ΔΕΚΕΜΒΡΙΟΣ ΙΣΤ΄
ΜΑΚΑΡΙΟΣ ΟΣΙΟΣ ΣΑΛΕΡΙΝΟΥ ΙΤΑΛΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ.
Προσόμοια τοῦ Ὁσίου. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πάτερ Μακάριε φωστήρ, μοναστῶν γενόμενος, καὶ ἀπελαύνεις τὰς φάλαγγας, τῶν καρδιῶν ἡμῶν, καὶ πρὸς φῶς ἀνάγεις, τοὺς πιστῶς βοῶντάς σοι· Ἐλέησον ἡμᾶς τοὺς ἱκέτας σου, σοφὲ Μακάριε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Παθῶν καθαρτήριον ψυχῶν, καὶ σωμάτων γέγονεν, ἡ θεία θήκη ῥωννύουσα, τοὺς προσπελάζοντας, καὶ πιστῶς βοῶντας· Σῶσον ἡμᾶς Ἅγιε, ὡς ἔχων παῤῥησίαν πρὸς Κύριον· Αὐτὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Πάτερ Μακάριε σοφέ, ὁ νοῦς οὐράνιος, ἡ βάσις τῶν δογμάτων τοῦ Πνεύματος, ἡ αὐτοκίνητος, λύρα τῶν ᾀσμάτων, καὶ πιστῶς διάκονος, χηρῶν καὶ ὀρφανῶν προστατεύων, καὶ τὸν Θεὸν ἡμῶν, ἐκτενῶς ἐξιλεούμενος, τῶν ἐν πίστει τελοῦντων τὴν μνήμην σου.
Ἕτερα. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Πλοῦτον διεσκόρπισας, τοῖς δεομένοις ἑκάστοτε, καὶ πτωχείαν ἠγάπησας, ἐν τούτῳ μιμούμενος, τοὺς πρὸ σοῦ πατέρας, ὡς κατόπιν τούτοις, τρίβον ἑλόμενος σοφός, καὶ ἠξιώθης τῆς θείας χάριτος· διό σου τὴν ἐτήσιον, ἐπιτελοῦντες πανήγυριν, εὐσεβῶς σε δοξάζομεν, τῶν Ὁσίων συνόμιλε.
Βίον ἀξιέπαινον, καὶ πολιτείαν ἐνάρετον, ἐκ παιδιόθεν κτησάμενος, ἐφάνης θεόληπτε, σκεῦος ἐκλογῆς τε, πνεύματος δοχεῖον, ὃ ἱερώθης ἐκ παιδός, φύλαξ δογμάτων καὶ Ἐκκλησίας φωστήρ, μοναστῶν ἱερώτατε, καὶ τοῦ Χριστοῦ φίλε γνήσιε, πρεσβευτὰ συμπαθέστατε, ἀσκητῶν ἐγκαλλώπισμα.
Τῆς μακαριότητος, τῆς ὑπὲρ νοῦν ὀρεγόμενος, ἐλογήσω πανόλβιε, τρυφὴν τὴν ἐγκράτειαν, τὴν πτωχεῖαν πλοῦτον, τὴν ἀκτημοσύνην, περιουσίαν ἀληθῆ, καὶ εὐδοξίαν τὴν θείαν ἔνδειαν· διὸ καὶ τῆς ἐφέσεως, τοῦ ζητουμένου ἐπέτυχες, ἐν σκηναῖς αὐλιζόμενος, μοναστῶν ἀξιάγαστε.
ΟΡΘΡΟΣ
Ὁ Κανὼν τοῦ Ὁσίου.
ᾨδὴ α΄ . Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσέ ποτε.
Τοῦ σεπτοῦ σου βίου τὰ φαιδρὰ μέλλων κατορθώματα ἀνευφημεῖν ἐκδυσωπῶ σε Ὅσιε, αἴγλην φωτοδότιδα οὐρανόθεν μοι δωρηθῆναι ἱκέτευε, νέφος ἐκμειοῦσαν τὸ τῆς ἀγνωσίας μου Μακάριε.
Αἰγυπτίους πρὶν ὁ τῷ βυθῷ κρύψας θείῳ νεύματι, ὡς ἐκ βυθοῦ τῆς κοσμικῆς συγχύσεως, σὲ ἀναλαβόμενος κατεφώτισεν, θεϊκαῖς ἐπιγνώσεσιν, καὶ ὁλοφαῆ σε ἔδειξεν ἀστέρα, Πάτερ Ὅσιε.
Τῆς σαρκὸς τὰ πάθη χαλινῷ μάκαρ, τῆς ἀσκήσεως δουλαγωγῶν τῆς ἀπαθείας ἔρωτι ὤφθης καθαρώτατον οἰκητήριον τοῦ Θεοῦ διὰ πίστεως, καὶ χειμαζομένοις εὔδιος λιμήν, Πάτερ Μακάριε.
Θεοτοκίον.
Ἐνεδρεύσας ὄφις ὁ δεινὸς δόλῳ καὶ ἀπάτῃ με τῆς μακαρίας ζωῆς ἀπεστέρησεν· ἀλλ’ ὁ πάντων Κύριος σαρκωθεὶς ἐν τῇ παναχράντῳ νηδύϊ Σου, ᾍδου κενεώνων καὶ διαφθορᾶς ἁγνὴ ἐῤῥύσατο.
ᾨδὴ γ΄. Ἐξήνθησεν ἡ ἔρημος.
Δακρύων ἐπομβρύσεσι καταρδεύσας ἄριστα τὴν τῆς ψυχῆς σου αὔλακα, σῖτον θεῖον ἤνεγκας πράξεων, ἀποθήκαις ταῖς ἄνω συντηρούμενον.
Ἀγάπην ὁπλισάμενος ὥσπερ ξίφος Ὅσιε, καὶ θυρεῷ σκεπόμενος τῆς ἐνθέου σου ταπεινώσεως, τῶν δαιμόνων τὰ στίφη ἐξηφάνισας.
Ἐλαίῳ κατεκόσμησας τὴν λαμπάδα Ὅσιε, καὶ τοὺς πιστοὺς ἐφώτισας προστρέχοντας, ἐν τῷ τεμένει σου, καὶ παρέχων τοῖς πᾶσι τὰ αἰτήματα.
Θεοτοκίον.
Ἐθήλασας τὸν τρέφοντας πᾶσαν κτίσιν ἄχραντε, καὶ τοὺς πιστοὺς ἐφώτισας ἀνυμνοῦντας τὰ μεγαλεῖά Σου Θεοτόκε, Παρθένε παμμακάριστε.
Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὁ βίος σου σοφέ, καθαρὸς ἀνεδείχθη, βιώσας ἐπὶ γῆς, ὥσπερ ἄσαρκος Πάτερ, τὸ σῶμα κατέτηξας, ταῖς παννυχαῖς σου στάσεσιν· ὅθεν εἴληφας, τῆς ἀπαθείας τὸ φέγγος, καὶ πρὸς Κύριον ἀποδημήσας ἐν δόξῃ, Πατὴρ ἡμῶν Ὅσιε.
ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.
Ἡ ἄβυσσος τῶν θερμῶν σου δακρύων, κατέκλυσε δαιμόνων στρατεύματα, καὶ ἁμαρτίας ἡδύματα, πέλαγος θαυμάτων δὲ τοῖς ἐν βυθῷ παθημάτων ἀναδέδειξας.
Ταπείνωσιν ἀγρυπνίαν καὶ σύντονον δέησιν, ἀγάπην ἀθόλωτον, πίστιν ἐλπίδα κτησάμενος, γέγονας συνόμιλος ἐπουρανίων Ἀγγέλων, Πάτερ Ὅσιε.
Ὁ βίος σου στεναγμοῖς ἀνενδότοις κεκόσμηται, κανὼν ἀκριβέστατος τοῖς φοιτηταῖς σου γενόμενος· ὅθεν καὶ κατήντησας, καὶ συναυλίας Ὁσίων παμμακάριστε.
Θεοτοκίον.
Ἐξέλαμψας ἐκ Παρθένου νεφέλης ὁ ἥλιος, ἀστέρας αὐγάζοντας, ἀποδεικνὺς τοὺς ὁσίους Σου κόσμῳ, καὶ τοῖς πάθεσιν ἐσταυρωμένους οἰκτίρμων, τῇ δυνάμει Σου.
ᾨδὴ ε΄. Ὁ φωτισμός.
Ὁ φωτισμὸς τῶν ἐν σκότει κειμένων λάμψον μοι αἴγλην θείοις τοῦ Ὁσίου Σου ἱκεσίαις· λῦσον τὰ νέφη τῆς ἀθλίας ψυχῆς μου, ὄμβρυσον μοι ῥεῖθρον ἀφέσεως, ἄλλον γὰρ ἐκτός Σου Θεὸν οὐ γινώσκομεν.
Ῥῶσιν ψυχῆς, ῥῶσιν σώματος, πᾶσαν, ἄφθονον χάριν δεῦτε ἐξαντλήσωμεν, ὡς ἐκ κρήνης, τῆς θείας θήκης τοῦ σοφοῦ Μακαρίου· θαύματα γὰρ βρύει ὡς νάματα, πίστει τοῖς αὐτῷ ἀδιστάκτως προστρέχουσι.
Λύμης παθῶν ἐκκαθάρας τὸ ὄμμα τῆς διανοίας Πάτερ θεοφόρε δι’ ἐγκρατείας, θείᾳ ἐντεύξει, καὶ ἰάσω τὴν κόρην, πάσχουσά τε ὑπὸ τοῦ δαίμονος, θείᾳ συνεργείᾳ τοῦ Πνεύματος Ὅσιε.
Θεοτοκίον.
Τὸν χορηγὸν τῆς ζωῆς, τῶν ἁπάντων τὸν συνοχέα τέτοκας ἀῤῥήτῳ κυοφορίᾳ, τὸν ἐν Ἁγίοις δοξαζόμενον Κόρη, καὶ Ὁσίοις ἀναπαυόμενον· ὃν ὑπὲρ ἡμῶν ἐκδυσώπει τὸν Κύριον.
ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἠλιοὺ τὸν Θεσβίτην μιμούμενος, καὶ ἰχνηλατῶν τοῦ συναίμονος ἅπαντα, καὶ τοῖς αὐτοῦ προστάγμασιν καθυπῆκον τῷ λόγῳ πανόλβιε.
Ἑσπερίων φωστὴρ ἀνατέταλκας, τῆς Σαλερίνου χώραν φέγγει ἰάσεων καταφωτίζων ἤστραψας, φαεινότατε Πάτερ Μακάριε.
Ἐγκρατείᾳ τὸν βίον κεκόσμησαι, Πάτερ παμμακάριστε· καὶ καθυπέταξας τὰ τῆς σαρκὸς κινήματα, συνεργείᾳ τοῦ Πνεύματος Ὅσιε.
Θεοτοκίον.
Ἐπὶ κούφης νεφέλης καθήμενος πάλαι Αἰγυπτίοις Χριστὸς ἐπεδήμησεν, καὶ καθελὼν τὰ ξόανα, τῶν Ὁσίων χοροὺς ἐπεσπάσατο.
Κοντάκιον. Ἦχος β΄.
Τῷ Θεῷ ἀπὸ μήτρας ἐκλελεγμένος, ἠκολούθησας χαίρων ἐν τῇ ἀσκήσει, τὴν οἰκουμένην λαμπρύνας τοῖς θαύμασιν, καὶ τὰς ἐρήμους πυκνώσας τοῖς πλήθεσι, τερατουργὲ Μακάριε· διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.
Ὁ Οἶκος.
Τράνωσόν μου τὴν γλῶτταν παμμάκαρ, πρὸς τὴν σὴν ὑμνωδίαν, ἀνυμνῆσαι πιστῶς τοὺς ἄθλους καὶ τοὺς ἀγῶνάς σου, τὴν στάσιν τὴν πάννυχον διανύων, ὁλονύκτοις εὐχαῖς τε προσκαρτεροῦντα. Τοῖς φοιτηταῖς ὑποδείξας ὁδόν, τοῦ πορεύεσθαι ἀμεταστρέπτῳ πορείᾳ, ὁδηγῶν εἰς λιμένα σωτήριον, ὡς τέκνα τούτους διδάξας, ἐκπαιδεύσας τοῦ κράζει ἀλήκτῳ φωνῇ· διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.
Συναξάριον.
Τῇ ΙΣΤ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Μακαρίου, τοῦ ἐν Σαλερίνῳ τῆς Ἰταλίας.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Πυρὶ νοητῷ ἀνέφλεξας τῆς ψυχῆς αἰσθητήρια πυρὶ ἁμαρτίας ἀπετέφρωσας, τῇ συνεργείᾳ τοῦ Πνεύματος, καὶ φωτοειδὴς καθωράθης, ἀναμέλπων Μακάριε· Εὐλογητὸς ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Πτωχοῖς χορηγῶν, ὀρφανοῖς τε βοηθῶν Πάτερ Μακάριε, καὶ τοῖς ἐν θλίψεσιν παραμύθια, ἀδικουμένων τε πρόμαχος, σκέπη μοναζόντων ὑπάρχεις, καὶ κραυγάζεις γηθόμενος· Εὐλογητὸς ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θαυμάτων βυθός, ἰαμάτων ποταμός, κρήνη ἀένναος, ῥεῖθρον μηδόλως δαπανώμενον, σοῦ ἡ σορὸς ἀναδέδεικται Πάτερ, τοῖς πιστῶς προσιοῦσι, καὶ θερμῶς ἀνακράζουσιν· Εὐλογητὸς ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Θεοῖ με ἐκ Σοῦ ὑπέρθεος Θεός, δούλου μορφὴν ὑποδύς, καινοτομεῖ δὲ τρίβους γνώσεως, ὥσπερ τοὺς ὅρους τῆς φύσεως, πλήθη μοναστῶν καὶ Ὁσίων ἐπαγόμενος ψάλλοντα· Εὐλογητὸς ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ἀποκαθάρας σεαυτὸν τῆς ὑλίος τῶν παθῶν, δι’ ἐμμελείας τηλαυγέστατον ὤφθης Πάτερ, δοχεῖον Θεοῦ κραυγάζων· Ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε Αὐτὸν εἰς τοὺς αἰῶνας.
Οἰκονομήσας ἑαυτοῦ τὴν ζωὴν θεοπρεπῶς Ὅσιε Πάτερ, οἰκονόμος ἐδείχθης διακονήσας καλῶς ταῖς χρείαις τῶν Ὁσίων Ὅσιε· μεθ’ ὧν ἠξιώθης τῆς ἄνω κληρουχίας.
Μὴ ἀμοιρήσωμεν τῆς σῆς βοηθείας παρὰ σοῦ Ἅγιε Πάτερ· ἀλλ’ ἱλέῳ προσώπῳ ἐξευμενίζου ἡμῖν, πταισμάτων τὴν λύσιν κομίσασθαι, ἵνα σὲ ὑμνοῦμεν, σοφὲ ἱερομῦστα.
Θεοτοκίον.
Συντετριμμένῳ λογισμῷ, τὴν πληθὺν τῶν χαλεπῶν ἀνομημάτων ἐξαγγέλλω Σοι Λόγε, κλίνων τὸ γόνυ πρὸς Σέ, τὸν πάντων Κριτήν τε καὶ Κύριον· οἴκτειρών με σῶσον λιταῖς τῆς Σὲ τεκούσης.
ᾨδὴ θ ΄. Ἀνάρχου γεννήτορος.
Ἡμέρα σωτήριος ἡ μνήμη σου ἐπέλαμψεν, τὰς ἐν σκότει καρδίας καταφωτίζουσα, λύουσα παθῶν τὴν ὁμίχλην, υἱοὺς φωτὸς δεικνύουσα Πάτερ, τοὺς σὲ νῦν γεραίροντας, τοῦ Κυρίου τὸν θεράποντα.
Ἀγγέλων ἐφάμιλλος, Ὁσίων ἰσοστάσιον, Προφητῶν Ἀποστόλων Μαρτύρων Ἱεραρχῶν Ὅσιε, συμμέτοχος πέλων, καὶ τῇ σεπτῇ λατρεύων Τριάδα, νοὸς καθαρότητι, ὑπὲρ πάντων ἡμῶν πρέσβευε.
Μὴ παύσῃ δεόμενος ὑπὲρ ἡμῶν πρὸς Κύριον, τῶν ἐν πίστει καὶ πόθῳ ἀνευφημούντων σε· λύσον τῶν παθῶν μου τὴν ὁμίχλην Πάτερ σοφέ, τῆς ἐμῆς καρδίας· καὶ πρὸς φῶς ὁδήγησον μετανοίας συμπαθέστατε.
Θεοτοκίον.
Μὴ παύσῃ πρεσβεύουσα εὐλογημένη πάναγνε, τῆς ἐμῆς πτωχονοίας· τῷ τληπαθεῖ καὶ δεινῷ, λύσιν τῶν πταισμάτων αἰτοῦσα, καὶ τῷ Θεῷ οἰκείωσον, ὅπως δοξάζω τὸ εὔσπλαγχνον, καὶ κηρύττω Σου τὸ ἔλεος.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Χαίροις Ὁσίων τὸ κλέος, Μακάριε θεοφόρε, ὢ πρὸς μονὰς τὰς ἀΰλους, μεταναστεύσας ἀξίως· μὴ διαλίπῃς πρεσβεύειν, ὑπὲρ εἰρήνης τοῦ κόσμου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου