Σάββατο 20 Ιουλίου 2024

ΙΟΥΛΙΟΣ 6. ΚΥΡΙΛΛΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

 

ΙΟΥΛΙΟΣ ΣΤ΄.

ΚΥΡΙΛΛΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΘΕΣΣΑΛΟΝΙΚΕΥΣ

ΑΚΟΛΟΥΘΙΑ

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εἰς τὸ· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλοµεν Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Χριστοῦ ἐκ νεότητος σοφέ, τὸν Σταυρόν ἀράμενος, ἀσκητικῶς ἠκολούθησας, αὐτοῦ τοῖς ἴχνεσι, καὶ τοῦ μαρτυρίου, τὸν ἀγῶνα Κύριλλε, διήνυσας γενναίῳ φρονήματι· διὸ τιμῶμέν σε, ὥσπερ Ὅσιον καὶ Μάρτυρα, ἐκτελοῦντες, τὴν ἁγίαν μνήμην σου.

 

Εὐτόλμως κηρύξας τὸν Χριστόν τοὺς τῆς Ἄγαρ ἤσχυνας, ἀθλητικῷ παραστήµατι, γόνους μακάριε, καὶ ὥσπερ εὐῶδες, θῦμα προσενήνεξαι, πυρὸς ὑπενεγκών τὴν κατάφλεξιν, τῷ πάντων Κτίσαντι, τῷ λαμπρῶς σὲ μεγαλύναντι, σὺν Ἁγίοις, πᾶσι Μάρτυς Κύριλλε.

 

Ὡς ἄνθος καὶ δένδρον εὐθαλές, τῶν καρπῶν τῆς πίστεως, Ὁσιομάρτυς βλαστήσασα, Θεσσαλονίκη σε, μέλπει τοὺς σοὺς ἄθλους, καὶ χαίρει τῇ δόξῃ σου, καὶ ἄγει εὐφροσὺνως τὴν μνήμην σου, Χριστὸν δοξάζουσα, τὸν σθενώσαντά σε Κύριλλε, καταισχῦναι, τῆς πλάνης τὸ φρύαγμα.

 

Ἐν Ἄθῳ καλῶς προγυμνασθείς, πόνοις τῆς ἀσκήσεως, τοῦ µαρτυρίου τὰ σκάµµατα, νοµίµως ἤνυσας, ἐν τῇ σῇ πατρίδι, Κύριλλε μακάριε, πυρὶ τελειωθείς ἀνδρικώτατα· διὸ στεφάνων σε, ὁ Χριστὸς διπλῶν ἠξίωσεν· ᾧ πρεσβεύεις, ὑπὲρ τῶν τιµώντων σε.

 

Δόξα. Ἦχος δ΄.

Τῆς εὐσεβείας ἐνδεδυμένος τὴν δύναμιν τὸν ἐν κακίᾳ ἰσχυρόν, καθεῖλες δράκοντα, ἀθλητικῶς ἀριστεύσας, Ὁσιομάρτυς παµµάκαρ Κύριλλε· οὐδόλως γὰρ ἔδεισας, τῶν τυράννων τὰς ἀπειλάς, οὐδὲ πυρὸς τοῦ παµφάγου τὴν ὁρμὴν ἀλλ᾿ ἐν αὐτῷ τελειούμενος, ὡς θυμίαμα εὐῶδες, καὶ προσφορὰ εὐπρόσδεκτος, τῷ Χριστῷ προσήχθης· ᾧ πρέσβευε Ἅγιε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

 

 

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Πόνοις ἀσκητικοῖς, λαμπρύνας σου τὸν βίον, Ὁσιομάρτυς θεῖος, τοῦ πάντων Βασιλέως, Κύριλλε ἀναδέδειξαι.

 

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Φέρων ἐν τῇ ψυχῆ, τὸ πῦρ τὸ θεῖον µάκαρ, οὐδόλως ἐπτοήθης, ὁρμὴν πυρὸς ἐνύλου, τοῦ φλέγοντός σε Κύριλλε.

 

Στ.: Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτοῦ· τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Ἄθως ὁ ἱερός, καὶ ἡ Θεσσαλονίκη, ὑμνοῦσι τοὺς ἀγῶνας, καὶ τοὺς σεπτούς σου ἄθλους, Ὁσιομάρτυς Κύριλλε.

 

Δόξα. Τριαδικόν.

Αἴγλῃ τρισσολαμπεῖ, Τριάδος τῆς Ἁγίας, τῆς µόνης Θεαρχίας, λαµπόµενος ἀΰλως, Κύριλλε ἠνδραγάθησας.

 

Καὶ νῦν. Θεοτοκίον.

Λόγον τὸν τοῦ Θεοῦ, Χριστὸν τὸν Ζωοδότην ὅν τέτωκας ἀφράστως, Παρθένε Θεοτόκε, ὁ Κύριλλος ἐδόξασε.

 

Νῦν ἀπολύεις. Τρισάγιον,

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Θεῖον βλάστηµα, Θεσσαλονίκης, ὤφθης Κύριλλε Ὁσιομάρτυς, διὰ πυρὸς τὸν ἀγῶνα τελέσας σου· ὅθεν εὑρέσει τῶν θείων λειψάνων σου, καθαγιάζεις τοὺς πόθῳ τιμῶντάς σε. Ἀλλά πρέσβευε, Χριστῷ τῷ Θεῷ µακάριε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτόκιον.

Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιµιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλοµεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγµάτων.

Ἀνατεθεὶς τῷ Σωτῆρι ἀπὸ νεότητος, ἀσκητικῶς µὲν πρώην, εἶτα πόνοις Μαρτύρων, ἐδόξασας ἐν κόσµῳ περιφανῶς, τὸ σεπτὸν τούτου ὄνομα· Ὁσιομάρτυς ἐντεῦθεν τῆς παρ᾽ αὐτοῦ, ἠξιώθης δόξης Κύριλλε.

 

Ἀκαταπλήκτως κηρύξας Χριστοῦ τὸ ὄνομα, καὶ τοῦ πυρὸς μὴ πτήξας, τοῦ παµφάγου τὴν φλόγα, ὡς θεῖον ὁλοκαύτωμα καὶ δεκτόν, τῷ Δεσπότῃ προσήνεξαι, καὶ τῶν Μαρτύρων τῆς δόξης καὶ τῆς τιμῆς, κοινωνός γέγονας Κύριλλε.

 

Θεσσαλονίκη ὡς θεῖον βλαστόν γεραίρει σε, ἰδοῦσα τῆς ψυχῆς σου, τὸ ἐν ἄθλοις ἀνδρεῖον καὶ Ἄθως ὡς θεόληπτον ἀσκητήν, µακαρίζει σε Κύριλλε. Ἀλλ᾽ ἀμφοτέροις ἐξαίτει παρὰ Χριστοῦ, ἀγαθὰ ἀεὶ δωρήµατα.

 

Προσόμοια ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Ὡς τὴν φλόγα τὴν ἄϋλον, τῆς Χριστοῦ ἀγαπήσεως, τῇ ψυχῇ δεξάµενος µάκαρ Κύριλλε, ἀσκητικῶς ἠνδραγάθησας, ἐν Ὄρει τοῦ Ἄθωνος, καὶ Μαρτύρων τῶν κλεινῶν, ἐπεδείξω τὴν ἔνστασιν, ὡς ἐκήρυξας, τὸν Θεόν καὶ Σωτῆρα τῶν ἁπάντων· διὰ τοῦτό σου τὴν μνήμην, Ὁσιομάρτυς γεραίρομεν.

 

Τῷ πυρὶ τῆς ἀσκήσεως, ἀναλώσας τὴν ἄκανθαν, τῶν παθῶν εἰσδέδεξαι θείαν ἔλλαμψιν, καὶ µαρτυρίου τοῖς ἄνθραξι, τὴν πλάνην τὴν βέβηλον, ὥσπερ ὕλην πονηράν, καταφλέξας ὑπέμεινας, τὴν κατάφλεξιν, τοῦ πυρός ἀπτοήτῳ παῤῥησίᾳ, καὶ Μαρτύρων ἠριθμήθης, χαίρων τοῖς τάγµασι Κύριλλε.

 

Ὡς Ὁσίων συνόµιλον, καὶ Μαρτύρων ὁμότροτοπον, καὶ ὁπλίτην ἔνθεον τοῦ Παντάνακτος, ὥσπερ ἀστέρα νεόφωτον͵ τῆς ἄνω λαµπρότητος, καὶ μεσίτην πρὸς Θεόν, ἡμῶν µέγιστον Ἅγιε εὐφημοῦμέν σε, τὴν ἁγίαν σου μνήμην ἐκτελοῦντες, Κύριλλε Ὁσιοµάρτυς, Θεσσαλονίκης ἀγλάϊσμα.

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον, ἡ τοῦ Ὁσιομάρτυρος Κυρίλλου μνήµη, τῇ Ἐκκλησίᾳ ἐπέφανε, ψυχικὴν σωτηρίαν προξενοῦσα· τῷ γὰρ οἰκείῳ ὑποδείγματι, ζῆλον θεῖον πᾶσι παρέχει, καὶ πρὸς ἐργασίαν τῶν κρειττόνων, διεγείρει τοὺς βοῶντας· χαίροις ὁ ἐκ παιδός Χριστῷ ἀκολουθήσας, καὶ τῆς σαρκός τὸ φρόνημα, τῷ νόµῳ ὑποτάξας τοῦ Πνεύματος· χαίροις ὁ διὰ πυρός τελέσας τὸν ἀγῶνα, τῶν πάλαι Μαρτύρων τὴν ἀνδρείαν ἐπιδειξάμενος· χαίροις Θεσσαλονίκης βλαστός, Ὄρους Ἄθω φυτόν εὐῶδες, καὶ τῆς Ἐκκλησίας νεοφανής ἑωσφόρος. Ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν Χριστῷ, πρέσβευε δεόµεθα Ἅγιε, ὑπὲρ τῶν τιµώντων σε.

 

Καὶ νῦν. Ὁ αὐτός.

Τὶς μὴ μακαρίσει σε Παναγία Παρθένε, τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱός µονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν ἀφράστως σαρκωθείς, φύσει Θεός ὑπάρχων καὶ φύσει γενόµενος ἄνθρωπος δι᾿ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεµνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόµενος. Αὐτὸν ἱκέτευε, σεµνή Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχάς ἡμῶν.

 

Εἴσοδος· Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου το ανάγνωσμα. [Κεφ. ΜΓ 9-14].

Τάδε λέγει Κύριος` πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, και συναχθήσονται ἄρχοντες ἐξ` αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τὰ ἐξ αὐτῆς; Ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν, και δικαιωθήτωσαν, και εἰπάτωσαν ἀληθῆ. Γίνεσθε με μάρτυρες, και ἐγώ Μάρτυς Κύριος ὁ Θεός, και ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε και πιστεύσητέ μοι, και συνῆτε ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου ουκ ἐγένετο ἄλλος θεός, και μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, και οὐκ ἔστιν πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγώ ἀνήγγειλα και ἔσωσα, ὀνείδισα και οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοί Μάρτυρες, και ἐγώ Κύριος ὁ Θεός` ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμί, και οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, και τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. [Κεφ. Γ 1-9]

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ έξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σὺντριμμα. Οἱ δὲ εἰσιν ἐν εἰρήνη· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ό Θεὸς ἑπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ έλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσὺνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς καὶ σὺνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄·

Θεσσαλονίκη καυχᾶται, τοῖς σπαργάνοις σου Ἅγιε, καὶ ὁ Ἄθως χαίρει, ἀσκητικοῖς σου ἱδρῶσι σεμνυνόμενος· ὡς γὰρ νέος ἀστήρ, ἀνατέταλκας ἡμῖν τῆς εὐσεβείας ἐκλάμπων τὴν αἴγλην καὶ τῆς θείας ἀγάπης, τὴν οὐράνιον φλόγα· σαὐτὸν γὰρ ἀρνησάµενος, Χριστόν ὠμολόγησας, καὶ τὸν δι᾿ αὐτὸν ὑπέστης χαίρων ἐν πυρὶ θάνατον͵ θείῳ Πνεύματι δροσιζόµενος. Ἀλλ᾿ ὦ Ὁσιομάρτυς Κύριλλε, τοῦ ἀΰλου πυρὸς τὴν ἐνέργειαν ἄναψον ἐν ἡμῖν καὶ πρέσβευε σώζεσθαι, τοὺς σὲ µακαρίζοντας.

 

Ἦχος β΄.

Ἐνδεδυμένος τὰ ὅπλα τῆς πίστεως, πρὸς µαρτυρικάς ἀριστείας παρετάξῳ, ἀνδρειοτάτῳ φρονήματι, Ὁσιομάρτυς Κύριλλε· διὸ καὶ ἐβόας, τοῖς τοῦ σκότους ὑπηρέταις· Χριστός ἐστιν ὁ µόνος, δηµιουργὸς τοῦ παντός, σὺν Πατρὶ καὶ Πνεύματι, ὁ ἐκ φθορᾶς ἀναπλάσας µε· διὸ προθύμως θνήσκῳ, ὑπὲρ τῆς ἀγάπης αὐτοῦ, ἵνα καὶ ζήσω σὺν αὐτῷ, καὶ τῶν ἀθανάτων ἀγαθῶν µετάσχω. Αὐτῶν καὶ ἡμᾶς ἀξίωσον ταῖς πρὸς Θεὸν πρεσβείαις σου, τοὺς τιμῶντας τὴν μνήμην σου.

 

 

 

 

 

 

Ἦχος γ΄.

Τῷ πυρὶ τῆς χάριτος, ἀναφλεχθεὶς τὴν ψυχὴν ὥσπερ ἄλλου πάσχοντος ὑπῆλθες, τὴν ἀναφθεῖσάν σοι φλόγα, Ὁσιομάρτυς Ἅγιε Κύριλλε· τῇ ἑνώσει γὰρ τοῦ κρείττονος, ἔξω κόσµου καὶ σαρκός ἐγένου, ἅπαν ἀποῤῥίψας τῆς ὕλης ἀχθοφόρημα· καὶ τηκοµένων τῶν σαρκῶν σου τῷ πυρί, τῆς ψυχῆς ὁ τόνος, ὑπὲρ χρυσίον ἐλαμπρύνετο· ἔνθεν θείας εὐωδίας, τὰ τῶν Αγγέλων ἔπλησας τάγµατα, καὶ τῶν πιστῶν τὰς τάξεις ἐξέπληξας, τῇ ἀνενδότῳ καρτερίᾳ σου· ὡς θυσία γὰρ τερπνή, καὶ προσφορά εὐπρόσδεκτος, προσηνέχθης τῷ Χριστῷ, τῷ παρέχοντι διὰ σοῦ, ἡμῖν τὸ µέγα ἔλεος.

 

Δόξα. Ἦχος δ΄.

Τὸν ἐν Ὁσίοις Μάρτυρα, καὶ ἐν Ἀθληταῖς νεοφανῆ ἀριστέα, Κύριλλον τὸν θεῖον Ὁσιομάρτυρα, τῶν εὐσεβούντων αἱ χορεῖαι, ᾀσματικῶς εὐφημήσωμεν· τῇ ἀσκήσει γὰρ λαµπρυνθείς͵ δι’ ἀθλητικῶν ἀγώνων ὑπὲρ ἥλιον ἔλαμψε· καὶ τῷ πυρὶ τῆς πίστεως, τὴν πλάνην ἀναλώσας, ἐκ τοῦ πυρός ὡς διὰ κλίµακος, πρὸς τὸ φῶς τῆς Ὑπερθέου Τριάδος ἀνέλυσεν· ὅτι νομίµως ἡγώνισται, καὶ νοµίµως ἐστέφθη, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.

Μαρτυρικὴν ἐνδειξάμενος ἀνδρείαν, Μαρτύρων τὴν ἄθλησιν τῶν πάλαι Ἅγιε ὑστέροις χρόνοις ἐζήλωσας, ἔρωτι θείῳ, καὶ προθυμίᾳ ψυχῆς πτερούμενος· ἐντεῦθεν ἐκήρυξας ἐνθέῳ στόματι, Χριστοῦ τὸ ἅγιον ὄνομα, καὶ τῆς ἀπάτης, κατηγωνίσω στεῤῥῶς τὸ φρύαγμα, καὶ διανύσας τὸν ἀγῶνά σου, ἐν πυρὶ ὡς ἀσώματος Κύριλλε, οὐρανίων ἐπάθλων ἐπαξίως κατηξίωσαι.

 

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Ὁ ἐν τῷ Ἄθῳ ζωὴν τὴν µακαρίαν, βιώσας τὸ πρότερον ἔνδοξε Κύριλλε, καὶ ἐνεργείας τοῦ Πνεύματος, λαβών τὴν χάριν, ἀνακαθάρας νοῦν καὶ διάνοιαν, Μαρτύρων τὸ στάδιον ὑπῆλθες ὕστερον, καὶ εὐσεβείας ὑπέδειξας, πᾶσι τὸ κράτος, καταπαλαίσας πόνοις τὸν τύραννον͵ καὶ ὥσπερ θῦμα εὐωδέστατον, καὶ σεπτόν ἱερεῖον καὶ ἄμωμον προσηνέχθης Κυρίῳ, τῷ πυρὶ ὁλοκαυτούμενος.

 

 

Στ.: Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτοῦ· τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Θεσσαλονίκη καυχᾶται ἡ πατρίς σου, λαμπρῶς σε βλαστήσασα, ὡς δένδρον εὔκαρπον τῆς εὐσεβείας καὶ χάριτος, καὶ ἡ ἐν Ἄθῳ, Χιλανδαρίου Μονή εὐφραίνεται· ἐν ταύτῃ γὰρ Ἅγιε προγυμνασάμενος, δι’ ἐναρέτου ἀσκήσεως, πρὸς τοὺς ἀγῶνας χαίρων ἐξῆλθες τοὺς τῆς ἀθλήσεως, ἐν οἷς αἰσχύνας τὸν ἀλάστορα, τὴν τῆς πλάνης ὀφρὺν καταβέβληκας, καὶ Μαρτύρων συνήφθης, θεῖε Κύριλλε τοῖς τάγµασι.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τῶν ἐν κόσµῳ ἀγαθῶν ὑπεριδὼν τὴν σχέσιν, θεολήπτῳ ψυχῇ, Χριστῷ κατηκολούθησας, Ὁσιομάρτυς Κύριλλε· τὸν ζυγὸν γὰρ αὐτοῦ, θείῳ πόθῳ ἀράμενος, ἐν ἀσκήσει καὶ ἐν ἀθλήσει, δόκιµος αὐτῷ ἐφάνης, ὡς καλός στρατιώτης μακάριε. Καὶ νῦν τῆς ἀφθαρσίας, ἀναδησάμενος τὸν στέφανον καὶ τοῦ ξύλου τῆς ζωῆς ἀπολαύων, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχάς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον,

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Θεῖον βλάστηµα, Θεσσαλονίκης, ὤφθης Κύριλλε Ὁσιομάρτυς, διὰ πυρὸς τὸν ἀγῶνα τελέσας σου· ὅθεν εὑρέσει τῶν θείων λειψάνων σου, καθαγιάζεις τοὺς πόθῳ τιμῶντάς σε. Ἀλλά πρέσβευε, Χριστῷ τῷ Θεῷ µακάριε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτόκιον.

Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετά τὴν α΄ Στιχολογίαν, Κάθισµα. Ἦχος α΄. Τόν τάφον σου Σωτήρ.

Ὡς θῦμα καθαρόν, καὶ θυσία τελεία, προσήχθης τῷ Χριστῷ, τῷ πυρί ὡς ἐῤῥίφθης, χερσὶν ἀνόμων Κύριλλε, στεῤῥοτάτῳ φρονήµατι· ὅθεν στέφανον, ἀθλητικὸν δεδεγµένος, Χριστῷ πρέσβευε, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν πάνσεπτον μνήµην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὁ λόγος τοῦ Θεοῦ, ἐν γαστρί σου σκηνώσας, καὶ σάρκα εἰληφώς, ἐξ ἁγνῶν σου αἱμάτων, δοχεῖα θείας χάριτος, τοὺς ἀνθρώπους εἰργάσατο, τοὺς δοξάζοντας, τὸν σὸν ἀνέκφραστον τόκον, Κόρη πάναγνε, καὶ τῆς ἀῤῥήτου σου δόξης, ὑμνοῦντες τὰ θαύματα.

 

Μετά τὴν β΄ Στιχολογίαν, Κάθισµα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγησαν σοφέ, τῶν εὐσεβούντων οἱ χοροί, καθορῶντες ἐν πυρί, τὴν σήν ἀνένδοτον ῥοπήν, καὶ χαριστήριον ᾖδον τῷ Ἀθλοθέτῃ· σὺ γὰρ ἀκλινής, ἔστης τηκόµενος, ἔνδον τῆς φλογός, δοξάζων Κύριον, ᾧ καὶ ἀνῆλθες τελέσας τὸν δρόµον σου, καὶ νίκης στέφανον εἴληφας, Κύριλλε µάκαρ, Ὁσιομάρτυς, Ἐκκλησίας τὸ στήριγµα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐξ ἀχράντου σου γαστρός, ὁ Ὑπερούσιος Θεός, σαρκωθείς δίχα τροπῆς, καὶ προελθών ὑπερφυῶς, τὴν τοῦ Ἀδάμ ἐνέκρωσεν ἁμαρτίαν· ὅθεν ὡς πηγήν, σὲ μεγαλύνομεν, γένους τῶν βροτῶν τῆς ἀναπλάσεως, καὶ εὐχαρίστως τὸ χαῖρε βοῶμέν σοι, οἱ σεσωσµένοι τῷ τόκῳ σου· χαῖρε Παρθένε, ἡ τὴν κατάραν, τῆς Εὔας ἐξαφανίσασα.

 

Μετά τὸν Πολυέλεον Κάθισμα. Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.

Τῶν Ὁσίων τὸν βίον ζηλώσας Ὅσιε, µαρτυρίου ὑπῆλθες στεῤῥῶς τὰ σκάµµατα, καὶ ἐχθροῦ τὰ πονηρά εἷλες βουλεύματα, ὁμολογήσας τὸν Χριστόν, καὶ θανὼν ὑπὲρ αὐτοῦ, ἀνδρείως Κύριλλε Μάρτυς· διὸ ζωῆς ἀθανάτου, συγκοινωνός ὤφθης καὶ µέτοχος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε Παρθένε Θεοχαρίτωτε, τὸν προελθόντα ἀφράστως ἐκ τῶν λαγόνων σου, ὡς Υἱόν σου καὶ Θεόν καὶ πάντων Κύριον καθικέτευε ἀεί, τῶν πολλῶν ἁμαρτιῶν, τὴν λύσιν ἡμῖν διδόναι, τοῖς μεγαλύνουσι Κόρη, τὸ σὸν ἀνέκφραστον µυστήριον.

 

Τό α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου

Προκείµενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στίχ.· Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον τοῦ ὄρθρου τοῦ Ἁγ. Γεωργίου.

Ὁ Ν΄.

Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν µε ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου...

Τῆς ἐγκρατείας τῷ φωτί, τῆς ψυχῆς λαμπρύνας τὰ ὄμματα, ὁλοσχερῶς ἠτένισας, τῷ ἀμηχάνῳ κάλλει, τοῦ Σωτῆρος Χριστοῦ· καὶ ἀκλινῶς βαδίσας τὸν τῆς ἀθλήσεως δρόμον, τῷ φωτί αὐτοῦ ἐσκήνωσας, θεούμενος ἐν μεθέξει, Ὁσιομάρτυς Κύριλλε. Τῆς χαρᾶς αὐτοῦ καὶ ἡμᾶς ἀξίωσον, µαρτυρικῇ σου παῤῥησίᾳ, τοὺς τελοῦντας τὴν μνήμην σου.

 

Εἶτα οἱ κανόνες, τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Ἄθλησιν µέλπω θείου Κυρίλλου. Γερασίμου.

ᾨδή α΄. Ἦχος δ΄. Θαλάσσης τὸ Ἐρυθραῖον.

Ἀθλήσας, ὑπὲρ Χριστοῦ στεῤῥότατα, Κύριλλε ἔνδοξε, καὶ τῆς αὐτοῦ εὐκλείας µετασχών, καθικέτευε δοῦναί µοι, ἐν τῇ καρδίᾳ ἔλλαμψιν, ὅπως ὑμνήσω τοὺς ἀγῶνάς σου.

Θεόθεν δυναµωθείς κατέβαλες, στεῤῥᾷ ἀθλήσει σου, τὸν ἐν κακίᾳ Μάρτυς ἰσχυρόν, καὶ Μαρτύρων διάδηµα,͵ παρὰ Χριστοῦ ἀπέλαβες, ὡς Ἀθλοφόρος θεῖος Κύριλλε.

Λαμπρύνας, τὴν σήν ψυχήν ἐν Ἄθωνι, πόνοις ἀσκήσεως, τὸν ἀρχηγὸν τοῦ σκότους ἐν Χριστῷ, µαρτυρίου παλαίσμασι, κατηγωνίσω Κύριλλε, καὶ νίκης ἦρας µέγα τρόπαιον.

Θεοτοκίον.

Ἡ µόνη, δίχα φθορᾶς κυήσασα, τὸν πάντων Κύριον, καὶ µετά τόκον μείνασα Ἁγνή, ὡς πρό τόκου Πανάμωμε, φθοροποιῶν µε λύτρωσαι, ἐπινοιῶν τοῦ παναλάστορος.

 

ᾨδή γ΄. Εὐφραίνεται ἐπί σοί.

Στομούμενος τῷ πυρί, θείας ἀγάπης τὴν ψυχήν Κύριλλε, τὸν ἐν πυρὶ θάνατον, ἤνεγκας ἀνδρείῳ φρονήματι.

Ἰδόντες σου τῆς ψυχῆς, τὸ καρτερὸν οἱ δυσσεβεῖς Κύριλλε, σῶμα τὸ σὸν παρέδωκαν, τῷ πυρὶ φλεχθῆναι ὡς ἄφρονες.

Νεόφωτος ὡς ἀστήρ, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ πέφηνας, ἀθλητικοῖς σκάμμασι, Κύριλλε αἰσχύνας τὸν δράκοντα.

Θεοτοκίον.

Μαρία Μῆτερ Θεοῦ, τῆς τοῦ ἐχθροῦ ἐπιβουλῆς ῥῦσαί µε, θείῳ φωτί ἄχραντε, λύουσα παθῶν µου τὴν ζόφωσιν.

 

Κάθισμα. Ἦχος δ΄. Ταχύ προκατάλαβε.

Ἀγῶσιν ἀσκήσεως, προκαθαρθεὶς τὴν ψυχήν, ἀθλήσεως ἄνθραξιν ὥσπερ θυσία δεκτή, Χριστῷ προσενήνεξαι· ὅθεν δι᾿ ἀμφοτέρων, τὸν Χριστόν μεγαλύνας, µέτοχος ἀνεδείχθης, οὐρανῶν βασιλείας͵ ἐν ᾗ τῶν εὐφημούντων σε, µέμνησο Κύριλλε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Κυρίων τὸν Κύριον, καὶ Βασιλέα Χριστόν, κυήσασα Ἄχραντε, καὶ βασιλὶς τοῦ παντός, δειχθεῖσα ἐν Πνεύματι, ῥῦσαί µε δυναστείας, τοῦ δολίου Βελίαρ, µέτοχόν µε δεικνῦσα, οὐρανῶν Βασιλείας, ἵνα σε μεγαλύνω, ὁ διὰ σοῦ σωζόµενος.

 

ᾨδή δ΄. Ἐπαρθέντα σε ἰδοῦσα.

Ἐκ νεότητος Κυρίῳ ἀκολουθήσας, ζωήν μετῆλθες ἄμεμπτον, ἐν Ὄρει τοῦ Ἄθω, καὶ χαίρων ἠγώνισαι, Μαρτύρων τὴν ἄθλησιν, Κύριλλε ὑστέροις ἐν ἔτεσι.

Πυρακτούμενος τῷ ζήλῳ τῷ θείῳ µάκαρ, οὐδόλως κατέπτηξας, τὴν παμφάγον φλόγα, ἐν ᾗ τελειούμενος, φαιδρῷ τῷ προσώπῳ σου, αἶνον τῷ Χριστῷ ᾖδες Κύριλλε.

Ὡς κατεῖδόν σε ἀπτόητον πρὸς τὴν φλόγα, χωροῦντα µάκαρ Κύριλλε, Θεσσαλονικέων, οἱ δῆμοι ἐθαύμασαν, ψυχῆς σου τὸ εὔτονον, καὶ τὸν Ἀθλοθέτην ἐδόξαζον.

Θεοτοκίον.

Θεοτόκε Ἀειπάρθενε Παναγία, τὴν ἐναγῆ καρδίαν µου, ῥείθροις σοῦ ἐλέους, ἀπόπλυνον δέοµαι, καὶ ῥῦσαι τῆς πλάνης µε, καὶ τῆς δυναστείας τοῦ δράκοντος.

 

ᾨδή ε΄. Σὺ Κύριέ µου φῶς.

Ἔλυσας τὴν ἀχλύν, τῆς ἀπάτης μακάριε, τῷ φωτισμῷ ἀληθείας, καὶ νομίµως ἀθλήσας, ἀξίως ἐστεφάνωσαι.

Ἴσχυσας καθελεῖν, τὴν ὀφρύν τοῦ ἀλάστορος, τῇ τῆς ψυχῆς σου ἐνστάσει, καὶ τὴν πίστιν Κυρίου, ὦ Κύριλλε ἐτράνωσας.

Ὄμβροις τοῖς μυστικοῖς, ἀρδευόμενος Κύριλλε, τοῦ Παρακλήτου ἀΰλως, καθυπέμεινας χαίρων, τὴν τοῦ πυρός κατάφλεξιν.

Θεοτοκίον.

Ὕψιστον ἐν σαρκί, Θεὸν Λόγον κυήσασα, Θεογεννῆτορ Παρθένε, τὴν πεσοῦσαν ψυχήν µου τοῖς πάθεσιν ἀνύψωσον.

 

ᾨδή στ΄. Θύσω σοι.

Κύριον, καὶ Βασιλέα τῶν ὅλων ἐκήρυξας, Χριστόν τὸν πάντων Σωτῆρα, ἐπί ἀσεβούντων ἀνδρειοφρόνως, τῶν τῆς Ἄγαρ, διέλεγξας τὴν πλάνην τὴν βέβηλον.

Ὕμνησαν, τὴν σήν ἀνδρείαν βλέποντες Κύριλλε, τὸν δεδωκότα ἰσχύν σοι, καρτερῶς ἐνέγκαι πυρὸς τὴν καῦσιν, ἐκ καρδίας, τῶν Θεσσαλονικέων οἱ σύλλογοι.

Ῥήμασι τοῖς σοῖς σαφῶς ᾐσχύνθησαν Κύριλλε, τῶν ἀσεβούντων οἱ δῆμοι, καὶ πυρὶ παρέδωκαν τὸ σὸν σῶμα, ἀλλά χαίρων, στεφανηφόρος Χριστῷ ἀνέδραμες.

Θεοτοκίον.

Ἴασαι, τὴν χαλεπῶς νοσοῦσαν καρδίαν µου, τοῦ σοῦ ἐλέους φαρµάκῳ, ἡ τὸν ἰατῆρα πάντων τεκοῦσα, Θεοτόκε, καὶ φωτί µετανοίας µε λάµπρυνον.

 

Κοντάκιον. Ἦχος β΄. Τούς ἀσφαλείς.

Ὡς ἀσκητήν, καὶ ἀθλητὴν ἀήττητον, ᾀσματικῶς σε ἀνυμνοῦμεν Κύριλλε· σὺ γὰρ ἤθλησας στεῤῥότατα, ἐν ἀμϕοτέροις θείῳ ἔρωτι, καὶ τῷ Χριστῷ ὡς θῦμα προσενήνεξαι, διὰ πυρὸς τελέσας τὸν ἀγῶνά σου· διὸ σὺν τοῖς Μάρτυσι δεδόξασαι.

Ὁ Οἶκος.

Ἀκολουθήσας τῷ Χριστῷ, ἐκ πρώτης ἡλικίας, ἄνθος παρεῖδες ὡς φθαρτόν νεότητος ἐμφρόνως, καὶ ἐν τῷ Ἄθῳ αὐλισθείς, Χιλανδαρίου τὴν Μονὴν γυμνάσιον πνευματικόν, καµάτων τῶν ἀσκητικῶν ἀνέδειξας θεόφρον· νεκρώσας γὰρ σαρκὸς τὰς κινήσεις, τῆς ἐν Χριστῷ κεκρυµμένης ζωῆς, εἰσεποιήσω τὰς ἐλλάμψεις, καὶ ὅλος µετάρσιος ὤφθης τῷ Πνεύματι· καὶ ἐν Θεσσαλονίκῃ τῇ σῇ πατρίδι γεγονώς, μαρτυρικῶν ἀγώνων ἀνεδέξω στάδιον, χερσὶν ἀνόμων συλληφθείς, ὥσπερ ἄκακος ἀμνὸς ὑπό θυµοβόρων λύκων· καὶ τὸν Χριστὸν κηρύξας µεγάλῃ τῇ φωνῇ, τῆς ἀσεβείας ᾔσχυνας τὴν φάλαγγα, καὶ τὸν διὰ πυρός θάνατον ἀγαλλομένῃ ὑπέμεινας ψυχῇ, Ὁσιομάρτυς Κύριλλε· διὸ σὺν τοῖς Μάρτυσι δεδόξασαι.

 

Συναξάριον.

Τῇ ΣΤ΄ τοῦ αὐτοῦ µηνός, Μνήμη τοῦ Ἁγίου Ὁσιοµάρτυρος Κυρίλλου, τοῦ ἐν Θεσσαλονίκῃ, καὶ διὰ πυρός τελειωθέντος ἐν ἔτει 1566ῳ.

Κυρίων τὸν Κύριον Κύριλλος σέβων

Ἀνδρείως ὑπέμεινε πυρός τὴν καῦσιν.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδή ζ΄. Ἐν τῇ καμίνῳ.

Λελαμπρυσμένος, τῶν ἀρετῶν ταῖς θείαις χάρισι, καὶ τοῦ µαρτυρίου, λάµπων ταῖς καλλοναῖς, τῷ Χριστῷ κραυγάζεις Κύριλλε· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Λύσας τῆς πλάνης, τῆς δεισιδαίµονος τὸ φρύαγμα, µάρτυς τοῦ Σωτῆρος ὤφθης περιφανής, ἐν πυρὶ καταφλεγόµενος, καὶ θείας ἔπλησας, τὰς ψυχάς ἡμῶν ὀσμῆς Κύριλλε.

Ὅλον τὸν πόθον, πρὸς τὸν Σωτῆρα ἔχων Κύριλλε, οὐδαμῶς ἐκάμφθης, Μάρτυς ταῖς ἀπειλαῖς, καὶ τῶν δώρων ὑποσχέσεσιν, ἀλλ᾽ ἀπερίτρεπτος, τὸν ἀγῶνα τὸν µέγαν τετέλεκας.

Θεοτοκίον.

Ὑμνοῦμεν Κόρη, τὸ σὸν ἀνέκφραστον µυστήριον· τίκτεις γὰρ ἀῤῥήτως, τὸν πάντων Δημιουργόν, καὶ ἁγνή Παρθένος ἔμεινας, μετά τὴν κύησιν, ὥσπερ ἦς πρὸ τόκου Θεόνυμφε.

ᾨδή η΄. Χεῖρας ἐκπετάσας.

Γέγονε χαρᾶς πνευματικῆς, αἰτία ἅπασι, πιστοῖς καὶ πρόξενος, ἡ ἀθλησίς σου µακάριε, τοῖς ἀπίστοις δὲ κατάπληξις, τοῖς μή εἰδόσιν ἐκβοᾶν, Κυρίῳ Κύριλλε· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἔστης πρό βηµάτων ἀσεβῶν, Χριστοῦ τὸ ὄνομα, ψυχῆς στεῤῥότητι, ἀνακηρύττων καὶ ἅπασαν, διελέγχων τὴν δυσσέβειαν· ζήλῳ γὰρ θείῳ πυρωθείς, ἐβόας Κύριλλε· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ῥώμῃ θεϊκῇ δυναμωθείς, Κύριλλε ἔνδοξε, ὡς ἐνθεώτατος, πυρός παµφάγου µακάριε, τὴν ὁρμήν οὐκ ἐδειλίασας, ἀλλ᾿ ἀπτοήτως ἐν αὐτῷ, εἰσελθών ἔψαλλες· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον.

Ἄφραστος ὁ τόκος σου Ἁγνή, καὶ ἀκατάληπτος, καὶ ἀνερμήνευτος· τὸν γὰρ Θεόν σαρκί τέτοκας, διασώζοντα τὸν ἄνθρωπον, καὶ ἐκλυτρούμενον φθορᾶς, τοὺς πίστει κράζοντας· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

ᾨδή θ΄. Λίθος ἀχειρότμητος.

Στέφος µαρτυρίου ἐδέξω, παρὰ Χριστοῦ τοῦ Ἀθλοθέτου, τὸν καλὸν ἀγῶνα ἀνύσας, Ὁσιομάρτυς παµμάκαρ Κύριλλε, καὶ τῆς ἀλήκτου γέγονας, µακαριότητος συµμέτοχος.

Ἴθυνας τὸν βίον σου µάκαρ, ταῖς προσταγαῖς ταῖς τοῦ Σωτῆρος, ἀρετῶν φωτί διαλάµψας, καὶ µαρτυρίου Κύριλλε σκάµμασι· διό σε μακαρίζοµεν, Ὁσιομάρτυς ἀξιάγαστε.

Μνήμην σου τὴν θείαν γεραίρει, Θεσσαλονίκη ἡ πατρίς σου, ἀγαλλιωμένη ἐνθέως, τῇ σῇ ἀθλήσει παμμάκαρ Κύριλλε, καὶ Ἄθως ἐπαγάλλεται, τῇ σῇ ἀσκήσει σεμνυνόμενος.

Ὅρμημα πυρὸς τοῦ παµφάγου, οὐδόλως ἔδεισας θεόφρον· ὅθεν τῷ φωτὶ τῆς Τριάδος, περιχορεύεις ἐν δόξῃ Κύριλλε· διὸ κἀμοῦ διάλυσον τὴν τῶν παθῶν ὁμίχλην δέοµαι.

Θεοτοκίον.

Ὕψωσας ἡμῶν τὴν οὐσίαν, ἐκ τῆς φθορᾶς πρὸς ἀφθαρσίαν, τέξασα τὸν Ὕψιστον Λόγον, ἀνερμηνεύτως Κόρη Πανύμνητε· διὸ κἀμέ ἀνύψωσον, πρὸς ἀναβάσεις βίου κρείττονος,

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ἀθλητικῶς ἠγώνισαι, Ὁσιομάρτυς Κύριλλε, καὶ τὴν παµβέβηλον πλάνην, κατέφλεξας τοῖς σοῖς ἄθλοις, καὶ ὡς θυσία ἄμωμος, καὶ θεῖον ὁλοκαύτωμα, διὰ πυρὸς προσήνεξαι, τῷ Βασιλεῖ τῶν αἰώνων, παρ᾽ οὗ λαμπρῶς ἐδοξάσθης.

Θεοτοκίον.

Ἀνερμηνεύτως τέτοκας, Θεὸν τὸν προαιώνιον ἐν τῇ μορφῇ τῇ βροτείᾳ͵ Παρθενομῆτορ Μαρία· διό σε µακαρίζοµεν ὡς σωτηρίας πρόξενον, οἱ τῷ σῷ τόκῳ Δέσποινα, ἀπαλλαγέντες τῆς πάλαι, τῶν Πρωτοπλάστων κατάρας.

Εἰς τοὺς Αἴνους. Ἦχος δ΄. Ἔδωκας σηµείωσιν.

Βίον ἐνθεώτατον, ἀπὸ νεότητος Ἅγιε, ἐν τῷ Ἄθῳ διήνυσας, σαὐτόν ἀρνησάμενος, οὐρανίῳ πόθῳ, καὶ Μαρτύρων ὤφθης, τῇ σῇ ἀθλήσει ζηλωτής, τούτων τὸν ζῆλον ἐκμιμησάμενος, Ὁσιοµάρτυς ἔνδοξε, καὶ τὴν ἀπάτην κατῄσχυνας· διὰ τοῦτό σε Κύριλλε, οἱ πιστοί µακαρίζοµεν.

 

Ἔστης ἀκατάπληκτος, ἐν οὐρανίῳ φρονήματι, τοῖς ἀπίστοις ὦ Κύριλλε, καὶ πίστιν τὴν ἄμωμον, στόµατι ἁγίῳ, ἐκήρυξας μάκαρ, καὶ τὴν θεότητα Χριστοῦ, τὴν προαιώνιον ὡμολόγησας· διὸ εἱρκτῆς τὴν κάθειρξιν, καὶ βιαιότατον θάνατον, ἐν πυρί καθυπέμεινας, καὶ ζωῆς θείας ἔτυχες.

 

Θῦμα εὐωδέστατον, καὶ ἱερεῖον ὡς ἄμωμον, προσηνέχθης τῷ Κτίστῃ σου, ῥιφθείς µάκαρ Κύριλλε, φλογί βορβορωτάτῃ· ὅθεν τῆς ψυχῆς σου, τὴν καρτερίαν τὴν πολλήν, τῶν Ὀρθοδόξων χοροί ἠγάσθησαν, καὶ δαίµονες ᾐσχύνθησαν καὶ δυσσεβούντων ἡ ἔπαρσις, τεταπείνωται Ἅγιε, καὶ Χριστὸς μεγαλύνεται.

 

Χαίρει τῇ ἀθλήσει σου, καὶ ἑορτάζει τὴν μνήμην σου, τὴν ἐτήσιον Ἅγιε, ᾠδαῖς τε καὶ ᾄσμασιν, ἡ Θεσσαλονίκη, Κύριλλε θεόφρον, ἧς θεῖος πέφηνας βλαστός, καὶ Ἄθως µέλπει τὰς ἀριστείας σου, Μονὴ Χιλανδαρίου δέ, πανευφροσύνως γεραίρει σε· ἐξ αὐτῆς γὰρ ἀνέτειλας, ὡς ἀστὴρ φαεινότατος.

 

Δόξα· Ἦχος πλ. α΄

Τῆς εὐσεβείας τῷ φωτί, τὴν σὴν ζωήν κατευθύνων, ἀσκητικῶς µὲν πρώην, εἶτα δι᾿ ἀθλήσεως, Χριστῷ εὐηρέστησας· τῶν γὰρ γηΐνων τὴν σχέσιν ὑπεριδών, οὐκ ἐφείσω σαρκός φθειροµένης, ἀλλ᾽ ἀνδρείως ἤνεγκας, τὸν ἐν πυρὶ ἐπώδυνον θάνατον, καὶ πρὸς ἀθάνατον ἔδραμες ζωήν, µαρτυρικῶς κλεϊζόμενος. Ἀλλ᾿ ὦ Ὁσιομάρτυς Κύριλλε, τῇ Ὑπερθέῳ Τριάδι πρέσβευε, ὑπὲρ τῶν πόθῳ τελούντων, τὴν ἀεισέβαστον μνήµην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῬαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία µεγάλη καὶ ἀπόλυσις.

 

Μεγαλυνάριον.

Τῆς Θεσσαλονίκης θεῖος βλαστός, καὶ τοῦ Ἄθω ἄστρον, ἀναδέδειξαι φαεινόν, Κύριλλε θεόφρον, ὑπὲρ Χριστοῦ ἀθλήσας· διὸ Ὁσιομάρτυς σε µακαρίζοµεν.

ΠΑΡΑΚΛΗΣΙΣ

                                        

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Διὰ πυρὸς τὸν σὸν ἀγῶνα τελέσας, πρὸς τὸ ἀνέσπερον ἀνέδραµες φέγγος, Ὁσιομάρτυς Κύριλλε μακάριε· ὅθεν τῶν παθῶν ἡμῶν τὴν δεινήν σβέσον φλόγα, ἐπομβρίαις Ἅγιε, τῶν θερμῶν πρεσβειῶν σου, καὶ τῷ φωτὶ τῆς σῆς ἐπισκοπῆς, τῶν πειρασμῶν ἡμῶν, λῦσον τὴν ζόφωσιν.

Δόξα. Τό αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομεν ποτέ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμή γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Ὁ Κανών τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Κύριλλε σκέπε ἡμῶν ὑψόθεν. Γερασίμου.

Ὠδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.

Κυρίλλου πρεσβείαις Παμβασιλεῦ, τοῦ θεράποντός σου, δίδου πᾶσιν ὡς ἀγαθός, εἰρήνην καὶ ἔλεος καὶ χάριν, καὶ τῶν πταισµάτων τελείαν συγχώρησιν.

Ὑφέρπων ἐπέρχεται δολερῶς, καθ᾽ἡμῶν ὁ δράκων, ἀλλά τούτου τὴν χαλεπήν, μανίαν καὶ ἅπασαν κακίαν, Ὁσιομάρτυς κατάβαλε Κύριλλε.

Ριζόθεν ἀνάσπασον Ἀθλητά, ἐξ ἡμῶν λιταῖς σου, πᾶσαν πλάνην τοῦ πονηροῦ, καὶ φόβον ἐμφύτευσον τὸν θεῖον, ἐν ταῖς ψυχαῖς τῶν τιµώντων σε Κύριλλε.

Θεοτοκίον.

Ἰσχύν µοι παράσχου Μῆτερ Θεοῦ, πατεῖν καὶ ἐκλύειν, τοῦ Βελίαρ τὰς µηχανάς, δι᾿ ὧν ἐπισπείρει µοι τὰ χείρω, καὶ ἀρετῶν τῷ φωτί µε καταύγασον.

 

ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.

Λαμπρυνόµενος φέγγει, τῆς τοῦ Χριστοῦ πίστεως, ἔλυσας ἀπάτης τὸν ζόφον, Ἅγιε Κύριλλε· διὸ διάλυσον, παθῶν ἡμῶν τὴν ὁμίχλην, φωτοβόλοις λάμψεσι, τῆς προστασίας σου.

Λύσιν αἴτει πταισμάτων, καὶ πειρασμῶν λύτρωσιν, καὶ ἀσθενειῶν πολυτρόπων, ταχεῖαν ἴασιν, Ἅγιε Κύριλλε, τοῖς εὐλαβῶς προσιοῦσι, τῇ θερμῇ πρεσβείᾳ σου, καὶ σὲ γεραίρουσι.

Ἐν πυρὶ σοῦ τὸ σῶμα, διὰ Χριστόν δέδωκας· ὅθεν τῷ πυρὶ τῆς ἀγάπης, τούτου κατάφλεξον, Ἅγιε Κύριλλε, τὴν τῶν παθῶν ἡμῶν ὕλην, ἀπαθείας ἔλλαμψιν, ἡμῖν αἰτούμενος.

Θεοτοκίον.

Σαρκωθείς ἀποῤῥήτως, ὁ τοῦ παντός αἴτιος, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, τὸν ἀπολλύμενον, κόσµον διέσωσε, Θεοχαρίτωτε Κόρη, ᾧ ἡμᾶς οἰκείωσαι, ταῖς ἱκεσίαις σου.

Διάσωσον, Ὁσιομάρτυς πρεσβείαις σου πάσης βλάβης, τοὺς αἰτοῦντας τὴν προστασίαν σου Κύριλλε, καὶ τῶν πταισµάτων τὴν ἄφεσιν ἡμῖν αἴτει.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερµή.

Ἀθλήσας στεῤῥῶς, Ὁσιομάρτυς Κύριλλε, πολλήν πρὸς Χριστόν τὴν παῤῥησίαν ἔσχηκας, ᾧ πρέσβευε δεόµεθα, λυτρωθῆναι ἡμᾶς πάσης θλίψεως, καὶ ἀθυμίας τηκούσης τὸν νοῦν καὶ θᾶττον τυχεῖν χαρᾶς τῆς κρείττονος.

 

 

 

ᾨδή δ΄. Εἰσακήκοα Κύριε.

Κατά πάσης ἐνίσχυσον, ἡμᾶς ἐπινοίας τοῦ πολεμήτορος, ἐν εἰρήνῃ τὴν ζωήν ἡμῶν, διεξάγων Κύριλλε µακάριε.

Εὐφροσὺνης τῆς κρείττονος, τοὺς ἐν λύπαις στένοντας καὶ ἐν θλίψεσι, Μάρτυς Κύριλλε ἀξίωσον, ταῖς πρὸς τὸν Σωτῆρα ἱκεσίαις σου.

Πλήρης ὢν θείας χάριτος, ὡς Ὁσιομάρτυς Χριστοῦ περίδοξος, ἀδοξίας τῆς τοῦ χείρονος, ῥῦσαι ταῖς λιταῖς σου ἡμᾶς Κύριλλε.

Θεοτοκίον.

Ἐντολαῖς καὶ προστάγµασι, τὴν ζωήν µου ἴθυνον Ἀειπάρθενε, τοῦ τεχθέντος ἐξ αἱμάτων σου, καὶ τὴν ἁμαρτίαν ἀφανίσαντος.

 

ᾨδή ε΄. Φώτισον ἡμᾶς.

ᾜσχυνας ἐχθροῦ, τὰς βουλάς ἀθλήσας ἄριστα, διὸ πάσης µε αἰσχύνης τῶν παθῶν, µάκαρ Κύριλλε ἀπάλλαξον πρεσβείαις σου.

Μάρτυς ἀληθής, τοῦ Χριστοῦ ἐγένου Κύριλλε, ἀναλώσας σου τὸ σῶμα τῷ πυρί· διὸ φλέξον τοῦ ἐχθροῦ τὰ πικρά σκάνδαλα.

Ἄναψον ἡμῖν, τῆς ἀγάπης Χριστοῦ Κύριλλε, πῦρ τὸ θεῖον τὸ δροσίζον τὰς ψυχάς, ὡς ἂν βίον βιωσώμεθα θεάρεστον.

Θεοτοκίον.

Σώµατος Ἁγνή, καὶ ψυχῆς µου τὴν ἀσθένειαν, οἷα Μήτηρ τοῦ Θεοῦ ἡμῶν Ἁγνή, τῇ σῇ παῦσον ἀγαθότητι καὶ σῶσόν µε.

 

ᾨδή στ΄. Τήν δέησιν.

Ὑπάρχων, πλήρης ἐλλάμψεως θείας, σκοτοµήνης χαλεπῆς ἀθυμίας, καὶ παντός ζόφου κακίας τοῦ πλάνου, Ὁσιομάρτυς ἀπάλλαξον Κύριλλε, τοὺς προσιόντας εὐλαβῶς, φωτοφόροις πρεσβείαις σου Ἅγιε.

Ψυχῶν µέν, πᾶσαν θεράπευσον βλάβην, τῶν σωµάτων δὲ ἰάτρευσον πόνους, ὡς πρὸς Χριστόν παῤῥησίαν µεγίστην, Ὁσιοµάρτυς εὑράμενος Κύριλλε, καὶ πᾶσιν αἴτησαι ἡμῖν, εἰρηναίαν κατάστασιν ἔνδοξε.

Ὁ θεῖος, Θεσσαλονίκης δᾳδοῦχος, καὶ τοῦ Ἄθῳ τὸ ἀμάραντον ἄνθος, τῆς ἐν σοί θείας ὀσμῆς ἡμῶν πλῆσον, τὰς διανοίας μακάριε Κύριλλε, ὡς ἂν ῥυώµεθα ἀεί, τῆς παθῶν δυσωδίας καὶ θλίψεως.

Θεοτοκίον.

Θεόνυμφε, Θεοτόκε Παρθένε, ἡ Θεὸν ἀνερμηνεύτως τεκοῦσα, καὶ τῆς ἀρᾶς ῥυσαµένη τὸν κόσµον, τῆς τῶν παθῶν δυναστείας µε λύτρωσον, καὶ δίδου µοι καθαρτικόν, κατανύξεως δάκρυον δέοµαι.

Διάσωσον, Ὁσιομάρτυς πρεσβείαις σου πάσης βλάβης, τοὺς αἰτοῦντας τὴν προστασίαν σου Κύριλλε, καὶ τῶν πταισµάτων τὴν ἄφεσιν ἡμῖν αἴτει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς ἐν πυρὶ τὸν ἀγῶνα διήνυσας, οὕτω πυρὸς χαλεπῶν περιστάσεων, τοὺς ἄνθρακας σβέσον δεόµεθα, ταῖς ἐπομβρίαις τῶν σῶν ἀντιλήψεων, κουφίζων ἡμᾶς Μάρτυς Κύριλλε.

 

Προκείµενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στίχ.· Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπί βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός µου. Ἀποβήσεται δὲ ὑμῖν εἰς µαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προµελετᾷν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόµα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπό γονέων, καὶ ἀδελφῶν, καὶ συγγενῶν, καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν· καὶ ἔσεσθε μισούμενοι ὑπό πάντων διὰ τὸ ὄνομά µου· καὶ θρίξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχάς ὑμῶν.

Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στίχ. Ἐλέησὸν µε ὁ Θεός κατά τὸ µέγα ἔλεός σου...

Πῦρ τὸ ἐπουράνιον, ὅπερ βαλεῖν ἐν τῷ κόσµῳ, ὁ Χριστός ἐλήλυθε, τῇ ψυχῇ δεξάµενος μάκαρ Κύριλλε, οὐδαμῶς ἔδεισας, τοῦ πυρός τὴν φλόγα· διὰ τοῦτό σου δεόµεθα. Φλογός τῶν θλίψεων, καὶ ὀδυνηρῶν περιστάσεων, ἀπάλλαξον πρεσβείαις σου, τοὺς εἰλικρινῶς σε γεραίροντας, καὶ θέρµης ἁγίας, ζωῆς τῆς ἐναρέτου γεωργεῖν, τὰς ἐπιδόσεις ἀξίωσον, ἡμᾶς ὡς καλλίνικος.

 

ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Εὐθαρσῶς τοῦ Σωτῆρος, τὸ σωτήριον ὄνομα ὠμολόγησας· διὸ ὁμολογεῖν µε, τὴν κλῆσιν τὴν ἁγίαν, δίδου δύναμιν Ἅγιε, καὶ εὐθαρσῶς τοῦ ἐχθροῦ, τὰς ἐπινοίας λύειν.

Νέον ἄστρον ἐφάνης, τῇ Χριστοῦ Ἐκκλησίᾳ παμµάκαρ Κύριλλε· διὸ παλαιοθέντα, πολλαῖς µε ἁμαρτίαις, καινοποίησον δέομαι, δι᾿ ἐναρέτου ζωῆς, τῇ σῇ ἐπιστασίᾳ.

Γνούς ἐχθροῦ τὴν ἀπάτην, ὑπεισῆλθες προθύμως Μαρτύρων στάδιον· διὸ σταδιοδρόµον, καλόν ἀνάδειξόν µε, πολιτείας τῆς κρείττονος, Ὁσιομάρτυς Χριστοῦ, ἐν πάσῃ προθυμίᾳ.

Θεοτοκίον.

Ἐξ ἐφόδου µε ρῦσαι, τοῦ πικρῶς πολεμοῦντός µε Κόρη ὄφεως, καὶ δίδου τῇ ψυχῇ µου, µετάνοιαν γνησίαν, καὶ ζωῆς καθαρότητα, ἵνα Χριστῷ τῷ Θεῷ, θεοπρεπῶς δουλεύῳ.

ᾨδή η΄. Τόν Βασιλέα.

Ρώμῃ τῇ θείᾳ͵ Ὁσιομάρτυς Κυρίου, ἐνδυνάμωσον ἡμῶν τὰς διανοίας͵, ἵνα τοῦ Βελίαρ, πατῶμεν τὰς ἐνέδρας.

Ἀπό παντοίων, ἐπιφορῶν ὀλεθρίων, ἐλευθέρωσον ἡμᾶς Ὁσιομάρτυς, Κύριλλε τοὺς πόθῳ, αἰτοῦντάς σου τὴν χάριν.

Σκέδασον πᾶσαν ἐπιβουλήν καὶ µανίαν, Μάρτυς Κύριλλε ἐχθροῦ τοῦ παλαμναίου, τοῦ ἀεί ζητοῦντος, ἡμᾶς τοῦ ἀπολέσαι.

Θεοτοκίον.

Ἰλύος πάσης, τὴν ρυπωθεῖσαν ψυχήν µου, ἀποκάθαρον παθῶν τῆς ἁμαρτίας, ρείθροις σοῦ ἐλέους, Παρθένε Θεοτόκε.

 

ᾨδή θ΄. Κυρίως Θεοτόκον.

Μαρτύρων εὐκληρίας, κατηξιωµένος, Ὁσιομάρτυς µακάριε Κύριλλε, πάσης ἡμᾶς δυσπραγίας ἐν βίῳ λύτρωσαι.

Ὁλόφωτος τῇ αἴγλη, πέλων τῇ Τριφώτῳ, ἐκ σκοτασμοῦ παθηµάτων ἀπάλλαξον τοὺς εὐλαβῶς προσιόντας σοι θεῖε Κύριλλε.

Ὑψώσας σου τὰς χεῖρας, πρὸς τὸν πάντων Κτίστην, ἡμῖν διδόναι ἱκέτευε Κύριλλε, παθῶν τὴν λύσιν ἀπαύστως καὶ θεῖον ἔλεος.

Θεοτοκίον.

Ὑμνοῦμέν σου τὸ µέγα, μυστήριον Κόρη· ὅτι Θεόν ἀποῤῥήτως κυήσασα, πρὸς τὴν ζωήν τὴν ἀγήρω ἡμᾶς ἀνύψωσας.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίρων ὑπεισῆλθες γνώµῃ στεῤῥᾷ, Μαρτύρων τοὺς ἄθλους, καὶ κατήσχυνας τὸν ἐχθρόν τὸν Χριστόν κηρύξας, Κύριλλε ἀπτοήτως, καὶ τοῦ πυρός ἐνέγκας, τὴν καῦσιν Ἅγιε.

Τοῦ Σωτῆρος ἦρας ἀπὸ παιδός, τὸν ζυγόν προθύμως, καὶ ἐν Ἄθωνι µοναστής, θεῖος χρηματίσας, ἐνήθλησας νοµίµως, ἐν τῇ Θεσσαλονίκῃ, Ἅγιε Κύριλλε.

Ἔστης ἀπτοήτως πρό δυσσεβῶν, τοῦ Χριστοῦ τὴν κλῆσιν, διατόρως ὁμολογῶν, καὶ ὡς θεῖον θῦμα, Κυρίῳ προσηνέχθης, ἐν τῷ πυρί τακείς σου, τὸ σῶμα Κύριλλε.

Ἡ Θεσσαλονίκη χαίρει ἐν σοί, ἔχουσα βλαστόν σε, Μάρτυς Κύριλλε ἱερόν, καὶ τὴν ἄθλησίν σου, ἰδοῦσα τῆς ψυχῆς σου, ἐθαύµασε τὸν τόκον͵ Χριστόν δοξάζουσα.

Τούς τὰ λείψανά σου τὰ ἱερά, ἄρτι εὑρεθέντα, προσκυνοῦντας πανευλαβῶς, ρῦσαι πάσης βλάβης, καὶ νόσου καὶ ἀνάγκης, Ὁσιομάρτυς Κύριλλε τῇ πρεσβείᾳ σου.

Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, πρέσβευε ἀπαύστως, πάσης ρύεσθαι συμφορᾶς, τοὺς ἐπιτελοῦντας, τὴν μνήμην σου τὴν θείαν, Ὁσιομάρτυς Κύριλλε, καὶ τιμῶντάς σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δόξης ἀπολαύων θεϊκῆς, ὡς Ὁσιομάρτυς Κυρίου, ἔνδοξε Κύριλλε, ἐκτενῶς ἱκέτευε, πάσης κακώσεως, ἐκλυτροῦσθαι καὶ θλίψεως, τοὺς τῇ σῇ πρεσβείᾳ, πίστει καταφεύγοντας, καὶ σὲ γεραίροντας, δίδου δὲ εἰρήνην ἐν βίῳ, καὶ ἀπαλλαγήν παντός πόνου, καὶ χαράν τὴν κρείττονα δεόµεθα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

                                             

Δι’ εὐχῶν.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου