ἀπολαῦσαι, γνωστὸν ἐγένετο τὸ πραχθέν. Εὐθέως δὲ τῆς τραπέζης ἐξαναστάς, καὶ τὸ κάλυμμα τοῦ φρέατος ἀποῤῥίψας, ὡς εἶδε τὸ παιδίον ἁλλόμενον ἐν τοῖς ὕδασιν ὑγιές, καὶ οἷα παίζοντι τῇ χειρί προσεοικός, ἀχθῆναι τοῦτο διά τινος τῶν παρευρεθέντων ἐκέλευσε, καὶ τούτου γενομένου καὶ τὸ παιδίον ἐρωτώμενον, οὐδέν τι δεινὸν παθεῖν ἔφασκε, διὰ τὸ κουφίζεσθαι τοῦτο, καὶ ἀνέχεσθαι ὑπὸ τοῦ προσομιλοῦντος αὐτὸ ἐν τοῖς ὕδασι καὶ προσπαίζοντος γέροντος.
Ὁδεύοντι δὲ αὐτῷ ἐν τῇ ὁδῷ ποτέ, καὶ ἐπὶ τὰ Βασίλεια ἀπερχομένῳ, τὶς κατακείμενος ὤν, προσεγγίσας τῇ σισύρᾳ αὐτοῦ, εὐθέως ἀνέστη, ἀκολουθῶν αὐτῷ, ὡς ὁ πάλαι χωλὸς τῷ Πέτρῳ καὶ Ἰωάννῃ· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ εἰς τὴν ὀρθόδοξον πίστιν ὑποστηρίξας αὐτόν, ὑπέστρεψεν ἐπὶ τὴν ἀσκητικὴν αὐτοῦ παλαίστρην, διὰ τῆς Κύρου την πορείαν ποιούμενος. Οἱ δὲ τῆς πόλεως Κύρου κρατήσαντες τὸν Ἅγιον εἰς παράκλησιν, ἔλεγον: Τοῦ Θεοῦ δοῦλε, Ἀστέριον τινά, ἀντὶ τοῦ Ἐπισκόπου ἡμῶν προσδοκῶμεν, δυσσεβῆ καὶ ὀλέθριον. Πρόσμεινον μεθ’ ἡμῶν, καὶ βοήθησον εἴτι δύνασαι, μη ποτε τῇ στωμύλῳ αὐτοῦ γλώσσῃ αὐτὸς ἐν λόγοις τισὶ διαστρέψῃ ἡμᾶς. Ὁ δὲ προσμείνας, καὶ ευχὴν παννύχιον ὀλίγων συνελθόντων ἐκτελέσας, θεηλάτῳ ὀργῇ τοῦτον ἀπέκτεινε, μιᾶς καὶ μόνης ἡμέρας ζωὴν ἐπώδυνον ἐάσας τούτῳ. Ὑποστρέψας δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, καὶ χρόνους ἱκανοὺς διαρκέσας σὺν αὐτοῖς, πρὸς Κύριον ἐξεδήμησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τεσσαράκοντα Παῖδες, ξίφει τελειοῦνται.
Παίδων διπλῆ τέθνηκεν εἰκὰς ἐκ ξίφους,
Τιμῶσα Χριστὸν τὸν διπλοῦν κατ’ οὐσίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μνάσων ἐπίσκοπος Κύπρου, ξίφει τελειοῦται.
Ὡς πύργος ἐνδοὺς τὴν κάραν κλίνας Μνάσων,
Πτῶσιν πρὸ τῆς γῆς τὴν ἀπὸ ξίφους μένει.



Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Νεομαρτύρων Γαβριὴλ καὶ Κυρμιδώλη, τῶν ἐν Αἰγύπτῳ ἀθλησάντων ἐν ἔτει 1522.
Ὁ Κυρμιδώλης καὶ Γαβριὴλ οἱ δύο,
ἀθλοῦσιν ἅμα καὶ στεφανοῦνται ἅμα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυριακοῦ, ἐπισκόπου Ἱεροσολύμων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη  τῆς Ἁγίας Νεομάρτυρος Ζλάτα Μαγκλένσκα τῆς Βουλγαρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Μαχαιριωτίσσης ἐν τῇ ὁμωνύμῳ Μονῇ τῆς Κύπρου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσόν ἡμᾶς.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν τὴν κτίσιν.
Ἀλαλάξωμεν ἐφύμνια θεόφρονες, τῇ Θεομήτορι, ὅτι πυρὸς ἀπειλήν, αἱρέσεως ἔσβεσε, θεῖον εἰκόνισμα πάλαι δείξασα, τὸ ἑαυτῆς κρυπτόμενον, τῇ δυάδι τῶν Πατέρων.
Ἀνυμνήσωμεν φιλέορτοι τὴν ἔνθεον, μνήμην ἐν ᾄσμασι, τῆς ξυνωρίδος Χριστοῦ, τὸν τάφον κυκλώσαντες, καὶ ἀρυόμενοι, νόσων ἴαμα, καὶ ἀλγηδόνων ψάλλοντες· ὁ Θεὸς εὐλογητὸς εἶ.
Ἰαμάτων τὰ χαρίσματα λαμβάνοντες, ἀφθόνως βρύοντα, ἐξ ἀεννάου πηγῆς, νῦν δεῦτε φιλέορτοι, θίασον ἔνθεον, συστησώμεθα, ἀναβοῶντες Κύριε· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὑπὲρ ἥλιον ἀνέδειξας Θεόνυμφε, ἐν κόσμῳ λάμποντα, τὸν φωτοδότην Χριστόν, καὶ σκότος διώκοντα πρὶν ὑφιστάμενον, τῇ ἀνθρωπότητι, ὃν Εὐφροσύνη μέλπουσα, ὑπερύμνει εἰς αἰῶνας.

Ἕτερος. Θεοῦ συγκατάβασιν.
Ὁλόφωτος ἥλιος, καθάπερ πάλαι εἰσέδυ οὐκ ἀθεεί, ἐν σπηλαίῳ ὁ κήρυξ Εὐαγγελίου, ὁ μέγας λαμπτὴρ τῆς Ἀχαΐας, ἐν μέσῳ καὶ γέγραφε, τὴν νεαρὰν τοῦ Χριστοῦ διαθήκην σοφῶς.
Σιὼν πανηγύριζε, Βηθλεὲμ δὲ χαῖρε τέρπου πιστῶς, σπήλαιον γὰρ εὑρέθη ἐν Ἀχαΐᾳ, ὅπου οἰκεῖ Μαριάμ, Βηθλεεμίτις, καὶ πάλιν παρέχουσα, Χριστιανοῖς ἀγαθὰ Θεοτόκος ἁγνή.
Ἰδοὺ Δὰδ θύγατερ εὐλογημένη, Παῦλος ὁ μέγας φωστήρ, καὶ Ἀνδρέας ὁ κῆρυξ, ἐν Ἀχαΐᾳ, προσάγουσί σοι λαόν, εὐσεβοφρόνως λατρεύοντα Κύριον, τὸν τῶν Πατέρων Θεόν, γεννηθέντα ἐκ Σοῦ.
Ὁ Λόγος σεσάρκωται, ἐκ τῶν ἀχράντων αἱμάτων Κόρη τῶν Σῶν, ἐν Εἰκόνι δὲ τοῦτον, ἀνιστοροῦμεν θεανδρικῇ τῇ μορφῇ, πιστῶν τὰ πλήθη, καὶ ψάλλοντες λέγομεν, σὺν τοῖς Πατράσιν ἁγνή, αὕτη ἡ δόξα ἡμῶν.
Θεοτοκίον.
Θεοῦ συγκατάβασιν, κατανοοῦσα Ὁσία κόρη σοφῶς, ἐκ Παρθένου φανεῖσαν, θεοπλαστίᾳ ἀκαταλήπτῳ βροτοῖς, ἐν παρθενίᾳ ἐβίω, τοῖς δάκρυσιν ἱλεουμένη Χριστόν, διὰ τοῦ βίου παντός.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Νόμον σου φυλάσσοντας ἀγρύπνως, τοὺς ἄνακτας τῶν Ῥωμαίων ὦ Θεάνθρωπε, Κύριε ὑπέρσοφε, σκέπε καὶ περίσωζε, Ἀγγελικαῖς ἐν πτέρυξιν, πάντας ἐχθραίνοντας, τιθείς, ὑπὸ τοὺς πόδας τοῦ κράτους, καὶ τῇ ἀπωλείᾳ, ἐκπέμπων εἰς αἰῶνας.
Οἴκτῳ Βηθλεέμ, Θεὸς ἐτέχθη οὐ νεύματι, ἐν σπηλαίῳ κατελάμπρυνε ποίμνην σου εἰς καύχημα, νήσου τῆς τοῦ Πέλοπος, Θεοκυῆτορ κράτιστος, ἄναξ Ἀνδρόνικος, ᾧ Δέσποινα πανθαύμαστε δίδου, νίκας κατὰ πάντων, βαρβάρων σαῖς πρεσβειαις.
Σήμερον τὴν μνήμην τῶν Πατέρων, ὁμήγυριν σεβασμίαν συνεπλέξαμεν, πάντα διηγούμενοι, τούτων τὰ τεράστια, ἄλλος ἄλλ’ ὅτι λέγοντες, ὧν ἀπηλαύσαμεν, τὸν Κύριον, ὑμνοῦντες ὡς ὅλης, πλούσιον δοτῆρα, τῆς ἀγαθοδωρίας.
Κλέος τῶν Ἁγίων Σου ὑπάρχει, τὸ ζεῦγος τὸ τῶν Πατέρων Πάτερ ὕψιστε, πᾶσαν βαδίσαντες, τρίβον τὴν σωτήριον, καὶ λαοπλάνον αἵρεσιν, θείοις κηρύγμασι, μακράν, ποῦ ἐκδιωξάντων πάλαι, εἰκονομαχίας, ἐκβλύζουσι νῦν μῦρα.
Θεοτοκίον.
Λεύκανον Παρθένε ὡς χιόνα, τοῦ βίου τὸ ζοφῶδες καὶ ἐκλάμπρυνον, θείαις ἱκεσίαις Σου, ἵνα μεγαλύνω Σε, ὡς τοῦ ἐλέους ἄβυσσον, Κύριον τέξασα, καὶ μόνην, σωτηρίας ἐλπίδα, πᾶσι Χριστωνύμοις, δοθεῖσαν εἰς αἰῶνας.

Ἕτερος. Ἑπταπλασίως κάμινον.
Ἱερουργοὶ θεόφρονες, τῶν Ὁσίων ἀγλάϊσμα, σὺν τῷ Θεοδώρῳ Συμεὼν πανόλβιε, εἰκόνος ὑπέρμαχοι, ὀρθοδοξίας στύλοι λαμπροί, τῆς τε Πανελλάδος, οἱ τερπνοὶ πλιοῦχοι, Χριστὸν ἐκδυσωπεῖτε, ῥυσθῆναι τῶν κινδύνων, τοὺς πόθῳ ἀνυμνοῦντας, ὑμᾶς εἰς τοὺς αἰῶνας.
Στεφηφοροῦντας ἄνακτας τῶν Ῥωμαίων περίφραξον, ταῖς ἀγγελικαῖς ἀπ’ οὐρανοῦ δυνάμεσι, Θεὲ ὑπερούσιε, τὰς ἐθναρχίας πάσας ὁμοῦ, τούτοις ὑποτάττων, καὶ συντρίβων τυράννους, πρεσβείαις τῆς Παρθένου, Θεοτόκου Μαρίας, Πατέρων τε πανσόφων, καὶ θείας Εὐφροσύνης.
Ἐπὶ τῆς γῆς τῆς πόλεως, ὦ Θεόνυμφε Δέσποινα, τὴν ἐν τῷ σπηλαίῳ Μονὴν τοῖς κάλλεσιν, εἰς ὕψος ἐπηύξησε Παλαιολόγος ἄναξ σοφῶς, περιβεβλημένος, εὐσεβείας τὸ κράτος, Ἀνδρόνικος ὁ μέγας, τούῳ δίδου τὰς νίκας, βαρβάρων κατὰ πάντων, καὶ πλῆσον θυμηδίας.
Νῦν εἰς τὸ ἄντρον ἅπαντες, ὦ μονάζοντες σπεύσατε, δῶρα τοῖς Πατρᾶσιν, ἀρετὰς προσφέροντες, τὴν λάρνακα ἴδετε, τῶν ἰαμάτων βρύσιν πιστοῖς, βλύζουσαν καὶ πάθη, συμφοράς τε παντοίας, ἐκ μέσου γινομένας· διὸ ἐκδυσωπεῖτε Χριστόν, αὐτῶν πρεσβείαις τυχεῖν τοῦ Παραδείσου.
Θεοτοκίον.
Ἵνα πιστώσῃς ἄχραντε, τοῦ Υἱοῦ Σου τὴν σάρκωσιν, ἔδειξας Εἰκόνα Σου ποτὲ τοῖς γέρουσιν, ἐν ἄντρῳ καὶ ὕδατι, ἐγκρυπτομένην, χρόνῳ μακρῷ, ἔνθα τοῦτον φέρεις, ἐν τοῖς κόλποις ὡς βρέφος, προσβλέποντάς σε Κόρη, ὀφθαλμοῖς εὐμενέσιν, αἱρετικῶν οὖν θράσος, πιπτέτω παραυτίκα.

ᾨδὴ θ’. Ἅπας γηγενής.
Ὄρος θαυμαστὸν σπηλαίῳ καὶ ὕδατι, εἶχε κρυπτόμενον, πάλαι σου εἰκόνισμα, ὁ Κράθις χρόνοις πλείστοις Μητρόθεε, ἡ ξυνωρὶς δὲ εὕρετο, τοῦτο δοξάζουσα, τῶν Ὁσίων Κύριον, Ὃν αἴτησαι, βασιλείας τὰ σκήπτρα κρατύνεσθαι.
Ῥῆξον δυσμενῶν, τῶν κύκλῳ τὰς φάλαγγας, καὶ τούτους ὤλεσον, νήσου δὲ τῆς Πέλοπος, προστάτην πέμψον θεῖον Ἀρχάγγελον, τοὺς εὐσεβεῖς φυλάττοντα, πάσης ἐκ θλίψεως, τῶν Πατέρων, κόρης τε ἐντεύξεσιν, Παναγία Θεόνυμφε Δέσποινα.
Ἡ περικαλλής, καὶ πάμφωτος μνήμη σου, ὦ ζεῦγος ἅγιον, πανήγυριν ἤθροισε, λαῶν ἀπείρων ὕμνους ἐξάδοντας, Συμεὼν καὶ Θεόδωρε, καὶ Εὐφροσύνη δέ, οἷς τὴν θείαν, χάριν νῦν παρέχετε, καὶ πταισμάτων πολλῶν ἀπολύτρωσιν.
Ὅλης ἐκ ψυχῆς, νοὸς διανοίας τε, μυσταγωγούμενος, παρὰ θεολόγων τε, καὶ Ἀποστόλων δόγματα ὅσια, πιστεύω ὑπερούσιον, Τριάδα ἄκτιστον, τὸν Πατέρα, Λόγον καὶ τὸ Πνεῦμα δέ, τὸ εὐθὲς ὁμοούσιον ὕπαρξιν.
Θεοτοκίον.
Ὕδωρ οὓ ποτέ, Δαβὶδ ἐπεθύμησε, Βηθλεὲμ βλύζοντος, βρύει νῦν ἀένναα ἐν τῷ σπηλαίῳ ἰδού, ἀντλήσατε, λαοὶ φιλοθεώτατοι, πανηγυρίζοντες, ἰαμάτων, ἄφθονα χαρίσματα, Θεοτόκον ὑμνοῦντες τὴν ἄσπιλον.

Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ.
Θαυμάτων σου τὸ πέλαγος ὦ δυάς, τῶν Πατέρων μιμεῖται τὰ ῥεύματα, τοῦ ποταμοῦ, ὅσγε τὴν Μονὴν ὑμῶν περιῤῥεῖ, τοῖς τεραστίοις ἅπασιν, ὅλην περικλύζον γῆν νοητῶς, Ἑλλήνων καὶ τὰς νόσους, βυθίζον καὶ ὑγείαν, τοῖς δεομένοις παρεχόμενον.
Ἀνάδειξον Θεόνυμφε Μαριάμ, τὴν Μονήν Σου πλουσίαν ἐν ἅπασιν, οἷς οἱ βροτοί, ζῶμεν καὶ ἀκίνδυνον εἰς ἀεί, πάσας κακώσεις πόῤῥωθεν, ταύτης ἐκδιώκουσα κραταιῶς, καὶ πάρεσχε τοῖς πίστει, προστρέχουσι Παρθένε, τῇ Σῇ Εἰκόνι χάριν ἄφθονον.
Δαιμόνων με καὶ νόσων καὶ συμφορῶν, πειρασμῶν τε καὶ ζάλης καὶ θλίψεως, ὦ Μαριάμ, Κόρη ἀπολύτρωσαι εἰς ἀεί, καὶ συκοφάντας ἅπαντας, δεῖξον δὴ ἀφώνους τοὺς κατ’ ἐμοῦ, διέργεσίν μοι δίδου, καὶ πλοῦτον εὐσεβείας, τῷ ἀνυμνοῦντι τὰ Σὰ θαύματα.
Ἐπίφανον τὸ πρόσωπόν Σου ἁγνή, βασιλεῦσιν ἡμῶν καὶ εἰρήνευσον, τούτους ἀεί, τάχιον θορύβους καὶ ταραχάς, ἐθνῶν τε τὰ φρυάγματα, μόνη ἐκ τοῦ μέσου πανταρχικῶς, ποιοῦσα καὶ τῇ πόλιε, τοῦ κράτους ὦ Παρθένε, μένουσα δόξαν καὶ ἀσφάλειαν.
Ὁ λόγος ὁ τῆς πίστεως ὁ εὐθύς, ὀρθοδόξως κηρύττεται ἄνωθεν, μία ἐστί, φύσις καὶ οὐσία καὶ ἡ μορφή, τρία δὲ πάλιν πρόσωπα, καὶ αἱ ὑποστάσεις ὡς ἀληθῶς, Πατὴρ ὁ Λόγος ἅμα, καὶ Πνεῦμα ἡ θεότης, οἷς βεβαπτίσμεθα πιστεύοντες.
Θεοτοκίον.
Ὑδάτων ἐξ αἰῶνος τῶν θαυμαστῶν, τὰ τεράστια βλέπω τελούμενα, ἐν τῇ πηγῇ, τῇ Σῇ Θεοτόκε ὦ Μαριάμ, ἣν ἐν σπηλαίῳ νάουσαν, ἔδειξας τοῖς δούλοις Σου ἐμφανῶς, ὡς Βηθλεὲμ τὸ ὕδωρ, αὐτῆς οὖν ὦ παρόντες, πίστει τρυφήσωμεν ταῖς χάρισιν.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἀπὸ τῆς λάρνακος βρύει, Πατέρων θείων ἐνδόξων, χαρίσματα ἰαμάτων, πᾶσι τοῖς προσιοῦσιν, οὓς εὐφημήσωμεν πόθῳ, οἱ ἀθροισθέντες ἐνθάδε.
Θεοτοκίον.
Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην.

Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τοὺς Πατέρας αἰνέσωμεν, Συμεὼν καὶ Θεόδωρον, τερπνοτάτοις ᾄσμασιν ὥσπερ ἄνθεσι, τὰς τούτων κάρας κοσμήσαντες, καὶ δῶρα προσάξαντες, τούτοις τὰ πενυματικά, ἑορτὴν γὰρ πανίερον συνεστήσαντο, παμφᾶη ἐτησίως, ἣν ἐκ τρίτου ἐκτελοῦμεν, ἰαμάτων πλοῦτον τοῦ τάφου λαμβάνομεν. (Δίς)

Τοὺς Πατέρας ὑμνήσωμεν, ἐν ᾠδαῖς μεγαλύνοντες, τὴν αὐτῶν ἀμίμητον θείαν βίωσιν, ὥσπερ γὰρ ἄγγελοι ἔζησαν, ἐν γῇ καὶ ἀνεύροντο, τῆς Μητρὸς τοῦ Ἰησοῦ, ἐν σπηλαίῳ εἰκόνισμα, ὃ ἐκρύπτετο, μακροτάτοις ἐν χρόνοις καὶ τὴν πίστιν, τὴν ὀρθόδοξον κρατοῦντες, τοῖς Ἀχαϊοῖς ἀνεκήρυττον.

Τὴν Ὁσίαν τιμήσωμεν, Εὐφροσύνην ἐν ᾄσμασιν, αὕτη γὰρ ποιμαίνουσα καὶ τοῖς ὄρεσιν, ἐνδιατρίβουσα εὕρατο, σπηλαίῳ ἐν ὕδατι, τὴν Μητέρα τοῦ Θεοῦ, ἐν Εἰκόνι ἀστράπτουσαν, ἧς καὶ ἤκουσε, θείους λόγους κειμένη ἐπ’ ἐδάφους, καὶ τὸ χαίροις ἀνεβόα, σεμνὴ Παρθένε Μητρόθεε.
Δόξα. Ἦχος πλ. δ΄.
Ποῖος νοῦς, ἢ γλῶσσα βροτῶν, τὰ καθ’ ὑμᾶς ὑμνῆσαι ἰσχύει μακάριοι Πατέρες, Συμεὼν καὶ Θεόδωρε, ὑπὲρ ἀρετῆς γὰρ τὰ μέγιστα ἐνιδρώσαντες, καὶ τὰ τῆς σαρκὸς σκιρτήματα, τῇ ψυχῇ τελείως καθυποτάξαντες, τὴν τῆς παναχράντου Θεοτόκου εὑρεῖν ἠξιώθητε Εἰκόνα, θεοκινήτῳ ὁδηγίᾳ Εὐφροσύνης τῆς πανευφήμου. Καὶ νῦν τῶν ἐσόπτρων λυθέντων, τῷ ἀκροτάτῳ φωτὶ τῆς ὑπερθέου Τριάδος, καθαρῶς ἐπλησιάσατε, λιπόντες ἡμῖν τὰ πανίερα καὶ ἀσκητικώτατα ὑμῶν σώματα, ποταμοὺς τοῖς χρήζουσιν ἀεί, ἀναβλύζοντα τῶν ἰάσεων. Ἀλλὰ μέμνησθε ἡμῶν Ὅσιοι, αἰτούμενοι παρὰ Χριστοῦ, ἱλασμὸν ἡμῖν, καὶ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων· προκύψασα γὰρ ἄνωθεν, ἡ παντάνασσα Μητροπάρθενος, ταῖς εὐλογίαις καταστέφει τοὺς εὐφημοῦντας αὐτήν. Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις, Βασιλέα τέξασαν, τοὺς θανάτῳ κρατουμένους πρίν, ἀπολῦσαι φιλανθρώπως εὐδοκήσαντα. Ποιμένες καὶ Διδάσκαλοι, τὴν τοῦ καλοῦ Ποιμένος ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήσωμεν· τὴν λυχνίαν τὴν χρυσαυγῆ, τὴν φωτοφόρον νεφέλην, τὴν τῶν Χερουβὶμ ὑπερτέραν, τὴν ἔμψυχόν τε κιβωτόν, τὸν πυρίμορφον τοῦ Δεσπότου θρόνον, τὴν μανναδόχον χρυσέαν στάμνον, τὴν ζωηφόρον τοῦ Λόγου πλάκα· ἁπάντων Χριστιανῶν τὸ καταφύγιον, ᾄσμασι θεηγόροις, ἐγκωμιάζοντες, οὕτως εἴπωμεν· Παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς οὐρανῶν βασιλείας· οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ σου.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.