Τρίτη 3 Ιουλίου 2018

ΝΟΕΜΒΡΙΟΣ 6. ΑΓΙΟΣ ΔΗΜΗΤΡΙΑΝΟΣ ΚΥΠΡΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΝΟΕΜΒΡΙΟΣ ΣΤ΄!!
ΔΗΜΗΤΡΙΑΝΟΣ ΚΥΠΡΟΥ
ΑΚΟΛΟΥΘΙΑ

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι.
Τί σε ὀνομάσωμεν ἔνδοξε; Μοναζόντων καλλονήν, καὶ ἱερέων ἀσπιστήν, ἀσκητὴν τῶν παθημάτων, ἀμαυροῦντα τὰς ὁρμάς, ἀλείπτην, ἀρετῆς πρὸς ἐπανάληψιν, ζωγράφον, τῆς τοῦ βίου ματαιότητος, ὑφηγητὴν ἀκριβέστατον, δογματιστὴν ἀληθέστατον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τί σε νῦν καλέσωμεν Ὅσιε; Μιμητὴν τῶν ἀνδρικῶς ἠγωνισμένων ἐκλεκτῶν, λειτουργὸν ἱερουργοῦντα, Εὐαγγέλιον Χριστοῦ, κιθάραν, μελῳδοῦσαν τὰ τοῦ Πνεύματος, κινήραν, καταθέλγουσαν τὰ πέρατα, νέον Δαβὶδ σὲ γινώσκομεν, Δημητριανὲ πανόλβιε, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τί σε νῦν προσείπωμεν Ἅγιε; ἐπαινέτην τῶν Μαρτύρων, τῶν Ἁγίων ἀψευδῆ, τῶν δογμάτων τῶν ὀρθῶν, τῆς εὐσεβείας στηριγμόν, τῆς Κύπρου, Ἱεράρχην ἱερώτατον, τὸν κόσμον, φρυκτωρίαις καταυγάζοντα, ἀστέρα φωτοειδέστατον, τὴν Ἐκκλησίαν λαμπρύνοντα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἕτερα. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Φαιδρὰ ἐξανέτειλε, καθάπερ ἥλιος Ὅσιε, ἡ πανέορτος μνήμη σου, ἀκτίσιν ἀστράπτουσα, τῶν σῶν ἐναρέτων, πράξεων παμμάκαρ, καὶ καταυγάζοντα πιστῶν, τὰς διανοίας φέγγει τοῦ Πνεύματος· αὐτὴν οὖν ἑορτάζοντες, περιχαρῶς σὲ γεραίρομεν, Δημητριανὲ θεσπέσιε, τῶν Κυπρίων ἀγλάϊσμα.

Ἄγγελος ἐπίγειος, οἷάπερ ἄλλος ἐβίωσας, ἐγκρατείας τὸ σῶμά σου, μαράνας πανόλβιε, θεῖε Ἱεράρχα, λειτουργὲ Κυρίου, διηνεκῶς ἐμμελετῶν, τὰ θεῖα ὄντως καὶ ἐπαυξούμενος, μεγίσταις ἀναβάσεσι, πρὸς ἐφετὸν τὸν ἀκρότατον, ὅπερ χαίρων κατήλειφας, Δημητριανὲ πανένδοξε.

Ἀστέρα παγκόσμιον, πληθὺς Κυπρίων ἐπέγνωκε, σὲ θεόφρον θεσπέσιε, Δημητριανὲ ἀοίδιμε, λειτουργὲ Κυρίου, πάντες μετὰ πόθου, ἀπαῤῥυόμεθα πιστῶς, οἱ προσιόντες τῇ θείᾳ σκέπῃ σου, ἰάσεις καὶ χαρίσματα, ἐκ τῆς σωροῦ τῶν λειψάνων σου· ὅθεν πίστει βοῶμέν σοι· χαίροις Πάτερ τρισόλβιε.

Δόξα. Ἦχος ὁ αὐτός.
Ἐκ βρέφους ἐγένου τοῦ Κυρίου ἐραστής, Ἱεράρχα Δημητριανὲ παμμακάριστε. Τὸ γὰρ ὅπλον τοῦ Σταυροῦ ἐπ’ ὤμων ἀράμενος, ἀκλινῶς ἐπορεύθης, τὴν ὁδὸν τῆς ἀληθείας. Δι’ ἧς τῶν Ἀγγέλων ὑφέστιος γέγονας, δαιμόνων ἀντίπαλος, καὶ τοῦ Κυρίου πρεσβευτής, ὤφθης διαπρύσιος.

Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον, καὶ τὰ Ἀναγνώσματα

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μέτ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἐξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίω, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήση με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Λιτή. Ἦχος α΄.
Ἐνατένισας ἀκλινῶς, τῷ ὕψει τῆς γνώσεως, καὶ κατοπτεύσας ἀδήλως σοφίας τὸν βυθόν, ταῖς διδαχαῖς σου κόσμον κατεπλούτησας. Πάτερ, ὑπὲρ ἡμῶν ἀεὶ Χριστὸν δυσώπει, Δημητριανὲ πανεύφημε.

Ὁ αὐτός.
Ἄνθρωπε τοῦ Θεοῦ καὶ πιστὲ θεράπων, καὶ οἰκονόμε τῶν Αὐτοῦ μυστηρίων, καὶ ἄνερ ἐπιθυμιῶν, τῶν τοῦ Πνεύματος, στήλη τε ἔμψυχος, καὶ ἔμπνους εἰκών, ὡς θεῖον γὰρ θησαυρόν σε, ἡ τῶν Κηθηραίων Ἐκκλησία ἀγαμένη προσήκατο, καὶ πρεσβευτὴν τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. δ΄.
Εἰς αἶνον ἔδραμες τοῦ Κυρίου πανεύφημου, Δημητριανὲ Πατὴρ ἡμῶν, ἐν τῇ προσκαίρῳ ζωῇ· διὸ παῤῥησίαν κεκτημένος πρὸς Αὐτόν, ἱκέτευε σωθῆναι ἡμᾶς.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.



















Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ἱεραρχῶν καλλονή, Πατέρων κλέος καὶ Κυπρίων τὸ καύχημα, ὁ στύλος τῆς Ἐκκλησίας, ὁ τῶν πιστῶν στηριγμός, τὸ τῆς Ἐκκλησίας ἀγαλλίαμα, πηγὴ ανεξάντλητος, θεῖα ῥἐίθρα προχέουσα, τῶν ἰαμάτων, καὶ τὰ πάθη καθαίρουσα, καὶ παρέχουσα, εὐρωστίαν τοῖς κάμνουσι, ὅρμος ὁ γαληνότατος, λαμπτὴρ ὁ ἀκοίμητος, τῶν ἀσθενούντων ἡ ῥῶσις, τῶν θλιβομένων παράκλησις, τῶν πίστει τὴν θείαν καὶ φαιδράν σου ἐκτελούντων, ἀεὶ πανήγυριν.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ Κηθηρίας σεπτός, ποιμὴν καὶ πρόεδρος καὶ τεῖχος ἀπόρθητον, ὁ στύλος τῆς ἐγκρατείας, τῆς σωφροσύνης λαμπτήρ, καταπονουμένων ἡ βοήθεια, παθῶν ἀνιάτων, ὁ ἰατρὸς καὶ ἀσφάλεια, τῶν ἱσταμένων, καὶ πιπτόντων ἀνάστασις, πλανωμένων τε, ὁδηγὸς ὁ σωτήριος, πάντων τὸ ἀγαλλίαμα, Κυπρίων τὸ καύχημα, τῶν ἐκτελούντων ἐν πίστει, τὴν φωτοφόρον σου κοίμησιν, ἣν πόθῳ τελοῦντες, ποριζόμεθα πλουσίως, τὸ μέγα ἔλεος.

Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.
Ἄλλον, τὸν σὸν ναὸν οὐρανόν, Θεοῦ τὴν δόξαν διηγούμενον ἔδειξας, θαυμάτων τὰς λαμπηδόνας, ἱερομύστα σοφέ, ὡς λαμπροὺς ἀστέρας προβαλλόμενος, φαιδρῶς τῶν λειψάνων, τὴν θείαν χάριν ὡς ἥλιος, τῶν ἰαμάτων, ἀστραπὰς προβαλλόμενος, καὶ φωτίζοντα, τὴν ὑφήλιον ἅπασαν· ὅθεν τοὺς τὴν φωσφόρον σου, καὶ θείαν πανήυριν, ἐπιτελοῦντας προθύμως, ἐν τούτῳ μάκαρ καταύγασαι, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β΄.
Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ, σὺ καὶ τὸ βάρος τῆς ἡμέρας ἐβάστασας, σὺ καὶ τὸ δοθέν σοι τάλαντον ἐπηύξησας, καὶ τοῖς μετὰ σὲ ἐλθοῦσιν οὐκ ἐφθόνησας. Διὸ πύλη σοι οὐρανῶν ἠνέωκται, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, Δημητριανὲ μακάριε.

Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.



Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Παριδὼν τὸν σὸν γῆρας κατηκολούθησας, τῇ λογικῇ σου ἀγέλῃ σεπτὲ Δημητριανέ, εἰς αἰχμαλωσίαν Χύτρων θεῖε πρόεδρε, καὶ τῇ ἰσχύϊ σῶν εὐχῶν, ἠλευθέρωσας αὐτήν, θειότατε ἱεράρχα, διό σε πάντες τιμῶντες, ἀπεκδεχόμεθα τὴν χάριν σου
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.





























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀρωμάτων παντοίων μυρεψικῶν, χαρισμάτων ποικίλων πνευματικῶν, ταμεῖον ἀκένωτον, ἡ σωρὸς τῶν λειψάνων σου, χρηματίζει τρισμάκαρ, Πατὴρ ἡμῶν Ὅσιε, ἐξ αὐτῆς γὰρ ναμάτων, πηγαὶ ἀναβλύζουσιν· ὅθεν οἱ νοσοῦντες, ἀῤῥυόμενοι πίστει, παθῶν ἀπαλλάτονται, καὶ τρανῶς ἐκβοῶσί σοι· Δημητριανὲ πανένδοξε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Τῷ ἀρότρῳ τοῦ λόγου καλλιεργῶν, χερσωθείσας καρδίας ἱερουργέ, τὴν θείαν ἐπίνωσιν, γεωργεῖν παρεσκεύασας, καὶ καθελὼν τεμένει, εἰδώλων ἀνήγειρας, Ἐκκλησίας μάκαρ, εἰς δόξαν τοῦ Κτίστου σου· ὅθεν συνελθόντες, τὴν ἁγίαν σου μνήμην, Δημητριανὲ δοξάζομεν, ἱερῶς φωτιζόμενοι, καὶ πιστῶς ἐκβοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Ὡς πανάμωμος Νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑπάρχουσα, τοῦ ὑψίστου πανύμνητε, ἀνομιῶν με ὄντα, αἰσχρῶν καταγώγιον, καὶ ἐν γνώσει γενόμενον, τοῖς δαιμόσι παίγνιον, σπεῦσον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι, λαμπρὸν οἰκητήριον, δι’ ἀρετῆς ἀπαρτήσασα, φωτοδόχε ἀκήρατε, δίωξον τὸ νέφος τῶν παθῶν, καὶ τῆς ἄνω λαμπρότητος ἀξίωσον, καὶ φωτὸς ἀνεσπέρου πρεσβείαις Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ὅμοιον.
Ἐκ σπαργάνων Κυρίῳ ἀνατεθείς, ὡς ὁ πάλαι πανένδοξος Σαμουήλ, ὡσαύτως καλοῦντός σε, τοῦ Κυρίου ἀκήκοας, καὶ ψυχὴν καθάρας καλῶν ἐπιδόσεσι, ἱερωσύνης χάριν, ἀξίως ἀπήλειφας· ὅθεν ἐπὶ χλόην, ἐπιγνώσεως θείας, ποιμάνας τὸ ποίμνιον, τοῦ Κυρίου ἐκόσμησας, Δημητριανὲ μακάριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, χαῖρε Κόρη καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμὶς ἀλουργόχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε· χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα· χαῖρε ἔνδοξε Νύμφη ἡλιοστάλακτε· χαῖρε μόνη τοῦ κόσμου διάσωσμα.


Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῖς λόγοις ἐκόσμησας τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας τὸ κατ’ εἰκόνα Θεοῦ, Δημητριανὲ μακάριε, ἔλαμψας ἐν τῷ κόσμῶ, διὰ τῆς σωφροσύνης, χάριτας ἰαμάτων, ἀπαστράπτων τοῖς πᾶσι· διὸ καὶ ἑορτάζομεν, πόθῳ τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐπάκουσον Δέσποινα ἐκ κατωδύνου ψυχῆς, βοῶντος τοῦ δούλου Σου καὶ τῶν πολλῶν μου κακῶν, παράσχου μοι ἄφεσιν, Σὲ γὰρ ἔχω προστάτην, ἐν νυκτὶ καὶ ἡμέρα, λύτρωσαι Θεοτόκε, τοῦ πυρὸς τῆς γέννης, καὶ στῆσον ἐκ δεξιῶν με, τοῦ Σοῦ Υἱοῦ καὶ Θεοῦ.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.
Εὐαγγέλιον, κατὰ Λουκᾶν: Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Ὅσιε Πάτερ, ἐκ βρέφους τῷ Θεῷ ἀνετέθης, ὡς ὁ πάλαι Σαμουήλ, ἐν τῷ ὄρει ἀνελθών, μοναδικῶς Αὐτῷ εὐηρέστησας. Αὖθις δὲ ἱερωσύνης κοσμηθείς, τὸ ἐμπιστευθέν σοι ποίμνιον, παντοίοις χαρίσμασι κατεποίκιλας· ὅθεν καὶ στεφάνων ἠξιώθης, παρὰ Χριστοῦ τοῦ Θεοῦ, Αὐτὸν ἱκέτευε, Δημητριανὲ παμμακάριστε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.


















Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανών.
ᾨδὴ α’. Ἦχος δ΄. Θαλάττης τὸ Ἐρυθραῖον.
Τὴν θείαν δικαιοσύνην πάνσοφε περιζωσάμενος, ὡς ἱερεὺς τῷ θρόνῳ τοῦ Θεοῦ, παρεστὼς νῦν δυσώπησον, ὑπὲρ τῶν γεραιρόντων σου, τὴν σεπτὴν μνήμην ἀξιάγαστε.
Τριάδος τῆς ὑπερθέου γέγονας, σάλπιγξ θεόφθογγος, ἀναφωνοῦσα πᾶσι, τὰ σεπτὰ καὶ σωτήρια δόγματα, καὶ τὰς ψυχὰς εὐφραίνουσα, τῶν Κηθηρίων παναοίδιμε.
Οὐδ’ ὅλως τοῖς σοῖς βλεφάροις δέδωκας, ὕπνον μακάριε, ἕως οὗ ὄντως, ἔφθασας σαφῶς, ὁρεκτῶν τὸ ἀκρότατον, Δημητριανὲ ἀείμνστε· ὅθεν σε πάντες μακαρίζομεν.
Θεοτοκίον.
Γαλήνην τῶν εν τῷ βίῳ ἄχραντε, χειμαζομένων βροτῶν, καὶ ἀσφαλείας ἄγκυρα στεῤῥά, καὶ λιμὴν καὶ κυβέρνησις, αὐτὴ ὑπάρχης πάντοτε, χειραγωγοῦσα καὶ διέπουσα.

Ἕτερος. ᾨδὴ α’. Τῷ ἐκτινάξαντι.
Ὡς ἐκ Θεοῦ εἰλφὼς τὴν χάριν, παμμάκαρ Δημητριανέ, αἴτσαι δοθῆναί μοι πταισμάτων ἄφεσιν, ὅπως ἐν ᾠδαῖς ἀνυμνήσω σε, Ἱεράρχα Κυρίου.
Τὴν ἐν τοῖς δάκρυσι χαλκευθεῖσαν, καὶ ἀγρυπνίαις σου ψυχήν, ἄσμασι στομῶσας, Δημητριανὲ μακάριε· ὅθεν καὶ ἐκ Θεοῦ διπλοῦν τὸ στέφος, ἀξίως ἐκομίσω.
Ἱεραρχίας τετιμημένος, καὶ ἀσκητὴν ὡς ἀληθῶς ἔγνωμεν τῷ ὄντι, παμμακάριστε Ὅσιε, τὸν τρόπον τῆς ἀρετῆς, καὶ ταῖς ῥανίσι σαφῶς, τῶν σῶν δακρύων.
Θεοτοκίον.
Τὴν ἀληθῆ Θεοῦ Μητέρα, καὶ πλατυτέραν οὐρανοῦ, πάντες τὴν Παρθένον, ὀρθοδόξως ὑμνήσωμεν, ἡ γέννησις γὰρ αὐτῆς, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ.













ᾨδὴ γ’. Εὐφραίνεται ἐπὶ σοί.
Ἐπ’ ὤμων ἄρας σοφέ, τὸν τοῦ Κυρίου σου Σταυρόν, ἔκραζες κόσμῳ κἀγὼ ἐσταύρωμαι, σάρκα καθηλώσας τῷ φόβῳ σου.
Γῆ ὥσπερ πίων ἡ σή, ψυχὴ λαβοῦσα λογικὰ σπέρματα, στάχυν Δημητριανὲ ὥριμον, θείας εὐσεβείας βλαστήματα.
Ῥομφαία τῷ πονηρῷ, θανατηφόρος ἀληθῶς γέγονεν, ἡ πρὸς Θεὸν μνήμην σου, ἔμπλεος ἀγάπη καὶ ἔφεσις.
Θεοτοκίον
Φορέσας με ἐκ τῶν Σῶν, θείων αἱμάτων ὁ Χριστὸς ἄχραντε, καταστολὴν χάριτος, πάλαι γυμνωθέντα ἐνέδυσεν.

Ἕτερος. Οὐκ ἔστιν.
Τὰ πάθη ἐνέκρωσας παμμακάριστε, ταῖς προσευχαῖς, καὶ δεήσεσι, καὶ ἀγρυπνίαις σου· διὸ καὶ σὺν Ἀγγέλοις, τὸ ἅγιον πνεῦμά σου, ἀξίως συναγάλλεται.
Τῷ ὄρει μακάριε ἐπιβὰς τῶν ἀρετῶν, καὶ τῷ γνόφῳ τῆς γνώσεως, τὸν νοῦν φωτιζόμενος, ἐν πλαξὶ διανοίας, τὸν λόγον τῆς χάριτος, ἐδέξω ἐκ τοῦ Πνεύματος.
Τοὺς πόθῳ τὴν μνήμην σου, ἐκτελοῦντας εὐσεβῶς, Ἱεράρχα μακάριε, Χριστὸν καθικέτευε, λυτρωθῆναι κινδύνων, καὶ πάσης κακώσεως, τοῦ πολεμήτορος.
Θεοτοκίον
Ἀσπόρῳ συλλήψει Σου, τὴν Προμήτορα Ἁγνή, τῆς καταδίκης ἀπήλλαξας, καὶ χάριτος ἔπλησας, τῶν ἀνθρώπων τὸ γένος· διὸ ἀνυμνοῦμέν Σε, Μῆτερ τῆς ὄντως ζωῆς.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τοῦ Σταυροῦ τῇ δυνάμει καθοπλισθείς, καὶ τῇ πίστει τειχίσας πόλιν τὴν σήν, τοῖς ἔροις κατήσχυνας, τῶν ἐχθρῶν τὰ φρυάγματα, ὑπομονῆς δὲ τύπος, ἐνθέου γενόμενος, τῷ Χριστῷ προσήγαγες, πληθὺν σωζομένων τε· ὅθεν συνελθόντες, κατὰ χρέος τιμῶμεν, Δημητριανὲ ἀείμνηστε, τὴν σεπτήν σου πανήγυριν, εὐφημοῦντες δοξάζομεν· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον
Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου σου μήτρας σάρκα λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε· διὰ τοῦτο πάντες πρὸς σὲ καταφεύγομεν, ἱλασμὸν πταισμάτων αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κολάσεως τῆς ἐκεῖσε δεόμεθα, ἵνα πίστει βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ δοθῆναι πᾶσι Κόρη ἄφεσιν, τοῖς πιστῶς προσιοῦσι τῇ σκέπῃ σου.


ᾨδὴ δ’. Ἐπαρθέντα σε ἰδοῦσα.
Δημητριανοῦ τοῦ θείου καὶ θεηγόρου, τὴν ἱερὰν πανύριν, θεόφρονες δεῦτε, πίστει συγκροτήσωμεν, τοῖς τούτου διδάμασι, καὶ θεολογίαις νευρούμενοι.
Ἀνυψούμενος ὡς φοίνιξ ταῖς θεωρίαις, τῶν ἀρετῶν ὑψίκομον δένδρον καθωράθης, γλυκασμὸν σωτήριον, βλυστάνεις ἑκάστοτε, Δημητριανὲ παμμακάριστε.
Ἡ θεολόγος σου γλῶσσα ἱεροφάντωρ, τῆς ἀρχικῆς Τριάδος τὸ μονόσεπτον κράτος, πᾶσι διετράνωσας, καὶ μίαν Θεότητα σέβειν, ἐν τρισὶν ὑποστάσεσιν.
Θεοτοκίον
Ὁ κατὰ φύσιν ἐλεύθερος, τὴν ἰδίαν δούλου μορφὴν ἐπτώχευσε, Χρηστότητος πλούτῳ, Μήτηρ ἀειπάρθενε, ἐκ Σοῦ καθ’ ὑπόστασιν, ὅλον προσλαβὼν τὸ ἡμέτερον.

Ἕτερος. Ἐξ ὄρους κατασκίου.
Χαίροις ἐν Χριστῷ παμμάκαρ Ἱεράρχα, Δημητριανέ, τῶν μοναζόντων κλέος· χαίροις ὁ θρόνον φαιδρύνας ἀθανασίᾳ, ἐνθέοις πράξεσι πανόλβιε.
Σὺ τοῦ Ἀβραὰμ ἐζήλωσας τὸν βίον, ὡς τὴν σὴν ψυχήν, θυσίαν προενέγκας, τοῦ Ἰωσὴφ ἐμιμήσω τὴν σωφροσύνην· διὸ ἀπέλαβες τὴν ὄντως ζωήν.
Δεῦτε τῶν πιστῶν, τὸ ἄθροισμα προθύμως, Δημητριανοῦ, τὴν μυροφόρον θήκην, περιπτυξώμεθα πίστει καὶ τὰς ἰάσεις, ὥσπερ ἐκ κρίνης ἀῤῥυσώμεθα.
Θεοτοκίον
Γλῶσσα γηγενῶν, οὐ σθένει ἀνυμνῆσαι, Σὲ τὴν τοῦ Θεοῦ, λοχεύτριαν φανεῖσαν, κυριότοκε πανάμωμε καὶ Παρθένε, Χριστιανῶν τὸ καταφύγιον.















ᾨδὴ ε’. Σὺ Κύριέ μου φῶς.
Σὺ ὥσπερ παμφαής, ἐωσφόρος ἀνέτειλας, σὺ ῥήμασι καταυγάζεις, τῶν πιστῶν τὰς καρδίας, Δημητριανὲ μακάριε.
Λαμπόμενος φωτί, Τρισηλίου Θεόττος, ἐκάθησας ἐπὶ θρόνου, τῆς ἀρχιερωσύνης, Δημητριανὲ ἀείμνηστε.
Τίς ὄντως ἐξειπεῖν, τοὺς σοὺς πόνους ἰσχύσειεν, ἀγῶνάς τε καὶ ἱδρῶτας, ἑκουσίως οὓς ἔτλης, Δημητριανὲ ἀοίδιμε.
Θεοτοκίον
Ὢ πάντων τῶν πιστῶν, εὐπρεπὲς ἐγκαλλώπισμα, πανάχραντε Θεομῆτορ, τῆς ψυχῆς μου τὸν ῥύπον, ἀπόπλυνον πρεσβείαις Σου.

Ἕτερος. Ἵνα τί με απώσω.
Νοῦν ψυχὴν καὶ καρδίαν, λόγῳ καθηράμενος, ναὸς πανέντιμος, τοῦ Θεοῦ τῶν ὅλων, ἐχρημάτισας Πάτερ θεόσοφε, εὐωδίας θύμα, ὅλον σαὐτὸν Χριστῷ προσφέρων, Ἱεράρχα Κυπρίων τὸ καύχημα.
Ἐλλαμπόμενος Πάτερ, αἴγλῃ τῇ τοῦ Πνεύματος, πᾶσιν ἀπήστραψας, θεολόγῳ γλώττῃ, τῆς Τριάδος τὸ φέγγος τὸ ἄχραντον, θεῖε Ἱεράρχα, πιστῶν τὸ κλέος καὶ ἡ δόξα, Δημητριανὲ θεοφάντορ μακάριε.
Νοερῶς σὺν Ἀγγέλοις, νοῦν συναυλιζόμενος, Χριστὸν δυσώπησον, τῶν παθῶν ῥυσθῆναι, καὶ κινδύνων τοὺς σὲ μακαρίζοντας, λειτουργὲ Κυρίου, Δημητριανὲ πιστῶν προστάτα, ὡς λαχὼν παῤῥησίαν πρὸς Κύριον.
Θεοτοκίον
Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν Σου κεκτημένη πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι Σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

















ᾨδὴ στ’. Θύσω σοι μετὰ φωνῆς.
Νεκρώσας τὸ τῆς σαρκός, χαμαίζηλον φρόνημα, τῆς ἀπαθείας τὴν χάριν, ἐκομίσω Πάτερ ἱερομύστα, Δημητριανὲ θεηγόρε, Κυπρίων τὸ καύχημα.
Ἀγάπῃ τῇ τοῦ Χριστοῦ, πυρπολούμενος ἔνδοξε, μέχρι θανάτου ἀντέστης, τῶν τυράννων πάνσοφε, διὰ τοῦτο, Βασιλείας οὐρανῶν ἠξιώθης γηθόμενος.
Τῷ φόβῳ στοιχειωθείς, τῷ θείῳ θεόληπτε, καὶ τὴν ψυχὴν μολυσμάτων, καθαρὰν τελέσας, σκεῦος ἐδείχθης, τοῦ Θεοῦ ἱερώτατον, ὄντως ἀοίδιμε.
Θεοτοκίον
Ἁγνήν Σε περιστεράν, καὶ μόνην ἀμώμητον, ὁ καθαρὸς Θεοῦ Λόγος, καὶ ἐκ Σοῦ τεχθῆναι, Παρθενομῆτορ, Παναγία Θεοτόκε, βουλήσει ηὐδόκησε.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Σωφρόνως σου τὴν ζωήν, Δημητριανὲ διήνυσας, δικαιοσύνῃ σαφῶς, ανδρείᾳ φρονήσει τε, τερπνὸν καταγώγιον, ἀρετῶν εἰργάσω, σεαυτὸν θεομακάριστε.
Μυρίζει ὡς ἀληθῶς, ἡ τῶν λειψάνων σου πάντιμος, σωρὸς θεόφρον σοφέ· διὸ τοὺς τελοῦντάς σου, τὴν ἀειμακάριστον μνήμην Ἱεράρχα, νοσημάτων ἐλευθέρωσον.
Ἀνέτειλέ σοι τὸ φῶς, Δημητριανὲ μακάριε· ὅθεν ὡς φοίνιξ σεπτός, δικαίως ἐξήνθησας, ποιμὴν ἀξιάγαστε, καὶ καθάπερ κέδρος, ἐπληθύνθης παναοίδιμε.
Θεοτοκίον
Ἐξέλαμψεν ἐκ Σιών, ἡ τοῦ ὑψίστου εὐπρέπεια, τὸ πρόβλημα τῆς σαρκός, καθ’ ἕνωσιν ἄῤῤητον, ἐκ Σοῦ ἀπειρόγαμε, προβεβλημμένος, καὶ τὸν κόσμον κατεφώτισε.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Θαυματουργὸν καὶ ἰατρόν σε ἐν κόσμῳ, ὁ ἀγαθὸς καὶ θαυμαστὸς ἐν Ἁγίοις, καὶ τῶν βροτῶν βαστάσας τὴν ἀσθένειαν, πάντων τῶν ἐν πίστει σου, προσφευγόντων τρισμάκαρ, καὶ ἱκετευόντων σε, ἀδιστάκτῳ καρδίᾳ, τῇ τῶν λειψάνων Δημητριανὲ θήκῃ, καὶ πόθῳ σοφὲ δοξαζόντων σε.
Ὁ Οἶκος.
Τῆς ἀσθενούσης μου ψυχῆς, τὰ πάθη καὶ τὰς νόσους, τοῦ σώματος εὐχαῖς σου θεράπευσον ἐν τάχει, ὡς Ἱεράρχης γὰρ Χριστοῦ, ἔνδοξός τε καὶ θύτης, καὶ μυστηρίων τῶν σεπτῶν, αὐτόπτης τε καὶ μύστης, παρέχεις τὴν ὑγείαν, τοῖς χρήζουσιν ἀφθόνως, ῥῶσιν οὖν μοι δίδου καὶ ἰσχύν, ὅπως ἀνυμνήσω τὴν ἱεράν σου μνήμην καὶ φωσφόρον. Αὐτὴν γὰρ ἡ Τριὰς ἐδόξασε μάκαρ, ἣν ἐδόξασας αὐτός, ἔργῳ καὶ λόγῳ, πάντων γὰρ λιμὴν σωτήριος ἐπεφάνης, τῶν κατὰ χρέος σοφὲ δοξαζόντων σε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ς' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Δημητριανοῦ, ἐπισκόπου Κηθηρίας Κύπρου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερόμαρτυρος Παύλου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ.
Τὴν εἰς φάρυγγα Παῦλος αὐχῶν ἀγχόνην,
Λύει φάρυγξι ῥευμάτων τὴν ἀγχόνην.
Παῦλος ὁ μέγας Ὁμολογητής, ὑπῆρχεν ἐκ τῆς Θεσσαλονίκης, Νοτάριος γενόμενος καὶ ὑπογραφεὺς Ἀλεξάνδρου τοῦ ἁγιωτάτου Πατριάρχου Κωνσταντινουπόλεως, καὶ διάκονος τῆς αὐτῆς Ἁγίας Ἐκκλησίας, ὅνπερ οἱ ὀρθόδοξοι, μετὰ τὴν τελευτὴν Ἀλεξάνδρου, Πατριάρχην προχειρίζονται Κωνσταντινουπόλεως. Κωνστάντιος δὲ ὁ βασιλεύς, ἀρειανὸς ὦν, ὑπστρέψας ἀπὸ Ἀντιοχείας, ἐκβάλλει τοῦτον ἀπὸ τοῦ θρόνου καὶ ἀντ’ ἐκείνου εἰσάγει Εὐσέβιον τῆς Νικομηδείας. Ὁ δέ, καταλαβὼν τὴν Ῥώμην, εὗρε τὸν μέγαν Ἀθανάσιον, ἐκβεβλημένον κἀκεῖνον ὑπὸ Κωνσταντίου τοῦ οἰκείου θρόνου. Διὰ γραμμάτων οὖν τοῦ βασιλέως Κώνσταντος, ἀπολαμβάνουσιν ἀμφότεροι τοὺς οἰκείους θρόνους, καὶ πάλλιν ἐκβάλλονται παρὰ Κωνσταντίου τῇ τῶν Ἀρειανῶν συμβουλῇ. Τότε γράφει Κώνστας πρὸς τὸν ἀδελφὸν αὐτοῦ Κωνστάντιον, ὅτι· εἰμὴ ἀπολάβοιεν τοὺς θρόνους αὐτῶν, ἐλεύσομαι μετὰ δυνάμεως κατὰ σοῦ. Ἀπέλαβεν οὖν τὸν θρόνον ὁ θεῖος Παῦλος μικρόν, καὶ μετὰ τὸν θάνατον Κώνσταντος, ἐξορίζεται εἰς Κουκουσὸν Ἀρμενίας, καὶ ὑποκλεισθεὶς ἐν οἰκήματι λειτουργῶν, ἀπεπνίγη παρὰ τῶν Ἀρειανῶν, μετὰ τοῦ ἰδίου ὠμοφορίου, παραδοὺς τὴν ψυχὴν τῷ Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς μετὰ φιλανθρωπίας κατενεχθείσης κόνεως, ἐπὶ Λέοντος τοῦ Μεγάλου.
Φλέγειν ἀπειλεῖς, ἀλλὰ πάλιν οὐ φλέγεις,
Ὀργῇ κεράσας μακροθυμίαν Λόγε.
Τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς αὐτοκρατορίας αὐτοῦ, πέμπτῃ τοῦ Νοεμβρίου μηνός, περὶ τὰς μεσημβρινὰς ὥρας, ἅπας ὁ οὐρανὸς συνεφὴς γεγονώς, τὴν συνήθη τῶν νεφελῶν μελανίαν εἰς πυρώδη θέαν μεταβαλών, ἐδόκει τὰ πάντα καταφλέγειν. Εἰς τοσοῦτον γὰρ ἐξέπληξεν ἅπαντας, ὣς τε καὶ ἐκ μονῆς τῆς ὄψεως ὑπολαμβάνειν, ὡς εἰ καὶ βροχὴ κατενεχθείη ἐκ τῶν νεφῶν, πάντως πῦρ ἔσται καὶ φλόξ, κατακαίουσα ὡς πάλαι τὰ Σόδομα. Διὰ τὴν ἀμφίβολον οὖν ταύτην προσδοκίαν, πάντων τῶν ἱεροῖς οἴκοις μετ’ οἰμωγῶν, καὶ ἄλλης ἱκεσίας προσπεφευγότων, ὁ φιλάνθρωπος κερασάμενος τῇ τιμωρίᾳ τὴν ἀγαθότητα, ἐκέλευσεν ὕειν τοῖς νέφεσιν ἀσυνήθη ὑετὸν καὶ ξένον, καὶ φόβον ἐμποιοῦντα τοῖς ἁμαρτάνουσιν. Ἀπὸ γὰρ ἑσπερινῶν ὡρῶν ἀρξάμενος, παρετάθη μέχρι μεσονυκτίου. Τὸ δὲ κατερχόμενον, κόνις ἧν μέλαινα καὶ σφοδότατα ζέουσα, καὶ παραπλησία τῇ καμιναίᾳ αἰθάλῃ, καὶ πλείστη, ὡς εὑρεθῆναι ὑπεράνω τῆς γῆς καὶ τῶν κεράμων ἐπιτεθεῖσα πλέον ἀνδρικῆς σπιθαμῆς. Κατέκαυσε δὲ καὶ κατέφλεξε τὰ ἐκ τῆς γῆς ἀνιόντα, βοτάνας τε καὶ φυτά. Ἐγένετο καὶ δυσέκπλυτος πάνυ, τήν τε τοῦ Θεοῦ ἀγανάκτησιν ὑπεμφαίνουσα, καὶ τὴν ἁμαρτίαν εἰκονίζουσα. Πολλῶν γὰρ καὶ ῥαγδαίων ὄμβρων ἐπὶ πολλαῖς ὥραις καὶ ἡμέραις κατενηνεγμένων, μόλις ποτὲ ἠδυνήθη ἐκπλυθῆναι. Δηλοῦντος τοῦ πράγματος ὡς τῆς ἐν ἡμῖν  ἁμαρτίας, καθάπερ πυρίνης καὶ μελαίνης κόνεως, ἐπικειμένης, καὶ τὰ τῆς ἀρετῆς ἀναστήματα κατεσθιούσης ὡς πῦρ, πολλῶν ἡμῖν δεῖ τῶν δακρύων, σφοδροῦ τοῦ θρήνου, ἐκ τῆς ἀβύσσου τῆς καρδίας κάτωθεν, ἐν στεναγμῷ καὶ πικρίᾳ ψυχῆς ἐπιβρεχομένων, ἵνα τὴν τῆς κακίας φλογώδη αἰθάλην ἐκπλύναντες, τὴν καλὴν γὴν τοῦ νοὸς πιανθεῖσαν, καρποφορεῖν τὰ θεῖα παρασκευάσωμεν, καὶ τὴν ἐν τῇ γεέννῃ τιμωρίαν ἐκφύγωμεν, καταφλέγουσαν τῶν ἐμπιπτόντων σὺν τοῖς σώμασι καὶ τὰς ψυχάς, καὶ τῆς Βασιλείας τῶν Οὐρανῶν ἐπιτύχωμεν.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λουκᾶ.
Ἀρεστά, Λουκᾶ, τῷ Θεῷ πράξας Λόγῳ.
Τῆς εὐαρέστων ἐκθανὼν μοίρας γίνῃ.
Οὗτος ὁ μακάριος Λουκᾶς, ἐκ πόλεως ὥρμητο Ταυρομενίας, τῶν Σικελῶν ἐπαρχίας. Νέαν δὲ ἄγων τὴν ἡλικίαν, ὡσεὶ χρόνων ὀκτωκαιδέκα, νουνεχῶς ἐσχόλαζεν ἐν τοῖς οἴκοις τοῦ Θεοῦ, τῶν θείων λογίων ἀκροατὴς καὶ ποιητὴς γενόμενος. Ὡς δὲ οἱ γονεῖς αὐτοῦ ἐβουλεύσαντο τοῦτον γυναικὶ συζεῦξαι, αὐτὸς νύκτωρ ἀναστάς, καὶ εἰς ἄβατον τόπον ἀναχωρήσας, μετὰ τῶν θηρίων ᾤκει. Ἡμέρας δὲ τεσσαράκοντα διατελέσας ἄσιτος, θείας καὶ ἀγγελικῆς ἠξιώθη ὄψεώς τε καὶ ἐπισκέψεως. Καὶ καταλαβὼν μονήν τινα, περιβάλλεται τὸ ἀγγελικὸν σχῆμα. Καὶ σκληροτέρᾳ διαγωγῇ ἑαυτὸν ὑποβαλόμενος (διὰ τριῶν γὰρ ἢ τεσσάρων ἡμερῶν γευόμενος ἦν ἄρτου καὶ ὕδατος, καὶ μηδόλως σωματικῶς ἀναπαυόμενος), διετέλεσε μῆνας δέκα καὶ ὀκτώ.
 Ἐκεῖθεν ἀπάρας, ἔρχεται μετά τινος μοναχοῦ ἐν τῷ τῆς Αἴτνης ὄρει, ἐκ τῶν εὑρισκομένων βοτάνων ἐκεῖσε τρεφόμενος. Καὶ διὰ τὴν τῆς φύσεως ἀνάγκην, ἐκάθευδε μὲν ὀλίγον κατακλινόμενος, μονοχίτων ὑπάρχων καὶ ἀπέδιλος. Ὅρος δὲ ἦν αὐτῷ καὶ κανὼν ἠκριβωμένος μὴ ἐξιέναι τῆς κέλλης, μέχρις ἂν τὸ ὅλον ἐπισυνάψη Ψαλτήριον. Εἶτα τὸν κανόνα τῆς τρίτης ὥρας ἐτέλει. Τὸ δὲ ὑπόλοιπον τῆς ἡμέρας, τοῦ ἔργου ἥπτετο, μέχρις ἀν τῆς ἕκτης ὥρας καιρὸς ἐπιστῇ. Καὶ μετὰ τὴν ἕκτην, τοῦ μικροῦ σιτηρεσίου ἐφρόντιζε, καὶ τῆς λοιπῆς ἀκολουθίας.
Ἐν τούτοις ὤν, χάριτος ἠξιώθη θεόθεν μεγίστης, καὶ διαλύσεως λόγων δυσνοήτων, ὡς καί τινας ἀποροῦντας λέγει: Πόθεν οὗτος γράμματα μὴ μεμαθηκώς; Καὶ μετὰ ταῦτα τόπον τινὰ διἀποκαλύψεως καταλαμβάνει, καὶ δώδεκα μοναχοὺς συναθροίσας, τούτων ἐπεμελεῖτο. Διὰ ταύτην τὴν αἰτίαν καὶ τὸ Βυζάντιον καταλαμβάνει, καὶ περιελθὼν τὰ τῶν μοναζόντων οἰκίδια, καὶ τοῖς πατράσι κοινωσάμενος, ὑποστρέψας ἀπῆλθε μέχρι Κορίνθου. Καὶ ἔν τινι κώμῃ οἰκήσας, οὐ πλείους μηνῶν ἑπτά, ἐν εἰρήνῃ ἐκοιμήθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἅγιος Παῦλος, διὰ Χριστὸν Σαλός, ἐν εἰρήνῃ τελειοῦται.
Ὑποκριθεὶς Παῦλος ἐν γῇ μωρίαν,
Χορῷ θανὼν σύνεστι τῶν θεοφρόνων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἄγιος Μάρτυς Νίκανδρος, μαχαίρᾳ τελειοῦται.
Σφαγὴν παθῶν Νίκανδρος ἐχθρὸς τῆς πλάνης,
Νίκην κατ’ ἀνδρῶν ἤρατο πλανωμένων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀγαπίου πρεσβυτέρου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Άϊλτουντ (Iltud) τοῦ Ἰρλανδοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Λεονάρδου τῆς Λιμόζης τοῦ Ὁμολογητοῦ καὶ θαυματουργοῦ.
Λέων καθάπερ ἰσχυρὸς Λεονάρδε,
ἀνυστάκτῳ ὄμματι νεκροῖς τὰ πάθη.
Οὗτος, ἐγεννήθη ἐν Αὐρηλιανῷ (Ὀρλεάνῃ), ἐκ γονέων εὐγενῶν καὶ μαθητὴς ἐγένετο τοῦ μακαρίου Ῥεμιγίου ποιμένος τῆς τῶν Ῥεμενσίων Ἐκκλησίας (Ῥάνς). Περιφανὴς δὲ γενόμενος τῇ ἀρετῇ καὶ τῇ ἁγιότητι, τοσοῦτον αἰδέσιμος ἐφάνη τῷ βασιλεῖ Κλοδοβίῳ, ὥστε ἐπέτρεψεν αὐτῶ ἀπολύειν μόνῃ τῇ ἐπισκέψει τοὺς οἵους δεσμίους ἐβούλετο. Ἠλευθέρωσε δὲ καὶ τοῦ βασιλέως Χλωδοβίκου τὴν σύνευνον θανεῖν ἐγγίζουσαν ἐκ τῶν ὠδινῶν τοῦ τοκετοῦ τέκνον, τοῖς γονεῦσιν ὑγιὲς χαρισάμενος. Ἡσυχάσας δὲ ἐν τῷ δάσει Πάβῳ καὶ τὴν σάρκα κατατήξας νηστείᾳ καὶ ἀγρυπνίᾳ, ἔπηξεν καλύβαν καὶ ναὸν μικρὸν ἀνήγειρεν εἰς τιμὴν τῆς Θεοτόκου. Παρ’ αὐτῷ δὲ ἠθροίσθη καὶ χορὸς πατέρων τινῶν. Τελέσας δὲ θαύματα πολλά, καὶ ἰατρὸς φανεὶς ἄριστος καὶ ποιμὴν γλυκὺς καὶ διδάσκαλος ἀκριβέστατος, πάντων ἀνεπαύθη ἐν Κυρίῳ. Μετὰ δὲ τὴν αὐτοῦ κοίμησιν, θαύματα ἐγένοντο πλεῖστα τῇ ἐπικλήσει τοῦ ὀνόματος αὐτοῦ καὶ τῇ προσκυνήσει τῶν λειψάνων αὐτοῦ, καὶ οὕτως ἐδοξάσθη παρὰ Κυρίου, τοῦ ἐνδοξαζομένου ἐν ταῖς μνήμαις τῶν Ἁγίων Αὐτοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ἀβραὰμ τοῦ ἐν Χοτίνῃ, καὶ Λουκᾶ τοῦ ἐν τῷ σπηλαίῳ Ῥώσσων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Ὁ διασώσας ἐν πυρί.
Ἐπὶ τὸ ὄρος ἀνελθών, Δημητριανὲ ἐκομίσω, νόμον Θεοῦ, ὥσπερ Μωσῆς, πλανηθέντας εὐθετως ἐφείλκυσας, μελῳδῶν ἀξιάγαστε· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Ἔχων ἀφθόνους δωρεάς, καὶ θαυματουργίας πηγάζεις, τοῖς τὴν σεπτήν σου ἑορτήν, συνελθοῦσι μακάριε, καὶ συμπράττεις τοῖς ψάλλουσιν· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Πηγὴ θεόβρυτος ἡ σή, Πάτερ ἀναδέδεικται κόνις, καὶ τοῖς προστρέχουσι πιστῶς, χορηγεῖ τὰς ἰάσεις ἑκάστοτε, μελῳδοῦσι καὶ ψάλλουσιν· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Θεοτοκίον
Εὐλογημένος ὁ καρπός, τῆς εὐλογημένης γαστρός Σου, Ὃν εὐλογοῦσιν οὐρανῶν αἱ δυνάμεις, βροτῶν δὲ συστήματα, ὁ ἡμᾶς λυτρωσάμενος, τῆς κατάρας τῆς ἀρχαίας εὐλογημένη

Ἕτερος. Θεοῦ συγκατάβασιν.
Ἰδὼν ὁ προγνώστης σου, τῆς διανοίας τὴν καθαρότητα, λογικῶν σε προβάτων, καθηγεμόνα Πάτερ προβάλλεται, ᾧ νῦν παμμάκαρ, κραυγάζεις γηθόμενος· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἀστράψας τοῖς θαύμασι, τὴν οἰκουμένην πᾶσαν ἐφώτισας, ὥσπερ ἥλιος ἄλλος, Δημητριανὲ θεόφρον μακάριε· διὸ βοῶμεν ἀπαύστως καὶ ψάλλομεν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἰάματα πάνσοφε, τῆς ἀσθενοῦσι πᾶσιν ἐπήγασας, ἐν γὰρ τοῖς χείλεσί σου, χάρις ἐκκέχυται πλουσιόδωρος, δι’ ἧς τῷ Κτίστῃ Δημητριανὲ ἀνέκραζες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Νῦν πάντα πεπλήρωται, φωτὸς τοῦ θείου, διὰ Σοῦ πάναγνε, Σὺ γὰρ πύλη ἐδείχθης, δι’ ἧς τῷ κόσμῳ Θεὸς ὡμίλησε, καταφωτίζων τοὺς πίστει κραυγάζοντας· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.




ᾨδὴ η’. Χεῖρας ἐκπετάσας.
Ὁ πᾶσι παρέχων τὴν ζωήν, ὡς Ἱεράρχην πιστόν, καὶ θεοῤῥήμονα, ἐν Ἐκκλησίαις σε Ὅσιε, τῶν Κυπρίων εἰσωκίσατο, ἱερουργοῦντα μυστικῶς, καὶ πίστει μέλποντα· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἄγρυπνόν σε φύλακα ἡμῶν, κατεπλουτήσαμεν, Δημητριανὲ ἀοίδιμε, δαιμόνων φάσματα πάντοθεν, καὶ σαφῶς ἄγρια κύματα, καὶ καταιγίδας, λογισμῶν κατακοιμίζοντα, τῶν βοώντων· πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἰδοὺ νῦν ἐπέλαμψεν ἡμῖν ἡ μνήμη σου, Δημητριανὲ μακάριε, πάντας εὐφραίνουσα Ὅσιε, τοὺς εν πίστει σοι προστρέχοντας, καὶ ἐκβοῶντας ἐκτενῶς· σῶζε τὴν ποίμνν σου, ἐκ παντοίων πειρατηρίων ὡς ῥύστης θερμότατος.
Θεοτοκίον
Ἰδοὺ νῦν ἐξέλιπε σαφῶς, ἐκ τῆς Ἰούδα φυλῆς, ἄρχων ἡγούμενος, Σὺ γὰρ πανάμωμε τέτοκας, τὰ αὐτῷ πρὶν ἀποκείμενα, τὴν προσδοκίαν τῶν ἐθνῶν, Χριστὸν ᾧ ψάλλομεν· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἕτερος. Ἑπταπλασίως κάμινος.
Τὸ καθαρὸν καὶ ἄσπιλον, τῆς ψυχῆς περιβόλαιον, τὸ καρτερικὸν καὶ ἀπαθὲς σαρκίον σου, ὡς θεῖον θησαύρισμα, καταπλουτοῦντες Ὅσιε, Δημητριανέ, τῶν Κηθηρίων τὸ κλέος, τὴν ῥῶσιν ἐξαιτοῦμεν, μελῳδοῦντες συμφώνως· λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῶν ἰαμάτων χάριτας, ἡ σωρὸς ἀναβλύζουσα, πᾶσαν νοσημάτων καὶ παθῶν ἐπηρείαν, παντοίαν τε κάκωσιν, σωματικήν τε καὶ ψυχικήν, πάντων θεραπεύει, Δημητριανοῦ τοῦ θείου, τῶν πίστει μελῳδούντων· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντα τοὺς αἰῶνας.
Ὑπὲρ ἡμῶν ἱλέωσαι, τὸν Σωτῆρα καὶ Κύριον, τῶν καταφευγόντων τῇ σῇ σκέπῃ Ὅσιε, πρεσβεύων ἀπαύστως τε, ὡς Θεῷ παριστάμενος, πάσης λυτρωθῆναι, τῶν ἐχθρῶν κακουργίας, δαιμόνων ἐπηρείας, καὶ ἀνάγκης καὶ νόσου, τοὺς πίστει ὑμνοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Φωτὸς ἀδύτου γέγονας, ἐνδιαίτημα πάναγνε, ταῖς τῆς παρθενίας καλλοναῖς ἀστράπτουσα, καὶ πάντας κατηύγασας, τοὺς Θεοτόκον Σε ἀληθῆ, καθομολογοῦντας, ἐκ ψυχῆς καὶ βοῶντας· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.







ᾨδὴ θ. Λίθος ἀχειρότμητος.
Μίαν τρισυπόστατον φύσιν, πανευσεβῶς θεολογήσας, τὴν παμβασιλίδα Τριάδα, καὶ Θεαρχίαν τὴν ἀκατάλαηπτον, Δημητριανὲ ἀοίδιμε, ἱεροφάντορ ἀξιάγαστε.
Ἔχων πρὸς Θεὸν παῤῥησίαν, ὡς Ἱεράρχης θεοφόρε, τῶν τὴν ἱερὰν καὶ φωσφόρον, τελούντων μνήμην σου παμμακάριστε, μὴ ἐπιλάθου Ἅγιε, τῷ Κτίστῃ πάντων  παριστάμενος.
Ὅλον ἐμαυτὸν προσαγάγω, τῇ θείᾳ σκέπῃ Σου θεόφρον, Δημητριανὲ θεοφόρε, ἐμῶν σφαλμάτων σειρὰς διάῤῥηξον, καὶ σώζων με πρεσβείαις σου, τῷ θείῳ φέγγει καταλάμπρυνον.
Θεοτοκίον
Σαρκὶ ἐπιδημῆσαι θελήσας, ὁ διακοσμήσας πάντα λόγος, ἐν Σοὶ κατεσκήνωσε μόνην, ἁγιωτέραν πάντων εὑράμενος, καὶ Θεοτόκον ἔδειξε, ὡς ἀληθῶς Σὲ Μητροπάρθενε.

Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ.
Ἁγίως σου τὸν δρόμον διατελῶν, ἐν Ἁγίων Ἁγίοις σκηνώμασι, νῦν κατοικεῖς, στέφος ἀφθαρσίας, ἀπειληφώς, καὶ Βασιλείας ἔνδυμα, μεγαλοπρεπές τε καὶ ἱερόν, ἐν οἷς ἠγλαϊσμένος, Δημητριανὲ παρέστης, τῷ σῷ Δεσπότῃ ἀγαλλόμενος.
Ὡς ποταμὸς πεπλήρωσαι τοῦ Χριστοῦ, ζωηῤῥήτων ναμάτων θεσπέσιε, ὡς εὐπρεπής, ἔλεον πηγάζεις πᾶσι ζωῆς, ἐλαία παμμακάριστε, ἤρθης δὲ ὡς φοίνιξ Δημητριανέ, εἰς ὕψος θεηγόρε, ὡς ἄμπελος δὲ πάλιν, τῶν ἀρετῶν σου φέρεις βότρυας.
Συνευφραινέσθω σήμερον σὺν ἡμῖν, ἐν τῇ μνήμῃ σου Πάτερ τρισόλβιε Δημητριανέ, δήμος ἱερέων καὶ ἀσκητῶν, πληθὺς Ὁσίων ἅπασα, πάντων τῶν Ἀγγέλων καὶ Προφητῶν, κηρύκων θεηγόρων, τάγματα θεοφόρων, μεθ’ ὧν ἀπαύστως ἡμῶν μέμνησο.
Θεοτοκίον
Ἐν Σοὶ τῆς παρθενίας τὸ καθαρόν, ἐτιμήθη Μαρία πανύμνητε, Σὺ γὰρ Θεόν, μόνη συλλαβοῦσα ἄνευ σπορᾶς, σεσαρκωμένον τέτοκας, μείνασα Παρθένος παναληθῶς· διό Σε Θεοτόκον, κυρίως ἀνυμνοῦμεν, καὶ προσκυνοῦμεν καὶ δοξάζομεν.










Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Οἱ τῷ ναῷ σου Ἅγιε, καθ’ ἑκάστην φοιτῶντες, καὶ τῇ σεπτῇ σου λάρνακι, προσιόντες ἐν πίστει, ὡς ἐκ πηγῆς ἀεννάου, δαψιλῶς πρὸς ὑγείαν, ἀντλοῦσι μῦρον ἔντιμον, τῶν ψυχῶν καὶ σωμάτων, ἱκετικῶς, ὑμνῳδίας ταύτας ἱερομύστα, Δημητριανὲ Πατὴρ ἡμῶν, Κηθηρίων τὸ κλέος.
Θεοτοκίον
Τιμιωτέρα πέφυκας, Χερουβὶμ τῶν ἐνδόξων, καὶ Σεραφὶμ πανύμνητε, τῶν φρικτῶν ἀσυγκρίτως, ἐνδοξοτέρα δὲ πάντων, τῶν Ἁγίων Ἀγγέλων, ἁγιωτέρα πάναγνε, τὸν γὰρ Κτίστην τῶν ὅλων σωματικῶς, τέτοκας πανύμνητε Θεοτόκε, Ὃν αἴτσαι τοῖς δούλοις Σου, λύτρον δοῦναι πταισμάτων.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Λόγῳ, τὴν ἄλογον ἔπαυσας, τῆς ἀθεΐας φθοράν, ὡς τοῦ Λόγου ὑπήκοος, καὶ κλεινὸς διάκονος, καὶ φωστὴρ διαυγέστατος, τῆς οἰκουμένης θεομακάριστε· διό σε λόγοις θείοις δοξάζομεν, καὶ τὴν ἁγίαν σου μνήμην ἑορτάζομεν, Δημητριανέ, αἴνεσιν προσάγοντες, τῷ πάντων Κτίστῃ σου. (Δίς)

Πᾶσαν ἱερῷ κηρύγματι, φωταγωγήσας τὴν γῆν, τὴν ἀχλὺν ἀπεδίωξας, τὴν τῆς ματαιότητος, καὶ πρὸς φῶς καθοδήγησας, θεογνωσίας τοὺς ἐνυπάρχοντας, ἐν ζόφῳ πάλαι τῆς ἀθεότητος, Πάτερ θεόπνευστε, Δημητριανὲ ἀοίδιμε, ὡς παρεστώς, θρόνῳ τοῦ παντάνακτος, μὴ ἐπιλάθου ἡμῶν.

Πόθῳ τῷ θείῳ τηρούμενος, ἔτι τὴν σάρκα φορῶν, καὶ τὸν χοῦν περιθέμενος, τοῖς Ἀγγέλοις γέγονας, προφανῶς ὁμοδίαιτος, τῶν ἐπιγείων μὲν ἀφιστάμενος, πρὸς οὐρανοὺς δέ, Πάτερ ὑψούμενος· ὅθεν διέδραμες, ἔνθα φῶς τὸ ἄδυτον, Δημητριανέ, θείας ἀναβάσεσιν, ἐπεκτεινόμενος.

Δόξα. Ἦχος δ΄.
Δεῦτε τῶν πιστῶν τὸ σύστημα, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὸν Ἱεράρχην Χριστοῦ τοῦ Θεοῦ, ἐν ὕμνοις τιμήσωμεν, Δημητριανὸν τὸν ἀοίδιμον. Σήμερον γάρ, ὡς παμφαὴς ἀστήρ, ἀνατέταλκεν ἡμῖν, καταφωτίζων πάντων τὰς διανοίας τῶν πιστῶν, τῶν ἐν πίστει καὶ πόθῳ, τελούντων αὐτοῦ, τὴν σεβάσμιον πανήγυριν.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου