Δευτέρα 9 Ιουλίου 2018

ΦΕΒΡΟΥΑΡΙΟΣ 5. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΑΝΤΩΝΙΟΣ ΑΘΗΝΑΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΣ Ε΄!!
ΑΝΤΩΝΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΑΘΗΝΑΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε φιλομάρτυρες, νῦν συνελθόντες ἐν πίστει, ᾄσωμεν γηθόμενοι, ᾠδὴν ἐπινίκιον καὶ χορεύσωμεν, τὸν Χριστοῦ Μάρτυρα, εὐσεβῶς Ἀντώνιον, ὃς ἀρτίως νίκην ᾔρατο, ἀγωνισάμενος, ὑπὲρ εὐσεβείας θερμότατα, καὶ δαίμονας τρεψάμενος, ἐν ἁπαλωτάτᾳ νεότητι. Τοῦτον εὐφημοῦντες, καὶ δόξαν ἀναπέμποντες Χριστῷ, τῷ τὸν Αὐτοῦ ἐνισχύσαντι, δοῦλον καὶ δοξάσαντι.

ᾜσχυνας Ἀντώνιε, τυράννων φρύαγμα ὄντως, εὐγενῶς πρὸς ἄθλησιν, καὶ γενναίῳ λήμματι ἐπειγόμενος. Πάντα δὲ δεύτερα, εὐσεβείας ἔδειξας, ὡς ποιεῖσθαι πᾶσι δίκαιον, ἀπειλαῖς φρόνημα, ὅλως ἀκατάπληκτον ἔχοντας. Καὶ δὴ καὶ ὑποσχέσεων, τὸ ἐπαγωγὸν καταπτύοντας,δέλεαρ βελίαρ, ἐμφρόνως ἡγουμένους τοῦ ἐχθροῦ, ὑποσκελίσαι τὸν ἄνθρωπον, δόλῳ ἐνεδρεύοντος.

Ἀγγέλων τὰ Τάγματα, ἔκπληξις ἔσχεν ὁρώντων, ψυχῆς τὸ ἀτάραχον, παιδὶ ἐν νεάζοντι, καὶ ἀνένδοτον· χαίρει δὲ σήμερον, εὐφροσύνης ἄῤῥητον, ὡς προσθήκη θείου Μάρτυρος, αὐτοῖς ἐγένετο, χορὸς τῶν Μαρτύρων θεώμενοι, πιστῶν δὲ πάλιν σύστημα, ἀπαρχὴν Κυρίῳ εὐπρόσδεκτον, τέρπεται ἀρτίως, Χριστῷ τῷ Λυτρωτῇ προσαγαγών, κατηφιῶσι δὲ δαίμονες, λύπῃς συνεχόμενοι.

Τύπον καὶ ὑπόδειγμα, σαὐτὸν παρέσχου ὦ Μάρτυς, πιστοῖς καρτερότητος, ἀντιστὰς Ἀντώνιε γενναιότατα, ἀπειλαῖς θλίψεσι, κολακείαις τύραννος, ἃς καθίη σοι ὁ δόλιος, εὐγενὲς ἡγούμενος, διασεῖσαι τάχα σου τὸ φρόνημα, θανάτου δὲ κατάγνωσιν, μάτην σοι παρεῖλκεν ὁ δεόλαιος. Εἰς δὲ τοὐναντίον, αὐτῷ περιϊστάμενα ὁρῶν, ἐξεθαμβεῖτο ἃ ἤλπιζε, ματαιάζων δύστηνος.






Ὄφιν πάλαι ὄργανον, ἐπὶ τῇ Εὔᾳ καθῆκε, καὶ καρποῦ ὑπέδειξε, τὸ ἡδὺ διάβολος ὑπουλότατα, οἰκτρῶς δὲ τούτοις δή, παραδείσου ἔκπτωσιν, ὃν οἰκεῖν δήπου ἐτάχθησαν, ἔπαθον οἱ προπάτορες, ἐξαπατηθέντες ἀλόγιστα. Ἀντώνιον δὲ Μάρτυρα, παρατρέψαι ὅλως οὐκ ἴσχυσεν, ὁδοῦ τῆς εὐθείας, συστήσας ἐπ’ αὐτὸν στῖφος κακόν, χρυσὸν πολύν τε καὶ θάνατον, στήσας ἐφ’ ἑκάτερα.

Δέσποτα φιλάνθρωπε, ταῖς ἱκεσίαις Σοῦ δούλυο, Ἀντωνίου Μάρτυρος, ἐπηρείας ἅπαντας ἡμᾶς φύλαττε, εὐσεβεῖς δούλους Σου, ἣν δεινῶς ἐπήγαγεν, ὡς δὴ ταύτῃ ὑποταξόμενος, τὸν σὸν θεράποντα, ὁ τῆς εὐσεβείας πολέμιος. Εἰδέποτε συμβαίη τῷ τῶν πιστῶν Σοι Δέσποτα ἄκοντα, ταύτῃ περιστῆναι, τῇ πείρᾳ σὺ ὁ μόνος δυνατός, αὐτὸν ἐπίῤῥωσον Κύριε, ὡς νῦν τὸν Σὸν Μάρτυρα.

Δόξα. Ἦχος πλ. β΄.
Πιστῶν εὐφραινέσθω πᾶσα ἡλικία καὶ τάξις, ἐπὶ τῇ πανσέπτῳ τοῦ θείου Μάρτυρος Ἀντωνίου πανηγύρει σήμερον. Πατέρες μέν, ὅτι τοιούτους εὐσεβῶς τοὺς παῖδας παιδεύοντες, τῷ Κυρίῳ δῶρα προσάγειν δύνανται. Παῖδες δέ, ὅτι τοιοῦτον ἀφ’ ἑαυτῶν πρὸς εὐσέβειαν παρέσχηνται ἔρανον. Μητέρες, ὅτι ὠδίνουσιν, οἵ τινες ἂν αὐταῖς ὑπὲρ Χριστοῦ ἐν δέοντι μαρτυρήσαιεν. Τέκνα, ὡς τοῖς γονεῦσιν ἄξια τὰ θρέπτα ἂν ἀποδώσονται, ὑπὲρ αὐτῶν τῷ Θεῷ παριστάμενα. Πρεσβῦται, ὅτι τὸν βίον οὐκ ἐξέπλησαν πρότερον, πρὶν ἢ ὑπὲρ Χριστοῦ ἄνθρωπον εἶδον ὀφθαλμοῖς, μέχρι θανάτου ἀγωνισάμενοι. Νέοι, δι’ ἑαυτῶν τοὺς ὑπὲρ φύσιν ἀγῶνας, οὓς αἱ ἱστορίαι παραδιδοῦσι τῶν πάλαι Μαρτύρων, τρανῶς πιστωσάμενοι. Πλούσιοί τε καὶ ἔνδοξοι, διδαχθέντες ἐν ἔργῳ σκύβαλα τίθεσθαι ἐφ’ οἷς ἐναβρύνονται, ὡς πρὶν ἣν ἀποκαλύψει τοῖς αὐτοῦ θεράπουσι δόξαν ὁ Κύριος. Οἱ ἐν πενίᾳ καὶ ἀδοξοῦντες, ὡς οὐδὲν ταῦτα ἐμποδὼν πρὸς ἀρετῆς ἐπίδειξιν κατιδόντες. Οἱ ἐλεύθεροι, ὑπὸ δούλῳ ὁποία ἡ ἀληθὴς καταμαθόντες ἐλευθερία. Οἱ ἐν δουλείᾳ τύπον αὐτοὺς τοῦ ἀκραιφνῶς ἀδουλώτου καταστήσαντες τοῖς δεσπόταις. Ἀλλά, ταῖς τοῦ Σοῦ Μάρτυρος πρεσβείαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός. Ἰωάννου Μοναχοῦ.
Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον∙ ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὐτοῦ Θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται, ἐν ναῷ τῷ νομικῷ∙ καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς, Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ∙ οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν σου. Ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι.


Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἠσαΐου τό Ἀνάγνωσμα (Ἠσ. μγ΄, 9 – 14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; Ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε καί πιστεύσητέ μοι καί συνῆτε, ὅτι ἐγὼ εἰμί. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ οὐκ ἔσται πάρεξ ἐμοῦ ὁ σώζων. Ἐγώ ἀνήγγειλα καί ἔσωσα. Ὠνείδισα και οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός. Ὅτι ἐξ ἀρχῆς ἐγὼ εἰμί, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα (γ΄. 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα. Οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει τῶν ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπίς αὐτῶν ἀθανασίας πλήρης. Καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεός ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτούς, ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καί βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῶ συνήσουσιν ἀλήθειαν καί οἱ πιστοί, ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῶ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καί ἐπισκοπή ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα (ζ´. 7).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Λιτή. Ἦχος πλ. α΄.
Δεῦτε φιλομάρτυρες πάντες, ἐν τῇ χαρμοσύνῳ πανηγύρει Ἀντωνίου τοῦ Μάρτυρος, μαρτυρικῶς εὐφραινόμενοι σήμερον, τὸν ἀντιδοξάντα τοὺς αὐτὸν δοξάζοντας, Κύριον ἱκετεύσωμεν λέγοντες· Κύριε, ὁ τὰ μωρὰ καὶ ἀσθενῆ, εἰς αἰσχύνην τῶν σοφῶν καὶ δυνατῶν ἐκλεξάμενος, καὶ διὰ νέου δούλο τε, καὶ τῆς ῥεούσης σοφίας τοῦ κόσμου, μηδόλως μετέχοντος δοκησισόφους αἰσχύνας, καὶ τῶν δυνατῶν καταβαλὼν τὴν ὀφρύν, ῥῦσαι τοὺς δούλους Σου, ἀπὸ πάσης προσβολῆς ὁρατῶν, καὶ ἀοράτων ἐχθρῶν, ὡς φιλάνθωπος.

Ὁ αὐτός.
Ἔαρ ἡμῖν σήμερον πιστοί, ἐν σκυθρωπῇ τοῦ χειμῶνος κατηφείᾳ, προσεγέλασεν ἥδιστον, καὶ ῥόδον ἐκ μέσων ἀκανθῶν καὶ τριβόλων, πνευματικῆς εὐοσμίας πληροῦν τὰς ψυχάς, προέκυψεν ὁ Μάρτυς Ἀντώνιος, ὃς λῃστείας ἀπηνοῦς ἔργον γενόμενος, καὶ τῆς πατρίδος ἐν ἀτελεῖ τῇ ἡλικίᾳ, αἰχμάλωτος ἀπαχθείς, καὶ δεσπότας μὲν ἀεὶ δυσσεβεστέρους τῶν πρώτων ἀμείβων, χρόνον δὲ πλεῖστον παρ’ ἐσκοτισμένοις ἀσεβείας, ἀχλύϊ βαθυτάτῃ δουλεύσας, οὐδόλως ἀπεσκοτίσθη τὸ νοερὸν τῆς ψυχῆς· ἀλλὰ τὸ τῆς ἀμωμήτου πίστεως ἀξίωμα, καθαρὸν διεφύλαξε, καὶ τέλος ὡς ἐν ἀλλοτρίῳ ὑπὲρ Χριστοῦ ἀγωνισάμενος σώματι, τὴν ψυχὴν τῷ Κυρίῳ παρακατέθετο. Αὐτὸν οὖν πρεσβευτὴν πρὸς τὸν Χριστὸν προβαλλόμενοι, σωτηρίαν ταῖς ψυχαῖς ἡμῶν ἐξαιτώμεθα.

Ὁ αὐτός.
Παντοκράτωρ Κύριε καὶ πάνσοφε Δέσποτα, νῦν ἀληθῶς σου τὴν δύναμιν, ἐν ἀσθενείᾳ τελειουμένην, καὶ στόμα καὶ σοφίαν δούλοις τοῖς σοῖς σε παρεχόμενον, ᾗ οὐδεὶς ἀντιστῆναι δύναται ἔγνωμεν. Παῖδα γὰρ ἀσθενῆ, καὶ τῆς ματαίας σοφίας ἄμοιρον, ὑπὲρ τῆς εὐσεβείας δυνάμει τῇ ἐξ ὕψους ὁπλίσας, καὶ ἀποκαλύψας αὐτῷ, ἅπερ σοφοὺς καὶ δυνατοὺς ἀπεκρύψω, φιμῶσαι μὲν στόματα γραμματέων, ἀνίσχυρον δὲ ἡγεμόνων δύναμιν ἐξελέγξαι ἐποίησας, αὐτοῦ ταῖς ἱκεσίαις σώζοις τοὺς δούλους Σου.

Δόξα. Ὁ αὐτός.
Πηγὴν ἀκένωτον ἰαμάτων, ἡ σορὸς τῶν λειψάνων Ἀντωνίου τοῦ Μάρτυρος, ἀναβλύζει τοῖς προσιοῦσιν ἐν πίστει, καὶ σωματικῶν ἀπαλλάττουσα ἀνιάτων τοὺς μηδὲν ἐνδοιάζοντας, καὶ εὐσεβείας πάντας ἀντέχεσθαι, ὑπὸ μηδενὸς παρατρεπομένους προτρέπεται, καὶ ἀπειλῶν καὶ θανάτου κατατολμᾶν ὑποβάλλει, ἔργῳ ψυχῆς ὡς οὐδὲν ἀντάξιον ἐκδιδάσκουσα, ἀλλὰ ταῖς πρεσβείαις αὐτοῦ δυσωπούμενος Κύριε, εἰρήνευσον τὸν κόσμον, καὶ ἐν καθαρῷ πάντας ἡμᾶς τῷ μαρτυρίῳ τῆς συνειδήσεως, ἀξίωσόν σοι προσέρχεσθαι ὡς φιλάνθρωπος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἐρευνᾶτε τὰς Γραφάς, καθως εἶπεν ἐν Εὐαγγελίοις Χριστὸς ὁ Θεὸς ἡμῶν· ἐν αὐταῖς γὰρ εὑρίσκομεν αὐτόν, τικτόμενον καὶ σπαργανούμενον, τιθηνούμενον καὶ γαλακτοτροφούμενον, περιτομὴν δεχόμενον, καὶ ὑπὸ Συμεὼν βασταχθέντα, οὐ δοκήσει οὐδὲ φαντασίᾳ, ἀλλ' ἀληθείᾳ τῷ κόσμῳ φανέντα, πρὸς ὃν βοήσωμεν· ὁ πρὸ αἰώνων Θεός, δόξα σοι.

Εἰς τὸν Στίχον. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῶν οὐρανίων ἁψίδων ἐντὸς γενόμενος, νῦν συγχορεύεις Μάρτυς, ταῖς Μαρτύρων χορείαις, πρὸς Κύριον πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν τιμώντων τὴν μνήμην σου, καὶ δὴ καὶ πάσης ῥυόμενος προσβολῆς, τοὺς πιστῶς σὲ ἱκετεύοντας.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Τῶν ἐπιγείων ἠλλάξω σὺ τὰ οὐράνια, καὶ ἐμπορείαν ὄντως, πανσόφως ἠμπορεύσω, ῥευστῶν καὶ ἐπικήρων πραγμάτων καλῶς, θεῖα σοφὲ ἀμειψάμενος, καὶ βίον τόν δε προέμενος εὐγενῶς, τὸν Παράδεισον κατώκησας.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ἀθῆναι πόλις Ἑλλάδος τὸ ἐγκαλλώπισμα, νῦν γε αὐχεῖν σοι μᾶλλον, ἢ τοῖς σοφοῖς τοῖς πάλαι, οὓς ἤνεγκας προσήκει ἐπ’ ὄντως σοφῷ, Ἀντωνίῳ τῷ Μάρτυρι, ὃν εὐσεβῶς ἐξεμύησας, καὶ σοφῶς Θεὸν σέβειν προαιώνιον.

Δόξα. Ἦχος α΄.
Συγχαίρουσιν ἡμῖν σήμερον, αἱ τῶν Μαρτύρων χοροστασίαι, σπάνιον καθορῶσαι θέαμα, καὶ πάλαι ἐκλελοιπός, νέον ἁπαλὸν ἔρωτι θείῳ ἀναπτερούμενον, καὶ πρὸς τὸν ὑπὲρ Χριστοῦ θάνατον, εὐθαρσῶς καὶ γήθους πλέω, πρὸς πανήγυριν ἐπειγόμενον, καὶ τῷ Σταυρῷ τοῦ Σωτῆρος συγκακουχεῖσθαι μᾶλλον, ἢ ἁμαρτίας ἔχειν ἀπόλαυσιν πρόσκαιρον προαιρούμενον, καὶ ἀπειλῶν οὐ φροντίζοντα, ἢ ὑποσχέσεων τῷ ἡδεῖ ὅλως ὑποσυρόμενον, καὶ δεσμοῖς εὐφροσύνως ἐγκαρτεροῦντα, ἵνα ἀνέτῳ τῆς ψυχῆς τῷ πτερῷ πρὸς τὸν δεσπότην πτερύξηται, καὶ κάραν εὐθύμως ὑποκύπτοντα τῷ δημίῳ, ἵν’ ἀκαμπεῖ καὶ ἀτενεῖ τῷ νοερῷ τῆς ψυχῆς ὀφθαλμῷ, ἀτενίζων πρὸς Κύριον, ὑπὲρ ἡμῶν πρεσβεύῃ ἀεί, τῶν τιμώντων αὐτοῦ μνήμην τὴν παναοίδιμον.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὁ παλαιὸς ἡμερῶν, ὁ καὶ τὸν νόμον πάλαι ἐν Σινᾷ δοὺς τῷ Μωσεῖ, σήμερον βρέφος ὁρᾶται, καὶ κατὰ νόμον, ὡς νόμου Ποιητής, τὸν νόμον ἐκπληρῶν, ναῷ προσάγεται, καὶ τῷ Πρεσβύτῃ ἐπιδίδοται. Δεξάμενος δὲ τοῦτον Συμεὼν ὁ δίκαιος, καὶ τῶν δεσμῶν τὴν ἔκβασιν ἰδὼν τελεσθεῖσαν, γηθοσύνως ἐβόα· Εἶδον οἱ ὀφθαλμοί μου, τὸ ἀπ' αἰῶνος Μυστήριον ἀποκεκρυμμένον, ἐπ' ἐσχάτων τούτων ἡμερῶν φανερωθέν, φῶς διασκεδάζον, τῶν ἀπίστων ἐθνῶν τὴν σκοτόμαιναν, καὶ δόξαν τοῦ νεολέκτου Ἰσραήλ· διὸ ἀπόλυσον τὸν δοῦλόν σου, ἐκ τῶν δεσμῶν τοῦδε τοῦ σαρκίου, πρὸς τὴν ἀγήρω καὶ θαυμασίαν ἄληκτον ζωήν, ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Μέγαν εὕρατο.
Μέγαν ἤνυσας, ὄντως ἀγῶνα, μέγα εἴληφας, σὺ καὶ τὸ γέρας, παρᾶ Θεοῦ σε ἀξίως δοξάσαντος· οἰκεῖν γὰρ βασιλείαν κεκλήρωσαι, οὐράνιον λιπὼν τὰ ἐπίγεια· ἀλλὰ πρέσβευε τῷ Χριστῷ Μάρτυς Ἀντώνιε, εἰρήνην ἡμῖν δωρήσασθαι, καὶ ψυχικῆς ἀῤῥωστίας τὴν ἴασιν.
Δόξα. Καὶ νῦν. Ἦχος α΄. Τῆς Ἐορτῆς.
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.

Ἀπόλυσις























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς
Ὁ τὰ γεώδη καὶ ῥευστὰ καταπτύσας, καὶ τὰ οὐράνια ἐμφρόνως ποθήσας, καὶ δεσμώτηριον ὑπὲρ Χριστοῦ ἐνεγκών, καὶ θανεῖν ἑλόμενος, ὑπὲρ τῆς εὐσεβείας, πρέσβευε δεόμεθα, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, ὡς παῤῥησίαν ἔχων πρὸς Αὐτόν, ἵνα ῥυσθῶμεν, κινδύνων καὶ θλίψεων.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.
Νηπιάζει δι' ἐμέ, ὁ Παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου, τὴν ἐκ Παρθένου. Καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτόν, Θεὸν φανέντα σαρκί, καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων, πρεσβυτικῶς ἀνεκραύγαζεν· Ἀπόλυσόν με· σὲ γὰρ κατεῖδον, τὴν ζωὴν τῶν ἁπάντων.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἀθῆναι τὸ κλεινόν, τῆς Ἑλλάδος μουσεῖον, ἀπέδειξαν ἡμῖν, ἤδη Μάρτυρα θεῖον, σαφῶς ἐκδιδάξασαι, εὐσεβείας μυστήριον, τὸν Ἀντώνιον, ὃς πᾶσι τύπος ἐδείχθη, θνήσκειν εἴποτε, ὑπὲρ Χριστοῦ γε δεήσει, προθύμους καὶ χαίροντας.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιο.
Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις Οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τὸν στεῤῥὸν ἀδάμαντα, τῆς Ἐκκλησίας, τὸν σεπτόν τε Μάρτυρα, Χριστοῦ νῦν πάντες οἱ πιστοί, ὕμνοις γεραίροντες κράζομεν· σὲ κατὰ χρέος, τιμῶμεν Ἀντώνιε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Σαρκὶ νηπιάσαντα, ἐξ ἀπειράνδρου Μητρός, χερσὶ γηραλέαις σου, ἀγκαλισθεὶς Συμεών, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἔλαβες τῆς ἐξόδου, τὴν ἀπόφασιν δόξῃ, εἴληφας τῶν θαυμάτων, τὴν ἀέναον χάριν· διὸ σε ἀξιοχρέως πάντες δοξάζομεν.









Οἱ Ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ ἄνθος ᾗ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος· προσέχετε ἀπὸ των ἀνθρώπων...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις...
Ἰδιόμελον. Ἦχ. πλ. α΄. Στ.: Ἐλέησόν με...
Πηγὴν ἀκένωτον ἰαμάτων, ἡ σορὸς τῶν λειψάνων Ἀντωνίου τοῦ Μάρτυρος, ἀναβλύζει τοῖς προσιοῦσιν ἐν πίστει, καὶ σωματικῶν ἀπαλλάττουσα ἀνιάτων τοὺς μηδὲν ἐνδοιάζοντας, καὶ εὐσεβείας πάντας ἀντέχεσθαι, ὑπὸ μηδενὸς παρατρεπομένους προτρέπεται, καὶ ἀπειλῶν καὶ θανάτου κατατολμᾶν ὑποβάλλει, ἔργῳ ψυχῆς ὡς οὐδὲν ἀντάξιον ἐκδιδάσκουσα, ἀλλὰ ταῖς πρεσβείαις αὐτοῦ δυσωπούμενος Κύριε, εἰρήνευσον τὸν κόσμον, καὶ ἐν καθαρῷ πάντας ἡμᾶς τῷ μαρτυρίῳ τῆς συνειδήσεως, ἀξίωσόν σοι προσέρχεσθαι ὡς φιλάνθρωπος.

























Εἶτα οἱ κανόνες τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου.
Ὁ Κανὼν τῆς ἑορτῆς, οὗ ἡ ἀκροστιχίς: Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται. Ποίημα Κοσμᾶ Μοναχοῦ
ᾨδὴ α' Ἦχος γ' Ὁ Εἱρμός
«Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται».
Ῥανάτωσαν ὕδωρ νεφέλαι· Ἥλιος ἐν νεφέλῃ γὰρ κούφη, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος· διὸ πιστοὶ βοήσωμεν. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Ἰσχύσατε χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ Πρεσβύτου, αὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ· ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων· ἐνδόξως γὰρ δεδόξασται.

Ὁ Κανὼν τοῦ Ἁγίου.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Χεῖρα σὺ δὴ κίνησον, καὶ γλώσσης λύσιν μοι πάρασχε, ἵν’ ᾄσω ἀξίως σου νῦν τὰ ἐγκώμια, καὶ ὑμνήσω σε, τὸν ἱερώτατον θῦμα, τῷ Χριστῷ γενόμενον, Μάρτυς Ἀντώνιε.
Ῥείθροις τῶν αἱμάτων σου, ἄρτι τὴν γῆν καθηγίασας, καὶ ταῦτα ἀπέλιπες, πιστοῖς ἰάσεων, ἀναβλύζοντα, πηγὴν ἀέναον ὄντως· δι’ ὃ σε δοξάζομεν, μάκαρ Ἀντώνιε.
Τριαδικόν.
Τριάδα μεμύησαι, σέβειν καλῶς ὑποστάσεων, μονάδα Θεότητος, θεολογεῖν εὐσεβῶς, ἀδιαίρετον, ἀσύγχυτόν τε ἅμα, ὑπὲρ ἧς ἐνήθλησας, στεῤῥῶς Ἀντώνιε.
Θεοτοκίον.
Ὑψίστου Σοι δύναμιν, παρεστηκὼς ὁ Ἀρχάγγελος, φόβον δὴ προσήγγελεν, ἐπισκιάσαι Σοι, καὶ ἐπέλευσιν, Πνεύματος δὲ Ἁγίου, προσευηγγελίζετο, ξένον Σοι ἄκουσμα.










ᾨδὴ γ' Ὁ Εἱρμός
«Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι».
Ὁ πρωτότοκος ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ Ἀδὰμ χεῖρας προτείνων ἐπέφανε.
Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε.
Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, Θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀτρέπτως νηπιάσας ἀνέδειξε.

Τοῦ Ἁγίου. Τοὺς Σοὺς ὑμνολόγους.
Μακάριος σὺ τῆς ἐμπορείας, ἧς Μάρτυς ἐμπόρευσαι σοφέ, πνευματικὰ καὶ ἄφθαρτα, ἀντὶ φθαρτῶν κτησάμενος, καὶ οὐρανοῦ πολίτης δέ, εὐσεβοφρόνως γενόμενος.
Ἀθήνας πατρίδα ἔσχες Μἀρτυς, κἀκεῖ ἐπαιδεύθη εὐσεβῶς, τῆς Ὀρθοδόξου πίστεως, τὸ ἀκραιφνὲς καὶ ἄμωμον, καὶ καταπτύειν πάντας δέ, οἱ παρὰ ταύτην πρεσβεύουσι.
Τριαδικόν.
Πατέρα Υἱὸν καὶ Πνεῦμα θεῖον, σοφῶς συναΐδια εἰδώς, πρόσωπα καὶ συνάναρχα, Θεόν τε ὁμοούσιον, ἕνα ταῦτ’ ἐπιστάμενος, τυθῆναι τούτῳ ὑπέμεινας.
Θεοτοκίον.
Τριάδος Παρθένε ἀχωρίστου, τὸν ἕνα Υἱόν τε καὶ Θεόν, ἀνάνδρως Σὺ ἐκύησας, ὑπὲρ ἡμῶν θελήσαντα, ἀσπόρως τῇ νηδύϊ Σου, ἐνανθρωπῆσαι πανάχραντε.

Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὸν θεῖον Μάρτυρα, ἀνευφημήσωμεν, πιστοὶ Ἀντώνιον, ὕμνοις γεραίροντες, ὅς τις τοῖς πᾶσιν ἑαυτὸν ὑπόδειγμα εὐψυχίας, ἔδειξε τοῖς ἔργοις τε, ὥς περ λῆρον ἐδίδαξε, πάντα οἷς τεθήκασιν, ἀσεβοῦντες ἀλόγιστα, ἡμᾶς ὡς καταπτύειν προσήκει, βίον ὑπὲρ τῆς εὐσεβείας.
Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς. Τὴν ὡραιότητα.
Ἐκ τῆς Παρθένου σε, σωματωθέντα Χριστέ, χαίρων ἐδέξατο, ὁ ἱερὸς Συμεών· Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου Δέσποτα, Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ Προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσῆγέ σοι· Ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.






ᾨδὴ δ' Ὁ Εἱρμός
«Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως».
Γηθόμενος Συμεών, τῶν ἀποῤῥήτων μύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ' ἁγίου πάλαι κεχρημάτισαι Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
Ἣν ἤλπισας Συμεὼν ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ lσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν νόμου Ποιητὴν καὶ Δεσπότην, πληροῦντα νόμου τάξιν, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
Θεώμενος Συμεὼν Λόγον τὸν ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ, Παρθένῳ ἐποχούμενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Τοῦ Ἁγίου. Ὁ καθήμενος ἐν δόξῃ.
Ἐν τῷ οἴκῳ τοῦ Θεοῦ σου παρεῤῥίφθαι μακάριε, ἐξελέξω μᾶλλον, ἥπερ σκηνωμάτων τὴν οἴκησιν, ἁμαρτανόντων γε, ἔχειν παναοίδιμε· ᾯ κραυγάζεις νῦν· δόξα τῇ δυνάμει Σου Κύριε.
Πέλοπός σε νῆσος ἔσχεν οἷ ἐστείλω Ἀθήνηθεν, κριτοῦ τοῦ δικαίου, προοικονομοῦντος τὸν στέφανον, ὃς σῷ ἀπέκειτο πάλαι τρισμακάριε, ὃν καὶ φέρων νῦν, Θεὸν δοξάζεις γηθόμενος.
Τριαδικόν.
Φῶς νῦν σὺ Θεὸν δοξάζεις καθορῶν τὸ τρισήλιον, Πατέρα τε χαίρων, καὶ Υἱὸν τὸν συνάναρχον, καὶ ὁμοούσιον Πνεῦμα καὶ ὁμόδοξον, οἷς προσήγαγες, θῦμα αὐτὸν ἱερώτατον.
Θεοτοκίον.
Φύσεως νικᾶται τάξις ὁ Θεὸς ὅπου βούλεται, ἐπὶ Σοὶ Παρθένε τοῦτο, ἀραρότως κατέγνωμεν, παρθενευόντα τόκον ὑπὲρ ἔννοιαν, κατοπτεύοντες, ὦ Θεοτόκε πανάχραντε.












ᾨδὴ ε' Ὁ Εἱρμός
«Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα».
Συνεὶς ὁ θεῖος Πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων Μητρὸς κρατούμενον, ᾧ χαίροις, ἐβόα Σεμνή· ὡς γὰρ θρόνος περιέχεις τὸν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Προκύψας ὁ Πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομήτορος, πῦρ, ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτός ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Ῥύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι· σὺ ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Τοῦ Ἁγίου. Ἐξέστη τὰ σύμπαντα.
Οὐράνια τάγματα ἠγάλλετο ὁρῶντά σου, ψυχῆς τὸ ἀνύπεικτον καὶ ζῆλον, ἔρωτα μάκαρ τε πρὸς πάντων Θεόν, καὶ ἔλεγον πάντα ἑαυτοῖς· δεῦτε ἐποπτεύσωμεν, ὑπὲρ ἄνθρωπον ἄνθρωπον.
Ἀπήχθης αἰχμάλωτος βαρβαρικὴν τὴν ἅλωσιν, οἶκτον πλεῖστον δὴ ὅτε ὑπέστη, φέρουσαν πᾶσιν ἡ Πελοπόννησος, καὶ δόκιμον ἔστω τὸ πιστόν, χρυσὸς ὥσπερ δίκαιε, ἐν πυρὶ καθυπέδειξας.
Τριαδικόν.
Πατέρα ἀγέννητον Υἱῷ συνάμα ἐδόξασας, πάντων γεννητῷ ἀεὶ ἐκεῖθεν, πρὸ τῶν αἰώνων, καὶ Πνεῦμα θεῖον σεπτῶς, πορεύεται ὅπερ ἐκ Πατρός, σοῖς ἔργοις καὶ ῥήμασιν, ἀπιστοῦντας δὲ ἤλεγξας.
Θεοτοκίον.
Ἐξίστανται Δέσποινα, ἐπὶ τῷ θείῳ τόκῳ Σου, λόγον ἀπαιτοῦντες κατὰ φύσιν, τῶν ὑπὲρ φύσιν γεγεννημένων ἐν Σοί, καὶ λέγουσιν ἄσπορον νηδύν, συλλαβεῖν πῶς οἷόν τε, φιλοσόφων συστήματα.













ᾨδὴ ς' Ὀ Ειρμός
«Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου».
Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀῤῥαγὴς πιστῶν σωτηρία.
Βεβαίως φέρων, τὸν χαρακτῆρα, τοῦ πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι' οἶκτον, νῦν ἀσθένειαν περιέθου.
Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυσον ἐν εἰρήνῃ.

Τοῦ Ἁγίου. Τὴν θείαν ταύτην.
Τὸν θεῖον ὄντως νῦν Μάρτυρα, ὑμνήσωμεν πιστοὶ οἱ θεόφρονες, διὰ θανάτου γάρ, πρὸς τὴν ζωὴν μεταβέβηκεν, ἐκ τῆς ζωῆς τῆς τῇδε τὴν ἐπουράνιον.
Ἐν στρατοπέδῳ γενόμενος, ἀπίστων Μάρτυς ἐδούλευσας, πολλοῖς κυρίοις δή, οἳ καθ’ ἑκάστην ᾑκίζοντο, σέβας Θεοῦ προέσθαι καταναγκάζοντες.
Τριαδικόν.
Θεὸν τὸν λόγῳ καὶ ῥήματι, τὰ πάντα ὑπὲρ νοῦν ὡς ἠθέλησε, γῆν καὶ οὐράνια, ἐκ τοῦ μὴ ὄντως συστήσαντα, ὅσα τε ἐνυπάρχεις τούτοις ἐπόθησας.
Θεοτοκίον.
Λιμν γενομοι Πανάμωμε, πελάγει τν δεινν θαλαττεύοντι, ἡ ναυαγήσασαν, πσαν τν φύσιν ττόκσου, Θεογενντορ Κόρη, νν διασώσασα.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν ἐν ενότητι καλῶς ἀγωνισάμενον, φρένας πρεσβύτου ἐν παισὶν ἐπιδειξάμενον, καὶ ἀδούλωτον τὸ φρόνημα παρασχόντα, ἀνυμνήσωμεν τὸ τεῖχος ἀδαμάντινον, ἐν παντοίοις κινδύνοις διαμείναντα, οὔτω κράζοντες· χαῖρε Μάρτυς Ἀντώνιε.
Κοντάκιον. Τῆς ἑορτῆς. Ἦχος α'
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.
Ὁ Οἶκος
Τῇ Θεοτόκῳ προσδράμωμεν, οἱ βουλόμενοι κατιδεῖν τὸν Υἱὸν αὐτῆς, πρὸς Συμεὼν ἀπαγόμενον, ὃν περ οὐρανόθεν οἱ Ἀσώματοι βλέποντες, ἐξεπλήττοντο λέγοντες· θαυμαστὰ θεωροῦμεν νυνὶ καὶ παράδοξα, ἀκατάληπτα, ἄφραστα, ὁ τὸν Ἀδὰμ δημιουργήσας βαστάζεται ὡς βρέφος, ὁ ἀχώρητος χωρεῖται ἐν ἀγκάλαις τοῦ Πρεσβύτου, ὁ ἐπὶ τῶν κόλπων ἀπεριγράπτως ὑπάρχων τοῦ Πατρὸς αὐτοῦ, ἑκὼν περιγράφεται σαρκί, οὐ Θεότητι, ὁ μόνος φιλάνθρωπος.

Συναξάριον.
Τῇ Ε’ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νεομάρτυς Ἀντώνιος ὁ Ἀθηναῖος, ἐν Κωνσταντινουπόλει, ἐν ἔτει 1779, ξίφει τελειοῦται.
Χριστοῦ γεραίρω Μάρτυρ’ ἀτεχνῶς θεῖον,
τὸ ζῆν ὃς ἤδη Χριστῷ δῶκεν ἐκθύμως.
Φίλτρῳ οὐρανίου τοι δόξης τε εἶξε,
Χαλκῷ τμηθῆναι κάρας ἱρὸν νηλέ’ ἀπηνῶς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγάθης
Χαίρει, σκότει δοθεῖσα φρουρᾶς Ἀγάθη,
Μισοῦσα καὶ φῶς, εἰ πλάνων ὄψεις βλέπει.
Αὕτη ἦν ἐκ πόλεως Πανόρμου τῆς κατὰ Σικελίαν, ὥρᾳ σώματος καὶ ἀφθορίᾳ, καὶ κάλλει ψυχῆς διαλάμπουσα, καὶ πλούτῳ κομῶσα. Κατὰ δὲ τοὺς χρόνους Δεκίου τοῦ βασιλέως, Κυντιανῷ τῷ ἡγεμόνι προσάγεται. Καὶ πρῶτον μὲν δίδοται Ἀφροδισίᾳ τινὶ ἀπίστῳ γυναικί, τοῦ μετατεθῆναι παρ’ αὐτῆς ἀπὸ τῆς εἰς Χριστὸν πίστεως. Ὡς δὲ κραταιῶς ταύτης εἴχετο, καὶ μᾶλλον ἐπεθύμει τὸν διὰ μαρτυρίου θάνατον, αἰκίζεται σφοδρῶς, καὶ τὸν μαστὸν ἐκκόπτεραι, ὃν ὁ πανεύφημος Ἀπόστολος Πέτρος κατέστησεν ὑγιῆ. Εἶτα ἐπ’ ὀστράκων σύρεται, καὶ πυρὶ καταφλέγεται· καὶ βληθεῖσα ἐν τῇ φυλακῇ, τῷ Θεῷ τὸ πνεῦμα παρέθετο.
Λέγεται μέν τοι, ὅτι ἐν τῷ τάφῳ αὐτῆς Ἄγγελος πλάκα ἐπεκόμισεν, ἐγγεγραμμένην οὐτωσί· Νοῦς ὅσιος, αὐτοπροαίρετος, τιμὴ ἐκ Θεοῦ, καὶ πατρίδος λύτρωσις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδοσίου τοῦ ἐν Σκοπέλῳ.
Στενὴν ὁδεύσας Θεοδόσιος τρίβον,
Τὴν εὐρύχωρον τῆς Ἐδὲμ πατεῖ τρίβον.
Οὗτος Ἀντιοχεὺς μὲν ἦν τὸ γένος, λαμπρῶν καὶ περιφανῶν γονέων· ἐν δὲ τ«ψ πρὸς Κιλικίαν ὄρει, νάπην τινὰ εὑρών, ἐν αὐτῇ οἰκίσκον βραχύτατον ᾠκοδόμησεν. Ἔνθα νηστείαις καὶ ἀγρυπνίαις καὶ χαμευνίαις ἦν σχολάζων, ἔνδυμα ἔχων τρίχινον· ἀλλὰ καὶ σιδήρου βαρὺ φορτίον ἔφερεν ἔντε τῷ τραχήλῳ, καὶ τῇ ὀσφύί καὶ ταῖς χερσί. Διὸ καὶ πολλῆς ἔτυχε παρὰ τῷ Θεῷ χάριτός τε καὶ παῤῥησίας· ἐκ πέτρας γὰρ ἀνικμου ὕδωρ ἐξήνεγκεν. Οὕτω δὲ πολυθρύλλητος γέγονεν, ὡς τὸ αὐτοῦ ὄνομα ἐπικαλεῖσθαι τοὺς τὸν Κιλίκιον κόλπον πλέοντας, καὶ τῆς ζάλης ῥύεσθαι. Παρεγένετο δὲ εἰς Ἀντιόχειαν, διὰ τὸ λεηλατεῖσθαι ὑπὸ τῶν Ἰσαύρων τὴν τῶν Κιλίκων χώραν. Ἔνθα πολλὰ ἀγωνισαμένος, πρὸς Κύριον ἐξεδήμησεν.

Eὐκτοῦ τέλους ἔτυχες ποιμὴν Kυρίου,
φερωνυμήσας πράγμασιν θεηγόρε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σάββα τοῦ ἐκ Σικελίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδοσίου τοῦ Οὔγκλιχ Ῥωσίας



Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ' Ὁ Εἱρμός
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἀδὰμ ἐμφανίσων ἄπειμι, εἰς ᾍδου διατρίβοντι, καὶ τῇ Εὔᾳ προσκομίσων εὐαγγέλια, Συμεὼν ἀνεβόα, σὺν Προφήταις χορεύων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Γένος χοϊκὸν ῥυσόμενος Θεός, ἕως τοῦ ᾍδου ἥξει, αἰχμαλώτοις δὲ παρέξει πᾶσιν ἄφεσιν, καὶ ἀνάβλεψιν πονηροῖς, ὡς ἀλάλοις βοῆσαι· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Καὶ σοῦ τὴν καρδίαν ἄφθορε, ῥομφαία διελεύσεται, Συμεὼν τῇ Θεοτόκῳ προηγόρευσεν, ἐν Σταυρῷ καθορώσης, τὸν Υἱὸν ᾧ βοῶμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τοῦ Ἁγίου. Οὐκ ἐλάτρευσαν τῇ κτίσει.
Νῦν τὰ Ἁγία Ἁγίων Σὺ μακάριε περιϊπτάμενος, χορῷ συνῆσθα σαφῶς, Μαρτύρων καὶ χαίρων δή, ὑμνεῖς τὸν πάντων Θεόν, ὑπερύμνητε, κράζων ἀπαύστως· Κύριε, ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεία βούλησις ὦ Μάρτυς παρεσκεύασεν, οὐ προσδοκῶντά σε, ἀποδοθῆναι πιστῷ, ἀνδρὶ ὅπως σώματος καὶ θείου αἵματος, ἐπιῤῥώσοντος, μετάσχῃς πρὸς τὸν κίνδυνον, τὸν ὑπὲρ τοῦ σοῦ Δεσπότου.
Τριαδικόν.
Τρισυπόστατον Τριάδα καὶ ἀμέριστον, Θεὸν τὸν κτίσαντα, αἰῶνάς τε καὶ καιρούς, χαίρων μεγαλύνεις νῦν, ἀπαύστως κράζων Αὐτῷ· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἐξ αἱμάτων Σου προῆλθεν ὁ αἰώνιος, Πατρὸς καὶ ἄναρχος, Υἱὸς καὶ Λόγος ἁγνή, οὐσίᾳ τὸν ἄνθρωπον ἀναλαβόμενος, ᾯ καὶ ψάλλομεν· ὁ τῶν Πατέρων Κύριος, ὁ Θεὸς εὐλογητὸς εἶ.



ᾨδὴ η' Ὁ Εἱρμός
«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Λαὸς Ἰσραὴλ τὴν σὴν δόξαν, τὸν Ἐμμανουὴλ ὁρῶν παιδίον ἐκ Παρθένου, πρὸ προσώπου τῆς θείας κιβωτοῦ νῦν χόρευε· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἰδού, Συμεὼν ἀνεβόα, τὸ ἀντιλεγόμενον σημεῖον οὗτος ἔσται, Θεὸς ὢν καὶ παιδίον, τούτῳ πίστει μέλψωμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ζωὴ πεφυκὼς οὗτος ἔσται, πτῶσις ἀπειθοῦσι, νηπιάσας Θεὸς Λόγος, ὡς ἀνάστασις πᾶσι, τοῖς πίστει μέλπουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Ἁγίου. Παῖδας εὐαγεῖς.
Παῖδα σε νῦν ἄλλον καθορῶμεν, ἐν μέσῃ τῇ ἀσεβείᾳ ἀκηλίδωτον, ὡς οἱ ὑπὲρ πίστεως, πάλαι εὐσεβέστατοι, μέσον πυρὸς ἀλώβητοι, ὡς δροσιζόμενοι, διέμειναν, ὑμνοῦντες τὸν Κτίστην, καὶ Θεὸν τῶν ὁλων, εἰς πάντας τοὺς αἰῶνας.
Ἐδίδασκες σὺ δεσμωτηρίῳ, ὑπάρχων ἐγκαθειργμένος ἀκατάληπτον, σέββειν καὶ ἀόρατον, Θεὸν ὀρθῶς Ἅγιε, σκευὴν δὲ τοῦ σώματος ἀπεκδυσάμενος, τοῖς ἄλλοις, μετεδίδους ἀφθόνως, ἔχων νοσημάτων, παντοίων θεραπείαν.
Τριαδικόν.
Σέβεσθαι Τριάδα ἐν μονάδι, μονάδα τε ἐν Τριάδι πανσεβάσμιε, καὶ ταύτην ὑπέρχρονον, πάντων τε παραίτιον, κριταῖς παριστάμενος, δυσσεβεστάτοις ἔπειθες, καὶ Κύριον, δοξάζων τῶν ὅλων, ἀφεμένους ψεύδους, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Σῶσαι βουληθεὶς γένος ἄνθρωπων, φθορᾷ ὀλισθῆσαν ὁ φιλάνθρωπος, φύσιν ἀγαθότητι, πᾶσαν προσελάβετο, τὴν ἡμετέραν ἄχραντε, τῆς ἁμαρτίας ἐκτός, ᾗ ἄνθρωπος, οἰκήσας τὸ σὸν σκῆνος, καὶ τεχθεὶς ἀῤῥεύστως, ἐκ Σοῦ Θεοκυῆτορ.










ᾨδὴ θ'. ΜΕΓΑΛΥΝΑΡΙΑ. Ψαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ. Ἦχος γ'
Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.
Ὁ Εἱρμός
«Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν».
Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών, τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην τοῦ παντός.
 «Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν».
Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ, μήτραν ᾤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς.
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.
Γένος ἅπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή, καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.
Δεῦτε, ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῷ.
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.
Ἐπιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν χερσὶ;
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.
Ζήσας ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν, καὶ ἐβόα πρὸς αὐτόν· Νῦν ἀπόλυσιν ζητῶ.
Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ Σωτηρίου σου Χριστὲ ἀγαλλίασιν, ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.
Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις Μαριάμ.
Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ Σωτηρίου σου Χριστὲ ἀγαλλίασιν, ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.
Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, καὶ ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος.
Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ Σωτηρίου σου Χριστὲ ἀγαλλίασιν, ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.
Κατελθόντ' ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός, ὑπεδέξατο αὐτόν, Συμεὼν ὁ Ἱερεύς.
Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ Σωτηρίου σου Χριστὲ ἀγαλλίασιν, ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.
Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε Θεόν.
Μητροπάρθενε ἁγνή, τὶ προσφέρεις τῷ ναῷ, νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;    
Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαῤῥήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.
Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἶδὸν σε Χριστέ, τὸ σωτήριόν μου φῶς.
Ὃν οἱ ἄνω λειτουργοί, τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί.
Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαῤῥήδην· τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.
Ἡ τῇ φύσει μὲν Μονάς, τοῖς προσώποις δὲ Τριάς, φύλαττε τοὺς δούλους σου, τοὺς πιστεύοντας εἰς σέ.
Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαῤῥήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.
Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαῤῥήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.









Τοῦ Ἁγίου. Ἅπας γηγενής.
Ἅπαντες πιστοί, σκιρτήσωμεν χαίροντες, καὶ ἀγαλλόμενοι, πανηγυριζέτω δέ, Ἀγγέλων φύσις, ὁρῶντες Μάρτυρα, καὶ Ἀθλητὴν ἀήττητον, νῦν ἀνερχόμενον, εἰς δικαίων, ἄφθαρτα σκηνώματα, τῆς σαρκὸς τὸ βαρὺ ἀποθέμενον.
Ἀπήγου ὠμῶς, δημίῳ πρὸς θάνατον Μάρτυς Ἀντώνιε, ἀλλὰ σὺ τούτου φαιδρῶς, ἀΰλῳ βλέπων νοΐ τὰ ἄῤῥητα, ἃ εὐσεβῶς ἐκδέχεται ἆθλα προέτρεχες, καὶ σὴν κάραν, μάκαρ καθυπέκυψας, ἐκτμηθῆναι ἀτρέπτῳ φρονήματι.
Τριαδικόν.
Σάρκα δι’ ἡμᾶς, φορέσαι θελήσαντι σὺ τῷ Σωτῆρι Χριστῷ, καὶ ταύτῃ θάνατον δέ, παθεῖν οἰκτίρμον καθυπομείναντι, καὶ τὸν Ἀδὰμ φιλάνθρωπε, συναναστήσαντι, μεθ’ ἡμέραν τρίτην ὁ Ἀντώνιος, προσαχθῆναι ἠνέσχετο σφάγιον.
Θεοτοκίον.
Ὅλος ἐν ἡμῖν, καὶ ὅλος οὐράνια οὔποτε ἔλιπεν, ἀλλ’ ἐν πατρώοις τε, ἦν τοῖς θείοις κόλποις συνδοξαζόμενος, ἀνθρώποις τ’ ἀνέστρεφετο, ὁ πάντα παντως πληροῦν, θείας δόξης, τῆς Αὐτοῦ ὁ τόκος Σου, Παναγία Παρθένε πανύμνητε.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Σήμερον φιλομάρτυρες, ὑμνήσωμεν ἐν ᾄσμασιν, οἷς ὁ Θεὸς πάντως χαίρει, ὡς εὐσεβοῦς ψυχῆς δείξει, τὸν Αὐτοῦ Μάρτυρα πάντες, Ἀντώνιον δοξάζοντες, τὸν δι’ Αὐτοῦ αἰσχύναντα, ἀπίστους καθελόντα δέ, καὶ κράτος τὸ τῶν δαιμόνων.

Τῆς Ἑορτῆς, ὅμοιον
Πληρῶν σου τὴν ἀπόρρητον, οἰκονομίαν Κύριε, ἐν τῷ ναῷ προσηνέχθης, ὑπὸ Μητρὸς ἀπειράνδρου, ἰδὼν δὲ σε ἐκραύγαζεν, ὁ Πρέσβυς· Νῦν ἀπόλυσον, τὸν δοῦλόν σου ὦ Δέσποτα· Σωτὴρ γὰρ ἦλθες τοῦ κόσμου, τὸ πατρικὸν φῶς Χριστέ μου.












Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἰησοῦς ὁ φιλάνθρωπος, τὸ σὸν πνεῦμα Ἀντώνιε, ἔχει τὸ ἀκήρατον καὶ θειότατον, τὸ τούτου πάλιν δὲ ἔλυτρον, τὸ σῶμα τὸ ἄσπιλον, καὶ ἀμώμητον πιστοί, Κωνσταντίνου τῆς πόλεως, οἱ οἰκήτορες, ἀλγηδόνων παντοίων κεκτημένοι, ἰατήριον καὶ νόσων, περιχαρῶς ἀσπαζόμεθα. (Δίς)

Ὡς γενναῖόν σε Μάρτυρα, εὐσεβείας ὑπέρμαχον, τύπον Ὀρθοδόξοις τε ἀκριβέστατον, καὶ δυσσεβεῖς δὲ αἰσχύναντα, καὶ ἔκφυλα δόγματα, καλῶς πάντες χαίρειν σοι, σήμεορν προσφθεγγόμεθα, καὶ Κυρίῳ δεόμεθα πρεσβεύειν, ὑπὲρ πάντων τῶν ὑμνούντων, Μαρτύρων κλέος τὴν μνήμην σου.

Ἀθηναίων οἱ πρόγονοι, τῷ ἀγνώστῳ ἐλάτρευον, Θεῷ καὶ ἐσέβοντο ὃν οὐκ ᾔδεσαν, ἀλλὰ τοῦ Παύλου διδάξαντος, αὐτοὺς ὃν ἐθρήσκευον, ὡς ἀθάνατος ἐστί, πάντων ἔγνωσαν Κύριον, καὶ ἐπαίδευσαν, τὸν Ἀντώνιον θνήσκειν εἵπερ δέοι, ὡς χρεὼν ὑπὲρ τοῦ Κτίστου, ὃ δὴ καὶ ἔργῳ ἐπέδειξε

Δόξα. Ἦχος δ΄
Μέλη τάδε τἀμὰ παρὰ πολύ σου ἀποδέοντα τῆς ἀξίας, ἐξ ἀγνοῶ Μάρτυς Ἀντώνιε, διανοίας εἰδὼς τῆς ἐμῆς, τὸ ἀφυές τε καὶ ἄμουσον· ἀλλ’ εἰ μὲν τούτών τι καλῶς μοι ἐπιτέτευκται καὶ οἰκείως, πρὸς τὴν σὴν ἀνεκτέον τῶν εὐστοχηθέντων τὴν χάριν βοήθειαν· ὁπόσα δὲ ἀφυῶς, καὶ τοῦ προσήκοντος ἀπολείποντα τῷ σῷ δούλῳ παρέῤῥιπται, τούτων αἰτιώμενος νοὸς τοῦ ἐμοῦ τὸ ἀσθενὲς καὶ ἄγονον, καὶ πρὸς τὴν προαίρεσιν, ἀλλ’ οὐ πρὸς τὴν ἀξίαν κρίνων τὸ δῶρον, πρέσβευε δεόμεθα, ὑπὲρ τοῦ ὑμνοῦντός σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σήμερον ἡ Ἱερὰ Μητηρ, καὶ τοῦ Ἱεροῦ ὑψηλοτέρα, ἐπὶ τὸ Ἱερὸν παραγέγονεν, ἐμφανίζουσα τῷ κόσμῳ, τὸν τοῦ κόσμου Ποιητήν, καὶ τοῦ νόμου πάροχον, ὃν καὶ ἐν ἀγκάλαις ὑποδεξάμενος, ὁ πρεσβύτης Συμεών, γεραίρων ἐκραύγαζε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ὅτι εἶδὸν σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου