Κυριακή 1 Φεβρουαρίου 2026

ΦΕΒΡΟΥΑΡΙΟΣ 28. ΑΓΙΟΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΙΩΝΑΣ ΛΕΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΗ!!

ΙΩΝΑΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΛΕΡΙΟΣ ΕΝ ΛΕΙΨῼ

ΑΚΟΛΟΥΘΙΑ

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Ὁσίων ἀκρότης ἀθλητῶν, νήσου Λέρου βλάστημα, ὁ ἐνδυσάμενος τρίβωνα , τὸν εὐτελέστατον, ἐν Μονῇ τῆς Πάτμου, καὶ ὁδὸν ἀσκήσεως, βαδίσας ἐν Λειψῷ ὥσπερ ἄσαρκος, Χριστὸν ἱκέτευε, Ἰωνᾶ, παρέχειν ἅπασι, τὴν εἰρήνην, πιστοῖς εὐφημοῦσί σε.

 

Λιπὼν Θεολόγου τὴν Μονήν, Ἰωνᾶ ἐσκήνωσας, ἐν τῇ Λειψῷ ἔνθα ἤσκησας, ὥσπερ ἀσώματος, καὶ ῥοαῖς αἱμάτων, ἥνπερ κατεπίανας, σεπτῶν σου Ὁσιόαθλε πάνσεπτε, πάτερ ἰσάγγελε, ὁ σὺν δήμοις εὐφραινόμενος, νῦν Ἀγγέλων, ἐν πόλου σκηνώμασι.

 

Χερσὶ τῶν βαρβάρων Ἰωνᾶ, ἀνῃρέθης πάνσοφε, καὶ ταῖς ῥανίσιν ἐπέχρωσας, θείων αἱμάτων σου, τὸ μελαμβαφές σου, εὐτελὲς τριβώνιον, Ὁσίων ἀθλητῶν ἀκροθίνιον, καὶ σεμνολόγημα, τοῦ Χριστοῦ ἁγίας πίστεως, μαρτυρίου, ὁ στέφος δεξάμενος.

 

Κρημνώδη καὶ δύσβατον Λειψώ, Ἰωνᾶ ἐπέλεξας, ὄρνις καθάπερ φιλέρημος, ὡς τῆς ἀσκήσεως, καλιὰν σῶν πόνων, καὶ Ναὸν ἡγίασας, Κυρίας Θεοτόκου Κοιμήσεως, ῥείθροις δακρύων σου, καὶ ῥοαῖς σεπτῶν αἱμάτων σου, Νεομάρτυς, στεῤῥὲ Ὁσιόαθλε.

 

Δόξα. Ἦχος πλ. δ.

Ὁ τοῖς αἱμάτων σου χεύμασι πορφυρώσας, τὸ τῆς ἀσκήσεως τριβώνιον Ἰωνᾶ πανθαύμαστε, Λειψὼ καθηγίασας καὶ οὐρανοπολίτης στεφηφόρος γέγονας· ὅθεν τὴν μνήμην σου λαμπρῶς ἑορτάζοντες, ὡς Μαρτύρων καὶ Ὁσίων διάκοσμον ἀνυμνοῦμέν σε, καὶ Χριστὸν δοξάζομεν, τὸν δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Πάνσεπτε Ἰωνᾶ, Ὁσιομάρτυς νέε, ὁ ἐν Λειψῷ ἀσκήσας, Δωδεκανήσου πέλεις, ἀτίμητον θησαύρισμα.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαῖρε ὁ ταῖς χερσί, βαρβάρων τῶν ἀπίστων, ἀναιρεθεὶς ἐν νήσῳ, Λειψῷ Ὁσιομάρτυς, ὦ Ἰωνᾶ θειότατε.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Βλάστημα Ἰωνᾶ, τῆς Λέρου καὶ ἀζύγων, Μονῆς τοῦ Θεολόγου, σεμνότης αἵμασί σου, Λειψὼ σεπτοῖς ἡγίασας.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι ὁ Θεός, Τριὰς ὑπεραγία, ὁ Ἰωνᾷ τῷ θείῳ, Ὁσίων καὶ Μαρτύρων, τὸ στέφος δωρησάμενος.

 

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε Μῆτερ Θεοῦ, ὑπερευλογημένη, καταφυγὴ καὶ σκέπη, τῶν σὲ μεγαλυνόντων, ψαλμοῖς καὶ ὕμνοις πρέπουσι.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τὸν ἐκ Λέρου τῆς νήσου τερπνῶς βλαστήσαντα, Ὁσιομάρτυρα θεῖον, ἐν τῇ Λειψῷ τὴν ὁδόν, τῆς ἀθλήσεως ὁδεύσαντα τιμήσωμεν, πίστεως κλέος Ἰωνᾶν, μιαιφόνοις τὸν χερσί, βαρβάρων ἀναιρεθέντα, ὡς ἱλεούμενον Κτίστην, ἡμῖν αὐτὸν τοῖς μακαρίζουσι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Μάρτυς ὁσιώτατε, ὁ ἀρεταῖς ἐλλαμπόμενος, Ἰωνᾶ τρισμακάριστε, ἐκ χρόνων νεότητος, κόσμου τὰ ἡδέα, καὶ τερπνὰ ἠρνήσω, καὶ ὡς ἀσώματος Μονήν, τοῦ Θεολόγου ἐν Πάτμῳ ᾤκησας, καὶ ᾗ καὶ σχῆμα ἔλαβες, ἀγγελικὸν ὃ ἐτίμησας, σοῖς ἀγῶσιν ἀσκήσεως, καὶ ἀθλήσεως πόνοις σου.

 

Λέρος τοῖς σπαργάνοις σου, τοῖς πανιέροις σεμνύνεται, Ἰωνᾶ Ὁσιόαθλε, καὶ ἄθλοις τιμίοις σου, ἡ Λειψὼ στεῤῥόφρον, νέε καλλιμάρτυς, ὁ ἐνασκήσας θεαυγῶς, ἐν Θεοτόκου Ναῷ Κοιμήσεως, καὶ καταισχύνας πόνοις σου, τὸν πολυμήχανον δράκοντα, κεφαλὴν οὗ ἐπάτησας, τοῦ Θεοῦ μάκαρ χάριτι.

 

Βάρβαροι ἐπέδραμον, εἰς τὴν Λειψὼ τὴν πανεύφημον, Ἰωνᾶ πνευματέμφορε, καὶ σὲ εἰς δυσπρόσιτον, ἀνευρόντες Σκήτην, ἐν κρημνώδει τόπῳ, Ὁσιομάρτυς εὐκλεές, αὐτῶν μαχαίραις κακῶς ἀπέκτειναν, τὸν ὄνομα προφέροντα , σεμνῶς Χριστοῦ τοῦ Παντάνακτος, εὐσεβέσι παρέχοντος, τὸ ἀμέτρητον ἔλεος.

 

Εὖχος νέον πίστεως, Χριστοῦ καὶ ὄλβε ἀτίμητε, Ἰωνᾶ γενναιότατε, Μαρτύρων τὴν μνήμην σου, τὴν λαμπρὰν τιμῶμεν, ὕμνοις μελιῤῥύτοις, καὶ ἐκβοῶμεν μυστικῶς· Ὁσιομάρτυς θεοειδέστατε, Λειψοῦς λαμπὰς νεόφωτε, ἡμῶν ζοφώδη σκοτόμαιναν, ἀποδίωξον θλίψεων, καὶ δεινῶν περιστάσεων.

 

Στῖφος τὸ ἀνίερον, βαρβάρων σὲ τὸν πανίερον, ἀσκητὴν καὶ θειότατον, πατέρα ἀπέκτειναν, Ἰωνᾶ ἐν χρόνοις, τοῖς ὑστέροις μάκαρ, ὁ χθόνα ἄνικμον Λειψοῦς, πολίσας ὥσπερ βροτὸς ἀσώματος, καὶ καταρδεύσας ῥεύμασιν, αὐτὴν ἀπείρων δακρύων σου, καὶ αἱμάτων πρὸς στάχυος, ἀφθαρσίας ἐκβλάστησιν.

 

Δεῦτε φιλομάρτυρες, ἐγκωμιάσωμεν σήμερον, Ἰωνᾶ τὸ μαρτύριον, τοῦ Ὁσιομάρτυρος, τῆς Λειψοῦς βοῶντες· Λέρου νήσου γέρας, Δωδεκανήσου λαμπηδών, Μονῆς τῆς Πάτμου λαμπρὸν ὡράϊσμα, καὶ πίστεως θησαύρισμα, Χριστοῦ Αὐτὸν καθιλέωσαι, εὐσεβέσιν ἐν ᾄσμασιν, ἐκτελοῦσι τὴν μνήμην σου.

 

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

Τὸν νεολαμπῆ ἀστέρα τῆς εὐσεβείας, Ἰωνᾶν τὸν ἐκ τῆς Λέρου ἀνατείλαντα, καὶ οὐ μόνον Λειψὼ ἀλλὰ πᾶσαν τὴν οἰκουμένην φωτίσαντα, πυρσεύμασιν αὐτοῦ ἀσκητικῶν καμάτων καὶ μαρτυρίου, ἐν εὐλαβείᾳ μεγαλύνωμεν οὕτω λέγοντες· Ὁ μόνον Χριστῷ προσομιλῶν ἐν κρημνώδει Σκήτῃ, καὶ Αὐτῷ ἀφιερώσας πᾶσαν ἰκμάδα καὶ ῥεῖθρα αἱμάτων, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν τιμώντων σε, καὶ ἐκτελούντων ἐν πίστει τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν... Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος.  Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ β΄, 1-11)

Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ᾿ ἐσχάτων σου. πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. πίστευσον αὐτῷ, καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ᾿ αὐτόν. οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν; διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.

 

 

 

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. α΄. 1-10)

Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας. ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα, καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτους, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκαρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α΄.

Δεῦτε φιλεόρτων Δωδεκανησίων οἱ δῆμοι, ἔνοικοι Λειψῶν Λέρου καὶ Πάτμου, ἐν ὕμνοις μεγαλύνωμεν παναρμονίοις, Ἰωνᾶν τὸν ὁσιώτατον νεομάρτυρα· οὗτος γὰρ καθεῖλε βαρβάρων τὰ στίφη, καὶ αὐτῶν μαχαίραις ὡς ἀμνὸς κατεσφάγη ἄμωμος· διὸ καὶ οὐρανῶν ἠξιώθη πολίτης γενέσθαι, καὶ Ἀγγέλοις συναγάλλεσθαι Χριστὸν ἀνυμνοῦσι, τὸν παρέχοντα πᾶσι τὸ μέγα ἔλεος.

 

 

 

Ἦχος β΄.

Τὸν Χριστῷ ἑαυτὸν ἀφιερώσαντα ὁλοθύμῳ ἐφέσει, καὶ τὸ ὄνομα Αὐτοῦ μεγαλύναντα ἀσκήσει μαρτυρίῳ, Ἰωνᾶν τὸν Ὁσιομάρτυρα τιμήσωμεν, ἐν εὐλαβείᾳ κραυγάζοντες· Ὁ τῆς ἀρετῆς σύνοικος καὶ πολιστὴς τῆς ἐρημίας, τὸν ζυγὸν ἀράμενος ἐπαυχένιον, καὶ πάντα λογισάμενος σκύβαλα τὰ ἐγκόσμια, μὴ παύσῃ τὸν στεφοδότην σου Χριστόν, ἡμῖν ἱλεούμενος, τοῖς ἑορτάζουσι πίστει τὴν ἁγίαν μνήμην σου.

 

Ἦχος γ΄.

Ἐγκρατευόμενος χαμευνῶν καὶ νήφων, εὐχόμενος ἀσιτῶν καὶ ἀεὶ σκληραγωγούμενος, τοῦ μισοκάλου ἐχθροῦ καθεῖλες τὸ φρύαγμα, καὶ Θεῷ εὐηρέστησας τῷ ἰσχύσαντί σε Ἰωνᾶ μακάριε· ὅθεν καὶ μαρτυρίου ἠξιώθης ὁδεῦσαι τρίβους, Χριστοῦ τὸ μέγα προφέρων ὄνομα, τοῦ παρέχοντος πᾶσιν εὐχαῖς σου τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος δ΄.

Χαῖρε μυροβόλον κρίνον τῆς εὐανθοῦς Λέρου, Ἰωνᾶ πάτερ ἡμῶν ἐνθεώτατε, ὁ εὐωδίᾳ τῶν κατορθωμάτων σου, εὐφράνας τὴν τιμῶσάν σε τοῦ Χριστοῦ Ἐκκλησίαν· χαῖρε ἀσκητῶν καὶ μαρτύρων ἀλάβαστρον ἥδιστον, ὁ διαχέων πᾶσι μύρον γενναιότητος καὶ ἀθανασίας, καὶ ψυχὰς ἡδύνων τῶν ὕμνοις τιμώντων σε.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, τῆς νήσου Λέρου βλαστός, ὁ ἐκ νεότητος λιπὼν τὰ ἐγκόσμια, καὶ βίον ἐπιποθήσας, μονήρη ὡς ἐραστής, ἡσυχίας ἄκρας, ἐνθεώτατε, Μονῆς Πάτμου καύχημα, καὶ οἰκῆτορ πανόσιε, Λειψοῦς τῆς νήσου, Ἰωνᾶ ὁσιόαθλε, τὸ τριβώνιον, σῆς ἀρίστης ἀσκήσεως, χεύμασι τῶν αἱμάτων σου, φοινίξας καὶ στέφανον, διπλοῦν λαβὼν οὐρανόθεν, ὡς ἀσκητὴς ἀξιάγαστος , καὶ μάρτυς ἀλκίφρων, ὁ αἰσχύνας σῇ ἐνστάσει, βαρβάρων τάγματα.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, ὁ ἐγκρατείᾳ πολλῇ, σκληραγωγίᾳ τοῦ σαρκίου στερήσεσι, νηστείᾳ καὶ ἀγρυπνίᾳ, εὐαρεστήσας Χριστῷ, καὶ κατατροπώσας, τὸν μισόκαλον, θεόσοφε ὅσιε, Ἰωνᾶ τρισμακάριστε, τῶν μονοτρόπων, ἱερὸν σεμνολόγημα, καὶ ὡράϊσμα, τοῦ Χριστοῦ θείας πίστεως· πάτερ πανιερώτατε, Μονῆς θεῖε ἔνοικε, τοῦ Θεολόγου ἐν Πάτμῳ, ὁ ἁγιάσας ἱδρῶσί σου, καὶ δάκρυσι νῆσον, τῆς Λειψοῦς, ἐν ᾗ ἀθλήσει, βίον τετέλεκας.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Μνήμην, ἐπιτελοῦντες τὴν σήν, Ὁσιομάρτυς Ἰωνᾶ γενναιότατε, βαρβάρων ἐχθρῶν ἀπίστων, ὁ μιαιφόνοις χερσί, μαρτυρίου στέφος, ἀμαράντινον, δεξάμενος ἔνδοξε, ἐν Λειψῷ ἧς τὴν ἄνικμον, χθόνα ῥανίσι, τῶν τιμίων ἱδρώτων σου, πρῶτον ὄλβιε, καὶ αἱμάτων σου ῥεύμασιν, εἶτα πιάνας πόνους σου, ἐνθέου ἀσκήσεως, καὶ μαρτυρίου τιμῶντες, βοῶμεν· Φύλαξ ἀνύστακτε, ἡμῶν καὶ ἀκέστορ, ἐν ταῖς νόσοις χαῖρε πάντων, πιστῶν ὑπέρμαχε.

 

Δόξα. Ἦχος πλ. δ΄.

Κεκαθαρμένοις ὑπὸ δακρύων ἀειῤῥύτων ὄμμασιν, ἑώρακας τὸν Κύριον τῆς δόξης Ἰωνᾶ τρισμακάριστε, ἀσκητῶν καὶ ἀθλητῶν ἀκροθίνιον· σὺ γὰρ μισήσας πάντα τὰ γεώδη ἐκ νεότητος, κατέλιπες Λέρον σὴν πάτριον νῆσον, καὶ μονασταῖς Θεολόγου τῆς Μάνδρας συνηριθμήθης· ἔχων οὖν πόθον ἡσυχίας Λειψὼ κατέλιπες, ἐν ᾗ τὸ ζῆν ἀθλητικῶς ἐπεράτωσας, καὶ ἀπῆλθες πρὸς πόλον, ἔνθα Χριστῷ πρεσβεύεις ὑπὲρ τῶν τιμώντων σε.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τὸν ἐκ Λέρου τῆς νήσου τερπνῶς βλαστήσαντα, Ὁσιομάρτυρα θεῖον, ἐν τῇ Λειψῷ τὴν ὁδόν, τῆς ἀθλήσεως ὁδεύσαντα τιμήσωμεν, πίστεως κλέος Ἰωνᾶν, μιαιφόνοις τὸν χερσί, βαρβάρων ἀναιρεθέντα, ὡς ἱλεούμενον Κτίστην, ἡμῖν αὐτὸν τοῖς μακαρίζουσι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Παντοίων ἀρετῶν, Ἰωνᾶ ἐκμαγεῖον, εἰκὼν ἀσκητικῆς, διαυγὴς πολιτείας, καὶ λύχνος ἀθλήσεως, τηλαυγέστατος πέφηνας, Ὁσιόαθλε, Λειψοῦς φωτίσας τὴν νῆσον, ἀμαρύγμασι, θεοφιλοῦς ἀγωγῆς σου, καὶ θείων αἱμάτων σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Ἐπόπτευε ἀεί, οὐρανόθεν σοὺς δούλους, βοήθει ἀκλινῶς, πᾶσιν ἐμπεριστάτοις, καὶ σκέπε τοὺς σπεύδοντας, ἀρωγῇ τῇ ἑτοίμῃ σου, θείᾳ χάριτι, καὶ προστασίᾳ καὶ σκέπῃ, παντευλόγητε, Θεογεννῆτορ Παρθένε, ὑπέραγνε Δέσποινα.

 

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἁρμόνιον ὄργανον, ἀσκητικῆς ἀγωγῆς, ψαλτήριον πάντερπνον, τῆς ἀσιγήτου εὐχῆς, καὶ σάλπιγξ μεγάφωνος, ὤφθης σληραγωγίας, Ἰωνᾶ θεοφόρε, ὁ μαρτυρίου τρίβους, διοδεύσας ἐκθύμως, καὶ νῆσον ἁγιάσας Λειψοῦς, τὴν εὐφημοῦσάν σε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Πιστῶν καταφύγιον, ἐν ταῖς τοῦ βίου δεινοῖς, πανύμνητε Δέσποινα, Θεογεννῆτορ σεμνή, σῶν δούλων ἐπάκουσον, ἄχραντε Παναγία, τῶν δεήσεων τάχος, καὶ δὸς ἡμῖν σὴν χάριν, δαψιλῶς ἵνα πίστει, ἀνύσωμεν προσκαίρου καλῶς, βίου τὴν δίοδον.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Βαρβάρων ᾔσχυνας, ἑσμοὺς ἐνστάσει σου, στεῤῥᾷ καὶ τάγματα, Ἀγγέλων ηὔφρανας, τῇ σῆ λαμπρᾷ διαγωγῇ, στεῤῥόφρον Ὁσιομάρτυς, Ἰωνᾶ μακάριε, ὁ ἐκ Λέρου ὁρμώμενος, καὶ Λειψὼ αἱμάτων σου ἁγιάσας τοῖς χεύμασι· διό σοι ὁλοθύμως βοῶμεν· Χαῖρε ἀνδρείας μυροθήκη.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος...

Εὐαγγέλιον κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17 -ιστ΄ 2 ): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν... Ὅρα τὸ εἰς τὴν Λειτουργίαν τοῦ Ἁγίου Γεωργίου.

Ὁ Ν΄ Ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις, Ἐλεῆμον,...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ὁ τὴν ἐρημίαν φιλῶν ἐκ νεότητος, Ἰωνᾶς τῆς Λειψοῦς πολιστὴς ὁ ἐνθεώτατος, ὁσίως ἐν αὐτῇ ἐβίωσε, καὶ μαρτυρίου ὑπῆλθε τὸ στάδιον·  ὅθεν Κύριος ἀξίως αὐτῷ ἀπέδωκε, νίκης ἀφθίτου χρυσόπλοκον στέφανον, ὁ νέμων πᾶσι τοῖς εἰς Αὐτὸν πιστεύουσι, τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Εἶτα, ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς: Ἰωνᾶ, Λερίου Ὁσιοάθλου Λειψοῦς, αἶνος. Χ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Ἰσχὺν ἐνδυσάμενον, θεόθεν ὕμνοις τιμήσωμεν, Λειψοῦς τὸ καλλώπισμα, νήσου τῆς Λέρου φανόν, Ὁσιόαθλον, νῦν Ἰωνᾶν τὸν θεῖον, βοῶντες· Καλλώπισμα, χαῖρε τῆς πίστεως.

Ὡράϊσας χεύμασιν, ἱδρώτων τῶν νυχθημέρων σου, καὶ ῥείθροις αἱμάτων σου, ἄνικμον χθόνα Λειψοῦς, ἐγκαλλώπισμα, τῶν ἀσκητῶν καὶ γέρας, μαρτύρων ἀτίμητον, πάτερ πανεύφημε.

Νεόφωτον πύρσευμα, τῆς τοῦ Χριστοῦ θείας πίστεως, βαρβάρων ἐπάτησας, ἀσεβεστάτων ὀφρύν, τοῦ ὀνόματος, Χριστοῦ ὁμολογίᾳ, καὶ δῆμον χριστώνυμον, ἄθλοις σου ηὔγασας.

Θεοτοκίον.

Ἁγνὴ ἀειπάρθενε, τῶν εὐσεβῶν καταφύγιον, πιστῶς ἀνυμνοῦμέν σε, Θεογεννῆτορ σεμνή, καὶ προσφεύγομεν, ἐν πάσῃ περιστάσει, ἀνάγκαις καὶ θλίψεσι, τῇ ἀντιλήψει σου.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Λιμένα ἀνεῦρες ἡσυχίας, ὑπήνεμον νῆσον τῆς Λειψοῦς, καὶ ὅρμον ἀκλυδώνιστον, ὦ Ἰωνᾶ ἀσκήσεως, θεοφιλοῦς τὴν ἔρημον, Σκήτην αὐτῆς καὶ δυσπρόσιτον.

Ἐβάδισας τρίβον ἐγκρατείας, ὡς ἄσαρκος πάτερ Ἰωνᾶ, ἐν τῇ Λειψῷ ἣν αἵμασι, τιμίοις σου ἡγίασας, Ὁσιομάρτυς ἔνδοξε, τῆς τοῦ Χριστοῦ θείας πίστεως.

Ῥανίσι σου Ἰωνᾶ αἱμάτων, ἐπέχρωσας τὸ ἀσκητικόν, τριβώνιόν σου Ὅσιε, Χριστοῦ πτωχείας σκήνωμα, ὁ πλούσιος τοῖς δάκρυσι, καὶ νυχθημέροις δεήσεσι.

Θεοτοκίον.

Ἱκέτας σου δεῖξον Θεοτόκε, Παρθένε πολίτας Οὐρανῶν, τοὺς ὕμνοις εὐφημοῦντάς σε, καὶ μνήμην ἑορτάζοντας, τοῦ Ἰωνᾶ τοῦ σώφρονος, τῆς νήσου Λέρου βλαστήματος.

 

 

 

 

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Γενναιότατε, Ὁσιομάρτυς, ταπεινώσεως, ἀκτημοσύνης, προσευχῆς σκληραγωγίας καὶ νήψεως, περιφανὲς Ἰωνᾶ ἐγκαλλώπισμα, ὁ μαρτυρίῳ τελέσας τὸν βίον σου, νῆσον ἔδειξας Λειψοῦς τὴν κονίστραν πόνων σου, ἀσκήσεως σεπτῆς σκηνὴν οὐράνιον.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Χάριν ἄφθονον, ἐκβλύζεις πᾶσι, μεγαλύνουσι, σὰς ἀριστείας, Θεοτόκε, ὡς χειμάῤῥους πολύῤῥυτος, καὶ ὡς κρουνὸς πολυχεύμων πανύμνητε, Χριστιανῶν ἱερὸν σεμνολόγημα, ἡ τῆς χάριτος πηγὴν Ἰησοῦν κυήσασα, καὶ τέξασα Θεοῦ Υἱὸν τὸν εὔσπλαγχνον.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Ὁ Λειψὼ καθαγιάσας, τῶν αἱμάτων σου ῥεύμασιν, Ἰωνᾶ στεῤῥόφρον, πίστιν τοῦ Χριστοῦ ἐμεγάλυνας, καὶ τῶν Ὁσίων Μαρτύρων σεμνολόγημα, ὤφθης πάνσεπτον, ἐν τοῖς ὑστέροις τοῖς ἔτεσιν.

Ὑπερόπτης τῶν προσύλων, Ἰωνᾶ πνευματέμφορε, ἐποφθεὶς τοῦ πόλου, πάντα τὰ ὡραῖα ἐζήλωσας, τὰ εἰς αἰῶνας αἰώνων διαμένοντα, καὶ ἐνήσκησας, ἐν τῇ Λειψὼ ὡς ἀσώματος.

Ὁλοθύμως σε τιμῶμεν, Ἰωνᾶ Ὁσιόαθλε, τῶν βαρβάρων στίφη, σῇ λαμπρᾷ ἐνστάσει αἰσχύναντα, ὡς οἰκιστὴν Παραδείσου ἐνθεώτατον, ὡραιότητος, ἀγγελικῆς ἀπολαύοντα.

Θεοτοκίον.

Στηριγμὸς τῶν ἀδυνάτων, ἀσθενούντων ἡ ἴασις, χορτασμὸς πενήτων, καὶ ἐμπεριστάτων βοήθεια, ἑτοίμη πέλεις ἁγνὴ Θεογεννήτρια, τῶν ἐν ᾄσμασι, μεγαλυνόντων σε πάντοτε.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Ἰσχὺν καὶ ἐνίσχυσιν, θεόθεν ἐνδυσάμενος, Ἰωνᾶ στεῤῥὲ Ὁσιομάρτυς, βροτείου γένους, τὸν μυσαρὸν πτερνιστήν, ἐνίκησας πόνοις σου σεπτοῖς, θείας ἐνασκήσεως, καὶ λαμπρᾶς ἐναθλήσεως.

Ὁ γόνος ὁ πάνσεπτος, τῆς Λέρου ὥσπερ ἥλιος, Ἰωνᾶ ἐφώτισας τὸν κόσμον, λαμπραῖς ἀκτῖσιν, ἀσκητικῆς ἀγωγῆς, ἐν νήσῳ Λειψοῦς καὶ θαυμαστοῦ, μαρτυρίου ἔνδοξε, τοῦ Χριστοῦ Ὁσιόαθλε.

Ἀσκήσας ὡς ἄσαρκος, τὰ βήματα ἐβάδισας, Ἰωνᾶ ἐνδόξων ἀθλοφόρων, καὶ τοῦ Κυρίου, ὁμολογήσας τρανῶς, τὸ ὄνομα πρὸ τῶν μιαρῶν, μισοχρίστων εἴληφας, νίκης στέφος ἀμάραντον.

Θεοτοκίον.

Θεοῦ Μῆτερ ἄσπιλε, μὴ παύσῃ ἱκετεύουσα, σὸν Υἱὸν καὶ Κτίστην τῶν ἁπάντων, διδόναι δούλοις, σεπτοῖς σου ἄμφω ἰσχύν, καὶ δύναμιν τρῶσαι τοῦ ἐχθροῦ, φρύαγμα τὸ ἄνομον, ὑπερύμνητε Δέσποινα.

 

 

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Λαβὼν θεόθεν τὴν δύναμιν, κατέλιπες τὴν πάτριον νῆσόν σου, καὶ ματαιότητα, πάντα τοῦ βίου οἰόμενος, ὦ Ἰωνᾶ τὴν Πάτμον, σοφῶς ἐνῴκησας.

Ὁσίως τρίβον ἐβάδισας, ἐν Μάνδρᾳ Θεολόγου καὶ βίωσιν, ποθῶν ἰσάγγελον, εἰς τὴν Λειψὼ ἦλθες σκάμμασι, Θεῷ εὐαρεστῆσαι, τοῖς νυχθημέροις σου.

Ὑμνοῦντες πόνους ἀσκήσεως, φιλέρημον στρουθίον τῆς θείας σου, σὲ μακαρίζομεν, ὦ Ἰωνᾶ ὁσιώτατε, καὶ καρτερόφρον Μάρτυς, Λειψὼ διάκοσμε.

Θεοτοκίον.

Λαμπὰς Ὑψίστου ἀείφωτε, Κυρία Θεοτόκε διάλυσον, ζόφον τῶν δούλων σου, χαμαιζηλίας καὶ θλίψεων, φωτὶ σῆς προστασίας , καὶ ἀντιλήψεως.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Δωδεκανήσου Ὁσιόαθλον πανεύφημον, διπλοῦν χρυσόπλοκον λαβόντα στέφος ἄνωθεν, ἀσκητῶν καὶ ἀθλοφόρων Λειψοῦς ἐν νήσῳ, τὸν ὁρμώμενον ἐκ Λέρου ἀνυμνήσωμεν, Ἰωνᾶν τῆς Ἄνω Πόλεως οἰκήτορα, θεῖον κράζοντες· Χαίροις Μάρτυς πανόσιε.

Ὁ Οἶκος.

Ἄνθρωπος οὐρανόφρων, καὶ ἰσάγγελος μέροψ, ἐδείχθης Ἰωνᾶ θεοφόρε, νήσου Λέρου βλαστὲ ἱερέ, ὁ καθαγιάσας τὴν Λειψὼ αἵμασι, τιμίοις σου καὶ ἅπαντας, εὐφράνας τοὺς πιστῶς βοῶντας·

Χαῖρε, ὁ γόνος Δωδεκανήσου·

χαῖρε, ὁ φίλος Θεοῦ Ὑψίστου.

Χαῖρε, Θεολόγου Μονῆς ὁ διάκοσμος·

χαῖρε, τοῦ δολίου Σατὰν ὁ ἀντίπαλος.

Χαῖρε, ὅτι ὡμολόγησας θάρσει ὄνομα Χριστοῦ·

χαῖρε, ὅτι κατεπάτησας τὴν ὀφρὺν τοῦ πονηροῦ.

Χαῖρε, ὁ ἀποκρούσας τῶν βαρβάρων τὸ μένος·

χαῖρε, ὁ καταδείξας σῆς καρδίας τὸ θάρσος.

Χαῖρε, στεῤῥὲ Χριστοῦ Ὁσιόαθλε·

χαῖρε, Αὐτοῦ τῆς πίστεως πρόβολε.

Χαῖρε, Ὁσίων Μαρτύρων ἀκρότης·

χαῖρε, ἀγώνων ὡραίων φαιδρότης.

Χαίροις, Μάρτυς Πανόσιε.

 

Συναξάριον.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου, Νέου Ὁσιομάρτυρος Ἰωνᾶ τοῦ Λερίου, τοῦ ἐν Λειψῷ τῇ νήσῳ ἀθλήσαντος.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Ἐγκαλλώπισμα, Χριστοῦ ἁγίας πίστεως, Ὁσίων σέμνωμα, καὶ Ἀθλητῶν καλλονή, κονίστραν ἀγώνων σου, λαμπρῶν ἀνέδειξας, νῆσον ἔνδροσον , Λειψοῦς πανιερώτατε, Ἰωνᾶ πνευματοφόρε.

Ἴον εὔοσμον, σαρκίου κατατήξεως, νηστείας νήψεως, ἀσκητικῆς ἀγωγῆς, ψυχῆς γενναιότητος, θερμῶν δεήσεων, καὶ χρηστότητος, ἐδείχθης Ὁσιόαθλε, Ἰωνᾶ χαρίτων σκεῦος.

Ψάλλειν ὕμνους σοι, εὐτάκτους οὐ παυόμεθα, καὶ μακαρίζειν σε, ὡς χαρμονὴν ἀσκητῶν, Λειψοῦς καὶ καλλώπισμα, Μαρτύρων πίστεως, ἀγαθώτατε, καὶ ἄκακε καὶ ἄμεμπτε, Ἰωνᾶ Ὁσιομάρτυς.

Θεοτοκίον.

Οἱ Χριστώνυμοι, ἑκάστοτε Μητρόθεε, σὲ ἱκετεύομεν, τῶν οἰκτιρμῶν τὴν πηγήν, ἐλέους τὴν ἄβυσσον, καὶ φρέαρ ἄφθονον, θείας χάριτος, καὶ συμπαθείας Δέσποινα, παντευλόγητε Παρθένε.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Ὕμνοις σε τιμῶμεν κατ’ ἀξίαν, τὸν ἄριστον καὶ σεπτὸν ὁσιομάρτυρα, Ἰωνᾶν τὸν ἔνθεον, χαμευνίας μέλαθρον, καὶ προσευχῆς ἀνάκτορον, βοῶντες· Καύχημα, τῆς Λέρου καὶ Λειψοῦς κοσμιότης, χαῖρε ὡραιότης, Χριστοῦ Ὁσιοάθλων.

Στῦλος Ἰωνᾶ χρηστοηθείας, ἀσάλευτος καὶ κρηπίδωμα σεμνότητος, ἐν ὑστέροις ἔτεσιν, ὤφθης γενναιότατε· διό σε μακαρίζοντες, τὴν θείαν μνήμην σου, τιμῶμεν μελιῤῥύτοις ἐν ὕμνοις, καὶ ψαλμοῖς εὐήχοις, στεῤῥὲ Ὁσιομάρτυς.

Ἄθλοις Ἰωνᾶ σοῦ μαρτυρίου, ἐσφράγισας τὸν ἀγῶνά σου τὸν ἄριστον, καὶ στολὴν ἐκάλλυνας, σῆς λαμπρᾶς ἀσκήσεως, Ὁσιομάρτυς ἔνδοξε, τῆς Λέρου σάπφειρε, καὶ ἥδιστον ἀλάβαστρον Πάτμου, τῆς τοῦ Θεολόγου, Μονῆς τῆς περιδόξου.

Θεοτοκίον.

Ἵλεων ἡμῖν τοῖς σε τιμῶσιν, ἀπέργασαι τὸν Υἱόν σου Μητροπάρθενε, καὶ Θεὸν καὶ Κύριον, ἀγαθὸν καὶ εὔσπλαγχνον, ὡς ἐλεοῦσα ἅπαντας, βροτοὺς προσφεύγοντας, προνοίᾳ σου ἑτοίμῃ Παρθένε, σκέπῃ ἀντιλήψει, καὶ θείᾳ προστασίᾳ.

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Νέων ἀθλητῶν, ὁσίων ἐκτύπωμα, ἡμῶν ἐπάκουσον, τῶν θερμῶν δεήσεων, καὶ πέμψον πᾶσι, σὲ μακαρίζουσιν, ἀφθόνως θείαν χάριν σου, Λειψοῦς ἀγλάϊσμα, τοῖς τιμῶσι, τὴν ἁγίαν μνήμην σου, καὶ ὑμνοῦσι σὴν ἄλκιμον ἄθλησιν.

Ὄλβε τιμαλφές, Χριστοῦ θείας πίστεως, ὁ εἰς ἀπάθειαν, ἀνελθὼν ἀσκήσεως, διὰ συντόνων, καμάτων Ὅσιε, καὶ μαρτυρίου δίαυλον, ὁδεύσας ἄσμενος, ἐκδυσώπει, Ἰωνᾶ τὸν Κύριον, καταπέμψαι ἡμῖν θεῖον ἔλεος.

Στήριζε ἀεί, ἐν βίῳ τοὺς μέλποντας, τὰς ἀριστείας σου, Λέριον ἐκβλάστημα, Πατμίων γέρας, ἀζύγων ἄριστον, καὶ τῶν κατοίκων κλέϊσμα, περιφανέστατον, τῶν ἐν νήσῳ, τῆς Λειψοῦς ἀοίδιμε, Ἰωνᾶ εὐκλεὲς Ὁσιόαθλε.

Θεοτοκίον.

Χάριτος κρουνέ, πολύῤῥυτε Δέσποινα, καθικετεύουσα, μὴ ἐλλίπῃς Τόκον σου, τὸν Ζωοδότην Χριστὸν καὶ Κύριον, ὑπὲρ ἡμῶν ἐν ᾄσμασι, μακαριζόντων σε, καὶ βοώντων· Χαῖρε θεία πρέσβειρα, καὶ φρουρὲ Ὀρθοδόξου πληρώματος.

 

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ὁσιομάρτυς γενναῖε, Λερίων εὖχος Ἰωνᾶ, ὁ ἐν Λειψῷ ἐνασκήσας, καὶ ἐναθλήσας εὐσθενῶς, Ἀγγέλων δήμοις συνήφθης, Χριστὸν ἀπαύστως δοξάζων.

Θεοτοκίον.

Εὐλογημένη Παρθένε, Χριστιανῶν καταφυγή, τετρυχωμένων προστάτις, καμνόντων θεία ἀρωγός, καὶ ἀντιλήπτωρ ὑπάρχεις, ἐν ταῖς τοῦ βίου ἀνάγκαις.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ὁσιομάρτυρος μνήμην, ἐγκωμιάσωμεν, τοῦ ἐκ τῆς νήσου Λέρου, ὁρμωμένου ἐκθύμως, βοῶντες· Ἀσκουμένων φῶς τηλαυγές, Ἰωνᾶ ὁ ἀκτῖσί σου, τοῦ μαρτυρίου φαιδρύνας τὴν τοῦ Χριστοῦ, Ἐκκλησίαν χαῖρε πάνσοφε.

 

Καταλιπόντα ἡδέα, τοῦ βίου μέλψωμεν, καὶ τὰ γεώδη πάντα, Ἰωνᾶν τὸν θεόπνουν, καὶ σχῆμα τὸν λαβόντα ἀσκητικόν, ἐν τῇ Πάτμῳ γηθόμενοι, ὡς ἰσαγγέλου κοσμήτορα ἀγωγῆς, ματαιότητος ὑπέρτερον.

 

Διπλοῦς λαβόντα στεφάνους, ἐγκωμιάσωμεν, νῦν Ἰωνᾶν τὸν πάνυ, ἐνασκήσεως θείας, ὁμοῦ καὶ μαρτυρίου πανευσθενοῦς, ἐν Λειψῷ ἀνακράζοντες· Ὁσιομάρτυς ἀοίδιμε τοῦ Χριστοῦ, χαῖρε πίστεως θησαύρισμα.

 

Ἐπιδρομέων βαρβάρων, καθυπομείναντα, βασάνους καὶ μαχαίρας, τὴν ἀκμὴν εὐσχημόνως, τιμήσωμεν οἱ δῆμοι νῦν Ἰωνᾶν, εὐσεβῶν ὡς ἀμάρυγμα, τῆς νήσου Λέρου φωτίσαν ἄρτι Λειψώ, εὐλαβῶς Χριστὸν δοξάζουσαν.

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε χριστωνύμων οἱ δῆμοι ἐγκωμιάσωμεν, τὸν νέον τῆς πίστεως Ὁσιομάρτυρα, Ἰωνᾶν τὸν βλαστὸν τῆς Λέρου καὶ Λειψοῦς τὸν οἰκήτορα, ὡς ἀσκητῶν καὶ ἀθλοφόρων πρόβολον, οὕτω λέγοντες· Ὁ τῆς ἐρημίας ἐραστὴς καὶ τῆς ἡσυχίας κοσμήτωρ, ὁ πόνοις ἀσκητικοῖς καὶ μαρτυρίου Χριστῷ εὐαρεστήσας, μὴ παύσῃ Αὐτοῦ δεόμενος, ὑπὲρ τῶν πίστει τιμώντων τὴν πανσεβάσμιον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε...

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις Ὁσιόαθλε Ἰωνᾶ, νήσου Λέρου γόνε, ὁ πιάνας ῥοαῖς Λειψώ, θείων σου αἱμάτων, καὶ μεγαλύνας πᾶσαν, Χριστοῦ τὴν Ἐκκλησίαν, ἄθλοις τιμίοις σου.