Σάββατο 24 Δεκεμβρίου 2022

ΔΕΚΕΜΒΡΙΟΣ 20. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΙΩΑΝΝΗΣ ΘΑΣΙΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

 

ΔΕΚΕΜΒΡΙΟΣ Κ΄.

ΙΩΑΝΝΗΣ ΝΕΟΜΑΡΤΥΣ ΘΑΣΟΥ

ΑΚΟΛΟΥΘΙΑ

(π. Μελετίου Συρίγου)


 

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προεόρτια Ἰδιόμελα τρία. Ἦχος α'.

Προεορτάσωμεν λαοί, Χριστοῦ τὰ Γενέθλια, καὶ ἐπάραντες τὸν νοῦν, ἐπὶ τὴν Βηθλεὲμ ἀναχθῶμεν τῇ διανοίᾳ, καὶ κατίδωμεν τὴν Παρθένον, τοῖς ψυχικοῖς λογισμοῖς, ἐπειγομένην τίκτειν ἐν Σπηλαίῳ, τὸν τῶν ὅλων Κύριον καὶ Θεὸν ἡμῶν, οὗ Ἰωσὴφ κατιδὼν τῶν θαυμάτων τὸ μέγεθος, ἐδόκει ἄνθρωπον θεωρεῖν, ὡς βρέφος σπαργανούμενον, ὑπενόει δὲ ἐκ τῶν πραγμάτων, Θεὸν εἶναι ἀληθινόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος. (Δίς)

Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ· ἰδοὺ γὰρ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρός, πρόεισι τεχθῆναι, ἐκ Κόρης ἀπειράνδρου, εὐδοκίᾳ τοῦ φύσαντος αὐτὸν ἀπαθῶς, καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος. Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ· ὅτι ὁ ὤν, γίνεται ὃ οὐκ ἦν, καὶ ὁ πλαστουργὸς πάσης κτίσεως διαπλάττεται, ὁ παρέχων τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

 

Καὶ γ’  Προσόμοια τοῦ Ἁγίου. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες

Ἡ Βύζαντος πόλις ἡ λαμπρά, χαίρει ἐν τῇ μνήμῃ σου, ὦ Ἰωάννη πανεύφημε· καὶ γὰρ τὸ αἷμά σου, ὡς ἄσυλον πλοῦτον, δεξαμένη γάνυται, καὶ ἄθλοις τῶν γενναίων ἀγώνων σου, ἐγκολπίζεται, ἀνυμνοῦσα τὸν πανάγαθον, Θεὸν Λόγον, τὸν σὲ ἐνισχύσαντα.

 

Ἐν αἵματι Μάρτυς χλοερῷ, στολήν σοι ἐπήχρωσας, βασιλικὴν καὶ παρίστασαι, τῷ παμμεδέοντι, Βασιλεῖ καθάπερ, νίκης διαδήματι, κατακοσμούμενος, φαιδραῖς ταῖς λαμπρότητι, καταστραπτόμενος, τοῦ Δεσπότου σου πανθαύμαστε, Ὃν δυσώπει, σῶσαι τοὺς ὑμνοῦντάς σε.

 

Γεννώμενος βρέφος ἐξ ἁγνῆς, Θεέ μου προάναρχε, καὶ παῖδας ἄγεις τῷ κράτει Σου, πρὸς τὴν παράταξιν, τοῦ δυσμενεστάτου, δράκοντος ὡς ἔδειξε, τῇ πείρᾳ Ἰωάννης ὁ Θάσιος, ὃς κατενώπιον, τῶν τυράννων σε ἐκήρυξε, Θεὸν μόνον, Ποιητὴν τῆς κτίσεως.

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

Ὁ ἐνδοξαζόμενος ἐν βουλῇ Ἁγίων Κύριος, σοὶ καλῶς βουλευθέντι, καὶ τὸ θανεῖν ὑπὲρ Χριστοῦ μᾶλλον ἀγαπήσαντι, ἢ ζῆν βίον τὸν ἄνετον, χάριν καὶ δόξαν ἐδωρήσατο, τέρασιν ἐξαισίοις θαυμαστώσας σε, καὶ τῆς Βασιλείας Αὐτοῦ ἀναδείξας συμμέτοχον· διὸ χαριτώνυμε Ἰωάννη, ὡς παῤῥησίαν ἔχων πρὸς Αὐτόν, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Προεόρτιον. Ἦχος πλ. δ'.

Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν. Φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην.

 

Εἰς τὴν Λιτήν. Ἦχος β΄.

Τῆς εὐσεβείας τὸ νέον βλάστημα, τὸν νεοφανῆ ἀστέρα, καὶ τῶν Μαρτύρων συμμέτοχον, ἐν ᾠδαῖς πιστοὶ μακαρίσωμεν, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν πιστῶς· ταῖς πρὸς Κύριον Μάρτυς λιταῖς σου, αἴτησαι ἡμῖν τοῖς τιμῶσί σε, φωτισμὸν καὶ τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος ὁ αὐτός.

Τὸν ἀήττητον ἀριστέα, τῆς Θάσου τὸ θεῖον ἐκβλάστημα καὶ ἔρεισμα σεπτόν, εὐφημήσωμεν λέγοντες· Χαίροις Ἰωάννη χαριτώνυμε, καὶ νέε Ἀθλητά· χαίροις ὁ τὴν κάραν συντρίψας τοῦ ἀρχεκάκου δράκοντος, καὶ τοῦτον καταπατήσας ὡραίοις σου ποσί· χαίροις, ὁ τὸν Χριστὸν κηρύξας Υἱὸν τοῦ Θεοῦ καὶ Θεὸν ἐν μέσῳ τῶν ἀσεβῶν, καὶ τὰς  τούτων θωπείας καὶ ὑποσχέσεις εἰς οὐδὲν λογισάμενος· ἀλλ’ ὡς ἀρνίον ἄκακον ἔσπευσας πρὸς τὴν σφαγήν, τῶν αἰωνίων τὰ κάλλη φανταζόμενος μακάριε, ὧν καὶ ἐπέτυχες, χάριτι τοῦ σὲ ἐνισχύσαντος· διὸ μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Προεόρτιον.

Βηθλεὲμ γῆ Ἰούδα, τὸ κατὰ σάρκα πολίτευμα, φαιδρῶς εὐτρέπισον τὸ θεῖον Σπήλαιον, ἐν ᾧ Θεὸς σαρκὶ τίκτεται, ἐξ ἀπειράνδρου Ἁγίας Παρθένου, εἰς τὸ σῶσαι τὸ γένος ἡμῶν.

 

 

 

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες

Ποιμένες προστρέχουσι Χριστῷ, τικτομένῳ σήμερον, καὶ μετ’ Ἀγγέλων δοξάζουσι, τὸν ἀπερίληπτον, τὸν ἐν τοῖς ὑψίστοις, καὶ ἐν φάτνῃ κείμενον· διὸ καὶ Ἰωάννης ὡς ἴδιον, τοῦ Χριστοῦ πρόβατον, τούτων ἴχνεσιν ἑπόμενος, οὐ πτοεῖται, τῶν λύκων σπαράγματα.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Ἀστὴρ ἐναπέδειξέ ποτε, Μάγοις τὸν παντάνακτα, Θεὸν τὸν Πλάστην τικτόμενον, σαρκὶ ὡς ἄνθρωπον, σὲ δὲ Ἰωάννη, δόξα ἡ οὐράνιος, ἡ ἐν ἐπαγγελίαις ὡδήγησε, πρὸς τὰ σκηνώματα, τοῦ Θεοῦ τὰ ἀγαπώμενα, οἷς αὐλίζῃ, χορεύων σὺν Μάρτυσι.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Θυσία γενέθλιος Χριστέ, τὰ βρέφη προσκυνήσαντα, τῇ Σῇ Γεννήσει σφαττόμενα, χερσὶ ζηλήμοσιν· ὅθεν καὶ παιδίον, Ἰωάννης σήμερον, ἐπάγεται τυθῆναι ὡς πρόβατον, ἄκακον ἄμωμον, ἐν ἡμέραις σῆς Γεννήσεως· τοῦτον δέξαι καὶ ἡμῖν ἱλάσθητι.

 

Δόξα. Ἦχος πλ. β΄.

Ὁ χειμὼν Ἰωάννη τῶν θλίψεων, καὶ τῆς κατηφείας τὰ νέφη ἐσκέδασται, θόρυβοι γὰρ καὶ ἀπειλαὶ καὶ μάστιγες ἐσιγάσθησαν, τὸ ἔαρ δε σοι τὸ νοητὸν ἀνέτειλε μετὰ θάνατον, Χριστὸς ὁ τῆς δικαιοσύνης ἥλιος, προσκαλούμενός σε πρὸς τὸν αἰώνιον παράδεισον· οὗ μετὰ Ἀγγέλων συναπολαύων, καὶ ἡμῶν μνημόνευε τῶν εὐφημούντων σε.

 

Καὶ νῦν. Προεόρτιον. Ἦχος β'.

Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν· εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν, Βηθλεὲμ γῆ Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον, Προεόρτιον. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.

Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου. Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα. 

Δόξα. Ἀπολυτίκιον. Τοῦ Ἁγίου. Ἦχος γ. Θείας πίστεως

Μέγα καύχημα, τῆς Θάσου πέλεις, νέον στήριγμα, τῆς Κωνσταντίνου, Ἰωάννη Ἀθλητὰ γενναιότατε· τῆς μὲν γὰρ γόνος σεπτὸν ἐχρημάτισας, τὴν δὲ τὰ σὰ ἐπορφύρωσας αἵματα· ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Ἰωάννη μακάριε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος

Καὶ νῦν. Ἀπολυτίκιον, Προεόρτιον. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.

Ἑτοιμάζου Βηθλεέμ, ... 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Τὸν τάφον τοῦ σεπτοῦ, Ἀθλοφόρου ὡς κρήνην, ἀνέδειξε Χριστός, ἰαμάτων παντοίων· διὸ μετὰ πίστεως ἀδιστάκτως προσπίπτωμεν, τοῦ ἀρύσασθαι, νόσων ποικίλων τὴν λύσιν, καὶ θεάσασθαι, τὰ τοῦ Θεοῦ μεγαλεῖα, ἐν ἔργοις τοῦ Μάρτυρος.

Δόξα. Καὶ νῦν. Προεόρτιον

Ὁ κλίνας οὐρανούς, καὶ Παρθένῳ οἰκήσας, προέρχεται σαρκί, Βηθλεὲμ ἐν Σπηλαίῳ, τεχθῆναι καθὼς γέγραπται, ὁραθῆναί τε νήπιος, ὁ τὰ νήπια, ζωογονῶν ἐν τῇ μήτρᾳ, τούτῳ χαίροντες, νῦν ὑπαντήσωμεν πάντες, καρδίας εὐθύτητι.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα,

Ξένον τεράστιον, ὁρῶμεν σήμερον, νεκρὸν φθεγγόμενον, Θεοῦ μυστήρια, ἐξηραμμένα τε ὀστᾶ ἐκβλύζοντα ἰάματα· οὐ γὰρ ἀποθνήσκουσιν, ἐν Χριστῷ οἱ πιστεύοντες, ἀλλὰ μεταβαίνουσι, πρὸς ζωὴν ἀτελεύτητον· διὸ καὶ Ἰωάννης ὁ Μάρτυς, ζῶν ἐνεργεῖ καὶ μετὰ θάνατον.

Δόξα. Καὶ νῦν. Προεόρτιον

Χαρᾶς πεπλήρωνται, πάντα τὰ πέρατα· ἡ Θεοτόκος γάρ, γεννᾶν ἐπείγεται, τὸν Βασιλέα τοῦ παντός, ὢ θαύματος ἀνερμηνεύτου! ἄρχεται ὁ ἄναρχος, καὶ σαρκοῦται ὁ Ἄσαρκος, Σπήλαιον εἰσδέχεται, τὸν συνέχοντα ἅπαντα. Ἡ Βηθλεὲμ ἀγάλλου καὶ χόρευε, ἡ κτίσις ἡμέραν προεόρτιον.

 

Κάθισμα. Τοῦ Ἁγίου. Ἦχος δ', Ταχὺ προκατάλαβε.

Τὴν κάτω καὶ πρόσκαιρον περιφρονήσας ζωήν, τὴν ἄνω ἀπείληφας παρὰ Χριστοῦ τοῦ Θεοῦ, Μαρτύρων συμμέτοχε· ἵλεως ἐποπτεύεις, ἡμᾶς ἄνωθεν μάκαρ· πάντων πειρατηρίων, ἀνωτέρους φυλάττων, τοὺς τὴν ἁγίαν ἄθλησιν πίστει τιμῶντάς σου.

Δόξα. Καὶ νῦν ... Προεόρτιον. Ὅμοιον.

Παρθένοι προεξάρξατε τῇ τῆς Παρθένου χαρᾷ, Μητέρες αἰνέσατε τὴν προπομπὴν τῆς Μητρός, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Μάγοι σὺν τοῖς Ἀγγέλοις, σὺν ἡμῖν οἱ Ποιμένες· ἔρχεται γὰρ ἐν πόλει, Βηθλεὲμ τοῦ γεννῆσαι, υἱὸν τὸν πρὸ αἰώνων Θεόν, σῴζοντα κόσμον φθορᾶς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον, Μαρτυρικόν.

Ὁ Ν’ Ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Τοῦ Ἀθλοφόρου ἡ πανήγυρις, τὴν σήμερον μυστικῶς εὐφραίνει, τὰς καρδίας τῶν φιλεόρτων, προτρέπουσα ἡμᾶς εἰς αἶνον, καὶ δοξολογίαν τῆς ὑπερθέου Τριάδος· ἧς τῷ θρόνῳ παρίσταται μετὰ παῤῥησίας, καταλαμπόμενος ταῖς ἀπαύστοις φωτοδοσίαις, καὶ πρεσβεύει Αὐτῇ ἐκτενῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

Εἶτα, οἱ Κανόνες· ὁ Προεόρτιος, καὶ ὁ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Κλεινὸν Ἰωάννην θεοείκελον ᾄσμασιν μέλψω.

ᾨδὴ α’. Ἦχος α’. ᾨδὴ ἐπινίκιον.

Κροτείτωσαν σάλπιγγες τῆς Ἐκκλησίας, ὑμνείτωσαν ἄσμασι Ἰωάννου ἄθλησιν, ἣν ὡς θεράπων πιστός, τῷ γεννωμένῳ Βασιλεῖ ἐκαρποφόρησε.

Λυτρώσας φιλάνθρωπε τῷ αἵματί σου, ἡμᾶς τοὺς δεσμίους σου σῷ Πατρὶ προσήγαγες· διὸ Μαρτύρων χορός, δι’ αἵματός σοι ἐκτελεῖ τὰ χαριστήρια.

Ἐδέξω τὴν φύσιν μου τὴν ἐφθαρμένην, καὶ ἥνωσας εὔσπλαγχνε τῇ ἀφθάρτῳ φύσει σου· πῶς οὖν ἐγὼ τῆς ζωῆς, ἀνθέξομαι τῆς μοχθηρᾶς ὁ Μάρτυς ἔλεγε.

Θεοτοκίον.

Ἰδοὺ ὡς συνέλαβες ἄσπορον βρέφος, προέρχῃ τοῦ τέξασθαι ἀκινδύνως γέννημα, ὅ σε τηρήσει ἁγνήν, καὶ μετὰ τόκον ὑπὲρ νοῦν θεοχαρίτωτε.

 

ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.

Νέῳ ἐν σώματι ἀοίδιμε, ἐκζητῶν τὸν νόμον Χριστοῦ τοῦ Θεοῦ, συνέσει ἥλασας τοὺς σοὺς πρεσβυτέρους καὶ ἅπαντας, τοὺς διδάσκοντάς σε· πνεύματι καὶ γὰρ ἐστοιχείωσας.

Οἱ σὲ κακώσαντες προσήγγισαν, τοῦ φαγεῖν τὰς σάρκας τὰς σὰς Ἀθλητά· ἀλλ’ οὐ κατίσχυσάν ποτε τῆς ψυχῆς σου ἐφαψάσθαι, ἀλλ’ ἠσθένησαν καὶ ἔπεσον τῇ σῇ γενναιότητι.

Νέος τις ἦλθέ σοι φιλάνθρωπε, ἐκζητῶν τρυφὴν αἰωνίου ζωῆς, ἀλλ’ ἐλυπήθη δι’ αὐτὴν ἐκκενῶσαι τὰ χρήματα· ὁ δὲ νέος οὗτος μέγαθλος ἀσμένως καὶ τέθνηκε.

Θεοτοκίον.

Ἱλάσθητί μοι πολυέλεε, ταῖς λιταῖς καμφθεὶς Σῆς πανάγνου Μητρός· αἱ ἀνομίαι μου καὶ γὰρ ἐπληρώθησαν ἄμετρα, καὶ οὐκ ἔστι διὰ πράξεων καλῶν ἀπαλείψασθαι.

 

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τυράννων οἱ δεινοί, στρατιῶται ὁρῶντες, τὸ ἄτρεπτον τῆς σῆς, εὐψυχίας παμμάκαρ, ἐθαύμαζον ὕστερον, ὡς ἠγρίαινον πρότερον, καὶ ἐκραύγαζον· ὄντως καὶ νήπια βρέφη, καταισχύνουσι τοὺς τῶν τυράννων ἐξάρχους, Χριστῷ συμμορφούμενα.

Δόξα. Καὶ νῦν. Προεόρτιον

Ἀγάλλου ἡ Σιών· Βηθλεὲμ εὐτρεπίζου, ὁ πάντων συνοχεύς, τὸν Ἀστέρα προπέμψας, μηνύει τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος Φιλάνθρωπος.

 

ᾨδὴ δ΄. Ἐν πνεύματι προβλέπων.

Ὡράθης ἐν τῷ κόσμῳ ὡς ἔσοπτρον φαιδρόν, εἰκόνα τοῦ κτίσαντος φέρον ἐν σεαυτῷ, καὶ ἀντιδόσεις ἐκπέμπων θεογνωσίας, ὥσπερ ἀκτῖνας ἐκμειοῦσας ἅπαν σκότος, τῆς κακοδοξίας πανθαύμαστε.

Ἀνέπτης εἰς τὰ θεῖα ἀνάκτορα ἐκ γῆς, χρυσαῖς ὥσπερ πτέρυξι τῶν ἄθλων σου ἀρθείς· τῷ αἵματί σου καὶ γὰρ ἀνακαινισθεῖσα, ἡ σὴ νεότης ἡ ἐν σώματί σου οὖσα, ἄνθρωπον ἀετόν σε ἀνέδειξε.

Νῦν Σῶτερ ἡ πρόταξις πεπλήρωται ἡ Σή· ἰδοὺ γάρ Σοι ἔρχονται παιδία ἐν σπουδῇ, καὶ οὐ κωλύουσι ταῦτα οὐ πῦρ οὐ ξίφος, οὔτε τοῦ κόσμου ἐπίκηρός τις ἀπάτῃ· ὅπερ Ἰωάννης ἐπλήρωσε.

Νεάζοντα ἐγείρας Θεὸς τὸν Δανιήλ, κατηγόρους γέροντας ἤλεγξε δι’ Αὐτοῦ· σὲ δὲ τὸν τούτου ὁμίλημα περιφράξας συνέσει, μάκαρ καὶ καρτερία τῶν πόνων, ψευδεῖς συκοφάντας σου ᾔσχυνεν

Θεοτοκίον.

Ἡ μόνη ἐν Παρθένοις κυήσασα Υἱόν, ἡ μόνη ἀπείρανδρος τικτούσαις γυναιξί, ἡ παρθενίαν καὶ τόκον εἰς ἓν ζευγνύουσα, τῇ παραδόξῳ Σου γεννήσει Θεοτόκε· χαῖρε Μητροπάρθενε Δέσποινα.

 

ᾨδὴ ε’. Τὴν σὴν εἰρήνην δὸς ἡμῖν.

Νηπίων βέλη γίνονται πληγαὶ τῶν πιστῶν· τούτων σκέπεις χειρί Σου ἀθάνατε, καὶ ἐνισχύεις τὴν ἀσθένειαν, τοῦ ταπεινοῦ ὄντως καὶ χοϊκοῦ σαρκίου.

Θανάτου ἰσχὺς Κύριε εἰς ᾍδην οἰκτρῶς, πάντας γηγενεῖς πρὸ τοῦ Πάθους Σου ἤνεγκε· μετὰ Σταυρὸν δὲ τοὺς Σοὺς Μάρτυρας, θάνατος εἰσάγει εἰς ζωὴν τὴν ἀγήρω.

Ἐῤῥέτω πάντα ἔλεγεν ὁ Μάρτυς Χριστοῦ, πλοῦτος δυναστεῖαι ἡδοναὶ καὶ δόξαι τε· ἐμοὶ γὰρ μόνον ἓν ἐντρύφημα, τὸ θανεῖν προθύμως ὑπὲρ τοῦ σώσαντός με.

Θεοτοκίον.

Ὁ πάντας κτίσας λόγῳ Σου Υἱὲ τοῦ Θεοῦ, πῶς νῦν κτίσμα ἔρχῃ γεννάσθαι ἐκ κτίσματος, ἵνα τὴν κτίσιν ἀνακτίσης, τὴν καταφθαρεῖσαν· ὢ βάθους εὐσπλαγχνίας.

 

ᾨδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.

Ἐκδημήσας τῆς σαρκός, ἐνδημεῖς πρὸς τὸν Θεόν, ἀπολαύων ἐν αὐτῷ, τὰς ἀῤῥήτους ἡδονὰς ἃς δίδωσιν, ὦ Ἰωάννη, τοῖς ἀγαπῶσιν αὐτόν.

Ἵνα δείξῃς ἐμφανῶς, ὅτι πρόβατον εἶ σύ, μερίδος τῆς δεξιάς, ἐν ἀκάκῳ τῇ ψυχῇ παρέδωκας, τὸν σὸν αὐχένα, τῇ τῶν τυράννων στροφῇ.

Καινὴν κτίσιν ὁ ἐμός, ἀναδείξας Ἰησοῦς, Ἐκκλησίαν τὴν Αὐτοῦ, καινοὺς λίθους ἀῤῥαγεῖς ἐλάξευσε, Μαρτύρων δήμους, καὶ Ἰωάννην Αὐτον.

Ἐλλαμφθεὶς ταῖς τοῦ Θεοῦ, ἀστραπαῖς τὸν λογισμόν, καὶ διώξας ζοφερούς, φαλαγγάρχας τοῦ παθεῖν ἠξίωσαι, καὶ μετὰ πότμον προελλαμφθῆναι φωτί.

Θεοτοκίον.

Λόγον ἤλυθεν ἐν Σοί, διὰ λόγου Μαριάμ, στοιχειωθείς τε τῇ σαρκί, σαρκοφόρος ἐν ἡμῖν ἐπέφανε, καὶ ἁμαρτίας πάντας ἐῤῥύσατο.

 

Κοντάκιον. Τοῦ Ἁγίου. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Ἰωάννης σήμερον, τῇ τοῦ Δεσπότου γεννήσει, ἑαυτὸν προσήνεγκεν, ὡς ὁλοκάρπωσιν ζῶσαν· μάγοι γὰρ χρυσὸν καὶ σμύρναν ἅμα λιβάνῳ, ἤνεγκαν· ὁ δ’ Ἀθλοφόρος ψυχὴν καὶ σῶμα, καὶ διάνοιαν ἰσχύν τε, ζωὴν καὶ δόξαν, καὶ πᾶσαν ὕπαρξιν.

Ὁ Οἶκος.

Τὸν ὑπὲρ τὴν τοῦ κόσμου σωτηρίας γεννηθέντα Χριστὸν τὸν Βασιλέα, ποθῶν ὁ νέος ὁπλίτης σπεύδει θανεῖν ὐπὲρ Αὐτοῦ, θεῖον ζῆλον ἐσχηκώς, καὶ προσφέρει Αὐτῷ ὡς δῶρον, πᾶσάν του τὴν ὕπαρξιν.

 

Συναξάριον.

Τῇ Κ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ ῥάπτης, ὁ ἐκ Θάσου, ἐν Κωνσταντινουπόλει ἐν ἔτει 1652ῳ, ξίφει τελειοῦται.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Τοὺς ἐν καμίνῳ Παῖδας.

Ὁ γενναιόφρων Μάρτυς Σου Χριστέ, οὐκ ἔπτηξε οὐδὲ ἐπτοήθη τὰς ὁρμὰς τῶν δυσσεβῶν, ἀλλ’ ἄκμων γενναῖος πρὸς τοὺς ψόφους ἵστατο, εὐλογητὸς ἐκβοῶν, ὁ τῶν Μαρτύρων Θεός.

Νεανικῷ φρονήματι σοφέ, συνέζευξας πρεσβυτικὴν σύνεσιν· διὸ πάντων πιστῶν τύπος φανείς, Παύλῳ ἐπείσθης νεανίσκοις λέγοντι, μὴ καταισχῦναι ποτὲ ἄνθος νεότητος αὐτῶν.

Ἀνδρειοτάτην ἔσχηκας ψυχήν, ἀνδρειότατε· οὐ γὰρ ἠδυνήθης ποτὲ κλῖναι αὐτήν, ἐν τῷ πυρὶ τῷ τῆς γεέννης, ἀλλὰ χαίρων ἔλεγες· δι’ Ὃν πιστεύω Θεὸν καὶ τοῦ θανάτου παρορῶ.

Θεοτοκίον.

Σπλάγχνοις οἰκείοις Δέσποτα καμφθείς, τὸν τύραννον τὸν αἰχμαλωτεύσαντα ἡμᾶς, καταβαλὼν ἐν Σῇ σαρκί, ἣν ἐκ Παρθένου ἀνειλήφεις ἔκτεινας, καὶ ἐλευθέρους Θεῷ παρέστησαν ὡς υἱούς.

 

ᾨδὴ η΄. Ὃν φρίττουσιν Ἄγγελοι.

Μαρτύρων ἀγλάϊσμα Ἀγγέλων χαρμονή, πιστῶν ἐγκαλλώπισμα καὶ πάντων εὐσεβῶν, τὸ καύχημα χαίροις Ἰωάννη σοφέ, σῶσον ταῖς εὐχαῖς σου τοὺς πόθῳ σε ὑμνοῦντας.

Αἰνεῖτε τὸν Κύριον Δαυΐδ ἀναφωνεῖ, οἱ παῖδες αἰνέσατε τὸ ὄνομα Αὐτοῦ· ὁ παῖς Ἰωάννης διὰ Σοῦ Χριστέ, ἔμπροσθεν τυράννων κηρύττει σου τὴν πίστιν.

Στρουθίον ὡς εὔρηκεν οἰκίαν ἑαυτῷ, τρυγὼν ὡς ἐκτήσατο νοσσιὰν ἑαυτῇ, καὶ σὺ Ἰωάννη τῶν τῆς γῆς ἀποστάς, ἐν μοναῖς τοῦ πόλου σὺν Μάρτυσιν αὐλίζῃ.

Ἱστῶσι παγίδα σοι Ἑβραῖοι φονευταί, θηρεῦσαι σπουδάζοντες ὡς ὄρνιν Σε Χριστόν· ἐῤῥύσθης δὲ μάκαρ συντριβείσης αὐτῆς, σῷ στεῤῥῷ θανάτῳ· ὢ νίκης παραδόξου.

Τριαδικόν.

Μονάδα Θεότητος προσώποις ἐν τρισίν, ὑμνεῖν μεμαθήκαμεν τοῖς θείοις Σεραφείμ· διὸ σὺν ἐκείνοις τρισαγίῳ φωνῇ, τὴν μίαν κυρίαν λατρεύομεν ἐν πίστει.

 

ᾨδὴ θ΄. Τὴν φωτοφόρον νεφέλην.

Ἐν οὐρανοῖς ἐπαγάλλῃ σὺν τοῖς χοροῖς τῶν Μαρτύρων, συμβασιλεύων τῷ Χριστῷ καὶ συζῶν εἰς τοὺς αἰῶνας· καὶ γὰρ συνέθανεν αὐτῷ· διό σε συνήγειρε, καὶ ἔμεινε πρὸς οὐράνιον κλῆρον, Βασιλείας καὶ τῆς δόξης τῆς Αὐτοῦ.

Λοιμὸς ἐνέσκυψε Μάρτυς τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, οὐ τῶν σωμάτων φθαρτικὸς ψυχολέτηρ δὲ μᾶλλον· αἱρετικῶν γὰρ ὁ ἑσμὸς τὴν ποίμνην σπαράττουσι, καὶ πρόβατα τὰ μὲν τέθνηκε πατέρας τὰ δὲ μητέρα, σὺ βοήθησιν ἡμῖν.

 

Ψαλμοῖς καὶ ὕμνοις τιμῶμεν σὴν ἀξιέπαινον μνήμην, Μάρτυς Χριστοῦ σὺ δὲ ἡμᾶς ἐποπτεύοις ἐξ ὕψους, καὶ ἐξορίας χαλεπὰς καὶ κάκωσιν σώματος, ὁδύνας τε ἀνακούφισον μάκαρ, ἃς αἱρέσει καταντλούμεθα πικρᾷ.

Θεοτοκίον.

Ὡς συμπαθέστατον Λόγον γεννησαμένη Παρθένε, καὶ παῤῥησίαν μητρικὴν πρὸς Αὐτὸν κεκτημένη, ἐπικαμφθεῖσα ταῖς ἡμῶν δεήσεσιν αἴτησαι, τὸν Κύριον ἵνα ῥύσηται πάντας, τῶν παρόντων πειρασμῶν τε καὶ δεινῶν.

 

Ἐξαποστειλάριον τοῦ Ἁγίου. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε

Σκιρτήσατε χορεύσατε, μετ’ εὐφροσύνης ᾄσατε, τὰ προεόρτια πάντες, τῶν τοῦ Χριστοῦ Γενεθλίων, καὶ σὺν αὐτοῖς ὑμνήσωμεν, τὸν συνδραμόντα Μάρτυρα, σὺν τοῖς Ποιμέσι καὶ Μάγοις, ἐπὶ τῇ ξένῃ γεννήσει, τὸν ἔνδοξον Ἰωάννην

Ἕτερον Ἐξαποστειλάριον Προεόρτιον, ὅμοιον.

Πιστοὶ τὰ προεόρτια, τῶν Γενεθλίων ᾄσματα, νῦν προηχήσωμεν πίστει· ἔρχεται ἥκει γὰρ Χριστός, ἐν Βηθλεὲμ τοῦ τεχθῆναι, ὡς βροτὸς ἐκ Παρθένου, καὶ ὁραθῆναι νήπιος, σπαργάνοις ἐνειλημένος, ὁ πρὸ αἰώνων ὑπάρχων.

 

Αἶνοι. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

Ἄστρον ἀνατεῖλαν εἰς Χριστόν, Μάγους καθωδήγησε πάλαι, δωροφοροῦντας αὐτῷ, νῦν δὲ ὥσπερ ἥλιος ἐξανατείλας ἡμῖν, Ἰωάννης ὁ ἔνδοξος πάντας μετ’ Ἀγγέλων, ὑμνῆσαι προτρέπει τὸν Βασιλέα Χριστόν· δόξα ἐν ὑψίστοις βοῶντας, τῷ ἐν οὐρανῷ καὶ ἐν φάτνῃ, ὄντι καὶ φανέντι μετὰ σώματος (Δίς).

 

Ποίμνην τὴν αὐτῶν οἱ εὐκλεεῖς, ἄγρυπνοι ποιμένες τηροῦντες, κατηξιώθησαν, δόξης καὶ λαμπρότητος ἀγγελικῆς ἐμφανῶς· σὺ δὲ μάκαρ τηρήσας σου ψυχὴν νηφαλίως, στόματι σὺν πνεύματι δόξης ἠξίωσαι, θείας καὶ φωτὸς ἀνεσπέρου· ὅθεν οὐκ ἐν φάτνῃ ὡς βρέφος, ἀλλ’ ὡς ἐν νυμφῶνι βλέπεις Κύριον.

 

Λύκοις ὥσπερ πρόβατον Χριστόν, διασπαραχθεὶς ἀνεφάνης, ποιμὴν τῆς ποίμνης Αὐτοῦ, Ἰωάννη ἔνδοξε· ὅθεν προσπίπτοντες, σὲ θερμῶς ἱκετεύομεν πρόφθασον ἐν τάχει, λύτρωσαι ἐκ στόματος ἄρκτου καὶ λέοντος, νέος ὡς Δαυΐδ οἰκτροτάτην, θήραν τῆς σεπτῆς Ἐκκλήσίας, ἣν αἱ αἱρεσίαι διαρπάζουσι.

 

 

 

 

Δόξα. Ἦχος πλ. α΄.

Μεγάλων χαρισμάτων ἠξιώθης ὄντως παρὰ Χριστοῦ τοῦ Θεοῦ, Ἰωάννη χαριτώνυμε. Καὶ γὰρ μὴ αἰσχυνθείς, βαστάζειν τὸ ὄνομα Αὐτοῦ, ἐν τῇ μοιχαλίδι ταύτῃ καὶ ἁμαρτωλῷ γεννεᾷ, ἐτελειώθης δι’ αἵματος, καὶ παῤῥησίας πολλῆς ἔτυχες παρ’ Αὐτῷ· διὸ αἴτησαι τοῦ δοθῆναι ἡμῖν, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Προεόρτιον.

Χορεύουσι Ἄγγελοι πάντες ἐν οὐρανῷ, καὶ ἀγάλλονται σήμερον, σκιρτᾷ δὲ πᾶσα ἡ κτίσις, διὰ τὸν γεννηθέντα ἐν Βηθλεὲμ Σωτῆρα Κύριον· ὅτι πᾶσα πλάνη τῶν εἰδώλων πέπαυται, καὶ βασιλεύει Χριστὸς εἰς τοὺς αἰῶνας.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

(ἀρχιμ. Νικοδήμου Ἀεράκη)

                                        

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τὰς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν Νεομάρτυρα τῆς Θάσου τὸ κλέος, ἀνευφημήσωμεν πιστοὶ Ἰωάννην, ἐγκωμιάζοντες ἐν ὕμνοις καὶ ᾠδαῖς, ἄθλησιν ὁμολογίαν τε, καὶ μαρτύριον ἔνθεον, δόξαν τὴν οὐράνιον μετὰ τῶν Πρωτοτόκων· λιταῖς τοῦ Μάρτυρός Σου Ἰησοῦ, σῶσον τοὺς πόθῳ Αὐτὸν μεγαλύνοντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:  Ἰωάννην Θάσιον, ὕμνοις τιμῶ. Νικοδήμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἰσχὺν θείου Πνεύματος παντουργοῦ, τῇ ἐμῇ καρδίᾳ, ἐξαπόστειλον Ἰησοῦ, λαμπρῶς ἀνυμνῆσαι Ἰωάννου, ὁμολογίαν σεπτὴν καὶ μαρτύριον.

ᾨδὴν ἀναμέλψωμεν οἱ πιστοί, κλεινοῦ Ἰωάννου, ἀνυμνοῦντες ἐν θαυμασμῷ, τὴν ὑπὲρ Χριστοῦ ὁμολογίαν, Ὃν παῤῥησίαν Θεὸν ἀνεκήρυξεν.

Ἀνῆλθες ὦ Μάρτυς ἐν οὐρανῷ, καὶ τῷ Θεανθρώπῳ, συναγάλλῃ ἐν τῇ Σιών· δυσώπει Αὐτὸν ὑπὲρ τοῦ κόσμου, ταῖς σαῖς λιταῖς Ἰωάννη πανένδοξε.

Θεοτοκίον.

Ναὸς ἀνεδείχθης ὑπερφυής, Χριστοῦ τοῦ Σωτῆρος, Θεονύμφευτε Μαριάμ· εἰρήνευσον Μῆτερ τὰς καρδίας, τῶν προσκυνούντων τὸν Τόκον Σου ἄχραντε.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Νικηφόρος εἰσῆλθες, εἰς οὐρανοὺς ἔνδοξε, Μάρτυς τοῦ Χριστοῦ Ἰωάννη, νέων τὸ καύχημα, καθικετεύων Θεόν, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, ἐκ βελῶν ἀλάστορος, τοὺς εὐφημοῦντάς σε.

Ήξιώθης τῆς δόξης, τῶν Ἀθλητῶν πάντιμε, ὡς ὑπὲρ Χριστοῦ μαρτυρήσας, τῆς Θάσου βλάστημα, ἐν τοῖς ὑστέροις καιροῖς, Νεομαρτύρων τὸ κλέος, Ἰωάννη ἔνδοξε, πρότυπον πίστεως.

Νικητὴς Ἰωάννη, πρὸς οὐρανὸν ἔδραμες, εἰς σαββατισμὸν Βασιλείας, τῆς τοῦ Κυρίου σου, καὶ συνευφραίνῃ κλεινέ, τοῖς πρωτοτόκοις Ἁγίοις, καθορῶν τὸ ἄκτιστον, φῶς τῆς Θεότητος.

Θεοτόκε Μαρία, Λόγον Θεοῦ τέξασα, πρέσβευε ἀπαύστως ὡς Μήτηρ, ὑπὲρ τοῦ γένους Σου, ὅπως ῥυσθῶμεν ἁγνή, ἐκ τῶν τοῦ κόσμου σκανδάλων, ἀνυμνοῦντες Δέσποινα, τὰ μεγαλεῖά Σου.

Θεοτοκίον.

Στερέωσον, πολεμουμένων καρδίας ὦ Ἰωάννη, ὅτι πέλεις τῶν Ἀθλητῶν, προστάτης ἀμάχητος, ὡς ἔνδοξος Μάρτυς τῆς Ἀληθείας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν

Πιστῶς τὸν Χριστόν, ἐκήρυξας σῷ αἵματι, Θεὸν ἀληθῆ, καὶ Κύριον τῆς κτίσεως, Νεομάρτυς ἔνδοξε, Ἰωάννη Θάσου τὸ βλάστημα· διὸ εἰσῆλθες εἰς ζωήν, πρεσβεύων ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἀριστεὺς ἀναδέδειξαι, Μάρτυς Ἰωάννη καὶ τὸ ὑπόδειγμα, τῶν φιλούντων τὸν Θεάνθρωπον, καὶ καταφρονούντων ματαιότητος.

Σαῖς πρεσβείαις πρὸς Κύριον, Ἰωάννη Θάσου πάντας διάσωσον, ἐκ βελῶν τοῦ πολεμήτορος, καὶ παθῶν δεινῶν καὶ περιστάσεων.

Ἱερώτατον σφάγιον, τῇ ὁμολογίᾳ σου ἀναδέδειξαι, καὶ Μαρτύρων ἰσοστάσιος, ἐν τοῖς αἰκισμοῖς Μάρτυς πανθαύμαστε.

Θεοτοκίον.

Οὐρανίων δυνάμεων, ὑπερτέρα πέφυκας Μῆτερ ἄχραντε, ὡς γεννήσασα τὸν Κύριον, καὶ Σωτῆρα πάντων τῶν τιμώντων σε.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Νέου Ἀθλητοῦ, εὐφημοῦμεν τὸ μαρτύριον, καὶ ἐξαιτούμεθα πρεσβείαις αὐτοῦ, ὅπως ἐν βίῳ, φυλάξομεν πίστιν ἄχραντον.

Ὕψωσας τὸν νοῦν, πρὸς Χριστὸν Ὃν ὡμολόγησας, καὶ αἰκισμοὺς καὶ τέλος μαρτυρικόν, ὦ Ἰωάννη, φαιδρότητι καθυπέμεινας.

Μέμνησο ἡμῶν, εὐφημούντων σου τὴν ἄθλησιν, ταῖς πρὸς Θεὸν πρεσβείαις σου Ἀθλητά, ὅπως ἐν ἔργοις, τιμῶμεν τὸ θεῖον Ὄνομα.

Θεοτοκίον.

Νέον Ἰσραήλ, Θεοτόκε σῶσον τάχιστα, ταῖς πρὸς τὸν Κύριόν Σου, λιταῖς ἁγνή, ὡς Μήτηρ οὖσα, Χριστοῦ τοῦ Θεοῦ πανάμωμε.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Οὐράνιον, εὐφροσύνην ἔνδοξε, καὶ κατάπαυσιν μετὰ πρωτοτόκων, ἐπιτυχών, θαυμαστῶς θεοφόρε, καθικετεύεις Χριστὸν τὸν Θεάνθρωπον, λυτρῶσαι πάντας τοὺς βροτούς, ἐκ χειρῶν τοῦ δολίου ἀλάστορος.

Ἱκέσιον, Ἰωάννη δέησιν, ἐκ πιστῶν σε εὐφημούντων προσδέχου, καὶ τῷ Χριστῷ, καθικέτευε Μάρτυς, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι ἐκ πτώματος, καὶ ἐκ παγίδων τοῦ ἐχθροῦ, τοὺς ποθοῦντας ζωὴν τὴν αἰώνιον.

Συγχαίρουσιν, Ὀρθοδόξων τάγματα, Νεομάρτυρα τιμῶντα τῆς Θάσου· ὅτι κοινόν, ἐχθρὸν ψυχοφθόρον, ἀγαρηνὸν ἀσεβέστατον ᾔσχυνε, καὶ Κύριον τὸν Ἰησοῦν, ὡς Θεὸν ἀληθῆ ἀνεκήρυξεν.

Θεοτοκίον.

Τιμῶμέν Σε, ὡς Μητέρα ἄφθορον, τοῦ Χριστοῦ Θεοχαρίτωτε Κόρη, ὅτι ἐν Σοὶ ἀπαρχὴ σωτηρίας, καὶ αἰωνίου ζωῆς ἡ ἀπόλαυσις, καὶ θέωσις ταῖς σαῖς λιταῖς, τοῖς βροτοῖς ἐξ Υἱοῦ Σου δεδώρηται.

Στερέωσον, πολεμουμένων καρδίας ὦ Ἰωάννη, ὅτι πέλεις τῶν Ἀθλητῶν, προστάτης ἀμάχητος, ὡς ἔνδοξος Μάρτυς τῆς Ἀληθείας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἰωάννη τῶν ὁμολογούντων ὑπόδειγμα, καὶ Μαρτύρων σεπτὸν ἐγκαλλώπισμα πέφυκας, τῇ ἀθλήσει καὶ μαρτυρίᾳ ὑπὲρ Χριστοῦ· διὸ ἔλαβες ἐν οὐρανοῖς, τῶν πρωτοτόκων τὴν τιμήν, καὶ χαρὰν ἀνεκλάλητον· τάχυνον εἰς πρεσβείαν, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, πρὸς τὸν Θεάνθρωπον Χριστόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. ΚΒ,  12-19)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Δεῦτε Νεομάρτυρα, τῆς Ἐκκλησίας τῆς Θάσου, χριστοφόρον κόσμημα, ἐγκωμίων ἄνθεσιν καταστέψωμεν· εὐθαρσῶς ἤθλησεν, ὑπὲρ ἀληθείας, τὰς βασάνους χαίρων ἤνεγκε, καὶ καθυπέμεινε, Πνεύματι Ἁγίῳ μαρτύριον· φωτὶ δὲ θείῳ σκήνωμα, ὁ ἀγωνοθέτης τετίμηκεν· ὅθεν Ἰωάννης, ἐνδόξων ἐν Μαρτύρων τοῖς χοροῖς, συνυπηχεῖ τούτοις μέλπουσιν, ὕμνον ἐπινίκιον.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἱκεσίαις Ἁγίου, Ἰωάννου Θασίου, δώρησαι πάλι Χριστέ, τοῦ ψάλλειν σοι ἐκ πόθου, ᾠδὴν μετὰ Μαρτύρων, τῷ Σωτῆρι τῆς κτίσεως· Ὁ τῶν Πατέρων ἡμῶν, εὐλογητὸς εἶ.

Μεγαλύνει ὁ Μάρτυς, Ὀρθοδόξων τὴν πίστιν, ἐν μαρτυρίοις πολλοῖς, κηρύττων δυσσεβέσι, Χριστοῦ τὴν δεσποτείαν, ὑμνουμένην ἐν ᾄσμασιν· Ὁ τῶν Πατέρων ἡμῶν, εὐλογητὸς εἶ.

Ὢ Μάρτυς Ἰωάννη, στεφάνων ἠξιώθης, καὶ παραδείσου τρυφῆς· ἱκέτευε τὸν Λόγον, ὑπὲρ τῶν σὲ τιμώντων, καὶ βοώντων ἐκ πίστεως· Ὁ τῶν Πατέρων ἡμῶν, εὐλογητὸς εἶ.

Θεοτοκίον.

Νοοῦντες τῆς Παρθένου, θαυμαστὰ μεγαλεῖα, δοξολογοῦμεν Χριστόν, Ὃν ἔτεκες ἀφράστως, ἐκ Πνεύματος Ἁγίου, τὸν ὑμνούμενον ᾄσμασιν· Ὁ τῶν Πατέρων ἡμῶν, εὐλογητὸς εἶ.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἱερωτάτως, τῶν Ἀθλητῶν ἐμυήθη, Ἰωάννης ζωὴν καὶ κηρύττει, Χριστὸν παῤῥησίᾳ, ὑμνεῖν εἰς τοὺς αἰῶνας.

Κατατρυφῶντες, τῶν αἰκισμῶν Ἰωάννου, Ἀθλητῶν οἱ χοροὶ ἀνυμνοῦσι, καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Οὐρανοδρόμων, τὴν τελευτὴν Ἰωάννης, μιμηθεὶς τοὺς βροτοὺς ἐκδιδάσκει, τῷ Χριστῷ λατρεύειν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Δεδοξασμένη, ὑπὲρ ἡμῶν ἀενάως, Σαῖς λιταῖς καθικέτευε Λόγον, Ὃν χοροὶ Ἀγγέλων, ὑμνοῦσιν εἰς αἰῶνας.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἡδέως Ἰωάννη, φέρεις τὰς βασάνους, ἐπιθυμῶν τῆς ἀλήκτου καὶ θείας τρυφῆς· διὸ ἐπλήσθης τῆς θείας, χάριτος ἄνωθεν.

Μαρτύρων ἡ χορεία, σὲ ὦ Ἰωάννη, καθυπεδέξατο πᾶσα ἐν τόπῳ ζωῆς· σὺ δὲ εὐφραίνῃ σὺν ταύτῃ, Θεοχαρίτωτε.

Ὁρῶμεν Ἰωάννη, σὴν ψυχὴν ἁγίαν, ἐλλαμπομένην ἀκτίστῳ φωτὶ ἐν Σιών· διὸ αἰτούμεθα Μάρτυς, τὴν Σὴν ἀντίληψιν.

Θεοτοκίον.

Ὑμνοῦμέν Σε Παρθένε, ὡς Θεοῦ Μητέρα, καὶ εὐλαβῶς προσκυνοῦμεν Σὸν Τόκον ἁγνή, σὺν Νεομάρτυρι Θάσου, θεοχαρίτωτε.

 

 

 

 

 

 

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τὸν σεπτὸν ἀγῶνα, Ἰωάννου τοῦ Ἀθλητοῦ, τοῦ ἐν τοῖς ἐσχάτοις, καιροῖς ἀναφανέντος, Μάρτυρος θεηγόρου τῆς θείας πίστεως.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Μάρτυρα τῆς Θάσου, τὸν ἀθλήσαντα εὐθαρσῶς, κατὰ τῶν ἀθέων, Ἀγαρηνῶν δολίων, ἐν Πνεύματι Ἁγίῳ, οὓς καὶ κατήσχυνεν.

Πάντες Νεομάρτυρα τοῦ Χριστοῦ, τιμήσωμεν ὕμνοις, Ἰωάννην τὸν Ἀθλητήν, γενναίως τυθέντα, ἐν τοῖς ἐσχάτοις χρόνοις, ἐν πόλει Κωνσταντίνου, ὑπὲρ τῆς πίστεως.

Θάσου ἀντιλήπτορα καὶ φρουρόν, προστάτην τῶν νέων, Νεομάρτυρα τοῦ Χριστοῦ, θεῖον Ἰωάννην, ἀθλήσει στεῤῥοτάτῃ, Χριστὸν ὁμολογήσαντα, εὐφημήσωμεν.

Θάσου Νεομάρτυρα εὐκλεῆ, τιμήσωμεν ὕμνοις, Ἰωάννην τὸν θαυμαστόν, τὸν ἀναιρεθέντα, ὑπὸ τῶν δυσσεβούντων, ἀγαρηνῶν ἀθέων, ὡς θεῖον σφάγιον.

Νέον στεφανίτην καὶ Ἀθλητήν, νεότητος ἄνθος, δωρησάμενον τῷ Χριστῷ, ἐν λόγοις ἐγκωμίων, καὶ ὕμνοις θεοδέκτοις, εὐφήμως Ἰωάννην, ἐγκωμιάσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, Νεομάρτυρα πιστοί, καὶ πανευκλεῆ ἀριστέα, ἀγαλλιώσῃ ψυχῇ, ὕμνοις εὐφημήσωμεν καὶ μεγαλύνομεν· τοῦ Χριστοῦ γὰρ ἐκήρυξεν, ἐν μέσῳ ἀθέων, πίστιν τὴν σωτήριον, ἐν πόλει Βύζαντος· ὅθεν Ἰωάννης στεφάνους, ἔλαβεν ἐνδόξως ὡς Μάρτυς, καὶ μακαριότητος ἀπόλαυσιν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου