Δευτέρα 9 Ιουλίου 2018

ΦΕΒΡΟΥΑΡΙΟΣ 1. ΑΓΙΟΙ ΤΕΣΣΕΡΙΣ ΜΑΡΤΥΡΕΣ ΕΝ ΜΕΓΑΡΟΙΣ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΣ Α΄!!
ΑΓΙΟΙ ΤΕΣΣΕΡΙΣ ΜΑΡΤΥΡΕΣ ΕΝ ΜΕΓΑΡΟΙΣ
ΑΝΔΡΙΑΝΟΣ, ΠΟΛΥΕΥΚΤΟΣ, ΠΛΑΤΩΝ, ΓΕΩΡΓΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ Προεόρτια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἡ σεπτὴ εὐτρεπίζεται, Ἐκκλησία εἰσδέξασθαι, ἐν αὐτῇ τὸν Κύριον, ὥσπερ νήπιον, ἐπιδημοῦντα καὶ χάρισι, νοητῶς φαιδρύνοντα, τὸ πιστότατον αὐτῆς, καὶ φιλόθεον σύστημα, ᾦ καὶ κέκραγε. Σὺ εἶ δόξα καὶ κλέος καὶ ὁ κόσμος, τοῦ πληρώματός μου Λόγε, ὁ νηπιάσας σαρκὶ δι' ἐμέ.

Ἡ παστὰς ἡ πολύφωτος, καὶ σκηνὴ ἡ ὑπέρτιμος, καὶ ναὸς ὁ Ἅγιος καὶ εὐρύχωρος, ἔνδον θαλάμων εἰσάγουσα, τοῦ Ναοῦ τὸν Κύριον, προμνηστεύεται αὐτόν, τῇ σεπτῇ Ἐκκλησίᾳ αὐτοῦ, ἱκετεύουσα, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς κυρίως Θεοτόκον, ταύτην ἀπαύστως δοξάζοντας.

Συμεὼν ἱερώτατε, τὴν ἐλπίδα ἣν κέκτησαι, τὸν Χριστὸν θεάσασθαι, δεῦρο πρόσελθε, ἐν τῷ ναῷ ὑπόδεξαι, ἀγκάλαις καὶ βόησον. Νῦν ἀπόλυσον Σωτήρ, ἐκ τῆς γῆς με τὸν δοῦλόν σου, καὶ συγκάλεσον, τὴν Προφήτιδα Ἄνναν τοῦ δοξάσαι, μετὰ σοῦ τὸν Εὐεργέτην, σαρκὶ φρικτῶς νηπιάζοντα.

Ἕτερα, τῶν Ἁγίων. Ὁ αὐτός. Ὁ ἐξ ὑψίστου κληθείς.
Τὰς πολυτρόπους ἰδέας τῶν βασάνων, ἐναπεκδυσάμενοι, τοὺς τῆς κερώσεως χιτῶνας, Μάρτυρες ἔνδοξοι, τῆς ἀφθαρσίας, θεῖον ἱμάτιον ἐπενδύσασθε, καὶ νῦν τὰ οὐράνια περιπολεύετε, τῷ θεϊκῷ θρόνῳ πάντοτε, παρεστηκότες, λελαμπρυσμένοι θεομακάριστοι· ὅθεν ἐν πίστει τὴν ὑπέρλαμπρον, μνήμην ὑμῶν ἑορτάζομεν, καὶ λειψάνων τὴν θήκην, ἱερῶς περιπτυσσόμεθα.

Ταῖς ἀσθενείαις βροτῶν δυνάμει θείᾳ, ἰάσεις πρόεσι τοῖς προσπελάζουσι, κόνις βραχεῖα τοῦ σώματος, τῶν Ἀθλοφόρων, Πολυεύκτου τε καὶ τοῦ Πλάτωνος, προσέλθωμεν ἄνθρωποι καὶ ἀρυσώμεθα, ῥῶσιν ψυχῆς ῥῶσιν σώματος, ἀναβοῶντες, χαριστηρίους φωνὰς καὶ λέγοντες· Σῶτερ τοῦ κόσμου δι’ Ὃν ἤθλησαν, οἱ σεπτοὶ Ἀθληταὶ καρτερώτατα, τὰς αὐτῶν ἱκεσίαις, πάσης βλάβης ἐλευθέρωσον.
Οἱ ἐπὶ χρόνους μακροὺς ἐγκεκρυμμένοι, καλλίνικοι Μάρτυρες νῦν πεφανέρωσθε, καθάπερ ὄλβος πολύτιμος, τὴν τῶν Μεγάρων, καταπλουτίζοντες πόλιν θαυμάσιοι, Πλάτων καὶ Πολύευκτος, θεῖος Γεώργιος, Ἀνδριανός τε οἱ ἔνδοξοι, Χριστοῦ ὁπλῖται, τοῖς προσπελάζουσι διανέμοντες, ῥῶσιν ψυχῆς τε καὶ τοῦ σώματος, εἰς φωτισμὸν καὶ ἀντίληψιν, τῶν ὑμᾶ δεχομένων, ὡς πιστοὺς Θεοῦ θεράποντας.

Δόξα. Ἦχος πλ. α΄.
Εὐφράνθη σήμερον ἡ πόλις τῶν Μεγάρων, τῇ ἀνευρέσει τῶν Μαρτύρων τοῦ Χριστοῦ, Πλάτωνος, Πολυεύκτου, Ἀνδριανοῦ τε καὶ Γεωργίου. Διὸ χαρμοσύνως πανηγυρίσωμεν αὐτῶν τὴν φαιδρὰν μνήμην, βοῶντες πρὸς αὐτούς· χαίρετε Μάρτυρες τοῦ Χριστοῦ καρτερόψυχοι, οἱ τὸν ἀγῶνα τὸν καλὸν εὐσεβοφρόνως τελέσαντες, καὶ τοὺς στεφάνους τῆς νίκης παρὰ Χριστοῦ κομισάμενοι, πρεσβεύσατε τοίνυν τῷ Σωτῆρι καὶ Θεῷ, τοῦ εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.
Ἐρευνᾶτε τὰς Γραφάς, καθως εἶπεν ἐν Εὐαγγελίοις Χριστὸς ὁ Θεὸς ἡμῶν· ἐν αὐταῖς γὰρ εὑρίσκομεν αὐτόν, τικτόμενον καὶ σπαργανούμενον, τιθηνούμενον καὶ γαλακτοτροφούμενον, περιτομὴν δεχόμενον, καὶ ὑπὸ Συμεὼν βασταχθέντα, οὐ δοκήσει οὐδὲ φαντασίᾳ, ἀλλ' ἀληθείᾳ τῷ κόσμῳ φανέντα, πρὸς ὃν βοήσωμεν· ὁ πρὸ αἰώνων Θεός, δόξα σοι.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.






Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
















Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, πόλις ἡ τῶν Μεγάρων, ἀγάλλου καὶ χόρευε, πίστει λαμποφοροῦσα τοὺς πανενδόξους Ἀθλητὰς καὶ Μάρτυρας τῆς ἀληθείας, ἐν κόλποις κατέχουσα τούτους, ὡς θησαυροὺς πολυτίμους· ἀπόλαυε, τῶν θαυμάτων τὰς ἰάσεις καθορῶσα, καὶ βλέπε αὐτοὺς καταράσσοντας τῶν βαρβάρων τὰ θράση, καὶ εὐχαρίστως τῷ Σωτῆρι ἀνάκραξον· Κύριε, δόξα Σοι.

Ὁ αὐτός.
Τῇ τῶν ᾀσμάτων τερπνότητι, τὴν παροῦσαν φαιδρύνωμεν. Τὰ τῶν Μαρτύρων ἀγωνίσματα πρόκεινται γὰρ ἡμῖν εἰς εὐφημίαν αὐτῶν μεγίστην. Καὶ γὰρ τὰς τῶν τυράννων ἐπιδρομὰς ἀνδρείως ἑλόντες, πρὸς τὸν στάδιον ὥρμησαν, καὶ τὰ νικητήρια ἐνδόξως ἀπενεγκάμενοι, τὸν Σωτῆρα δυσωποῦσι, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Εἰς τὰ ὑπερκόσμια σκηνώματα, τὰ πνεύματα ὑμῶν, Μάρτυρες σοφί, Χριστὸς ὁ Θεός, προσήκατο ἀμώμητα· ὑμεῖς γὰρ τῆς Τριάδος γεγόνατε ὑπέρμαχοι, καὶ ἐν σταδίῳ ἀνδρείως ἐναθλήσαντες, ὡς ἀδάμαντες στεῤῥοί, μιμούμενοι τὸν ἐπὶ ξύλου ταθέντα, εἰς σωτηρίαν παντὸς τοῦ κόσμου, τῶν θαυμάτων εἰλήφατε τὴν ἐνέργειαν, ἀνθρώποις τε καὶ κτήνεσι, παρέχοντες τὰς ἰάσεις ἀφθόνως. Διὸ ὑμῶν σήμερον, τὴν τῶν λειψάνων εὕρεσιν ἑορτάζοντες, ἐπαξίως δοξάζομεν, τὸν ὑμᾶς δοξάσαντα Κύριον.

Δόξα. Ἦχος πλ. β΄.
Φάλαγγα θεοστεφῆ, φωτοφανῶν Μαρτύρων, ὑπὲρ Χριστοῦ τυθεῖσαν προθύμως, τὸν ἁγιόλεκτον συνασπισμὸν τῶν Ἀθλοφόρων τοῦ Χριστοῦ, φιλομάρτυρες δεῦτε τιμήσωμεν. Καὶ τὴν πανίερον μνήμην αὐτῶν πνευματικῶς τελέσαντες, πρὸς αὐτοὺς βοήσωμεν· τῆς λοιμικῆς ἀπειλῆς, τὸν εὐσεβόφρονα λαὸν ὑμῶν ἐλευθερώσατε, καὶ λυτρώσατε ἡμᾶς πάσης περιστάσεως.

Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.
Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον· ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὐτοῦ Θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται, ἐν ναῷ τῷ νομικῷ καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς. Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ· οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν σου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι.



Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πλάτων Γεώργιε ὑμᾶς, ὁ τῆς δόξης Κύριος, κατακοσμήσας ταῖς χάρισι, ταῖς τῶν ἰάσεων, θαυμαστοὺς ἐν κόσμῳ, εὐκλεῶς ἀνέδειξε, νοσοῦντας δι’ ὑμῶν θεραπεύων ἀεί· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἀδριανὲ καὶ Πολύευκτε ὑμεῖς, ἐπὶ γῆς ἀθλήσαντες, ἐν οὐρανοῖς συγχωρεύετε, σὺν Ἀσωμάτοις γάρ, ἀεὶ παρεστῶτες, τῇ Τριάδι Ἅγιοι, καὶ δόξης ἐντρυφῶντες ἀγάλλεσθε· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Πλάτων καὶ Γεώργιε ὑμεῖς, τοῦ ἐχθροῦ τὴν ἔντασιν, ἀνδρείως ἄμφω ἐλύσατε, καὶ τῶν εἰδώλων, τὴν ὀλεθρίαν πλάνην, εὐσεβῶς ἀπώσασθε, Χριστὸν τὸν Βασιλέα κηρύξαντες, Ὃν ἱκετεύσατε·, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Ἐκραταιώθη τῶν τοῦ Χριστοῦ Μαρτύρων, κατ’ ἐχθρῶν τὸ σύστημα, ἐν οἷς ὡς φωστῆρες κοσμικοὶ διαλάμπουσιν οἱ εὐσθενεῖς καὶ ἄριστοι Ἀθλοφόροι, Ἀδριανός τε καὶ Γεώργιος, Πλάτων καὶ Πολύευκτος. Τούτοις ἔκλινε τὰ νῶτα ἡ πονηρὰ φάλαγξ τῶν δαιμόνων· τούτοις, ἐξεπλάγησαν τύραννοι καὶ ἐθαύμασαν Ἄγγελοι, ὁρῶντες τὸν ἀσώματον ὑπὸ σαρκὸς πατούμενον. Τῶν δὲ Μεγάρων ἡ Ἐκκλησία, πανέορτον ἑορτὴν καὶ κοσμικὴν χαρμονήν, ἐπιτελοῦσα βοᾷ· ὁ ἀσθενείᾳ σαρκὸς πεδήσας τὸν ἰσχυρόν, ταῖς πρεσβείαις τῶν Ἁγίων Σου, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.




Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Χαίρει λάρνακα, θείων λειψάνων, πόλις ἔχουσα, ἡ τῶν Μεγάρων, Γεωργίου Πολυεύκτου καὶ Πλάτωνος, Ἀνδριανοῦ τε ἰάματα βρύουσαν, καὶ ἐκ κινδύνων λυτροῦσαν τοὺς μέλποντας· θεῖοι Μάρτυρες, Χριστῷ τῷ Θεῷ πρεσβεύσατε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Ἦχος α'. Χορός Ἀγγελικός
Οὐράνιος χορός, οὐρανίων ἁψίδων, προκύψας ἐπὶ γῆς, καὶ φερόμενον βλέπων, ὡς βρέφος ὑπομάζιον, πρὸς ναὸν τὸν πρωτότοκον, πάσης κτίσεως, ὑπὸ Μητρὸς ἀπειράνδρου, προεόρτιον, νῦν σὺν ἡμῖν μελῳδοῦσι, φρικτῶς ἐξιστάμενοι.

Ἀπόλυσις.





























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ μνήμη ὑμῶν ἔνδοξοι Μάρτυρες πάνσοφοι, ἐφαίδρυνε σήμερον τὴν Ἐκκλησίαν Χριστοῦ, καὶ πάντας συνήγαγεν, ᾄσμασιν ἐπαξίως, εὐφημεῖν ὑμᾶς Ἀθλοφόροι, ὡς ὄντας στρατιώτας, καὶ ἐχθρῶν καθαιρέτας· διὸ ταῖς ἱκεσίαις ὑμῶν, ῥύσασθαι ἡμᾶς πειρασμῶν.
Δόξα.
Ἀθλήσεως καύχημα Μάρτυρες πάνσοφοι, Χριστὸν ἐνδυσάμενοι κατεπαλαίσατε, ἐχθρὸν τὸν ἀνίσχυρον, πλάνην τὴν τῶν εἰδώλων, ἐν Χριστῷ καταργοῦντες, γεγόνατε τοῖς πιστοῖς εὐσεβείας ἀλεῖπται· διὸ καὶ τὴν μνήμην ὑμῶν, φαιδρῶς ἑορτάζομεν.
Καὶ νῦν. Προεόρτιον.
Σαρκὶ νηπιάσαντα ἐξ ἀπειράνδρου Μητρός, χερσὶ γηραλέαις σου ἀγκαλισθεὶς Συμεών, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἔλαβες τῆς ἐξόδου, τὴν ἀπόφασιν δόξῃ, εἴληφας τῶν θαυμάτων, τὴν ἀέναον χάριν· διό σε ἀξιοχρέως πάντες δοξάζομεν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὴν πλάνην τοῦ ἐχθροῦ, φανερῶς καθελόντες, ἐν ἔτεσι πολλοῖς, φθονερῶς κεκρυμμένοι, ἡμῖν πεφανέρωσθε, παναοίδιμοι Μάρτυρες, θεραπεύοντες, τὰ τῶν ψυχῶν ἡμῶν πάθη, καὶ ἰώμενοι, τὰς τῶν σωμάτων ὀδύνας, εἰς δόξαν Θεοῦ ὑμῶν.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀδιστάκτῳ τῇ πίστει οἱ Ἀθλοφόροι Χριστοῦ, τῶν τυράννων τὰ θράση καταβαλόντες ἀνδρικῶς, τὸν πονηρὸν κατεπάλεσαν, τῶν βασάνων ἀμοιβήν, τὴν τῶν θαυμάτων παροχήν, ἐδέξαντο ἐκ τοῦ μόνου, Θεοῦ τοῦ ἀγωνοθέτου, οἳ καὶ πρεσβεύουσι ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἐν τῷ ναῷ προσηνέχθης τὰ εἰθισμένα πληρῶν, ὁ Ποιητὴς καὶ Δεσπότης καὶ ὁ τοῦ νόμου δοτήρ, καὶ ἀγκάλαις Συμεὼν εὐδοκίᾳ τῇ σῇ, βασταχθῆναι ἐν σαρκί, ὁ τοῖς πᾶσι φοβερός, καὶ πᾶσαν κτίσιν συνέχων, ἠνέσχου μόνε Οἰκτίρμον, τὸ φῶς πᾶσιν ἀποκαλύψας ἡμῖν.




Εἶτα, οἱ Ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ ἄνθος ᾗ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος· προσέχετε ἀπὸ των ἀνθρώπων...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων, πρεσβείαις...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις...
Ἰδιόμελον. Ἦχ. πλ. β. Στ.: Ἐλέησόν με...
Σήμερον, ἡ τετρακτὺς τῶν Χριστοῦ Μαρτύρων, Πλάτωνος, Γεωργίου, Πολυέυκτου τε καὶ Ἀδριανοῦ, θυμηδίας ἐνέπλησε, τὴν Ἐκκλησίαν τῶν Μεγάρων· καὶ ἑορτὴν ἐτησίαν ἐπιτελοῦσα, κράζει πρὸς αὐτοὺς· χαίρετε, Ἀθλοφόροι Κυρίου, οἱ ἐν σταδίῳ ἀνδρείως τὸν ἐχθρὸν νικήσαντες, καὶ Χριστῷ μετὰ παῤῥησίας ἱσταμένοι, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα, οἱ Κανόνες· ὁ Προεόρτιος καὶ τῶν Ἁγίων.
Κανὼν Προεόρτιος. ᾨδὴ  α'. Ἦχος δ'. Ὁ Εἱρμός.
ᾌσομαί σοι Κύριε ὁ Θεός μου, ὅτι ὡδήγησας λαόν, ἐν μέσῳ τῆς θαλάσσης, ἐκάλυψας δὲ ἅρματα Φαραὼ καὶ τὴν δύναμιν.
ᾌσομαί σοι Κύριε ὁ Θεός μου, τῷ νηπιάσαντι σαρκί, καὶ νόμῳ ὑπακούσαντι, καὶ σώσαντι τὸν ἄνθρωπον, δι' ὃν γέγονας ἄνθρωπος.
Ἀγκάλαις δεξάμενος ὁ Πρεσβύτης, τὸν ζωοδότην καὶ Θεόν, τῆς ζωῆς ἀπελύετο βοῶν· Νῦν ἀπολύεις με, κατεῖδον γάρ σε σήμερον.
Τοῖς νόμοις τῆς φύσεως ὑπακούεις, καὶ τοῦ Γράμματος θεσμοῖς, κατὰ νόμον ὑπείκεις Χριστέ, ὁ πρὶν ὑπαγορεύσας μοι τὸν νόμον, ἐν τῷ ὄρει Σινᾷ.
Θεοτοκίον
ᾌσομαί σοι Κύριε ὁ Θεός μου, ὅτι ἐτέχθης ἐκ Μητρός, Παρθένου ἁγίας, καὶ ταύτην ἀνέδειξας, ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Καὶ τῶν Ἁγίων.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Μαρτυρικαῖς ἠγλαϊσμένοι χάρισι, καὶ τῷ μεγάλῳ Φωτί, ὁλολαμπεῖς πόθῳ, παρεστῶτες Μάρτυρες, τὰ νέφη τῶν ψυχῶν ἡμῶν, καὶ παθῶν τὸν χειμῶνα διασκεδάσασθε, χάριτι τοῦ παντοδυνάμου Θεοῦ ἡμῶν.
Ἀνατεθεὶς ὁ τῶν Μαρτύρων ὅμιλος, τῷ παντεπόπτῃ Θεῷ, καὶ τῷ Αὐτῷ πόθῳ, τὰς ψυχὰς προσδύσαντες, διέλυσαν τὸν σύνδεσμον, τῆς κακίας καὶ λύσιν, ἁμαρτημάτων βραβεύουσι, πίστει τοῖς αὐτοὺς μακαρίζουσι.
Θεοτοκίον
Ἐξ ὁρατῶν καὶ ἀοράτων ῥῦσαί με, Παρθενομῆτορ ἐχθρῶν, ἡ τὸν Θεὸν Λόγον, ὁρατὸν γεννήσασα, ἀόρατον ὑπάρχοντα, καὶ παθῶν μου τὸν σάλον, τῇ Σῇ γαλήνῃ κατεύνασον, μόνη τῶν βροτῶν ἐπανόρθωσις.

Προεόρτιος. ᾨδὴ  γ'  Ὁ Εἱρμός.
Ἐν Κυρίῳ Θεῷ μου, ἐστερεώθη ἡ καρδία μου· διὸ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν.
Ἀνοιγέσθω ὁ ναός· ὁ τοῦ Θεοῦ γὰρ νῦν ἐπέστη ναός, ναοὺς ἡμᾶς ποιῆσαι, τοῦ ἁγίου αὐτοῦ Πνεύματος.
Νῦν παρῆλθεν ἡ σκιά, καὶ ἀντεισήχθη ἡ ἀλήθεια, τῆς χάριτος ἐλθούσης, νῦν ὑποδέχου τὸν Χριστὸν Συμεών.
Χήρα, Ἄννα σώφρων, ἡ μεμονωμένη καὶ γνωστὴ τῷ Θεῷ, νῦν ἀνθομολογείτω, τῷ νηπιάσαντι σαρκὶ δι' ἡμᾶς.
Θεοτοκίον
Τὴν Θεομήτορα Παρθένον, ὀρθοδόξως ἀνυμνήσωμεν· πρεσβεύει γὰρ ἀπαύστως, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.

Τῶν Ἁγίων. Οὐρανίας ἁψῖδος.
Πυρωθέντες τῷ πόθῳ τῷ θεϊκῷ Μάρτυρες, πῦρ τῆς ἀθεΐας αἱμάτων ῥύθροις ἐσβέσατε, καὶ ἀναλάμψαντες, φωτοειδεῖς ὡς ἀστέρες, πᾶσαν τὴν ὑφήλιον, καταφαιδρύνατε.
Θεοτοκίον
Χαῖρε μόνη τεκοῦσα τὸν τοῦ παντὸς Κύριον· χαῖρε τὴν χαρὰν τοῖς ἀνθρώποις, ἡ προξενήσασα· χαῖρε κατάσκιον, καὶ ἀλατόμητον ὄρος, τῶν πιστῶν τὸ στήριγμα, χαῖρε πανάμωμε.

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῇ ἐνδόξῳ μνήμῃ σας, Μάρτυρες θεῖοι, τῷ ἀΰλῳ Πνεύματι, πεποικιλμένοι νοερῶς, ἐν εὐφροσύνῃ κραυγάζοντες· χαίρετε Μάρτυρες, Χριστοῦ καρτερόψυχοι.
Δόξα. Καὶ νῦν. Ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.
Ἐν τῷ ὄρει τῷ Σινᾷ, πάλαι κατεῖδε Μωϋσῆς, τὰ ὀπίσθια Θεοῦ, καὶ ἀμυδρῶς θείας φωνῆς, κατηξιώθη ἐν γνόφῳ τε καὶ θυέλλῃ, νῦν δὲ Συμεών, τὸν σαρκωθέντα Θεόν, ἀτρέπτως δι' ἡμᾶς ἐνηγκαλίσατο, καὶ γεγηθὼς ἠπείγετο τῶν τῇδε, πρὸς τὴν ζωὴν τὴν αἰώνιον· διὸ ἐβόα· Νῦν ἀπολύεις, τὸν δοῦλόν σου Δέσποτα.







Προεόρτιος. ᾨδὴ  δ'.  Ὁ Εἱρμός
Τοὺς οὐρανοὺς ἡ ἀρετή σου κατεκάλυψε, καὶ ἡ γῆ ἐπληρώθη τῆς σῆς δόξης Χριστέ· διὸ ἀπαύστως κράζομεν. Δόξα τῇ δυνάμει σου Κύριε.
Αἱ τάξεις τῶν Ἀγγέλων ἐξεπλάγησαν, ἐν ταῖς ἀγκάλαις τοῦ Πρεσβύτου θεασάμεναι, τὸν σὺν Πατρὶ καὶ Πνεύματι ὑμνούμενον, ὡς Υἱὸν καὶ Θεὸν ἡμῶν.
Τὸ ἡμῶν ἀτελὲς οἰκειούμενος, ὁ παντέλειος Θεός, τῇ κατὰ νόμον προσαγωγῇ, τὸ τέλειον τῆς χάριτος ἡμῖν ἐδωρήσατο.
Ὡς βρέφος ἐν ἀγκάλαις δεχόμενος, καὶ Θεὸν τῷ πνεύματι θεώμενος, ὁ Συμεὼν σωτήριον τοῦ κόσμου, τὸν Χριστὸν ἀνεκήρυττε.
Μωσέως τιμιώτερος γέγονας, τοῦ δεξαμένου νόμον ἐν τῷ ὄρει Σινᾷ, ὅτι Χριστὸν τὸν Κύριον ἀγκάλαις σου Πρεσβύτα ἐβάστασας.
Θεοτοκίον
Ἡ Ἄννα προφητεύουσα τὸ μέλλον, τὸν ἐκ τῆς μήτρας σου Θεὸν προανηγόρευσε· διὸ ἀπαύστως πρέσβευε, σωθῆναι Θεομῆτορ τοὺς δούλους σου.

Τῶν Ἁγίων. Σύ μου ἰσχὺς Κύριε.
Σοῦ τὴν σφαγήν, καὶ τὸν ἑκούσιον θάνατον, Ζωοδότα, δῆμος ἐπεπόθησε τῶν Ἀθλητῶν, καὶ πολυειδεῖς πόνους ὑπομείνας, εἰς ἄπονον μεταβέβηκε, καὶ θείαν εὐφροσύνην, μελῳδῶν εὐχαρίστως· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Τῷ τοῦ Σταυροῦ, περιφράξαμενοι θώρακι, καὶ ἀγάπῃ, θείᾳ κρατυνόμενοι, συνασπισμόν, ἔλυσαν ἐχθροῦ, καὶ τὰς παρατάξεις, τὰς τούτου πίστει ἠφάνισαν, οἱ Μάρτυρες οἱ θεῖοι, μελῳδοῦντες προθύμως· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Θεοτοκίον
Μῆτερ Θεοῦ, εὐλογημένη πανάμωμε, Ἀθλοφόρων, θεῖον ἐγκαλλώπισμα, ἡ οὐρανώσασα τὴν ὑμῶν, φύσιν ἀπωσθεῖσαν, τῇ συμβουλίᾳ τοῦ ὄφεως, διάσωσόν με πάντων, τῶν τοῦ βίου σκανδάλων, καὶ τυχεῖν σωτηρίας ἀξίωσον.












Προεόρτιος. ᾨδὴ ε'  Ὁ Εἱρμός.
Ὁ ἀνατείλας τὸ φῶς, καὶ φωτίσας τὸν ὄρθρον, καὶ δείξας τὴν ἡμέραν, δόξα σοι Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ, φιλάνθρωπε δόξα σοι.
Ἐν τῇ τοῦ νόμου σκιᾷ, τὸν τῆς χάριτος λόγον, τρανῶς ἐχρηματίσθη, Συμεὼν ὁ δίκαιος, σωματικῶς τὸν Χριστὸν δεξάμενος.
Οὗτος εἰς πτῶσιν φησί, καὶ ἀνάστασιν κεῖται, εἰς πτῶσιν τῶν ἀπίστων, καὶ πιστῶν ἀνάστασιν, ὁ Συμεών, ἄρτι προεφήτευσε.
Θεοτοκίον
Θεοκυῆτορ Ἁγνή, τὸν Υἱόν σου δυσώπει, λυτρώσασθαι κινδύνων, καὶ πάσης περιστάσεως, τοὺς σὲ δοξάζοντας, Θεοτόκε ἄχραντε.

Τῶν Ἁγίων. Ἵνα τί με ἀπώσω.
Τῶν Ἁγίων Σου Σῶτερ, χρόνον ἐπημίκιστον κατακρυπτόμενα, τὰ ὀστᾶ φυλάξας, ἐφανέρωσας νῦν ὡς ηὐδόκησας, εἰς λαοῦ Σου Λόγε, ἁγιασμὸν καὶ σωτηρίαν, καὶ αἰσχύνην ἐχθρῶν βλασφημούντων Σε.
Θεοτοκίον
Ὑπερτέρα τῶν ἄνω, πέφυκας δυνάμεων θεοχαρίτωτε, συλλαβοῦσα Λόγον, τὸν τὰ σύμπαντα λόγῳ ποιήσαντα, καὶ τεκοῦσα τοῦτον, τὸν ἐκ Πατρὸς πρὸ τῶν αἰώνων, γεννηθέντα ἀῤῥεύστως ἀμόλυντε.

Προεόρτιος. ᾨδὴ  ς'. Ὁ Εἱρμός.
Ὡς Ἰωνᾶν τὸν προφήτην, ἐλυτρώσω τοῦ κήτους, Χριστὲ ὁ Θεός, κἀμὲ τοῦ βυθοῦ πταισμάτων, ἀνάγαγε καὶ σῶσόν με, μόνε φιλάνθρωπε.
Ἐχρηματίσθη Πρεσβύτης, μὴ θανεῖν, πρὶν ἰδεῖν τὸν Δεσπότην Χριστόν, ἀγκάλαις δὲ σήμερον φέρει, καὶ τοῦτον προσδεικνύει, παντὶ τῷ λαῷ Ἰσραήλ.
Τὸν ποιητὴν τῶν αἰώνων, ὁ Πρεσβύτης ὡς βρέφος δεξάμενος, Θεὸν προαιώνιον ἔγνω, καὶ φῶς ἐθνῶν, καὶ δόξαν, τοῦ Ἰσραήλ τόν Χριστόν.
Νῦν Συμεων προφητεύει, νῦν ἡ Ἄννα ἀνθομολογεῖ τῷ Θεῷ, ὁ μὲν τῇ Μητρὶ καὶ Παρθένῳ, ἡ δὲ τὸ ἐκ Παρθένου ἀναδειχθέντι σαρκί.
Θεοτοκίον.
Ὦ μακαρία κοιλία, πόθεν ταύτην τὴν δόξαν ἐβλάστησας; Θεὸς τὸ τεχθὲν ὦ Παρθένε, καὶ φῶς ἐθνῶν, καὶ δόξα καὶ ἀπολύτρωσις.

Τῶν Ἁγίων. Ἱλάσθητί μοι Σωτήρ.
Ὡς κρίνα ταῖς νοηταῖς, κοιλάσιν ἀναβλαστήσαντες, ἐνθέου πάντας ὀσμῆς, πληροῦτε πανεύφημοι, καὶ ψυχῶν ἐλαύνετε, δυσωδίαν πᾶσαν, Ἀθλοφόροι ἀξιάγαστα.
Ἰχῶρες μαρτυρικοί, ψυχῶν ἰῶντες τὰ τραύματα, ἐν ταύτῳ γὰρ τὸν ἐχθρόν, στεῤῥῶς τραυματίσαντες, ἰατρεῖον ἄμισθον, τοῖς θερμῶς αἰτοῦσι, θείῳ Πνεύματι γεγόνατε.
Θεοτοκίον.
Ἐκ Σοῦ Θεὸς τοῖς θνητοῖς, σαρκὸς ἐφάνη προσχήματι, ὁ πλούσιος τὴν ἐμήν, πτωχείαν πανάμωμε, ἐκ Σοῦ ἀνελάβετο, τῆς ἀθανασίας, τὰς εἰσόδους μοι δωρούμενος.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐκ τῆς γῆς ἐκλάμψαντες, φωστῆρος δίκην, ἀσεβείας ἅπασαν, ἀπεμειώσατε ἀχλύν, καὶ τοὺς πιστοὺς ἐφωτίσατε, Μάρτυρες θεῖοι, Τριάδος ὑπέρμαχοι.
Ὁ Οἶκος.
Ὡς ῥόδα μέσον ἀκανθρῶν, τὰ λείψανα ὐμῶν ἀνθοῦντα ὀσμὴν Ὀρθοδοξίας, πηγάζετε ἐν κόσμῳ, Μάρτυρες ἔνδοξοι σεπτοί. Κόσμου τὰ ὡραῖα ἀρνησάμενοι καλῶς, ἀνθρώπους ὑπεμείνατε. Βασιλεῖς ἀνομοῦντα ςἠλέγξατε, καὶ τὸν Βασιλέα καὶ Δεσπότην τῶν ἁπάντων, μετὰ παῤῥησίας ἐκηρύξατε. Διὰ τοῦτο οὐρανοῦ τὰ κάλλη ὁρῶντες, ἐκτενῶς ὑπὲρ ἡμῶν τὴν ἱκεσίαν, τῷ Βασιλεῖ τῶν αἰώνων προσάγετε, τῶν τελούντων ὑμῶν τὰ μνημόσυνα, Μάρτυρες θεῖοι, Τριάδος ὑπέρμαχοι.

Συναξάριον
Μὴν Φεβρουάριος, ἔχων ἡμέρας κη΄, εἰδέ ἐστι βίσεκτος, κθ΄. Ἡ ἡμέρα ἔχει ὥρας ια΄, καὶ ἡ νὺξ ὥρας ιγ΄.

Τῇ Α' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Τεσσάρων Μαρτύρων τῶν ἐν Μεγάροις· Ἀνδριανοῦ, Πολυεύκτου, Πλάτωνος καὶ Γεωργίου.
Φανέντες ἐκ γῆς, Μάρτυρες κεκρυμμένοι,
αἵρουσι πᾶσαν ἐκ προσώπου γῆς, βλάβην.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος καὶ Ἀναργύρου Τρύφωνος.
Σὺ δὲ Τρύφων τί; τὸ ξίφος θνῄσκω φθάσας.
καιρὸς δὲ τίς σου τοῦ τέλους; Νουμηνία.
Οὗτος ὑπῆρχεν ἐκ Λαμψάκου τῆς κώμης, τῶν Φρυγῶν ἐπαρχίας, ἐπὶ τῆς βασιλείας  Γορδιανοῦ, ἐν τῷ διακοσιοστῷ ἐννενηκοστῷ πέμπτῳ ἔτει, ἀπὸ τῆς Αὐγούστου βασιλείας. Ἔτι δὲ κομιδὴ νέος ὢν, καὶ τῇ ἡλικίᾳ κατάλληλον ἐπιτήδευμα μετιών, (χῆνας γὰρ ἔβοσκεν, ὣς φασι) Πνεύματος Ἁγίου ἐπλήσθη, καὶ ἧν πᾶσαν ἰώμενος μαλακίαν, καὶ δαίμονας ἐξελαύνων. Ἐθεράπευσε δὲ καὶ τὴν τοῦ βασιλέως θυγατέρα, ὑπὸ τοῦ δαίμονος κρατουμένην, ἔνθα λέγεται ὑποδεῖξαι τὸν δαίμονα τοῖς παροῦσιν, ὡς κύνα μέλανα τὰς πονηρὰς πράξεις αὐτοῦ διαγγέλονται καὶ πολλοὺς ἐπὶ τῷ θαύματι πρὸς τὴν εἰς Χριστὸν πίστιν μεταγαγεῖν.
Ἐπὶ δε τοῦ βασιλεως Δεκίου, διεβλήθη Ἀκυλίνῳ τῷ ἐπάρχῳ τῆς Ἀνατολῆς, ὅτι μὴ λατρεύει φησὶ τοὺς δαίμονας. Ἀχθεὶς δὲ πρὸς αὐτὸν ἐν Νικαίᾳ, καὶ ὁμολογήσας τὸ τοῦ Χριστοῦ ὄνομα, πρῶτον σπαθίζεται, εἶτα ἵπποις δεσμεῖται καὶ ἐλαύνεται χειμῶνος ὥρᾳ, κατὰ δυσβάτων καὶ δυσπροόδων χωρίων, καὶ μετὰ τοῦτο, γυμνὸς ἐπάνω σιδηρῶν ἥλων σύρεται. Ἔτι δὲ μαστιχθείς, καὶ λαμπάσι πυρός, τὰς πλευρὰς ἐκκαείς, τὴν διὰ ξίφους ἀπόφασιν δέχεται, ἣν προφθάσας τῷ Θεῷ τὸ πνεῦμα παρέθετο.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου τοῦ ἐν Γαλατίᾳ.
 Ἤσκει τελευτῆς, Πέτρος ἄχρι Γαλάτης,
Λόγοις ἀλειφθείς, Παύλου τοῖς πρὸς Γαλάτας.
Οὗτος παρὰ Γαλάταις τοῖς πρὸς τῇ Ἀγκύρᾳ τραφείς, ἐν ἑπτὰ μὲν ἔτεσι τοῖς γονεῦσι συνῆν, ἔπειτα δέ, ἱστορίας ἕνεκα, τὰ Ἱεροσόλυμα καταλαμβάνει. Ἐκεῖθεν δὲ εἰς Ἀντιόχειαν παραγίνεται, καὶ τάφον εὑρών, ἐν αὐτῷ εἰσέδυ, ὑπερῷον ἔχοντα καὶ δρύφακτον προβεβλημένον, δι’ οὗ τοὺς ἀνιόντας ἐδέχετο, δι’ ἡμερῶν δύο, ἄρτου βραχέος, καὶ ὕδατος γευόμενος μετρίου. Ἰάσατο δὲ πρῶτον διὰ προσευχῆς δαιμονῶντά τινα, ὃν καὶ σύνοικον ἐποιήσατο. Ἀλλὰ καὶ τὴν μητέρα του μακαρίου Θεοδωρήτου ἐπισκόπου Κύρου, εὐλαβεστάτην οὖσαν καὶ θεάρεστον, ὀφθαλμιῶσαν ἰάσατο, καὶ ὀψοποιόν τινα, ὑπὸ δαίμονος ὀχλούμενον, ἐθεράπευσε. Καὶ ἕτερον ἀγροῖκον τοῦ αὐτοῦ ἠλευθέρωσε πάθους. Καὶ τὸν στρατηγὸν τῆς πόλεως, παρθένον τινὰ βιάσασθαι βουλόμενον, τῆς ἐγχειρήσεως διεκώλυσε, πηρώσας τοὺς ὀφθαλμοὺς αὐτοῦ. Καὶ τὴν προῤῥηθεῖσαν μητέρα τοῦ Θεοδωρήτου, δυστοκοῦσαν καὶ κινδυνεύουσαν, τοῦ θανάτου ἐλυτρώσατο. Ἐπὶ ἐννενήκοντα οὖν καὶ δύο χρόνους θεαρέστως βιώσας, ἐν εἰρήνῃ τὸ πνεῦμα τῷ Κυρίῳ παρέθετο, τὰ τῶν πόνων ἔπαθλα κομισάμενος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βενδιμιανοῦ.
Βενδιμιανὸς δένδρον ἀρετῆς μέγα,
φυτευθὲν εἰς γῆν, καὶ μεταχθὲν εἰς πόλον.
Οὗτος μαθητὴς γέγονεν τοῦ Ὁσίου Αὐξεντίου. Καὶ μετὰ τὴν αὐτοῦ τελευτήν, εἰς ῥαγάδα πέτραν ὑποδύς, ἐκεῖ κατεσκεύασεν οἰκίσκον τινὰ σμικρότατον. Καὶ ἐν αὐτῷ ἐπὶ δύο καὶ τεσσαράκοντα χρόνους διαβιούς, ἐν τῷ μέλλειν πρὸς Κύριον ἐκδημεῖν, τὸ γόνυ προσερείσας τῇ γῇ, τῷ Θεῷ τὸ πνεῦμα παρέθετο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου ὁμολογητοῦ Βασιλείου, Ἀρχιεπισκόπου Θεσσαλονίκης.
Ὀρθῶς σὸν λαὸν Βασίλειε ποιμάνας,
ὄντως ἐβασίλευσας ἐκ τῶν πραγμάτων.
Οὗτος ὥρμητο ἐξ Ἀθηνῶν. Ἐνεδύσατο τὸ μοναχικὸν σχῆμα ἐν ἔτει ὀκτακοσιοστῷ ἑβδομηκοστῷ πέμπτῳ (875), ὑπὸ τοῦ ἐν Ὁσίοις διαλάμποντος Εὐθυμίου τοῦ νέου, τοῦ καὶ ἐν Ἄθῳ καὶ Θεσσαλονίκῃ διαπρέψαντος, οὓτινος μαθητὴς καὶ συνήθης ἐχρημάτισεν. Ἐν Ἄθῳ ἵδρυσε μονὴν ἐπ’ ὀνόματι τῆς τοῦ Χριστοῦ Ἀναλήψεως, σωζομένην εἰσέτι καὶ καλουμένην τὴν τοῦ Ἁγίου Βασιλείου. Εὕρηται δὲ ἐν τοῖς ὁρίοις τῆς Μονῆς Χιλιανδαρίου, παρὰ τὴν θάλασσαν. Παρελθόντος τοῦ ἐνιαυτοῦ 904 ἐγένετο ἐπίσκοπος Θεσσαλονίκης, διαδεξάμενος τὸν ἤδη προς Κύριον μεταστάντα Ἰωάννην. Ποιμάνας θεοφιλῶς καὶ εὐαγγελικῶς τὴν λαχοῦσαν αὐτῷ λογικὴν ποίμνην, μετέστη πρὸς τὰς οὐρανίους μονάς, τὰ γέρα των πόνων παρὰ Κυρίου ληψόμενος, ὡς ἀσκητὴς καὶ ἱεράρχης ἐκλεκτός, καὶ τοῦ Χριστοῦ θεράπων γνήσιος. Οὗτος ὁ μακάριος συνεγράψατο ἐν πλάτει τὸν ὑπερφυῆ καὶ ἰσάγγελον βίον τοῦ διδασκαλου καὶ πνευματικοῦ αὐτοῦ πατρὸς Ὁσίου Εὐθυμίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Τιμόθεος ἐν εἰρήνῃ τελειοῦται.
Τιμόθεος μετέσχε τιμῆς τῆς ἄνω,
Μὴ τι προκρίνας τῆς Θεοῦ τιμῆς κάτω.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεΐων, μετὰ δύο παίδων, ξίφει τελειοῦται.
Θνῄσκουσι παισὶν εὐπροθύμως ἐκ ξίφους.
Ὅλη Θεΐων εἵπετο προθυμίᾳ.
 Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Καρίων, τὴν γλῶτταν ἐκτμηθείς, τελειοῦται.
Φωνῆς στερήσει γλωττότμητος Καρίων,
Γλωσσῶν πλάνων ἔπαυσεν ὑθλοφωνίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Περπετούας, καὶ τῶν σὺν αὐτῇ Σατύρου, Ῥευκάτου, Σατορλίνου, Σεκούνδου καὶ Φηλικιτάτης.
Τὴν τῶν σφαγέντων Περπετούα πεντάδα,
Ἤμειψε, συσφαγεῖσα πρὸς τὴν ἑξάδα.
Ἡ Ἁγία Μαρτυς Περπετούα ἦν ἐκ πόλεως Θουβριτανῶν τῆς Ἀφρικῆς. Συνελήφθη δὲ ὑπὸ τῶν ἀπίστων, καὶ ἤχθη τῷ χιλιάρχῳ μετὰ των εἰρημένων νεανίσκων κατηχουμένων. Τῇ δὲ Ἁγίᾳ Περπετούᾳ, ἅμα τῇ Φιλικητάτῃ, ἀφιεται δάμαλις ἀγρία, ἣτις ἐπιδραμοῦσα διεσπάραξεν αὐτάς. Οἱ δὲ λοιποὶ Ἅγιοι υπὸ του ὄχλου μαχαίραις ἀναιροῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Bridgit τῆς Ἱρλανδῆς.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ ἐρημίτου τῆς Γεωργίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἠλιοῦ, τοῦ μαρτυρήσαντος ἐν Ἡλιουπόλει Λιβάνου ἐν ἔτει 799 μ.Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Τεσσάρων Μαρτύρων τῶν ἐν Μεγάροις· Ἀνδριανοῦ, Πολυεύκτου, Πλάτωνος καὶ Γεωργίου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομαρτυρος Πέτρου τοῦ πρεσβυτέρου τοῦ Ῥώσου, τοῦ μαρτυρήσαντος ἐν ἔτει 1918 μ.Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, τὰ προεόρτια τῆς Ὑπαπαντῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Ὁμολογητῶν Γεωργίου Ἀρχιεπισκόπου Μυτιλήνης, Συμεὼν νέου Στυλίτου καὶ Δαβὶδ μοναχοῦ, τῶν αὐταδέλφων τῶν ἐν Λέσβῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἀναστάσιος ὁ ἐν Ναυπλίῳ μαρτυρήσας ἐν ἔτει 1654, εἰς λεπτὰ τμηθεὶς τελειοῦται.
Ἀναστάσιος συγκοπείς σαρκός μέλη,
ἄρτιός ἐσται ἐσχάτῃ Ἀναστάσει.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.




Προεόρτιος. ᾨδὴ  ζ'.  Ὁ Εἱρμός.
Ὁ τῶν Πατέρων Θεός, μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ δώρησαι ἡμῖν, ἐν παῤῥησίᾳ βοᾶν σοι· Εὐλογητὸς εἶ ὁ Θεός.
Ὁ ἐνοικήσας Θεός, ἐν γαστρὶ τῆς Παρθένου, ἐν ἀγκάλαις Συμεών, ὥσπερ ἐν θρόνῳ πυρίνῳ, σήμερον ἐνθρονίζεται.
Σὺ τὸ γεῶδες ἡμῶν, προσλαβόμενος Λόγε, ἐνηπίασας σαρκί, καὶ νομικῶν καθαρσιῶν, μετέσχες ὥσπερ νήπιον.
Ἡ σώφρων Ἄννα ἡμῖν, προφητεύει τὸ μέλλον, καὶ προλέγει μυστικῶς, τὴν τῶν ἐθνῶν προσδοκίαν, καὶ Ἰσραὴλ τὴν λύτρωσιν.
Θεοτοκίον
Χαῖρε ἡ ἄσπορος γῆ, ἡ τὸν Λόγον ἐκ μήτρας, δίχα σπέρματος ἀνδρός, σεσαρκωμένον τεκοῦσα, ἡ σκέπη τῶν ψυχῶν ἡμῶν.

Τῶν Ἁγίων. Θεοῦ συγκατάβασιν.
Γνωστοὶ τῷ ποιήσαντι, τῷ μαρτυρίῳ πάλαι γενόμενοι, ἀφανῶς κεκρυμμένοι, ἡμῖν ἀρτίως νῦν ἐπεγνώσθητε, τοῖς μελῳδοῦσιν πανεύφημοι Μάρτυρες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Προφῆται προήγγειλαν, τὸ βάθος Κόρη τοῦ μυστηρίου, ἐξ ἁγνῶν Σου αἱμάτων Θεὸν Παρθένε ἐκυοφόρησας, καὶ ἐν οὐσίαις δυσὶν ἀπεκύησας, εἰς σωτηρίαν ἡμῶν καὶ ἀπολύτρωσιν.






















Προεόρτιος. ᾨδὴ  η'.  Ὁ Εἱρμός.
Τὸν Βασιλέα Χριστόν, ὃν ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ λέγοντες μεγάλῃ τῇ φωνῇ· Πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.
Τὸν δι' ἡμᾶς καθ᾿ ἡμᾶς, βρέφος γενόμενον, ὑπὸ νόμον ἀχθέντα, ἵνα τοῦ νόμου πάντας ἀπαλλάξῃ τοῦ γραπτοῦ, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.
Ἰδὼν σε φῶς ὡς νοερόν, Συμεὼν ὁ πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο βοῶν· Νῦν ἀπολύεις με Λόγε, πρὸς τὴν ἐν τῷ πνεύματι, ζωὴν ἐκ τῆς προσκαίρου.
Τὸν πρὸ αἰώνων Θεόν, τὸν εὐδοκήσαντα δι' ἡμᾶς νηπιάσαι, καὶ ἐν χερσὶ δεχθῆναι τοῦ πρεσβύτου Συμεών, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.
Θεοτοκίον
Τὸν Βασιλέα Χριστόν, ὃν ἡμῖν ἔτεκεν ἡ Παρθένος Μαρία, καὶ μετὰ τόκον ἔμεινε Παρθένος ἁγνή, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.

Τῶν Ἁγίων. Ἑπταπλασίως κάμινον.
Ὡς τῆς ἀμπέλου κλήματα, τῇς ἀΰλου ὑπάρχοντες βότρυες ἡμῖν θεογνωσίας ἤνθησαν, καὶ οἶνον ἐκέρασαν ἀθανασίας, πάσης σαφῶς, μέθης ψυχικῆς ἀποκρουόμενον βλάβην, οἱ Μάρτυρες βοῶντες· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τοῖς ὀχετοῖς τοῦ αἵματος, ποταμὸν ἀπεξήρανον εἰδωλομανίας, καὶ πυρὰν ἐτέφρωσαν ἀθέου προστάγματος, οἱ Ἀθληταὶ τῆς δόξης Χριστοῦ, πᾶσαν δὲν πιστῶς ἀναβοῶσαν καρδίαν κατήρδευσαν πλουσίως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἁγιασθεῖσα Πνεύματι, Θεοτόκε πανάμωμε, τὸν ἐν τοῖς Ἁγίοις ἐπαναπαυόμενον, ἐκύησας Ἅγιον καὶ εὐεργέτην μόνον Θεόν, πάντας τοὺς βοῶντας, ἁγιάζοντα πίστει· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.













Προεόρτιος. ᾨδὴ  θ'  Ὁ Εἱρμός.
Μεγαλύνομεν πάντες, τὴν φιλανθρωπίαν σου, Κύριε Σωτὴρ ἡμῶν, ἡ δόξα τῶν δούλων σου, καὶ στέφανος τῶν πιστῶν, ὁ μεγαλύνας τὴν μνήμην τῆς τεκούσης σε.
Ὁ πλαξὶν ἐγχαράξας, τὸν τοῦ γράμματος νόμον, χερσὶν ἀγκαλίζεται, Πρεσβύτου ὡς νήπιον, καὶ ἁγιάγραφον ἡμῖν, ὑπαγορεύει νόμον τὸ Εὐαγγέλιον.
Σήμερον ἐν τῷ ναῷ, Συμεὼν ὁ πρεσβύτης, ἀγκάλαις ἐδέξατο, Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ ἐβόησε λέγων· Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα.
Τῶν Ἀγγέλων αἱ τάξεις, ἐν σαρκὶ κατιδοῦσαι, τὸν Κτίστην τὸν ἴδιον, ὡς βρέφος γενόμενον, ἀγκάλαις τοῦ Πρεσβύτου, τοῦτον ἐν φόβῳ ὑμνοῦσαι ἐδόξαζον.
Συμεὼν Θεοδόχε, τοῦ Κυρίου αὐτόπτα, καὶ νόμου καὶ χάριτος, ἀρχὴ καὶ συμπέρασμα, μνείαν ποιοῦ καὶ ἡμῶν, τῶν τιμώντων τὴν σεπτήν σου μετάστασιν.
Θεοτοκίον
Χαῖρε πάνσεμνε Ἁγνή, παρθενίας καύχημα, καὶ τοῦ κόσμου ἡ χαρά, Μαρία Μήτηρ καὶ δούλη, τοῦ Σωτῆρος Χριστοῦ, αὐτὸν δυσώπει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Τῶν Ἁγίων. Ἐξέστη ἐπὶ τούτῳ.
Ἁλλήλους συνωθοῦντες πρὸς τὴν ζωήν, καὶ θαῤῥεῖν ἑαυτοῖς ἐγκελεύοντες, τοὺς αἰκισμούς, ἤνεγκαν βοῶντες οἱ Ἀθληταί· ἴδε καιρὸς εὐπρόσδεκτος, ἱστῶμεν καὶ νικήσωμεν τὸν ἐχθρόν, Χριστὸς γὰρ ὁ ἀθλοθέτης, προτείνει τοὺς στεφάνους, ὁ δι’ ἡμᾶς παθεῖν ἑλόμενος.
Θεοτοκίον
Νεφέλη τοῦ Ἡλίου τοῦ νοητοῦ, τῆς ψυχῆς μου τὰ νέφη ἀπέλασον, πύλη Θεοῦ, ἄνοιξον πύλας ἐκδυσωπῶ, δικαιοσύνης Δέσποινα, καὶ πρὸς τὰς εἰσόδους τὰς ἀγαθάς, εἰσήγαγε Παρθένε, σκανδάλων πολυτρόπων, τοῦ πονηροῦ ἐκλυτρουμένη με

Ἐξαποστειλάριον. Τῶν Ἁγίων. Ἦχος β’. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Κραταιωθέντες Πνεύματι τῷ Ἁγίῳ, καθεῖλον οἱ Ἀθλοφόροι Μάρτυρες τῶν τυράννων τὰ θράση, διὰ Χριστὸν ὑποστάντες πᾶσαν πεῖραν βασάνων, ὁ πάνσοφος Γεώργιος, καὶ Πολύευκτος ὄντως, ὁ θαυμαστός, μετὰ τῶν συνάθλων τούτοις σοφῶν τε, Ἀδριανοῦ καὶ Πλάτωνος, ὧν τὴν μνήμην τελοῦντες, εὕροιμεν σωτηρίαν.
Καὶ τὸ τῆς Ἑορτῆς. Ὅμοιον.
Τῶν κόλπων τοῦ Γεννήτορος, οὐκ ἐκστὰς ἀπορρήτως, δι' ἄκραν ἀγαθότητα, ἐκ Παρθένου γεννᾶται καὶ νηπιάζει ὁ Λόγος, τοῦτον δὲ ἐν ἀγκάλαις, Συμεὼν ὑποδέχεται, ἅμα τε ὁ Πρεσβύτης, καὶ Γηραιά, ἀνθωμολογήσαντο ὡς Δεσπότῃ, ἐν ᾧ καὶ προεμήνυον, τὴν βροτῶν σωτηρίαν.

Αἶνοι.Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἀθληταὶ γενναιότατοι, στρατιῶται ἀήττητοι, ἐν Ἁγίῳ Πνεύματι ἀνεδείχθητε, καιροῖς ἀγνώστοις ἀθλήσαντες, καὶ στέφος εἰλήφατε, τὸ τῆς δόξης τοῦ Χριστοῦ, ἐν Μεγάροις δὲ σήμερον, πεφανέρωσθε, τοὺς προστρέχοντας πίστει τοῖς λειψάνοις, θείᾳ χάριτι κινδύνων, καὶ νοσημάτων ῥυόμενοι. (Δίς)

Καὶ Σταυρῷ ἀναρτώμενοι, καὶ τὰς σάρκας τυπτόμενοι, ὀξυτάτοις βέλεσι τιτρωσκόμενοι, καὶ ἐπὶ ξύλου τεινόμενοι, καὶ ὑπὸ γῆν φανερούμενοι, οἱ παντοίας χαλεπάς, ἀλγηδόνας δεξάμενοι, ἀπαράτρωτοι, καὶ ἀήττητοι ὤφθητε δυνάμει, τοῦ Σταυρῷ προσηλωθέντος, κλέος Μαρτύρων θεσπέσιοι.

Θεῖον γεγόνατε ἄγαλγμα, εὐσεβείας πανόλβιοι, δυσσεβῶν ἀγάλγματα βδελυξάμενοι, καὶ ἱερεῖα ὁλόκληρα, καὶ θύματα τέλεια, τῷ ὠφθέντι δι’ ἡμᾶς, καθαρῶς προσαγόμενοι, τῷ δοξάσαντι, τὴν ἁγίαν ὑμῶν μνήμην καὶ θαυμάτων, θησαυροὺς ὑμᾶς τοῖς πᾶσι, δωρησαμένῳ θεόληπτοι.

Δόξα. Ἦχος πλ. δ΄.
Ἀθλητικὴν ἀνδρείαν εὐσεβῶς καθοπλισθέντες, Ἀθλοφόρου Χριστοῦ, μυστικῶς ὑπερμαχεῖτε ὑπὲρ ἡμῶν, τῇ δυνάμει Αὐτοῦ. Τῶν εἰδώλων ἀσεβές, καὶ τῶν τυράννων ἀπηνές, ἀποδείξαντες μάταιον, κατεφρονήσατε τῶν βασάνων καὶ τοῦ προσκαίρου πυρὸς πανόλβιοι. Ἀλλ’ ὦ θείων Μαρτύρων τετρακτύς, Ἀδριανὲ καὶ Πλάτων, Γεώργιε καὶ Πολύευκτε, πρεσβεύοντες μὴ παύσητε, ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Πλάτωνα τὸν μέγαν καὶ σὺν αὐτῷ, Ἀδριανὸν τὸν θεῖον, καὶ Γεώργιον οἱ πιστοί, μετὰ Πολυεύκτου, ὑμνήσωμεν ἐμφρόνως, ὡς πρεσβευτὰς προθύμους, Χριστῷ ὑπὲρ ἡμῶν.
Χαίρετε Ἰακὼβ Σεραφείμ, Δωρόθεε Βασίλειε οἱ πιστοί, Δημήτριε Σαράντη, Πολύευκτε καὶ Πλάτων, Ἀδριανὲ γενναῖε, θεῖε Γεώργιε.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τοὺς Δέκα προστάτας, τοὺς μεγάλους καὶ φωταυγεῖς, Μάρτυρας Κυρίου, τῆς πόλεως Μεγάρων, ὅπως αὐτῶν πρεσβείαις, λάβωμεν ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου