Σάββατο 14 Φεβρουαρίου 2026

ΦΕΒΡΟΥΑΡΙΟΣ 24. ΟΣΙΟΣ ΠΕΤΡΩΝΙΟΣ ΠΡΟΔΡΟΜΙΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΔ!!

ΠΕΤΡΩΝΙΟΣ ΠΡΟΔΡΟΜΙΤΗΣ ΟΣΙΟΣ

ΑΚΟΛΟΥΘΙΑ

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·  Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Βλαστὸν τερπνὸν Ῥουμανίας, σεπτὸν Πετρώνιον, ἐν Σκήτῃ τοῦ Προδρόμου, τῇ ἐν Ἄθωνι κρίνα, ἀνθήσαντα εὐώδη διαγωγῆς, θεαυγοῦς ταπεινώσεως, καὶ προσευχῆς εὐφημήσωμεν νοερᾶς, φιλοσίων τὰ συστήματα.

 

Ὑπὸ μητρὸς πανοσίας, χρηστῶς Πετρώνιον, ἀνατραφέντα δεῦτε, καὶ ἐξ ὅλης καρδίας, νεότητος ἐκ χρόνων ὁλοσχερῶς, τὸν Χριστὸν ἀγαπήσαντα, ἐγκωμιάσωμεν πάντες ὡς ἀσκητήν, ἀφανῶς πολιτευσάμενον.

 

Τῶν Ὀρθοδόξων δογμάτων, πᾶσαν ἀκρίβειαν, τηρήσαντα ἐν βίῳ, εὐφημήσωμεν πάντες, Πετρώνιον Δικαῖον τῆ ἱερᾶς, ἐν τῷ Ἄθωνι Σκήτεως, τῆς παρουσίας Προδρόμου ἐπὶ τῆς γῆς, Θεανθρώπου Παντοκράτορος.

 

Τῆς ταπεινώσεως βάθρον, στῦλον ἁπλότητος, σαρκὸς σκληραγωγίας, τὸ παλάτιον ὕμνοις, Πετρώνιον εὐτάκτοις οἱ εὐσεβεῖς, εὐσχημόνως τιμήσωμεν, τῶν ἀσκητῶν κατορθώματα παλαιῶν, ἄρτι ἀναζωγραφήσαντα.

 

Δόξα. Ἦχος β΄.

Θεῷ εὐάρεστον Προδρομίτην Δικαῖον, ὡς νεαυγῶν πατέρων πολυτίμητον σέμνωμα, ἀρεταῖς φιλοπονίας εὐχῆς καὶ ταπεινώσεως λάμψαντα, Πετρώνιον τὸν ὁσιώτατον ἀξιοχρέως εὐφημήσωμεν ψάλλοντες· Ῥουμανίας θειότατε γόνε καὶ ἴον Ἄθωνος εὐωδέστατον, ὁ τὴν πτωχείαν Χριστοῦ ἀγαπήσας, καὶ διὰ πλούτου τῆς καρδίας σου πολλοὺς πλουτίσας, μὴ παύσῃ Αὐτοῦ δεόμενος, ὑπὲρ τῶν τιμώντων τὴν θείαν μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαίροις νεοθαλές, τῆς Ῥουμανίας ἄνθος, Πετρώνιε παμμάκαρ,  ἀνθήσαν ἐν τῇ Σκήτῃ, Προδρόμου τῇ ἐν Ἄθωνι.

 

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

σκησας ἀφανῶς, ἐν Ὄρει τῷ Ἁγίῳ, Πετρώνιε καὶ τύπος, πρὸς μίμησιν ἐγένου, ποθούντων πάντων θέωσιν.

 

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Σκήτεως ἱερᾶς, Δικαῖε τοῦ Προδρόμου, Πετρώνιε ἀσκήσει, εὐχῇ καὶ ταπεινώσει, ἀγγέλων ὤφθης σύνοικος.

 

Δόξα. Τριαδικόν.

Δεῖξον ἡμῖν ὁδόν, Τριὰς ὑπεραγία, εὐαρεστήσεώς Σου, Πετρώνιος ἣν ἄρτι, ὁ δοῦλός Σου ἐβάδισεν.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα Μαριάμ, τὴν ἀχειρότευκτόν σου, εἰκόνα προσκυνοῦμεν, ἐν Σκήτῃ τοῦ Προδρόμου, Παρθένε Προδρομίτισσα.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἐπὶ πέτραν ἐγείραντα ταπεινώσεως, οἶκον ψυχῆς σωτηρίας, Δικαῖον ὕμνοις φαιδροῖς, ἐν τῷ Ἄθωνι Προδρόμου θείας Σκήτεως, ὡς ἀρετῆς ὑπογραμμόν, εὐφημήσωμεν πιστοί, Πετρώνιον τὸν θεόπνουν, ἐπὶ Χριστοῦ θείαν πέτραν, εὐχαῖς αὐτοῦ ἡμᾶς στηρίζοντα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Συνελθόντες πανήγυριν, συγκροτοῦμεν ἑόρτιον, πάντες οἱ φιλέορτοι ἀγαλλόμενοι, ἐπὶ τῇ μνήμῃ τοῦ μάκαρος, Προδρόμου τῆς Σκήτεως, Πετρωνίου ἀσκητοῦ, καὶ Δικαίου ὀρθόδοξον, τοῦ κατέχοντος, ὄντως φρόνημα σήμερον καὶ ἄθλους, εὐφημοῦμεν ὁλοθύμως, αὐτοῦ συντόνους πρὸς θέωσιν.

 

Τῆς Φαρκάσας τὸ βλάστημα, Ῥουμανίας τὸ σέμνωμα, Σκήτεως Προδρόμου Δικαῖον πάντιμον, τῆς ἐν τῷ ὄρει τοῦ Ἄθωνος, Πετρώνιον ὅσιον, ἐναρέτου ἀγωγῆς, ἀληθοῦς ταπεινώσεως, καὶ ἁπλότητος, τὸν ὀρθὸν ἐν παννύχοις ἀγρυπνίαις, παραμένοντα ἐν ὕμνοις, εὐτάκτοις νῦν μελῳδήσωμεν.

 

Ἰσαγγέλως βιώσαντα, καὶ τὴν Σκήτην ἐν Ἄθωνι, Βαπτιστοῦ Κυρίου ἀναγεννήσαντα, πνευματικῶς ἀνυμνήσωμεν, Πετρώνιον ψάλλοντες· Ὁσιότητος βαλβίς, καὶ πραότητος σκήνωμα, ἠκολούθησας, τοῦ Χριστοῦ τῇ πτωχείᾳ καὶ σὸν βίον, κατεκόσμησας νηστείαις, καὶ τῶν γονάτων σου κλίσεσι.

 

Ὡς ἀστέρα νεόφωτον, Ἐκκλησίας πυρσεύμασιν, ἀρετῆς τὸν Ἄθωνα καταυγάσαντα, ὀρθοδοξίας ὑπέρμαχον, αἱρέσεως σύντριμμα, θεαυγοῦς διαγωγῆς, καὶ συντόνου ἀσκήσεως, ἐντευκτήριον, συνελθόντες τιμήσωμεν προθύμως, ὡς τοῦ Πνεύματος δοχεῖον, τοῦ Παρακλήτου Πετρώνιον.

 

Τὸν ἐκ χρόνων νεότητος, ἀγαπήσαντα ἄσκησιν, ἔνθεον καὶ βήματα ὁδηγήσαντα, αὐτοῦ Μονὴν πρὸς περίδοξον, Νεὰμτς νῦν Πετρώνιον, Ῥουμανίας τὸν βλαστόν, πρῶτον καὶ εἶτα μέλψωμεν, πρὸς τὴν πάνσεπτον, Συχαστρίας Μονὴν ἐξ ἧς εἰς Σκήτην, τοῦ Προδρόμου ἐν τῷ Ἄθῳ, ἦλθεν ἣν πόνοις ἡγίασεν.

 

Ἀσκητὴν θεοτίμητον, ἀφανῶς τὸν βιώσαντα, φυλακὴν θυρίδων νοὸς τὸν ἔχοντα, εὐχῆς καὶ νήψεως ἔκτυπον, φιλοῦντα ἐγρήγορσιν, καὶ πτωχείαν Ἰησοῦ, τὸν Δικαῖον τιμήσωμεν, ὕμνοις πρέπουσι, τοῦ Προδρόμου τῆς Σκήτεως ἐν Ἄθῳ, νῦν Πετρώνιον τὸν θεῖον, ὡς ἀρετῆς ἐνδιαίτημα.

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

Τὸ νοητὸν τῆς ἀνεξικακίας καὶ ταπεινώσεως ἥλιον, ἀνατείλαντα ἐν Ῥουμανίᾳ, καὶ ἐν Ἁγίῳ Ὄρει ἀρτίως ἐκλάμψαντα, Πετρώνιον τὸν ὅσιον μακαρίσωμεν, καὶ αὐτῷ ἐν κατανύξει εἴπωμεν· Χαῖρε ὁ ἐν καιροῖς ἐσχάτοις, τῶν πάλαι ἀσκητῶν ἀναζωγραφήσας τοὺς τρόπους, καὶ τηρήσας Ὀρθοδοξίαν ἀνόθευτον· χαῖρε ὁ θεόσδοτος Δικαῖος, τῆς Σκήτεως τοῦ Τιμίου Προδρόμου, ὁ ἰσαγγέλως ἐν αὐτῇ πολιτευσάμενος· χαῖρε ἀρετῆς τὸ ἐνδιαίτημα, καὶ φιλοπονίας ὁ πρόβολος, ὁ θεόθεν νῦν ἐπακούων ἡμῶν δεήσεων, καὶ πρεσβεύων Κυρίῳ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν... Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος.  Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. η΄ 1 - 11)

Υἱέ, σὺ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούσῃ· ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν, ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκε· παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται. Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων· νοήσατε, ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου, σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά· ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτῷ σκολιὸν οὐδὲ στραγγαλιῶδες· πάντα ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. α΄. 1-10)

Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας. ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα, καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτους, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκαρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α΄.

λος φωτὸς τοῦ ἀστέκτου πεπλησμένος Πετρώνιε, κατηύγασας μαρμαρυγαῖς τῶν ἀσκητικῶν σου κατορθωμάτων, καὶ ἀρετῶν σου λαμπηδόσι, τὰς ψυχὰς τῶν ἐν ῥαστώνης καὶ ἀκηδίας σκοτίᾳ κατακειμένων· ὀφθεὶς οὖν πράξεσιν ἔκτυπον πρὸς μίμησιν τῆς συνοδίας σου, τῆς ἄνω ἀνέδραμες λαμπρότητος ἀπολαύειν τοῦ φέγγους, καὶ πρεσβεύειν Κυρίῳ ὑπὲρ τῶν τιμώντων σε.

 

Ἦχος β΄.

Τὴν πτωχείαν Χριστοῦ ἐνδυσάμενος, καὶ ἀνεξικακίας ἀμπεχόμενος ἱμάτιον, τοῦ πλούτου τῶν οὐρανίων ἀγαθῶν ἠξιώθης ἀπολαῦσαι, ὁσιώτατε Προδρομῖτα Πετρώνιε· ἀποβαλὼν οὖν πᾶν γεῶδες καὶ πρόσκαιρον, στολὴν ἀφθαρσίας ἐνεδύσω, καὶ εἰσῆλθες λαμπροχίτων εἰς οὐράνια σκηνώματα, αὐτῶν τῆς εὐκλείας ἀπολαύειν, καὶ πρεσβεύειν ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

Ἦχος γ΄.

Ὁλοσχερῶς Χριστὸν ἀγαπήσας ἐκ νεότητος, πρακτικῇ τῆς μητρός σου ὑποδείξει, ὁσιωτάτης Ὀλυμπίας Πετρώνιε, ἀρετῆς παιδευτήριον πέφηνας, καὶ προσευχῆς ἀενάου ἐργαστήριον· ὅθεν καὶ ἡμεῖς σὲ μακαρίζοντες, οἱ θαυμάζοντες τοὺς καθ’ ἑκάστην συντόνους σου πόνους, ἐκδεχόμεθα τὰ θεοπειθεῖς σου πρεσβείας, ἵνα τύχωμεν τῆς σὺν σοὶ ἀλήκτου ἀγαλλιάσεως.

 

Δόξα. Ἦχος δ΄.

Σήμερον πιστοὶ ἐν κατανύξει συνελθόντες, ἐπὶ τῇ πανσέπτῳ μνήμῃ Πετρωνίου τοῦ θεοεικέλου, ψαλμικῶς αὐτὸν μακαρίσωμεν, ὡς ἀσκητῶν πρότυπον πρὸς μίμησιν, καὶ ἐν ἀγαλλιάσει βοήσωμεν· Ἰσουράνιε ἄνθρωπε, ὁ συντόνοις κατορθώμασι λαβὼν τὸν βραβεῖον τῆς ἄνω κλήσεως, μνήσθητι ἐν αὐτῇ καὶ ἡμῶν τῶν τελούντων ἐν ὕμνοις, τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, ὁ ἐπὶ πέτραν Χριστοῦ, τῆς θείας πίστεως δομήσας Πετρώνιε, τὸν οἶκον τῆς σωτηρίας, σῆς ἀθανάτου ψυχῆς, συνεργείᾳ θείᾳ, πάτερ ὅσιε, καὶ τῷ παραδείγματι, τῶν ὁσίων γονέων σου, κατευθυνάντων, ἐπὶ γῆς σοῦ τὰ βήματα, πρὸς ἀπόκτησιν, ἀρετῆς πνευματέμφορε,ὀρθοδοξίας πρόμαχε, ἀσκήσεως ἄγαλμα, καὶ ταπεινώσεως βάθρον, καὶ ἀρετῆς ἀκροθίνιον, Δικαῖε Προδρόμου, Θεοφόρε τῆς ἐν ὄρει, Ἄθωνος Σκήτεως.

 

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, τῆς Ῥουμανίας βλαστός, τῆς Μολδαβίας ἱερὸν σεμνολόγημα, οἰκῆτορ Νεὰμτς Σεμνείου, καὶ Συχαστρίας σεπτοῦ, ὄρους τοῦ Ἁγίου, ἐγκαλλώπισμα, Προδρόμου τῆς Σκήτεως, ἀσκητὰ ἐνθεώτατε, ὁ διαπρέψας, ὡς Δικαῖος πανόσιος, καὶ θεόσδοτος, ἐν αὐτῇ ἀγγελόβιε· ὅθεν τὴν θείαν μνήμην σου, ἐκθύμως Πετρώνιε, περιχαρῶς ἐκτελοῦντες, καὶ σοὺς καμάτους γεραίροντες, Χριστὸν ἀνυμνοῦμεν, τὸν δοξάσαντά σε στέφει, ἀϊδιότητος.

 

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις, νεολαμπῶν ἀσκητῶν, Ἁγίου ὄρους φωτοφόρον ἐκπύρσευμα, τῆς Σκήτεως τοῦ Προδρόμου, Δικαῖος ὁ θεαυγής, ὁ φιλοπονίᾳ, καὶ χρηστότητι, ἐκλάμψας ἐν ἔτεσι, τοῖς ἐσχάτοις Πετρώνιε, τῆς ἐγκρατείας, παναρμόνιον ὄργανον, ταπεινώσεως, καὶ ἀγάπης θησαύρισμα, ἄσυλον τοὺς τιμῶντάς σου, τὴν μνήμην τὴν πάντιμον, ὁ ἐποπτεύων θεόθεν, καὶ ἁγιάζων πρεσβείαις σου, Θεοῦ πρὸς τὸν Λόγον, τὸν δωρούμενον τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.

Ἀρότρῳ ἀσκητικῶν παλαισμάτων, τὴν χθόνα τῆς καρδίας σου γεωργήσας, καὶ καρπὸν ἀρετῶν παντοίων πολύφορον, προσενεγκὼν Κυρίῳ Πετρώνιε ὅσιε, ἀγγελικῆς εὐκληρίας καὶ δόξης ἐπέτυχε· αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, τοὺς ἐν ὕμνοις τιμῶντάς σε, ταῖς πρὸς Θεὸν ἀσιγήτοις πρεσβείαις σου, ἀγγέλων ὁμόζηλε.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἐπὶ πέτραν ἐγείραντα ταπεινώσεως, οἶκον ψυχῆς σωτηρίας, Δικαῖον ὕμνοις φαιδροῖς, ἐν τῷ Ἄθωνι Προδρόμου θείας Σκήτεως, ὡς ἀρετῆς ὑπογραμμόν, εὐφημήσωμεν πιστοί, Πετρώνιον τὸν θεόπνουν, ἐπὶ Χριστοῦ θείαν πέτραν, εὐχαῖς αὐτοῦ ἡμᾶς στηρίζοντα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

Ε Ν Τ ῼ Ο Ρ Θ Ρ ῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τῶν πάλαι ἀσκητῶν, ἰσοστάσιος ὤφθης, Πετρώνιε σοφέ, ταπεινώσεως ῥεῖθρον, κρουνὲ ὁσιότητος, ἀγρυπνίας καὶ νήψεως, καὶ ἡγίασας, τοῖς ῥεύμασι σῶν ἱδρώτων, Σκήτην πάνσεπτον, Προδρόμου τὴν ἐν τῷ Ἄθῳ, Δικαῖος ἧς πέφηνας.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Τόκου σου νοεῖν, ἀκατάληπτον θαῦμα, μὴ σθένοντες ἁγνή, σιωπῇ Θεοτόκε, Αὐτὸν μεγαλύνομεν, καὶ ἀπαύστως δοξάζομεν, καὶ γηθόμενοι, σὲ μακαρίζομεν πόθῳ, Προδρομίτισσα, τὴν ἐν μητράσι παρθένον, καλὴν καὶ πανάμωμον.

 

 

 

 

 

Μετὰ τὴν β΄. Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἀσκήσεως πόνοις σου, εὐαρεστήσας Θεῷ, Πετρώνιε ὅσιε, σκληραγωγίας εὐχῆς, γονάτων σου κλίσεων, ἔλαμψας καὶ ἀκτῖσι, σῆς ταπεινοφροσύνης, ἄρτι καὶ Ῥουμανίαν, ἅμα Ἅγιον Ὄρος, κατηύγασας ἀρτίως ἐν ᾧ, βίον ἐτέλεσας.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Πεσόντων ἀνάκλησις, ῥῶσις νοσούντων δεινῶς, καμνόντων ἐπίσκεψις, καὶ βακτηρία τυφλῶν, θεόνυμφε Δέσποινα, πέλουσα οὐρανόθεν, τοὺς ὑμνοῦντάς σε σκέπε, φύλαττε καὶ ἀπαύστως, Προδρομίτισσα φρούρει, πιστῶν παραμυθία σεπτή, καὶ καταφύγιον.

 

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὸν ἀγαπήσαντα, ἐκ τῆς νεότητος, Χριστὸν τιμήσωμεν, σεπτὸν Πετρώνιον, ὑπ’ Ὀλυμπίας εὐλαβοῦς ὁσίως ἀνατραφέντα, ὡς Προδρόμου Σκήτεως νῦν Δικαῖον καὶ σκήνωμα, ἀρετῶν κραυγάζοντες· Πάτερ πνευματοφόρητε, τῆς ἀνεξικακίας ταμεῖον χαῖρε καὶ νήψεως πυξίον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον· Ὁσιακόν (Λουκ. στ΄ 17 - 23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...  Ζήτει τῇ Παρασκευῇ τῆς Β΄ Ἑβδομάδος.

Ὁ Ν΄ Ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον,...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον....

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Ὁσίας μητρός σου Ὀλυμπίας παιδιόθεν, οὐρανοδρόμον Πετρώνιε ἤρξω ἀνύειν πορείαν, ἀπάγουσαν εἰς Χριστὸν τὸ ἐφετὸν τῆς καρδίας σου· σὺν αὐτῇ οὖν ἐπαγαλλόμενος ἐν δόμοις πόλου παμφώτοις, καὶ τοῦ Παμβασιλέως Χριστοῦ τοῦ κάλλους τῆς μορφῆς ἀπολαύων, μὴ παύσῃ Αὐτοῦ δεόμενος ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

 

 

Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς: Πετρωνίου, νεαυγοῦς ὁσίου ἐγκώμιον. Χ. Μ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Πετρώνιον ὅσιον, τῆς Ῥουμανίας ἐκβλάστημα, καὶ ἔρνος νεόβλαστον, Ἀθωνιτῶν ἀσκητῶν, ἀνυμνήσωμεν, τῆς Σκήτεως Προδρόμου, Δικαῖον φιλόκαλον, ἄνθος ὡς εὔοσμον.

Εὐῶδες μυράλειπτον, τῆς ἀληθοῦς ταπεινώσεως, συντόνου ἀσκήσεως, καὶ ἀσιγήτου εὐχῆς, διεκόσμησας, Χριστοῦ τὴν Ἐκκλησίαν, καὶ ηὔφρανας ἅπαντας, μάκαρ Πετρώνιε.

Ταμεῖον χρηστότητος, γονέων ἐκ πολυτέκνων σου,ἐχόντων τὸν Ὕψιστον, ἐν ταῖς καρδίαις αὐτῶν, μόνον ἔνοικον, σὲ ἀνυμνολογοῦμεν, αὐτῶν ὡς θειότατον, γόνον Πετρώνιε.

Θεοτοκίον.

εόντων ἐκλύτρωσαι, καὶ τῶν φθαρτῶν τοὺς ὑμνοῦντάς σε, ἁγνὴ Προδρομίτισσα, ὡς τοῦ Ὑψίστου Θεοῦ, Λόγου σκήνωμα, εὐρύχωρον τὸν πόθον, ὧν αὔξησον Δέσποινα, αἰωνιότητος.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Ὡς εὔοσμον ῥόδον Ῥουμανίας, Νεὰμτς τὸν οἰκήτορα Μονῆς, καὶ Συχαστρίας μέλψωμεν, Πετρώνιε πανόσιον, ἡσυχαστὴν ἀσκήσεως, ὡς θεαρέστου ἀκρώρειαν.

Νικήσας ἐχθρὸν τὸν παλαμναῖον, σῆς νήψεως ἅμα προσευχῆς, τοῖς ὅπλοις στέφος εἴληφας, Πετρώνιε χρυσόπλοκον, ἐκ τῶν χειρῶν τοῦ Κτίσαντος, Λόγου Θεοῦ Παντοκράτορος.

Ἰθύνας τὰ διαβήματά σου, πρὸς Σκήτην Προδρόμου τοῦ Χριστοῦ, ἐν Ἄθωνι ἀνέδειξας, αὐτὴν κονίστραν πάνσεπτον, τῶν νυχθημέρων πόνων σου, πρὸς ἀρετῆς ὁλοκλήρωσιν.

Θεοτοκίον.

δήγησον τοὺς δοξολογοῦντας, τὸν Τόκον σου τὸν μονογενῆ, πρὸς σωτηρίαν ἄχραντε, καὶ πίστει καταφεύγοντας, τῇ θείᾳ ἀντιλήψει σου, Μῆτερ Θεοῦ Προδρομίτισσα.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Δεῦτε μέλψωμεν, σεπτὸν Δικαῖον, ὕμνοις Σκήτεως, λαμπρᾶς Προδρόμου, τῆς ἐν Ἄθωνι Πετρώνιον ὅσιον, ὡς ταπεινώσεως ἔμπνουν θησαύρισμα, καὶ ἀρετῆς πολυτίμητον μάργαρον, ἐκδεχόμενοι αὐτοῦ τὰς λιτὰς πρὸς Ὕψιστον, δωρούμενον πιστοῖς τὸ μέγα ἔλεος.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Παραμύθιον, τῶν θλιβομένων, καὶ προσφύγιον, ἐμπεριστάτων, Παναγία Προδρομίτισσα Δέσποινα, ἱκεσιῶν οἰκετῶν σου ἐπάκουσον, καὶ ὑγιείας χαρᾶς καὶ δυνάμεως, πάντων ἔμπλησον καρδίας μεγαλυνόντων σε, καὶ Τόκον δοξαζόντων σου τὸν πάνσεπτον.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Ὕμνοις μεγαλύνομέν σε, τὸν ἀκτῖσιν ἐκλάμποντα, ἐκ νεότητός σου, Πνεύματος ἁγίου Πετρώνιε, καὶ καταυγάσαντα ἄρτι ὄρος Ἄθωνος, φωτοπάροχον, τῆς Ῥουμανίας ἐκπύρσευμα.

Νοῦν Πετρώνιε ὁ ἔχων, καθαρὸν καὶ διάνοιαν, διαυγῆ ἀΰλων, νόων ἰσοστάσιος γέγονας, καὶ ἠξιώθης αὐτοῖς συνεπάλλεσθαι, ἐν σκηνώμασι, παμφώτοις πόλου ἀοίδιμε.

Ἐργαζόμενος ἀπαύστως, ἀρεταῖς ταῖς τοῦ Πνεύματος, ἀσκητῶν ὁσίων, πάλαι ἐκλαμψάντων ὁμόζηλος, ἐν τοῖς ἐσχάτοις τοῖς ἔτεσι Πετρώνιε, μάκαρ πέφηνας, ἡσυχαστὰ θεοδόξαστε.

Θεοτοκίον.

Ἀδιάσειστον μερόπων, ἀνεδείχθης θεμέλιον, Κεχαριτωμένη, πάντας κλονουμένους στηρίζουσα, τοῦ Πετρωνίου ἐντεύξεσι τοῦ σώφρονος, καὶ ἁγίαζε, σοὺς ὑμνητὰς Προδρομίτισσα.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Ὑψόθεν ἐπόπτευε, καὶ σκέπε τοὺς τιμῶντάς σε, ὥσπερ ταπεινώσεως πυξίον, καὶ ἐκδυσώπει, Χριστὸν τὸν Λόγον Θεοῦ, ἡμῖν καταπέμψαι δαψιλῶς, ὀχετούς Πετρώνιε, ἄμφω πᾶσι δυνάμεως.

Γαυρίαμα δαίμονος, ἐπάτησας Πετρώνιε, τοῖς ποσὶ τῆς ταπεινώσεώς σου, καὶ σῇ ἀσκήσει, καὶ νοερᾷ προσευχῇ, Χριστῷ εὐηρέστησας σεπτέ, τοῦ Προδρόμου Σκήτεως, ἐν τῷ Ἄθωνι κλέϊσμα.

Οὐράνιε ἄνθρωπε, Πετρώνιε ἐπόθησας, ὄρους τοῦ Ἁγίου ἡσυχίαν, ἐν ᾧ ἀνῆλθες, βαθμίδας τῆς ἀρετῆς, καὶ ἤρθης εἰς ὕψος ἀκραιφνοῦς, νήψεως πανόσιε, ἀσκητὰ θεοδόξαστε.

Θεοτοκίον.

Ὑψόθεν Μητρόθεε, παλάτιον χρυσότευκτον, τοῦ Παμβασιλέως Θεοῦ Λόγου, ἀπαύστως σκέπε, καὶ περιφρούρει χορούς, πιστῶν σου σεμνὴ προσκυνητῶν, ἐν Προδρόμου Δέσποινα, Σκήτῃ τοῦ ἐκτυπώματος.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Σεπτὲ Πετρώνιε ἤνυσας, νηστεύων ἀγρυπνῶν προσευχόμενος, καὶ νήφων δόλιχον, τὸ σὸν ἐν Σκήτῃ ἐπίγειον, Προδρόμου, ἐν ᾗ πίστει, ζῆν ἐξεμέτρησας.

Οἰκήτωρ πέφηνας ὅσιος, Νεάμτς καὶ Συχαστρίας καὶ Σκήτεως, τῆς ἐν τῷ Ἄθωνι, Προδρόμου μάκαρ Πετρώνιε, ἐν οἷς ἐχθρὸν ἀσκήσει, πλάνον ἐπύκτευσας.

Σὴν μνήμην πάντες Πετρώνιε, τὴν θείαν ἑορτάζοντες σήμερον, ἀνευφημοῦμέν σε, Χριστοῦ τὸν ἀκολουθήσαντα, τοῖς ἀτραποῖς πτωχείας, θεοειδέστατε.

Θεοτοκίον.

Ἰσχὺν ἡμῖν καὶ ὑγίειαν, κατάπεμψον θεόθεν Μητρόθεε, τοῖς μακαρίζουσι, σὲ Προδρομίτισσα πάναγνε, καὶ προσκυνοῦσι πίστει, μορφῆς σου ἔκτυπον.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Ἐκ Ῥουμανίας προερχόμενον καὶ Ἄθωνος, καθαγιάσαντα Προδρόμου Σκήτην πάνσεπτον, ταῖς ῥανίσι τῶν ἱδρώτων αὐτοῦ τοῖς κρίνοις, καταστέψωμεν ᾀσμάτων ὡς φιλόπονον, ἀνεξίκακον Δικαῖον καὶ πανόσιον,  πόθῳ κράζοντες· Χαίροις μάκαρ Πετρώνιε.

Ὁ Οἶκος.

γγελος σαρκοφόρος, τοῦ Προδρόμου Δικαῖε, τῆς Σκήτεως Πετρώνιε ὤφθης, τῆς ἐν ὄρει Ἁγίῳ κανών, ταπεινοφροσύνης προσευχῆς νήψεως, ὁ λάμψας καὶ ἁπλότητος· διὸ σοὶ ἐκβοῶμεν ταῦτα·

Χαῖρε, ὁ γόνος τῆς Ῥουμανίας·

χαῖρε, ὁ φάρος φιλοπονίας.

Χαῖρε, ὀρθοδόξου φρονήματος πρόβολος·

χαῖρε, οὐρανίου εὐκλείας ὁ μέτοχος.

Χαῖρε, ἄστρον νεαυγέστατον θεοσδότων δωρεῶν·

χαῖρε, βάθρον ἀδιάσειστον ψυχοτρόφων ἀρετῶν.

Χαῖρε, τῆς συνοδίας μοναστῶν σου ὁ στῦλος·

χαῖρε, τῆς Ἐκκλησίας εὐθαλέστατον ἔρνος.

Χαῖρε, Χριστοῦ τῆς πίστεως ἔρεισμα·

χαῖρε, ἐχθροῦ ἀπάτης τὸ σύντριμμα.

Χαῖρε, ἠθῶν τηρητὴς τῶν πατρῴων·

χαῖρε, εἰκὼν ψυχοτρόφων ἀγώνων·

Χαίροις, μάκαρ Πετρώνιε.

 

Συναξάριον.

Τῇ ΚΔ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πετρωνίου, τοῦ ἐκ Ῥουμανίας, τῆς Σκήτεως τοῦ Τιμίου Προδρόμου τῆς Μεγίστης Λαύρας τοῦ Ἁγίου Ὄρους.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Ὁσιώτατε, ὁ ἀφανῶς ἐν Ἄθωνι, πολιτευσάμενος, καὶ ἀποφεύγων τιμάς, καὶ δόξαν ἐπίγειον, σοφὲ Πετρώνιε, τύπος γέγονας, τῶν μοναστῶν πρὸς μίμησιν, νυχθημέρων σου καμάτων.

Ὑμνῳδίαις σε, φιλόπονε πραΰτατε, ἀσκητικώτατε, τῆς προσευχῆς ἐραστά, Πετρώνιε στέφομεν, καὶ σὴν ταπείνωσιν, ἐκμιμούμεθα, τῆς ἀρετῆς οἱ θέλοντες, τὰς βαθμίδας ἀναβῆναι.

Ἐνθεώτατε, Δικαῖε θείας Σκήτεως, Προδρόμου πέφηνας, πατέρων τῶν νηπτικῶν, ὁμόζηλος Πνεύματος, ὁ ἐμφορούμενος, ὦ Πετρώνιε, ὑπὸ τοῦ θείου Ὅσιε, τῶν ἀγγέλων συμπολῖτα.

Θεοτοκίον.

Γέρας ἄχραντε, χρυσότευκτον σεμνότητος, σὲ μεγαλύνομεν, Θεογεννῆτορ ἁγνή, καὶ κατασπαζόμεθα, σὸν ἀχειρότευκον, Προδρομίτισσα, εἰκόνος σου ἐκτύπωμα, ἐν τῇ Σκήτῃ τοῦ Προδρόμου.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Κλέϊσμα Πετρώνιε ὁσίων, τὸ νέκταρ ζωῆς ἀμείνονος συνέλεξας, ἐκ μητρὸς τιμίας σου, τῶν χειλέων πρότερον, καὶ ἐκ πατέρων ὕστερον, σεπτῶν Πετρώνιε, Νεὰμτς καὶ Συχαστρίας Σεμνείων, τῶν κοσμούντων χθόνα, λαμπρῶς τῆς Ῥουμανίας.

Ὥσπερ ἀνεξικακίας φάρον, Πετρώνιε σὲ τιμῶμεν τηλαυγέστατον, πρόβολον πραότητος, ἀκτησίας νήψεως, σοφίας ταπεινώσεως, εὐχῆς καὶ δράσεως, ἀόκνου πάτερ φιλοπονίας, ἄχρι σοῦ ἐν γήρᾳ, καλλιεργῶν τοὺς κήπους.

Μένων ἐν παννύχοις ἀγρυπνίαις, ὀρθὸς ἄχρι τέλους ὅσιε Πετρώνιε, πέφηνας παράδειγμα, πάντων νεωτέρων σου, καὶ ἀρετῆς τὴν κλίμακα, βαδίσας ἔφθασας, εἰς ὕψος δυσαντίβλετον πάτερ, συνοικεῖν ἀγγέλοις, ἐν δόμοις οὐρανίοις.

Θεοτοκίον.

ον πανευῶδες τοῦ λειμῶνος, Ἐδὲμ νοητοῦ ἐν πόλῳ Μητροπάρθενε, Παναγία Δέσποινα, δυσωδίαν δίωξον, ἡμῶν παθῶν καὶ θλίψεων, τῶν ἀνυμνούντων σε, καὶ πίστει Προδρομίτισσα Μῆτερ, σοῦ ἀσπαζομένων, τὴν ἱερὰν εἰκόνα.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ὅλον ἐκ παιδός, σαυτὸν καθιέρωσας, τῷ Παντοκράτορι, Ἰησοῦ Πετρώνιε, ἀμέμπτῳ βίῳ, ᾯ προσενήνεξαι, ὡς θεῖον ὁλοκαύτωμα· διόπερ αἴνεσιν, τήνδε δέξαι, ὡς τερπνὸν θυμίαμα, καὶ εὐῶδες θεόφρον ὀσφράδιον.

Νῦν τὰς σὰς θερμάς, εὐχὰς πρὸς τὸν Ὕψιστον, ἀπεκδεχόμεθα, Ὅσιε Πετρώνιε, Δικαῖε πάνυ, Προδρόμου Σκήτεως, ὁ ἐν αὐτῇ ὡς ἄγγελος, πολιτευσάμενος, σαρκοφόρος, καὶ αὐτοῖς ἐν δώμασι, πόλου ἀξιωθεὶς συνευφραίνεσθαι.

Χαῖρε νεαυγές, Προδρόμου τῆς Σκήτεως, φανὲ Πετρώνιε· χαῖρε θείου Πνεύματος, μυροδοχεῖον, καὶ ταπεινώσεως, φωτολαμπὲς ἀμάρυγμα, ἀναβοῶντές σοι, ἐκζητοῦμεν, τὰς πρὸς τὸν φιλάνθρωπον, Ἰησοῦν ἱκεσίας σου Ὅσιε.

Θεοτοκίον.

Μῆτερ τοῦ Θεοῦ, σεμνὴ Προδρομίτισσα, ἡμῶν τὴν ἔκπτωτον,φύσιν ἡ καινίσασα, διὰ τοῦ Τόκου, τοῦ πανιέρου σου, ταχὺ φθορᾶς ἐξάρπασον, τοὺς προσκυνοῦντας σοι, καὶ βοῶντας· Χαῖρε ἀχειρότευκτον, Παναγίας Παρθένου ἐκτύπωμα.

 

 

 

 

 

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Προδρόμου θείας Σκήτεως, Δικαῖε τῆς ἐν Ἄθωνι, θεόφρον σκληραγωγίᾳ, καὶ ταπεινώσει πρὸς ὕψος, ἐπήρθης δόξης ἄῤῥητον, καὶ τοῦ Χριστοῦ νῦν βήμασι, παρεστηκὼς ἱκέτευε, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν σὴν πανέορτον μνήμην.

Θεοτοκίον.

Τὴν λογισμοῖς φθαρεῖσάν μου, ψυχὴν Θεογεννήτρια, ῥῦσαι φθορᾶς αἰωνίου, ἀφθόρως ἡ συλλαβοῦσα, Παρθένε Προδρομίτισσα, Χριστὸν σαῖς παρακλήσεσιν, ἵνα ὑμνῶ σε πάντοτε, τὴν ἐν τῷ τίκτειν ἀσπόρως, ὑπερφυῶς μὴ φθαρεῖσαν.

 

Αἶνοι.Ἦχος α΄. Πανεύφημοι μάρτυρες.

Πετρώνιε ἴον εὐανθές, Ῥουμανίας ηὔφρανας, τῶν ἀρετῶν εὐωδίᾳ σου, ἐν γενετείρᾳ σου, Συχαστρίας Μάνδραν, καὶ Νεὰμτς τὴν εὔσημον, τὸ πρῶτον καὶ τὸ ὄρος τὸ Ἅγιον, εἶτα γενόμενος, ἐν αὐτῷ Προδρόμου Σκήτεως, περιπύστου, Δικαῖος θειότατος.

 

Πετρώνιε ἄστρον νεαυγές, φιλοπόνου δράσεως, ἀκτῖσι σῆς ταπεινώσεως, σκληραγωγήσεως, ἀνεξικακίας, καὶ εὐχῆς διέλαμψας, φωτίζων τοὺς χοροὺς συνοδίας σου, ἧς ἀπλανέστατος, ὁδοδείκτης πρὸς τελείωσιν, ἀνεδείχθης, καὶ βίωσιν ἄληκτον.

 

Πετρώνιε ᾄσμασι τερπνοῖς, σοῦ τὴν μνήμην στέφομεν, τὴν ἱερὰν καὶ πανέορτον, πάντες φιλέορτοι, ὡς ὀρθοδοξίας, ἀληθῶς ὑπέρμαχον, καὶ πάντων τῶν δογμάτων τῆς πίστεως, στῦλον ἀκράδαντον, Προδρομῖτα ἀξιάγαστε, παλαισμάτων, ἐνθέων ὑπόδειγμα.

 

Πετρώνιε θήκην ἱεράν, τῶν σεπτῶν λειψάνων σου, περιχαρῶς ἀσπαζόμενοι, καὶ ἀρυόμενοι, ἐξ αὐτῆς πλουσίως, χάριτός σου νάματα, Δικαῖον ὡς Προδρόμου τῆς Σκήτεως, σὲ μεγαλύνομεν, τὸν εἰς ὕψος δυσαντίβλεπτον, ἐπαρθέντα, ἀξίως θεώσεως.

 

Δόξα. Ἦχος πλ. α΄.

Τὸν φιλοπόνως ἐργασάμενον ἐν τῷ ἀγρῷ τοῦ Κυρίου, καὶ πολύχουν ἄσταχυν ἀρετῶν προσενεγκόντα τῷ Κυρίῳ, Προδρομίτην Πετρώνιον τὸν ὁσιώτατον, ἀξίως οἱ πιστοί, ἐγκωμιάσωμεν· οὗτος γὰρ δόκιμος ἐν τῇ ἰσαγγέλῳ πολιτείᾳ, φανεὶς ἐν Ῥουμανίᾳ καὶ ἐρήμῳ τοῦ Ἄθωνος, κληρονόμος γέγονε, τῶν ἡτοιμασμένων ἀγαθῶν ἀπὸ καταβολῆς κόσμου· καὶ νῦν καὶ ἀγγέλοις Χριστοῦ θεώμενος τοῦ προσώπου τοῦ κάλλους, Αὐτῷ πρεσβεύει καὶ ἡμᾶς ἀξιῶσαι αὐτοῦ ἀπολαῦσαι, τοὺς τελοῦντας ἐν πίστει αὐτοῦ τὸ μνημόσυνον.

 

 

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε,...

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις ὀρθοδόξου διαγωγῆς, πέτρα ἀθανάτου, ἡ δομήσασα σῆς ψυχῆς, οἶκον ἐν Ἁγίῳ, Πετρώνιε τῷ ὄρει, μετ’ ἀνεξικακίας, τῷ κονιάματι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου