Κυριακή 1 Φεβρουαρίου 2026

ΦΕΒΡΟΥΑΡΙΟΣ 6. ΑΓΙΑ ΜΑΡΤΥΣ ΔΩΡΟΘΕΑ ΑΚΟΛΟΥΘΙΑ

 

ΦΕΒΡΟΥΑΡΙΟΣ ΣΤ΄

ΔΩΡΟΘΕΑ ΠΑΡΘΕΝΟΜΑΡΤΥΣ ΚΑΙΣΑΡΕΙΑΣ

ΑΚΟΛΟΥΘΙΑ

(Κυρίλλου Κογεράκη, Μητροπολίτου Ρόδου)

 


ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῆς Δωροθέας τὴν μνήμην, τῆς καλλιμάρτυρος, τῆς ἐν τῇ Καισαρείᾳ, ἀθλησάσης νομίμως, τελέσωμεν τὴν μνήμην πάντες πιστοί, πρὸς αὐτὴν ἀνακράζοντες· Ὑπὲρ ἡμῶν ἐκδυσώπει τὸν Λυτρωτήν, τῶν ὑμνούντων σου τὴν ἄθλησιν.

 

Τῆς παρθενίας τῷ κάλλει, ὅλη ἐκλάμπουσα, μαρτυρικῶν αἱμάτων, φοινιχθεῖσα τοῖς λύθροις, ἀνέδραμες πρὸς δόξαν τῶν οὐρανῶν, Δωροθέα πανένδοξε, ἔνθα Χριστῷ παρεστῶσα αἴτει ἡμῖν, τοῖς τιμῶσί σε τὰ κρείττονα.

 

Τοῦ Σαπρικίου τυράννου, τοῦ ματαιόφρονος, καλῇ ὁμολογίᾳ, καθελοῦσα τὸ θράσος, τὴν κάραν σου ἐτμήθης ξίφους ἀκμῇ, Δωροθέα πανεύφημε, καὶ ἐνυμφεύθης τῷ Λόγῳ προῖκα αὐτῷ, δοῦσα αἷμά σου τὸ τίμιον.

 

Μαρτυρικῶς προσηνέχθης, δῶρον φερώνυμον, Θεῷ τῷ ἐν Τριάδι, Δωροθέα θεόφρον· τυράννοις γὰρ ἀντέστης καὶ ὑπ’ αὐτῶν, ἑκοντὶ τεθανάτωσαι. Ἀλλ’ ὡς ζωῆς νῦν τρυφῶσα τῆς ὑπὲρ νοῦν, τῶν τιμώντων σε μνημόνευε.

 

Δόξα. Ἦχος δ΄.

Δεῦτε πιστοί, τὴν Παρθενομάρτυρα τοῦ Χριστοῦ, Δωροθέαν ἐπαινέσωμεν· παρθενικαῖς γὰρ ἀρεταῖς, καὶ μαρτυρίου ἀγωγαῖς, Θεὸν ἐπὶ γῆς εὐαρεστήσασα, ἐν οὐρανοῖς ἀντάξια, τὰ ἔπαθλα ἐκτήσατο, καὶ παρέστη ἐν δόξῃ, τῷ μυστικῷ νυμφίῳ Χριστῷ, πρεσβεύουσα ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων τὴν μνήμην αὐτῆς.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Σήμερον ἡ Ἱερὰ Μήτηρ, καὶ τοῦ Ἱεροῦ ὑψηλοτέρα, ἐπὶ τὸ Ἱερὸν παραγέγονεν, ἐμφανίζουσα τῷ κόσμῳ, τὸν τοῦ κόσμου Ποιητήν, καὶ νόμου πάροχον· ὃν καὶ ἐν ἀγκάλαις ὑποδεξάμενος, ὁ πρεσβύτης Συμεών, γεραίρων ἐκραύγαζε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ὅτι εἶδόν σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

 

Εiς τὸν Στίχον, Προσόμοια. Ἦχος γ΄. Μεγάλη τοῦ Σταυροῦ σου.

Ἐν ὕμνοις ἐγκωμίων σήμερον τιμήσωμεν, τὴν νύμφην τοῦ Κυρίου, καὶ λογικὴν ἀμνάδα, τὸ ἀγλάϊσμα τῆς Καισαρείας Δωροθέαν, τὴν τὸν Θεὸν πάντοτε, καθικετεύουσαν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Ὡς δῶρον φερωνύμως ἔμψυχον καὶ ἅγιον, προσήχθης Δωροθέα, Θεῷ τῷ ἐν Τριάδι, καὶ ἠξίωσαι νυμφῶνος δόξης ἀθανάτου, ἐν δωρεᾷ χάριτος, αὐτῷ πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Τυράννων θεομάχων φρύαγμα πατήσασα, τῇ πίστει Δωροθέα, τῆς παντουργοῦ Τριάδος, ὡς ἀήττητος ἐστεφανώθης Ἀθληφόρος, μαρτυρικῷ στέμματι· ὅθεν ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος β΄.

Θεῷ προσκολληθεῖσα, καὶ αὐτῷ προσανέχουσα, Μαρτύρων ἐν Χριστῷ, τὸν δρόμον ἐτέλεσας, καὶ νικηφόρος ἐστεφανώθης, Δωροθέα πανεύφημε· ὅθεν πρέσβευε ἐκτενῶς, τῷ ἐν Τριάδι Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Τὸν Ἱερὸν ἡ Ἱερὰ Παρθένος προσεκόμισεν, ἐν Ἱερῷ τῷ Ἱερεῖ· ἁπλώσας δὲ ἀγκάλας ὁ Συμεών, ἐδέξατο τοῦτον ἀγαλλόμενος, καὶ ἐβόησε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, Κύριε.

 

Νῦν ἀπολύεις, Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Δῶρον ἔμψυχον, ἡγιασμένον, προσενήνεξαι, τῷ μαρτυρίῳ, φερωνύμως Θεῷ διὰ πίστεως, καὶ θεϊκῶν δωρεῶν εὐμοιρήσασα, θαυματουργίαις ἐκλάμπεις τοῖς πέρασιν· ὅθεν πρέσβευε, Χριστῷ Δωροθέα ἔνδοξε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α’.

Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

 

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ κάτωθι Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε εὐφημήσωμεν πιστοί, τὴν ὡραιοτάτην παρθένον, καὶ Ἀθληφόρον Χριστοῦ, ὅτι κατεφρόνησε, τῆς ματαιότητος, τῶν προσκαίρων ὡς πάνσοφος, καὶ τῷ μαρτυρίῳ, εὔκλειαν ἐκτήσατο, ἀθανατίζουσαν, χαίροις πρὸς αὐτὴν ἐκβοῶντες, Μάρτυς Δωροθέα ὀλβία, τοῦ Εὐαγγελίου κλῆμα πάγκαρπον.

 

Δῶρον ἀναδέδειξαι Θεοῦ, καθηγιασμένον τὸ πρῶτον, παρθενικαῖς ἀρεταῖς, Ἀθλοφόρων ὕστερον, τοῖς ἀγωνίσμασι, Δωροθέα πανεύφημε, καὶ πλουτοποιόν σε, δῶρον αὐτὸς τίμιον, πιστοῖς ἐδώρησεν· ὅθεν παῤῥησίᾳ ἐξαίτει, ἔλεος καὶ ἄφθονον χάριν, τοῖς προσερχομένοις τῇ πρεσβείᾳ σου.

 

Τρίβον διοδεύουσα καλήν, εὐαγγελικῆς πολιτείας, ὡς ἐρασθεῖσα Χριστόν, ταύτην ἐξετέλεσας, καθυπομείνασα, τὰς βασάνους τοῦ σώματος, καὶ ἀποτμηθεῖσα, Δωροθέα πάνσεμνε, ξίφει τὴν κάραν σου· ὅθεν τὴν κατάπαυσιν σχοῦσα, ἐν τῷ οὐρανίῳ νυμφῶνι, τῶν ἀνευφημούντων σε μνημόνευε.

 

Ἕτερα. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Ὅλη διαλάμπουσα, παρθενικῇ ὡραιότητι, πρὸς τὸ στάδιον ἔδραμες, τῆς θείας ἀθλήσεως, ἔνθα προσπλακεῖσα, ἐχθρῶν μυριάσιν, τῇ πανοπλίᾳ τοῦ Σταυροῦ, ὀλέθρῳ τούτους τελείῳ ἔδωκας· διό σε ἐστεφάνωσε, νικητικῷ διαδήματι, Ἰησοῦς ὁ νυμφίος σου, Δωροθέα πανεύφημε.

 

Ἄνθος ἀνεβλάστησας, ὡς ἀληθῶς παρθενόφυτον, γεωργίᾳ τῇ ἄνωθεν, μαχαίρᾳ τεμνόμενον, εἰδωλομανούντων, καὶ χάριτος πνέον, τὴν ἐπουράνιον ὀσμήν, εἰς εὐφροσύνην πιστῶν σωτήριον, τῶν πίστει εὐφημούντων σε, τὴν κόσμον πάντα νικήσασαν, καὶ δεινὸν κοσμοκράτορα, Δωροθέα ἀοίδιμε.

 

Ῥώμῃ διαπρέπουσα, ἐν μαρτυρίου τῷ σκάμματι, πρὸς ἐπίγνωσιν πίστεως, Καλλίστην Χριστίναν τε, σὺν τῷ Θεοφίλῳ, ἐφείλκυσας Μάρτυς, καὶ ἀπειργάσω πρακτικῶς, Μάρτυρας τούτους τοῦ Παντοκράτορος, μεθ’ ὧν καθικετεύομεν, πρεσβείαν ποίει πρὸς Κύριον, Δωροθέα πανένδοξε, ἵνα λάβωμεν ἔλεος.

 

 

 

Δόξα. Ἦχος α΄.

Εὐφραίνου Καισάρεια, Καππαδοκῶν Μητρόπολις, ἡ μαρτυρίου παρθενόφυτον ῥόδον, εὐωδέστατον ἐξανθήσασα, Δωροθέαν τὴν πανεύφημον· αὕτη γὰρ μιμήσει, τῶν φρονίμων παρθένων, ἁγνείας τὸ ἔλαιον, μαρτυρίου πιάνασα αἵματι, τὴν λαμπάδα τῆς ψυχῆς, ἄσβεστον διετήρησε, καὶ ἀθανάτου νυμφῶνος κατηξίωται, εἰς αἰῶνας ἐν αὐτῷ χοροβατοῦσα, καὶ τῷ νυμφίῳ Χριστῷ, πρεσβεύουσα ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Ὁ παλαιὸς ἡμερῶν, ὁ καὶ τὸν νόμον πάλαι ἐν Σινᾷ δοὺς τῷ Μωσεῖ, σήμερον βρέφος ὁρᾶται, καὶ κατὰ νόμον, ὡς νόμου Ποιητής, τὸν νόμον ἐκπληρῶν, ναῷ προσάγεται, καὶ τῷ Πρεσβύτῃ ἐπιδίδοται. Δεξάμενος δὲ τοῦτον Συμεὼν ὁ δίκαιος, καὶ τῶν δεσμῶν τὴν ἔκβασιν ἰδὼν τελεσθεῖσαν, γηθοσύνως ἐβόα· Εἶδον οἱ ὀφθαλμοί μου, τὸ ἀπ’ αἰῶνος Μυστήριον ἀποκεκρυμμένον, ἐπ’ ἐσχάτων τούτων ἡμερῶν φανερωθέν, φῶς διασκεδάζον, τῶν ἀπίστων ἐθνῶν τὴν σκοτόμαιναν, καὶ δόξαν τοῦ νεολέκτου Ἰσραήλ· διὸ ἀπόλυσον τὸν δοῦλόν σου, ἐκ τῶν δεσμῶν τοῦδε τοῦ σαρκίου, πρὸς τὴν ἀγήρω καὶ θαυμασίαν ἄληκτον ζωήν, ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λα΄ 10, 13-20, 25)

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτὴ τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

 

 

 

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε΄ 15 - στ΄ 3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα. Ἦχος α΄.

Ηὐφράνθη ἐν Κυρίῳ, καὶ ἠγαλλιάσατο τῷ πνεύματι, Σεραφεὶμ ὁ τοῦ Σάρωφ πολίτης, τῇ ὑπερφυεῖ θεωρίᾳ σου, Δωροθέα παμμακάριστε· σωματικοῖς γὰρ ὀφθαλμοῖς σε, ξενοπρεπῶς ἐθεάσατο, συνοδεύουσαν τὴν ἐπιστᾶσαν αὐτῷ, Μητέρα τοῦ Λόγου καὶ Παρθένον, καὶ αὐτήκοος τῶν λόγων σου ἐγένετο, ἐξιστορούντων αὐτῷ, τοὺς ἄθλους τῆς μαρτυρίας σου. Ἀλλὰ πρέσβευε σὺν αὐτῷ, Παρθενομάρτυς ἔνδοξε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Σήμερον πρὸς ἄϋλον τρυφήν, πιστοὺς συγκαλεῖται, Δωροθέα ἡ πανεύφημος· αὕτη γὰρ ἀνδρείως, τῆς Χριστοῦ ὁμολογίας τῷ κράτει, συντριβὴν εἰδώλων ἐργασαμένη, τῶν στεφάνων τῆς νίκης ἔτυχε, καὶ ἐν νυμφῶνι τῆς τρυφῆς, τὴν κατάπαυσιν ἔσχεν ἀθάνατον, τῷ μυστικῷ νυμφίῳ παρισταμένη, καὶ αὐτὸν δυσωποῦσα, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Δεῦτε πιστοί, Δωροθέαν τιμήσωμεν, τῆς Καισαρείας τὸ βλάστημα, ὅτι τῆς πίστεως νάμασι, καρδίαν ἀρδευομένη, εἰς τελειότητα μαρτυρίου ἀνήχθη, σὺν τριάδι ὀλβίᾳ, συμμαρτύρων ὁμοφρόνων, Χριστίνης τε Καλλίστης καὶ Θεοφίλου· μεθ’ ὧν καὶ πρεσβεύει τῷ Χριστῷ, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

Παρθενικὴν διοδεύουσα τρίβον, μαρτυρικῷ ἀγῶνι ἠνδραγάθησας, Δωροθέα ἀοίδιμε· Χριστὸν γὰρ ἠράσθης, καὶ δι’ αὐτὸν γενναίως, ξίφους ἀκμῇ τεθανάτωσαι, συμμάρτυρας κεκτημένη, Χριστίναν καὶ Καλλίστην, τὰς ὑπὸ σοῦ ἐξ ἀσεβείας, πρὸς θεογνωσίαν ὁδηγηθείσας. Ἀλλὰ πρέσβευε μετ’ αὐτῶν, ἵνα τύχωμεν τῶν θείων δωρεῶν, οἱ τελοῦντες τὴν μνήμην σου.

 

Ἦχος δ΄.

Ὡς οἰκονόμος πίστεως, τοῦ σαρκωθέντος Λόγου τοῦ Πατρός, παρθενικαῖς ἀρεταῖς διέπρεψας, καὶ μαρτυρικαῖς ἀγωγαῖς ἠρίστευσας, Δωροθέα παμμακάριστε· διὸ ἁγιωσύνης θησαυρός, τοῖς εὐσεβέσιν ἀναδέδειξαι, πλουτίζουσα αὐτῶν τὰς ψυχάς, ταῖς μυστικαῖς ἐκφάνσεσι, τῆς δοθείσης σοι χάριτος. Διὸ σήμερον εὐσεβῶς, τὴν μνήμην σου ἑορτάζομεν, καὶ πρέσβιν τῷ Κυρίῳ προσάγομεν, τὸν σώζοντα διὰ σοῦ, τὰς ψυχὰς ἡμῶν.

 

Παρθενικῇ πεποικιλμένη ὡραιότητι, μαρτυρικῇ ἀπήστραψας φαιδρότητι, Δωροθέα παμμακάριστε· καὶ νῦν ἐν τῷ νυμφῶνι τῆς χαρᾶς, ταῖς φρονίμοις παρθένοις συγχορεύουσα, καὶ τοῦ μυστικοῦ σου νυμφίου, τοῦ κάλλους ἐπαπολαύουσα, πρέσβευε αὐτῷ ἐκτενῶς, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δόξα. Ἦχος πλ. α΄.

Εὐφραίνεται σήμερον, πιστῶν ἡ Ἐκκλησία, σὺν Ἀγγέλων χοροστασίαις, τὴν μνήμην σου πανηγυρίζουσα, καὶ χαρμοσύνως βοᾷ σοι· Χαίροις Δωροθέα, Παρθενομάρτυς σεμνή, ὅτι εἰρήνης εὐαγγελιστήν, καὶ συμμάρτυρα γενναῖον, τερατουργοῦσα θαυμαστῶς, τὸν ἀναιδῶς σε πρότερον, χλευάσαντα ἀνέδειξας, Θεόφιλον τὸν μακάριον· ὡς γὰρ ᾐτήσατο, οὕτω καὶ ἐγένετο, μῆλα σὺν ῥόδοις, ἐκ τοῦ φανέντος παιδίου δεξάμενος. Ἀλλὰ πρέσβευε μετ’ αὐτοῦ, τῷ ἐν Τριάδι προσκυνουμένῳ Θεῷ, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Ἐρευνᾶτε τὰς Γραφάς, καθὼς εἶπεν ἐν Εὐαγγελίοις Χριστὸς ὁ Θεὸς ἡμῶν· ἐν αὐταῖς γὰρ εὑρίσκομεν αὐτόν, τικτόμενον καὶ σπαργανούμενον, τιθηνούμενον καὶ γαλακτοτροφούμενον, περιτομὴν δεχόμενον, καὶ ὑπὸ Συμεὼν βασταχθέντα, οὐ δοκήσει οὐδὲ φαντασίᾳ, ἀλλ’ ἀληθείᾳ τῷ κόσμῳ φανέντα, πρὸς ὃν βοήσωμεν· Ὁ πρὸ αἰώνων Θεὸς δόξα σοι.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχ. πλ. δ΄. ῍Ω τοῦ παραδόξου θαύματος.

Μάρτυς Δωροθέα ἔνδοξε, νεᾶνις οὖσα καλή, ἀρετῶν ἀπαστράπτουσα, πᾶσαν ὡραιότητα, ἐν Χριστοῦ τῷ ὀνόματι, ἐν μαρτυρίου, ὕψει διέπρεψας, καὶ ἀνεπαύσω, ἐν τῇ ἀτέρμονι, μακαριότητι, ἐκτενῶς πρεσβεύουσα ὑπὲρ ἡμῶν, τῶν ἀνευφημούντων σου, τὰ κατορθώματα.

 

Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Μάρτυς Δωροθέα πάνσεμνε, τῆς βασιλείας Θεοῦ, ὡς ποθοῦσα τὴν ἔλλαμψιν, παρθενίαν ἤσκησας, καὶ τὴν φύσιν ἐνίκησας· θυμὸν τυράννων, οὐκ ἐδειλίασας, καὶ μαρτυρίῳ, τούτους κατῄσχυνας· ὅθεν ἀπέλαβες, δωρεῶν τὸ πλήρωμα ὑπὲρ ἡμῶν, πάντοτε πρεσβεύουσα, τῶν εὐφημούντων σε.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Χαίροις Δωροθέα πάντιμε· χαίροις Χριστίνα σεμνή, καὶ Καλλίστη πανεύφημε, τρεῖς αἱ μεγαλύνασαι, τὴν Τριάδα δι’ αἵματος· χαίροις ὁ φίλος, Θεοῦ Θεόφιλε, ὁ μαρτυρίῳ, αὐτῷ φιλούμενος· ὁμοῦ πρεσβεύετε, τοῦ ῥυσθῆναι θλίψεων καὶ πειρασμῶν, τοὺς ὑμᾶς γεραίροντας, εὐφήμοις ᾄσμασι.

 

Δόξα. Ἦχος πλ. β΄.

Οὐκ ἐν ἰσχύι φύσεως, ἀλλ’ ἐν δυνάμει πίστεως, τοῖς εἰδωλομανοῦσιν ἀντιστᾶσα, καὶ τὸν ἀνίσχυρον ἐχθρόν, κατὰ σοῦ φρυαττόμενον, τροπαίοις νίκης μαρτυρικῆς, εἰς ὄλεθρον τρέψασα, κατάλληλον τῇ κλήσει, ἀντάμειψιν ἔλαβες. Δωροθέα θεομακάριστε. Ὅθεν πρέσβευε ἐκτενῶς, τῷ ἐν Τριάδι Θεῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον· ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὐτοῦ Θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται ἐν ναῷ τῷ νομικῷ, καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς. Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ· οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν σου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι.

Νῦν ἀπολύεις, Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Δῶρον ἔμψυχον, ἡγιασμένον, προσενήνεξαι, τῷ μαρτυρίῳ, φερωνύμως Θεῷ διὰ πίστεως, καὶ θεϊκῶν δωρεῶν εὐμοιρήσασα, θαυματουργίαις ἐκλάμπεις τοῖς πέρασιν. Ὅθεν πρέσβευε, Χριστῷ Δωροθέα ἔνδοξε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Καλλινίκων Μαρτύρων, τετρακτὺν τὴν ὑπέρτιμον, τὴν θεοστεφῆ Δωροθέαν, Καισαρείας τὸ βλάστημα, Χριστίναν καὶ Καλλίστην τὰς σεμνάς, Θεόφιλον τὸν φίλον τοῦ Θεοῦ, τοῦ Χριστοῦ τῶν παθημάτων ὡς κοινωνούς, τιμήσωμεν κραυγάζοντες· Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ θαυμαστώσαντι, δόξα τῷ ἀξίωσαντι ὑμᾶς, τῶν δωρεῶν τῆς χάριτος.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α’.

Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου.

Ἀνέτειλε φαιδρά, ἡ σεπτὴ ἑορτή σου, αὐγάζουσα πιστῶν, Δωροθέα χορείας, καὶ πάντας συνεγείρουσα, μεγαλύνειν τὸν Κύριον, τὸν τοῖς ἄθλοις σου, ἐπὶ τῆς γῆς δοξασθέντα, καὶ δοξάζοντα, ἐν οὐρανοῖς σε τῇ δόξῃ, αὐτὸς ᾗ ὑπέσχετο.

Δόξα. Ὅμοιον.

Χριστοῦ τοῦ δι’ ἡμᾶς, σταυρωθέντος Δεσπότου, ὡς στέργουσα πιστῶς, τὸ σωτήριον πάθος, τὸ στάδιον ἐτέλεσας, μαρτυρίου ὡς ἄσαρκος, καὶ κατέπαυσας, ἐν πρωτοτόκων τῇ πόλει, πρυτανεύουσα, ταῖς σαῖς εὐχαῖς Δωροθέα, ἡμῖν τὰ συμφέροντα.

Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς. Ὅμοιον.

Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος· ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις Οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.

 

 

 

 

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ὕδωρ ἁλλόμενον, ζωὴν πρὸς ἄφθαρτον, φίλτρον κατέχουσα, ἐν τῇ καρδίᾳ σου, τοῦ γλυκυτάτου ἐραστοῦ, πανεύφημε Δωροθέα, τοῦτον ὡμολόγησας, τῶν τυράννων ἐνώπιον, καὶ τομῇ αὐχένος σου, πρὸς αὐτὸν ἐξεδήμησας, πρεσβεύουσα θερμῶς ὑπὲρ πάντων, τῶν ἐκτελούντων σου τὴν μνήμην.

Δόξα. Ὅμοιον.

Τῆς πολιτείας σου, τοῖς προτερήμασι, καὶ μαρτυρίου σου, τοῖς ἀγωνίσμασι, δῶρον φερώνυμον Θεῷ, πανεύφημε Δωροθέα, σεαυτὴν προσήνεγκας, καὶ ἀντίδωρον ἔλαβες, παρ’ αὐτοῦ τὰ κρείττονα, τῶν θαυμάτων χαρίσματα, δι’ ὧν εὐεργετεῖς πολυτρόπως, τοὺς εὐλαβῶς σοι προσιόντας.

Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς. Ὅμοιον.

Ἐκ τῆς Παρθένου σε, σωματωθέντα Χριστέ, χαίρων ἐδέξατο, ὁ ἱερὸς Συμεών· Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου Δέσποτα· Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ Προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσῆγέ σοι· ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὡς δῶρον φερώνυμον, προσενεχθεῖσα Θεῷ, Μαρτύρων ἐν σκάμματι, συμβασιλεύεις αὐτῷ, Δωροθέα πανεύφημε· σὺ γὰρ ἀῤῥενωθεῖσα, τοῦ Σταυροῦ τῇ δυνάμει, ἤθλησας ὑπὲρ φύσιν, ἐκτμηθεῖσα τὴν κάραν· διὸ αὐτὸν ἐκδυσώπει, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς. Ὅμοιον.

Σαρκὶ νηπιάσαντα, ἐξ Ἀπειράνδρου Μητρός, χερσὶ γηραλέαις σου, ἀγκαλισθεὶς Συμεών, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἔλαβες τῆς ἐξόδου, τὴν ἀπόφασιν δόξῃ, εἴληφας τῶν θαυμάτων, τὴν ἀέναον χάριν· διό σε ἀξιοχρέως πάντες δοξάζομεν.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου

Προκείμενον: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον, ζήτει τῇ ια΄ Ἰουλίου.

Ὁ Ν΄.

Δόξα. Ταῖς τῆς Ἀθληφόρου...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με, ὁ Θεός...

Τῷ σταυρωθέντι Λόγῳ, ἀνεπιστρόφῳ ψυχῇ, παρθενικῶς ἑπομένη, τούτου ἐμιμήσω, τὸ σωτήριον πάθος, καὶ ἐν νυμφῶνι τῆς ζωῆς, αὐτῷ μυστικῶς, ὡς νυμφίῳ σου συνηρμόσθης, Δωροθέα πανεύφημε· ὅθεν πρέσβευε αὐτῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἶτα οἱ Κανόνες· ὁ τῆς Ἑορτῆς μετὰ τῶν Εἱρμῶν εἰς στ΄, καὶ τῆς Ἁγίας ὁμοίως εἰς στ΄. Κανὼν τῆς Ἁγίας οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου.

ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.

Νυμφῶνι, ἐν ἀθανάτῳ ἔχουσα, τὴν δόξαν ἄῤῥητον, ὑπὲρ ἡμῶν ἱκέτευε ἀεί, Δωροθέα θεόφρον Χριστῷ· ὡς Μάρτυς γὰρ ἐπλούτησας, τὴν παῤῤησίαν ἀκαταίσχυντον.

Τυράννων, θεομαχούντων ἤνεγκας, δυνάμει πίστεως, τὴν χαλεπὴν μανίαν καρτερῶς, Δωροθέα καὶ πλήρης Θεοῦ, τῶν δωρεῶν γεγένησαι, ἐν τῷ σταδίῳ ἀριστεύσασα.

Τὴν τρίβον, τῆς παρθενίας ἔρωτι, Χριστοῦ ὁδεύουσα, μαρτυρικῶς ἐτέλεσας αὐτήν, Δωροθέα καὶ ἤρθης ζωήν, πρὸς τὴν σκηνὴν πρεσβεύουσα, ὑπὲρ τῶν πίστει εὐφημούντων σε.

Θεοτοκίον.

Κακίας, τὸν εὑρετὴν ἐνέκρωσας, Παρθένε Ἄχραντε, ὑπερφυῶς τεκοῦσα τὸν Θεόν, ἐξ ἁγνῶν σου αἱμάτων σαρκί· διὸ τοῖς μεγαλείοις σου, πιστοὶ τὸν αἶνον ἀναπέμπομεν.

 

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ σοί.

Ἐκλάμπουσα τῷ φωτί, τοῦ πρὸς τὸν Κύριον θερμοῦ ἔρωτος, πλάνης ἀχλὺν ἔνδοξε, ἀθλοφορικῶς ἀπημαύρωσας.

Ἀνίκητον ἐκ Θεοῦ, φέρουσα δύναμιν ὀφρὺν ἔθραυσας, νικητικοῖς ἄθλοις σου, τῆς εἰδωλικῆς ματαιότητος.

Τὰς ἄνωθεν δωρεάς, καταπλουτήσασα Θεοῦ χάριτι, εὐεργετεῖς ἅπαντας, Μάρτυς τοὺς πιστῶς προσιόντας σοι.

Θεοτοκίον.

μνοῦμέν σε οἱ πιστοί, χαῖρε κραυγάζοντες Ἁγνὴ Δέσποινα, ἡ τὸν Θεὸν τέξασα, κόσμου εἰς παντὸς ἀπολύτρωσιν.

 

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Ὑπόθεσις ἡμῖν, πανηγύρεως ὤφθη, ἡ μνήμη σου τανῦν, Δωροθέα θεόφρον, ἐν ᾗ Θεὸν δοξάζοντες, ἐκ καρδίας βοῶμέν σοι· Δεῦρο, πάρεσο, τοῖς σὲ ὑμνοῦσι προστάτις, διασώζουσα, αὐτοὺς κινδύνων παντοίων, καὶ πάσης κακώσεως.

Δόξα. Ὅμοιον.

Συνέλεξας καλήν, ἀρετῶν εὐφορίαν, καὶ ταύτην ἀληθῶς, οὐρανῶν εἰς ταμεῖα, ἀπέθηκας σφραγίσασα, μαρτυρίῳ τὸν βίον σου· ὅθεν πρέσβευε, ὑπὲρ ἡμῶν παῤῥησίᾳ, ἵνα λάβωμεν, παρὰ Θεοῦ Δωροθέα, πταισμάτων τὴν ἄφεσιν.

Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς. Ὅμοιον.

Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος· ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις Οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Ἀκατάβλητον τὴν γνώμην, διὰ πίστεως ἔχουσα, Σαπρικίου θράσος, τὸ θεοστυγὲς κατεπάτησας, ὦ Δωροθέα καὶ λύθροις τῶν αἱμάτων σου, κατεπόντισας, τῶν δυσμενῶν τὴν παράταξιν.

Ἐπὶ πίστεως τὴν πέτραν, ἱσταμένη ἀκλόνητος, Δωροθέα Μάρτυς, ἐν τῷ ἀπηνῶς βασανίζεσθαι, τῆς ἀπιστίας τὰς βάσεις διεσάλευσας, καὶ ὑπέμεινας, τὸν Λυτρωτὴν μέχρις αἵματος.

Ἐνετρύφησας βασάνοις, προορῶσα τὴν ἄπονον, Δωροθέα λῆξιν, ἐν τῶν οὐρανῶν τοῖς σκηνώμασιν, ἧς ἀποτμήσει τῆς κάρας ἀπολαύσασα, αἴτει πάντοτε, σοῖς ὑμνηταῖς τὰ συμφέροντα.

Θεοτοκίον.

υπωθέντα με ἀθλίως, ταῖς πολλαῖς ἁμαρτίαις μου, τῆς καθαρτικῆς σου, χάριτος κρουνοῖς ἀποκάθαρον, καὶ τὰ θεάρεστα πράττειν καταξίωσον, ἵνα κράζω σοι· Χαῖρε Θεοῦ Μῆτερ ἄσπιλε.

 

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.

Αὐθαίρετος Χριστῷ, Δωροθέα πανεύφημε, θυσία προσανηνέχθης, ὡς ζηλώσασα τούτου, ἀνδρείως τὰ παθήματα.

Ἐκ θλίψεως σφοδρᾶς, μαρτυρίων τοῦ σώματος, τῷ πνεύματι ἀνυψώθης, Δωροθέα εἰς πλάτος, τῆς δόξης τοῦ Νυμφίου σου.

Τῶν θείων δωρεῶν, φερωνύμως τὸν στέφανον, θεόθεν ὡς δεξαμένη, Δωροθέα βραβεύεις, ἀνθρώποις τὰ σωτήρια.

Θεοτοκίον.

λέωσαι ἡμῖν, τὸν Υἱόν σου καὶ Κύριον, τοῖς πόθῳ σοι ἐκβοῶσι· Χαῖρε Μῆτερ Παρθένε, τοῦ κόσμου καταφύγιον.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Ὁ θεῖος πόθος ἀνέφλεξεν, ψυχήν σου ὁλικῶς καὶ εἰργάσατο, Χριστοῦ σε Μάρτυρα, κλεϊζομένην ὡς ἄριστα, τριάδι Δωροθέα, τῶν συμμαρτύρων σου.

Ἐλπίδα πᾶσαν ἐκ πίστεως, θεμένη ἐν Χριστῷ τῷ νυμφίῳ σου, τῷ ἀγωνίσματι, τοῦ μαρτυρίου ἀθάνατον, νυμφῶνα Δωροθέα, ἐκληρονόμησας.

Ἰδοὺ ἐκ πόθου προσήλθομεν, τῆς δόξης ἐν Ναῷ τοῦ Κυρίου σου, καὶ ἱκετεύομεν· Ῥύου ἐκ νόσων καὶ θλίψεων, θεόφρον Δωροθέα, τοὺς εὐφημοῦντάς σε.

Θεοτοκίον.

Λαμπὰς Παρθένε ὑπάρχουσα, φωτὸς τοῦ ἀνεσπέρου τῆς γνώσεως, τῇ φωταυγείᾳ σου, ἐσκοτισμένην τοῖς πάθεσι, τὴν ταπεινὴν ψυχήν μου, φώτισον Ἄχραντε.

 

 

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἐν δυνάμει πίστεως, ἀῤῥενωθεῖσα, Δωροθέα γέγονας, πλήρης τῶν θείων δωρεῶν, ὧν τὰ γνωρίσματα πάρεχε, τοῖς εὐφημοῦσι, τὴν θείαν σου ἄθλησιν.

Ὁ Οἶκος.

Τίς μὴ μακαρίσει σε, Δωροθέα ἀξιάγαστε, ἢ τίς μὴ ἀνυμνήσει, τὴν δόξαν τοῦ μαρτυρίου σου· Χριστὸν γὰρ ἐρασθεῖσα, καὶ τοῦτον ὑπομένουσα, Σαπρικίου τυράννου ἀσεβοῦς, τὸ θράσος κατεπάτησας, ἐν τῇ εὐσεβεῖ ὁμολογίᾳ· διὰ πίστεως δὲ προορῶσα, τὰς μελλούσας ἐλπίδας, τὴν κεφαλὴν τῷ ξίφει ὑπέκλινας, καὶ φερωνύμως τῶν θείων δωρεῶν, ὡς Ἀθληφόρος τὴν χάριν ἐπλούτησας, ἧς δόσεις ἀγαθὰς ὡς εὐμενής, πρυτάνευε ταῖς πρεσβείαις σου, ἡμῖν τοῖς ἐκ πόθου τιμῶσί σε, καὶ ἀνευφημοῦσι, τὴν θείαν σου ἄθλησιν.

 

Συναξάριον.

Τῇ ΣΤ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος Δωροθέας, τῆς ἐν Καισαρείᾳ.

Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Τὸν Θεόφιλον, ἀφρόνως σε χλευάσαντα, φίλον ἐποίησας, Θεοῦ πιστὸν ὡς αὐτῷ, τὴν σὴν ἐκπληρώσασα, ξένως ὑπόσχεσιν, ὃς καὶ ἤθλησε, ζηλοτυπῶν τοὺς ἄθλους σου, Δωροθέα διὰ ξίφους.

Ἀμαρύγμασιν, ὁ ζῆλος πυρπολούμενος, ὁ σὸς τοῦ ἔρωτος, τοῦ μυστικοῦ ἐραστοῦ, εἰδώλων διέλυσε, κρυμὸν ψυχόλεθρον, καὶ ἐποίησε, τοῦ μαρτυρίου λάμπουσαν, τῷ φωτί σε Δωροθέα.

Καθυπέμεινας, ἑτέρῳ ὡς ἐν σώματι, τὰ κολαστήρια, καὶ κεφαλῆς τὴν τομήν, ἀνθ’ ὧν ἐθησαύρισας, παρὰ τοῦ Κτίσαντος, τὰ δωρήματα, τῆς θεϊκῆς λαμπρότητος, Δωροθέα ἐν ὑψίστοις.

Θεοτοκίον.

Λάμπει Δέσποινα, ἡ δόξα ὑπὲρ ἥλιον, τοῦ μυστηρίου σου· σὺ γὰρ ἀσπόρως Πατρός, τὸν Λόγον ἐκύησας, Παρθένος μείνασα, καὶ ἀνέτειλας, Ἁγνὴ τῇ ἀνθρωπότητι, σωτηρίας τὴν ἡμέραν.

 

ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.

Παρθενίας φαιδρῶς κατεκόσμησας, τὸν χιτῶνα ῥοαῖς τῶν αἱμάτων σου, ὃν καὶ φοροῦσα ἵστασαι, δεξιοῖς τοῦ Σωτῆρος, ἐξαιτουμένη, τοῖς πιστοῖς Δωροθέα τὰ κρείττονα.

Ἐρασθεῖσα Χριστὸν τὸν Νυμφίον, οὐκ ἐφείσω σαρκὸς ὡραιότητος, ἀλλὰ τὴν κάραν κλίνασα, ἑκοντὶ τῇ μαχαίρᾳ, ἐσφαγιάσθης, ὡς ἀμνὰς Δωροθέα πανάμωμος.

Σὺν Χριστίνῃ Θεῷ καθιέρωσας, τὴν Καλλίστην τῷ σῷ παραδείγματι, πυρποληθείσας σώμασι, προσταγῇ τοῦ τυράννου, αἷς συγχορεύεις, ἐν ζωῆς Δωροθέα σκηνώμασιν.

Θεοτοκίον.

τὴν σάρκα λαβὼν ἐξ αἱμάτων σου, σωτηρίαν ἡμῖν ἐδωρήσατο, ὃν εὐλογοῦντες κράζομεν, σοὶ τῇ μόνῃ Παρθένῳ· Χαῖρε Μαρία, οὐρανῶν τε καὶ γῆς ἡ βασίλισσα.

 

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.

Δεῦτε Ὀρθοδόξων χορεῖαι, Παρθενομάρτυρος τὴν μνήμην, θείας Δωροθέας τελοῦντες, Θεῷ τὴν δόξαν, ἐν κατανύξει δῶμεν, τῷ ταύτην θαυμαστώσαντι, ταῖς ἐνεργείαις τῶν ἰάσεων.

Θείας δᾳδουχίας ἀκτῖνα, ὡς ἐν καρδίᾳ σου πλουτοῦσα, Μάρτυς Δωροθέα ἀθλήσει, οἰκτρὰν σκοτίαν, τῆς τῶν εἰδώλων πλάνης, διέλυσας καὶ ἔλαμψας, τῇ Ἐκκλησίᾳ φῶς ἀνέσπερον.

Ἆρον ὡς φιλάγαθος χεῖρας, πρὸς τὸν Φιλάνθρωπον Σωτῆρα, χάριν Δωροθέα θεόφρον, ἐξαιτουμένη, καὶ σωτηρίαν πᾶσι, τοῖς ᾄσμασι τελοῦσί σου, εὐσεβοφρόνως τὴν πανήγυριν.

Θεοτοκίον.

μνους ἐκ βαθέων καρδίας, προσφέρομέν σοι Θεοτόκε, ὅτι ἐξ ἁγνῶν σου αἱμάτων, Πατρὸς τὸν Λόγον, ὑπερφυῶς τεκοῦσα, ἐῤῥύσω τοῦ Προπάτορος, τῆς καταδίκης τὸ ἀνθρώπινον.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τὸν βίον σου κατάλληλον, τῇ κλήσει ἐπιδείξασα, δῶρον Θεῷ φερωνύμως, ἡγιασμένον προσήχθης· χιτῶνα γὰρ ἐκόσμησας, τῆς παρθενίας αἵμασι, τῆς ἐν Χριστῷ ἀθλήσεως· διὸ πιστοὶ γηθοσύνως, τιμῶμέν σε Δωροθέα.

Καὶ τὸ τῆς Ἑορτῆς. Ὅμοιον.

Ἀτρέπτως καθ’ ὑπόστασιν, ἐν σοὶ Θεογεννήτρια, σαρκὶ ἑνοῦται ἀσπόρως, καὶ νηπιάζει ὁ Λόγος· ὃν ἐν ἀγκάλαις φέρουσα, Χερουβικὸς ὡς θρόνος νῦν, Θεῷ Πατρὶ προσήγαγες, καὶ Συμεὼν ὁ πρεσβύτης, χαίρων ἐδέξατο τοῦτον.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅλη ἐξαστράπτουσα, παρθενικῇ εὐκοσμίᾳ, ὡς ἀπὸ νεότητος, μανικῶς τὸν Κύριον ἀγαπήσασα, εὐθαρσῶς ἔδραμες, πρὸς τοῦ μαρτυρίου, Δωροθέα τὰ παλαίσματα, καὶ ἀφειδήσασα, πάσης προσβολῆς τῶν κολάσεων, ὑπὲρ αὐτοῦ τὸν θάνατον, ξίφει ὑπεδέξω ὡς ἄσαρκος· ὅθεν ἐν ὑψίστοις, τῷ θρόνῳ παρεστῶσα τοῦ Θεοῦ, ὑπὲρ ἡμῶν καθικέτευε, τῶν ἀνευφημούντων σε.

 

Δῶρον εὐαπόδεκτον, καὶ προσφορὰ προσηνέχθης, τῷ Θεῷ ὑπέρτιμος, Δωροθέα πάνσεμνε τῇ ἀθλήσει σου· παρ’ αὐτοῦ δ’ ἔλαβες, δωρεῶν τῶν θείων, φερωνύμως τὰ χαρίσματα, καὶ κατεσκήνωσας, εἰς τῶν οὐρανῶν τὰ σκηνώματα, Ἀγγέλων πανηγύρεως, μετὰ τῶν Ἁγίων μετέχουσα. Ὅθεν μὴ ἐλλίπῃς, ἀπαύστως μνημονεύουσα ἡμῶν, τῶν ἐκτελούντων τὴν μνήμην σου, τὴν κοσμοχαρμόσυνον.

 

Λόγον ἀγαπήσασα, τὸν δι’ ἡμᾶς σαρκωθέντα, τὰ αὐτοῦ ἐφύλαξας, Δωροθέα ἔνδοξε, δικαιώματα, καὶ αὐτὸν Κύριον, εἰδωλομανούντων, κατενώπιον ἐκήρυξας, καὶ ἀλογήσασα, κάλλους σαρκικοῦ καὶ νεότητος, ἀθλήσεως ἐτέλεσας, ἐν ἀγαλλιάσει τὸν δόλιχον. Ὅθεν δεξαμένη, τὸν στέφανον ἀκτίστῳ δεξιᾷ, ἀκαταπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Βίου κοσμιότητι, καὶ κραταιοῦ μαρτυρίου, ἀγωγαῖς τὴν κλῆσίν σου, πρακτικῶς ἀπέδειξας ἀληθεύουσαν, καὶ εὐμοιρήσασα, τοῦ δωρεοδότου, τῆς εὐνοίας ὥσπερ ἔδει σε, ἐκβλύζεις πάντοτε, χάριτος πηγὴν ἀπειρόδωρον, τοῖς ἐπικαλουμένοις σε, Μάρτυς Δωροθέα πανεύφημε, καὶ δοξολογίαν, προσάγουσιν ἐκ πίστεως Θεῷ, ἐν παῤῥησίᾳ ᾧ πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε εὐσεβῶν αἱ χορεῖαι, ἐν ἀγαλλιάσει εὐφημήσωμεν, τὴν ἐν παρθένοις Μάρτυρα Δωροθέαν, καὶ πρὸς αὐτὴν βοήσωμεν· Χαίροις ἡ παρθενικῷ ἐν λειμῶνι, ὡς ῥόδον ἐξανθήσασα, καὶ εὐωδίας τῆς εὐσεβείας, τὴν Ἐκκλησίαν πληρώσασα· χαίροις θυσία αὐθαίρετος, Χριστῷ σαυτὴν προσάξασα, καὶ εἰδωλομανίας θυσίας, μαρτυρικῶς καταργήσασα· χαίροις νεᾶνις ἐκλεκτή, ἐν Καισαρείᾳ εὐσεβείας, ἡ μέγα στήσασα τρόπαιον. Ἀλλ’ ὡς δεδοξασμένη ὑπάρχουσα, τὸ πλήρωμα τῶν θείων δωρεῶν, αἴτει ἡμῖν τοῖς τιμῶσί σε.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα· ὃν Συμεὼν δεξάμενος ἔλεγε· Νῦν ἀπολύεις ἐν εἰρήνῃ, κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου, Κύριε.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Χαίροις Δωροθέα Μάρτυς σεμνή, ἡ ἐν Καισαρείᾳ, παρθενίας ταῖς ἀρεταῖς, καὶ τοῦ μαρτυρίου, τοῖς ὑπὲρ φύσιν ἄθλοις, Θεὸν τὸν ἐν Τριάδι, εὐαρεστήσασα.

Βίῳ κοσμουμένη παρθενικῷ, ἄθλων μαρτυρίου, ἐλαμπρύνθης ταῖς καλλοναῖς, καὶ πεποικιλμένη, ἐν οὐρανῶν νυμφῶνι, θεόφρον Δωροθέα, Χριστῷ νενύμφευσαι.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου