Κυριακή 1 Οκτωβρίου 2023

ΑΥΓΟΥΣΤΟΣ 5. ΟΣΙΟΣ ΕΥΓΕΝΙΟΣ ΑΙΤΩΛΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΑΥΓΟΥΣΤΟΣ Ε΄.

ΕΥΓΕΝΙΟΣ ΟΣΙΟΣ ΑΙΤΩΛΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν εὐσεβῶν ποδηγέτης καὶ στῦλος ἄσειστος, ἐν δυσχερέσι χρόνοις, ἐπινεύσει τῇ θείᾳ, ὡς ἔμπλεως σοφίας τῆς ἀληθοῦς, ἀνεδείχθης Εὐγένιε, καθοδηγῶν ἐπὶ τρίβους τὰς ἀπλανεῖς, ἐντολῶν τοῦ Παντοκράτορος.

 

Ἀνατεθεὶς τῷ Κυρίῳ ἀπὸ νεότητος, Εὐγένιε θεόφρον, ὁσιότητι βίου, καὶ λόγῳ καὶ σοφίᾳ πνευματικῇ, ἐνδιέπρεψας Ὅσιε· ὅθεν ἀξίως ἐδέξω παρὰ Χριστοῦ, τῶν καμάτων σου τὰ ἔπαθλα.

 

Δικαιοσύνης τοῖς ἔργοις καλλωπιζόμενος, τῶν ταλαιπωρουμένων, ἀρωγὸς ἀνεδείχθης, ὡς ἔμπλεως ἀγάπης τῆς πρὸς Θεόν, καὶ τὸν πέλας Εὐγένιε· τοῦ γὰρ Σωτῆρος τὴν χάριν πεπλουτηκώς, πᾶσι νέμεις τὰ σωτήρια.

 

Τὸ εὐγενὲς τῆς ψυχῆς σου δεικνύων Ὅσιε, ἀφθόνως διανέμεις, τῆς σοφίας τὸν πλοῦτον, καὶ νόμοις ἐκπαιδεύεις τοῖς θεϊκοῖς, ὡς διδάσκαλος ἔνθεος, τοὺς προσιόντας σοι πίστει εἰλικρινεῖ, ἀξιάγαστε Εὐγένιε.

 

Δόξα. Ἦχος α΄

Ὑπελθὼν τὸν ζυγὸν τοῦ Κυρίου, τῆς θεϊκῆς ἐπιπνοίας ἐπλήσθης, ὡς καθάρας τὸν νοῦν παμμάκαρ Εὐγένιε· καὶ τοῦ Εὐαγγελίου ἐργάτης δόκιμος φανείς, τὰς κεχερσωμένας ψυχὰς ἐγεώργησας, τῷ λόγῳ τῆς χάριτος· καὶ νῦν τῆς ἄνω ζωῆς ἐπαξίως μετέχων, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὸ ἄσχετον τῆς σῆς φωτοχυσίας, καὶ ἀπρόσιτον τῆς Θεότητος, θεασάμενοι τῶν Ἀποστόλων οἱ πρόκριτοι, ἐπὶ τοῦ ὄρους τῆς Μεταμορφώσεως, ἄναρχε Χριστέ, τὴν θείαν ἠλλοιώθησαν ἔκστασιν, καὶ νεφέλῃ περιλαμφθέντες φωτεινῇ, φωνῆς ἤκουον Πατρικῆς, βεβαιούσης τὸ μυστήριον τῆς σῆς ἐνανθρωπήσεως, ὅτι εἷς ὑπάρχεις καὶ μετὰ σάρκωσιν, Υἱὸς μονογενὴς καὶ Σωτὴρ τοῦ κόσμου.

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Βλάστημα ἱερόν, τῆς Αἰτωλίας ὤφθης, Εὐγένιε θεόφρον, καὶ βίου ἐναρέτου, μυσταγωγὸς θεόσοφος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ· τοῖς ἁγίοις τοῖς ἐν τοῖς γῆς Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Πνεύματι λαμπρυνθείς, Εὐγένιε τῷ θείῳ, παιδαγωγὸς τῶν νέων, πρὸς γνῶσιν θειοτέραν, τῷ λόγῳ ἐχρημάτισας.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Βίῳ θεοπρεπεῖ, καὶ διδαχαῖς ἁγίαις, Εὐγένιε στηρίζεις, ἐν χρόνοις τοῖς δουλείας, τῶν εὐσεβῶν τὸ φρόνημα.

 

Δόξα. Τριαδικόν.

Σύμμορφε παντουργέ, ὁμότιμε Θεότης, λιταῖς τοῦ Εὐγενίου, οἰκτείρησον τὸν κόσμον, Τριὰς ἀπειροδύναμε.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

Φύσιν τὴν ἐξ Ἀδάμ, Χριστὸς ἀμεῖψαι θέλων, ἐν ὄρει νῦν ἀπαίρει, Θαβὼρ παραγυμνώσων, τοῖς μύσταις τὴν Θεότητα.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Τοῦ Μάρτυρος. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Διδάσκαλος ἔνθεος καὶ ὁδηγὸς τῶν πιστῶν, ἐδείχθης ἐν Πνεύματι, οἷα θεράπων Χριστοῦ, Εὐγένιε Ὅσιε· λόγῳ γὰρ διαπρέπων καὶ λαμπρότητι βίου, ὤφθης τῆς εὐσεβείας πρακτικὸς ὑποφήτης· διὸ ἡ Ἐκκλησία Χριστοῦ μακαρίζει σε.

Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον Προεόρτιον. Ἦχος δ'

Χριστοῦ τὴν Μεταμόρφωσιν προϋπαντήσωμεν, φαιδρῶς πανηγυρίζοντες τὰ προεόρτια, πιστοὶ καὶ βοήσωμεν· Ἤγγικεν ἡ ἡμέρα τῆς ἐνθέου εὐφροσύνης, ἄνεισιν εἰς τὸ ὄρος, τὸ Θαβὼρ ὁ Δεσπότης, τῆς Θεότητος αὐτοῦ ἀπαστράψαι τὴν ὡραιότητα.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια προεόρτια γ'. Ἦχος δ' Ἔδωκας σημείωσιν

Δεῦτε συνανέλθωμεν, τῷ Ἰησοῦ ἀναβαίνοντι, εἰς τὸ ὄρος τὸ ἅγιον, κἀκεῖ ἀκουσώμεθα, φωνῆς Θεοῦ ζῶντος, Πατρὸς προανάρχου, διὰ νεφέλης φωτεινῆς, προσμαρτυρούσης ἐν θείῳ Πνεύματι, αὐτοῦ τὴν γνησιότητα, τῆς ἀϊδίου Υἱότητος, καὶ τὸν νοῦν φωτιζόμενοι, ἐν φωτὶ φῶς ὀψώμεθα.

Δεῦτε προχορεύσωμεν, καὶ ἑαυτοὺς ἐκκαθάρωμεν, καὶ πιστῶς ἑτοιμάσωμεν, πρὸς θείαν ἀνάβασιν, τῆς ὑψηλοτάτης, Θεοῦ πολιτείας, ὅπως ἐπόπται τῆς αὐτοῦ, μεγαλειότητος ἐποφθείημεν, καὶ δόξης ἐπιτύχοιμεν, ἣν κατιδεῖν ἠξιώθησαν, Ἀποστόλων οἱ πρόκριτοι, μυστικῶς ἐν τῷ ὄρει Θαβώρ.

Δεῦτε νῦν τὴν κρείττονα, ἀλλοιωθέντες ἀλλοίωσιν, ἐαυτοὺς εἰς τὴν αὔριον, καλῶς εὐτρεπίσωμεν, ἐν ὄρει προσβῆναι, Θεοῦ τῷ ἁγίῳ, τὴν ἀναλλοίωτον Χριστοῦ, δόξαν ἀστράπτουσαν κατοπτεύσοντες, λαμπρῶς ὑπὲρ τὸν ἥλιον, καὶ τὸ τρισσὸν αὐγαζόμενοι, φῶς ἐν τούτῳ δοξάσωμεν, τὴν αὐτοῦ συγκατάβασιν.

Ἕτερα, τοῦ Ὁσίου. Ἦχος ὁ αὐτός. Ὡς γενναῖον ἐν Μάρτυσι.

Ὡς διδάσκαλον ἔνθεον, καὶ σοφὸν θεοῤῥήμονα, Ὅσιε Εὐγένιε εὐφημοῦμέν σε· σὺ γὰρ σοφίας ταῖς χάρισι, κοσμήσας τὸν βίον σου ἱερὸς ὑφηγητής, πολιτείας τῆς κρείττονος ἐχρημάτισας, καὶ ἠθῶν εὐσεβείας φυτοκόμος, τῶν πιστῶν τὰς διανοίας, καταπυρσεύων τοῖς λόγοις σου.

 

Λόγῳ θείῳ κοσμούμενος, καὶ φωτὶ λαμπρυνόμενος, ἐναρέτων πράξεων Πάτερ Ὅσιε, τῶν τεθλιμμένων παράκλησις, πασχόντων ἀνάψυξις καὶ ἀγάπης θησαυρός, κατὰ Παῦλον γενόμενος ἐπεστήριξας, κλονουμένων ψυχὰς τῷ θεμελίῳ, διδαχαῖς σου θεοσόφοις, τῆς εὐσεβείας Εὐγένιε.

 

Ὥσπερ ἄστρον πολύφωτον, νοητῶς ἀνατέταλκας, ἐκ τῆς Αἰτωλίας Πάτερ Εὐγένιε, Αἰτωλικὸν καὶ τὴν Ἄρταν δέ, καὶ πᾶσαν περίοικον τῶν Ἀγράφων δᾳδουχεῖς, ταῖς ἀκτῖσι τῶν λόγων σου· ἐξαιρέτως δέ, ἐν τῇ πόλει τῇ τοῦ Καρπενησίου, ἐφαπλοῖς ποικιλοτρόπως, τῶν ἀγαθῶν σου τὰς χάριτας.

 

Δόξα. Ἦχος πλ. β΄.

Ἀσκητικὴν ἑλόμενος ζωήν, τῆς ἀληθοῦς σοφίας ὄργανον ὤφθης, τῇ ἐργασίᾳ τοῦ κρείττονος Εὐγένιε Πάτερ· τῶν γὰρ θείων ἐντολῶν γεωργήσας τὸν σπόρον, ταῖς ἀντιμισθίαις τῶν πόνων, τῶν πιστῶν τὰς ψυχὰς διατρέφεις· καὶ ἐν ὁσιότητι Θεῷ ἱερατεύων, πολυμερῶς καὶ πολυτρόπως, τοὺς ἐγγὺς καὶ τοὺς μακρὰν εὐεργετεῖς, ὡς καλὸς οἰκονόμος τῆς χάριτος· τὸ γὰρ δοθέν σοι τάλαντον φρονίμως ηὔξησας, τοῖς ἐν ἀπορίᾳ οὖσι μεταδοὺς ἐκ τῶν δωρεῶν σου, καὶ τῆς χαρᾶς τοῦ Κυρίου ἀξίως ἔτυχες. Αὐτῆς καὶ ἡμεῖς μετασχοίημεν, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, οἱ τιμῶντες τὴν μνήμην σου.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. β'

Προτυπῶν τὴν Ἀνάστασιν τὴν σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς σου μαθητάς, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτήρ μεταμορφουμένου, τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο. Οἱ Μαθηταί σου Λόγε, ἔῤῥιψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς, μὴ φέροντες ὁρᾶν, τὴν ἀθέατον μορφήν, Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ, οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς, τῆς δόξης τὸν Κύριον.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Εὐφραίνεται ἐνθέως ἡ ἐνεγκαμένη σε Αἰτωλία, καυχωμένη τῇ δόξῃ σου Εὐγένιε Ὅσιε· ὡς γὰρ δένδρον κατάκαρπον ἐξ αὐτῆς ἐβλάστησας, καὶ τοῖς καρποῖς τῶν λόγων σου πάντας διατρέφεις, τοὺς τὸν Θεὸν πεινῶντας κατὰ τὴν θείαν ῥῆσιν· ἐν λιμῷ γὰρ νοητῷ τροφεὺς ἀληθὴς ἐφάνης, τῇ ἀφθονίᾳ τῆς χάριτος· καὶ κατὰ Χριστὸν παιδαγωγῶν, καὶ χειραγωγῶν πρὸς εὐσέβειαν, πάντας προτρέπεις κράζειν· Κύριε δόξα Σοι.

 

Ἦχος β΄.

Τῆς ἀληθοῦς γνώσεως ταμιεύσας τὸν πλοῦτον, τὴν τοῦ Ἁγίου Πνεύματος ὑπεδέξω δωρεάν, τῇ τοῦ βίου λαμπρότητι θεοφόρε Εὐγένιε· καὶ παιδαγωγὸς θεῖος, καὶ ἀλείπτης πρὸς τὰ κρείττονα, παρὰ Θεοῦ ὑμῖν δέδοσαι, ἐν λόγῳ ἐν ἔργῳ ἐν ἀναστροφῇ, κατὰ Παῦλον τὸν μέγαν· σὺ γὰρ αὐτῷ ἐβόας· τίς ἀσθενεῖ ἢ σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι; Πάντα γὰρ ἤνεγκας ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ; ᾯ πρέσβευε Ἅγιε, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος γ΄.

Τῶν ἀρετῶν σου ἡ λαμπρότης, καὶ τῆς σοφίας ἡ χάρις πανταχοῦ διαβεβόηται, παμμακάριστε Εὐγένιε· οὐ μόνον γὰρ ἡ Αἰτωλία, καὶ ἡ τῶν Ἀγράφων χώρα, ἀλλὰ καὶ πᾶσα ἡ Ἑλλάς, τὰ σὰ λαλεῖ προτερήματα· ἐν νυκτὶ γὰρ χαλεπῆς δουλείας, ὡς ἀστὴρ ἐωθινὸς ἀνέτειλας, τῷ σῷ λόγῳ ἀνακτώμενος, τοὺς ἐν πόνοις καὶ θλίψεσι· καὶ τοὺς εν ἀγνωσίᾳ παιδεύων, συνετῶς ψάλλειν ἐδίδαξας· Κύριε δόξα Σοι.

 

Δόξα. Ἦχος δ΄.

Ἀγγελικῇ πολιτείᾳ διαλάμπων, ὡς θυσίαν λογικὴν καὶ προσφορὰν εὐπρόσδεκτον, τῶν ἀρετῶν τοὺς πόνους Θεῷ προσήγαγες, τρισμάκαρ Εὐγένιε· δι’ ἐγκρατείας γὰρ Πάτερ τῆς ἄνω δόξης τυχών, καὶ μετοχῇ θείᾳ θεούμενος, ὑπὲρ ἡμῶν Χριστὸν ἱκέτευε, τῶν κατὰ χρέος τελούντων τὴν μνήμην σου.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Πρὸ τοῦ Σταυροῦ σου Κύριε, παραλαβὼν τοὺς Μαθητὰς εἰς ὄρος ὑψηλόν, μετεμορφώθης ἔμπροσθεν αὐτῶν, ἀκτῖσι δυνάμεως καταυγάζων αὐτούς, ἔνθεν φιλανθρωπίᾳ, ἐκεῖθεν ἐξουσίᾳ, δεῖξαι βουλόμενος τῆς Ἀναστάσεως τὴν λαμπρότητα, ἧς καὶ ἡμᾶς ὁ Θεός, ἐν εἰρήνῃ καταξίωσον, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.

 

Εἰς τὸν Στίχον, προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε, τοῦ Σωτῆρος τὸν Σταυρόν, ἦρας ἐπὶ ὤμων σου Πάτερ, καταλιπὼν τὰ ἐν γῇ, τότε ὑπερκόσμιος ὤφθης τῷ πνεύματι· καὶ ψυχῆς καθαρότητι τὸν νοῦν σου λαμπρύνας, σκεῦος καθαρώτατον Πνεύματος γέγονας, πάσῃ ἀρετῇ διαπρέπων, καὶ σοφίας ῥεῖθρα πηγάζων, τοῖς προσερχομένοις σοι Εὐγένιε.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ· τοῖς ἁγίοις τοῖς ἐν τοῖς γῆς Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίρει, Αἰτωλία ἐπὶ σοί, καὶ τὸ Καρπενήσιον Πάτερ, σκιρτᾷ τῷ πνεύματι, ὡς τρυφῆσαν Ἅγιε πλέον τῶν σῶν δωρεῶν, καὶ ἡ χώρα Ἀγράφων δὲ πᾶσα μάκαρίζει, τὰ τῆς πολιτείας σου θεῖα χαρίσματα· πάντων γὰρ διδάσκαλος ὤφθης, καὶ καθηγητὴς θεοφόρος, καὶ λαμπτὴρ ἀείφωτος Εὐγένιε.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Χαίρων, παραγέγονας σοφέ, Πνεύματι ἀγόμενος θείῳ, ἐν τῇ Μονῇ τῇ σεπτῇ, τῆς Ὁσιομάρτυρος Παρασκευῆς τοῦ Χριστοῦ, καὶ ἐκ ταύτης ἀνέδραμες τὸν δρόμον τελέσας, πρὸς τὰ ἐπουράνια θεῖα σκηνώματα, ἔνθα σὺν Ἁγίοις χορεύων, πρέσβευε Εὐγένιε Πάτερ, ὑπὲρ τῶν πιστῶς ἀνευφημούντων σε.

Δόξα. Ἦχος πλ. δ΄.

Τῆς σοφίας τῷ ἔρωτι πτερωθεὶς τὴν διάνοιαν, τῷ χαμαὶ συρομένων ἀπέστης θεοφόρε Εὐγένιε· ἔξω κόσμου καὶ σαρκὸς γὰρ βιώσας, τὴν ψυχικὴν εὐγένειαν ἀκηλίδωτον ἐτήρησας, τῶν τοῦ κόσμου κηλίδων καὶ συγχύσεων· καὶ ἐν τῇ τοῦ Θεοῦ ἑνώσει, μυηθεὶς τὰ ὑπὲρ νοῦν σωτηρίας διδάγματα, πᾶσι παρέθηκας· καὶ νῦν τὸ στέφος τῆς ζωῆς, παρὰ Χριστοῦ κομισάμενος, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς

Τὸν γνόφον τὸν νομικόν, ἡ φωτεινὴ τῆς Μεταμορφώσεως, διεδέξατο νεφέλη, ἐν ᾗ Μωϋσῆς καὶ Ἠλίας γενόμενοι, καὶ τῆς ὑπερφώτου δόξης ἀξιωθέντες, Θεῷ ἔλεγον· Σὺ ὁ εἶ Θεὸς ἡμῶν, Βασιλεὺς τῶν αἰώνων.

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Τοῦ Μάρτυρος. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Διδάσκαλος ἔνθεος καὶ ὁδηγὸς τῶν πιστῶν, ἐδείχθης ἐν Πνεύματι, οἷα θεράπων Χριστοῦ, Εὐγένιε Ὅσιε· λόγῳ γὰρ διαπρέπων καὶ λαμπρότητι βίου, ὤφθης τῆς εὐσεβείας πρακτικὸς ὑποφήτης· διὸ ἡ Ἐκκλησία Χριστοῦ μακαρίζει σε.

Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον Προεόρτιον. Ἦχος δ'

Χριστοῦ τὴν Μεταμόρφωσιν προϋπαντήσωμεν, φαιδρῶς πανηγυρίζοντες τὰ προεόρτια, πιστοὶ καὶ βοήσωμεν· Ἤγγικεν ἡ ἡμέρα τῆς ἐνθέου εὐφροσύνης, ἄνεισιν εἰς τὸ ὄρος, τὸ Θαβὼρ ὁ Δεσπότης, τῆς Θεότητος αὐτοῦ ἀπαστράψαι τὴν ὡραιότητα.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τὸν νοῦν σου δεκτικόν, ἐπιλάμψεων θείων, τελέσας ἀληθῶς, διὰ βίου ὁσίου, Κυρίῳ εὐηρέστησας, ὠφελείας δὲ πρόξενος, πολλοῖς γέγονας πᾶσι παρέχων τὰ κρείττω· ὅθεν χαίροντες, τὴν φωτοφόρον σου μνήμην, τελοῦμεν Εὐγένιε.

Δόξα. καὶ νῦν. Προεόρτιον.

Ἐν ὄρει τῷ Θαβώρ, ὁ Δεσπότης τῶν ὅλων, ἀνέρχεται σαρκί, σὺν τρισὶν Ἀποστόλοις, ἐκλάμψαι τῆς Θεότητος, ἀμυδρῶς δόξαν ἄῤῥητον· δεῦτε ἅπαντες, ἐν καθαρᾷ διανοίᾳ, προεόρτιον, τούτῳ προσάξωμεν ὕμνον, τὸν νοῦν ἐλλαμπόμενοι.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Χριστῷ ἐκ νεότητος ἀνατεθεὶς νουνεχῶς, Αὐτῷ ἠκολούθησας ἀπεριτρέπτῳ σπουδῇ, Εὐγένιε Ὅσιε· ὅθεν καὶ τῆς σοφίας, δεδεγμένος τὸ δῶρον, πάντων τὰς διανοίας τῷ σῷ λόγῳ πυρσεύεις, πρεσβεύων τῇ Τριάδι, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. καὶ νῦν. Προεόρτιον.

Τὸ φῶς τὸ ὑπέρθεον σάρκα βροτεία λαβόν, Χριστὸς ὁ φιλάνθρωπος ἐπὶ τοῦ ὄρους Θαβώρ, ἀστράψαι ἐπείγεται, φέγγος τὸ κεκρυμμένον, τῆς αὐτοῦ θείας δόξης, ἵνα τῆς ἀγνωσίας διαλύσῃ τὸν ζόφον· αὐτοῦ τὴν ὑπὲρ λόγον, χρηστότητα δοξάζομεν.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Δένδρον ὤφθης νοητόν, τῆς ἐναρέτου ἀγωγῆς, καὶ σοφίας τοὺς καρπούς, καρποδοτεῖς πάσῃ ψυχῇ, ὡς ἐκ τοῦ Δένδρου βλαστήσαας τοῦ Μεγάλου· σὺ γὰρ χορηγεῖς, γνῶσιν σωτήριον, θείαις διδαχαῖς, Πάτερ Εὐγένιε, καὶ ἀγνωσίας ἐξαίρεις τὸν καύσωνα, δρόσῳ τῆς θείας χρηστότητος· καὶ νῦν Ἀγγέλοις συνὼν δυσώπει, σώζεσθαι τοὺς τιμῶντάς σε.

Δόξα. καὶ νῦν. Προεόρτιον.

Ἐν τῷ ὄρει τῷ Θαβώρ, σὺν τοῖς τρισί σου Μαθηταῖς, ἀνελθὼν παμβασιλεῦ, τούτους ἐξέπληξας Χριστέ, τῇ ὑπὲρ λόγον ἐκλάμψει τοῦ σοῦ προσώπου· ὅθεν καὶ δυὰς τῶν Προφητῶν σου Σωτήρ, ὕμνει σὺν αὐτοῖς τὴν θείαν δόξαν σου· μεθ’ ὧν τὰ σὰ μεγαλεῖα δοξάζοντες, οἱ λατρευταί σου βοῶμέν σοι· φώτισον Λόγε ἡμῶν τὰς φρένας, φέγγει τῆς σῆς ἀγαθότητος.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ· τοῖς ἁγίοις τοῖς ἐν τοῖς γῆς Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου…

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Τῇ θεαρέστῳ βιοτῇ ἀμέμπτως Θεῷ εὐαρεστήσας, τῶν παρ’ Αὐτοῦ δωρεῶν τὰς ἀποῤῥοίας ἐδέξω· καὶ πολλοστὸς ἐν σοφίᾳ γενόμενος, πολλῶν σωτηρίας ὤφθης πρόξενος, ὡς τῆς ἀγάπης μυσταγωγός, καὶ τῶν ἐν κόσμῳ ξένος καὶ πάροικος. Ἀλλ’ ὦ Πάτερ Εὐγένιε, Χριστοῦ τὴν δόξαν ἐποπτεύων, ἀδιαλείπτως πρέσβευε, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.

 

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Σοφίᾳ σῇ σοφίζοις με, Πάτερ. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Σοφίαν παράσχου μοι, Λόγε Θεοῦ ἐνυπόστατε, καὶ λόγοις τοῖς χείλεσιν ὅπως ὑμνήσω Χριστέ, θείοις ᾄσμασιν Εὐγένιον τὸν θεῖον, τὸν πᾶσιν ἐκλάμψαντα, σοφίας χάρισιν.

Ὁ νοῦς ὁ θεόληπτος, τῶν ἀρετῶν ὁ διδάσκαλος, ὁ θεῖος Εὐγένιος, ὁ Αἰτωλίας βλαστός, ὁ ταῖς πράξεσι, καὶ διδαχαῖς παιδεύων, πιστῶν τὴν διάνοιαν, ὑμνείσθω σήμερον.

Φωτίζων ἐπέφανας, τὴν τῶν Ἀγράφων περίοικον, τῷ φέγγει τῶν λόγων σου καὶ Καρπενήσιον, καὶ τὰ ὅμορα, χωρία καὶ τὰς πόλεις· διὸ εὐγνωμόνως σε, Πάτερ γεραίρομεν.

Θεοτοκίον.

Ἰσχύν μοι χορήγησον τῇ κραταιᾷ ἀντιλήψει Σοι, Παρθένε πανάμωμε, περιγενέσθαι στεῤῥῶς, τοῦ ἀλάστορος, ῥοπῆς τῆς ὀλεθρίου· Σὺ γάρ μου βοήθεια, καὶ τεῖχος ἄῤῥηκτον.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Ἀγάπῃ τῇ θείᾳ τετρωμένος, ὑπῆλθες Κυρίου τὸν ζυγόν, καὶ μοναστὴς θεόληπτος, ἐδείχθης Πάτερ Ὅσιε, τὰ θεῖα παιδευόμενος, τῇ εὐθυτάτῃ καρδίᾳ σου.

Συνόμιλος ὤφθης θείᾳ νεύσει, δυάδος ὁσίων μοναστῶν, ἐν τοῖς Ἀγράφοις Ὅσιε, παρ’ ὧν σαφῶς μεμύησαι, τῆς ἀρετῆς Εὐγένιε, πᾶσαν ἁγίαν ἐπίδοσιν.

Ἡ γλῶσσά σου σάλπιγξ ἀνεδείχθη, κηρύττουσα πᾶσιν ἐμφανῶς, τὰ ἱερὰ διδάγματα, καὶ γνῶσιν τὴν σωτήριον, Εὐγένιε θεόπνευστε, εἰς εὐσεβῶν περιποίησιν.

Θεοτοκίον.

Σαρκὸς ὁμοιώματι ὁ Λόγος, τεχθεὶς ἐκ νηδύος Σου ἁγνή, τὴν ἀλογίαν ἔλυσε, καὶ θάνατον κατήργησε, καὶ πρὸς ζωὴν αἰώνιον, Παρθένε πάντας ἀνήγαγε.

 

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Πολιτείᾳ ἀμέμπτῳ καλλωπιζόμενος, διδαχαῖς θεοσόφοις πιστῶν τὸ φρόνημα, εἰς τὸν φόβον τοῦ Θεοῦ Πάτερ ἐστήριξας, καὶ δι’ ἀγάπης ἐνεργῶν, παραμυθῇ τοὺς ἐν δεινοῖς, Εὐγένιε θεοφόρε, καὶ τῷ Σωτῆρι πρεσβεύεις, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. καὶ νῦν. Προεόρτιον.

Ἐν Θαβὼρ ἀπαστράψας ὑπὲρ τὸν ἥλιον, τὴν ἀνθρωπίνην οὐσίαν Σῶτερ κατηύγασας, καὶ ὑπέδειξας ἡμῖν δόξαν τὴν ἄῤῥητον, ἧς τῶν Ἁγίων οἱ χοροί, ἐν τῇ μελλούσῃ ἀληθῶς μεθέξουσι βασιλείᾳ· διὸ πιστῶς προσκυνοῦμεν, τὴν Σὴν ἁγίαν Μεταμόρφωσιν.

 

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν.

Ὄρος τὸ τοῦ Ἄθωνος καταλαβών, ὄρη πρὸς οὐράνια ὕψωσας, Πάτερ τὸν νοῦν σου τῷ σοφῷ ἀρχιερεῖ, μαθητευθεὶς Εὐγένιε, θείῳ πυρσευόμενος ἔρωτι.

Φόβῳ ῥυθμιζόμενος τῷ τοῦ Θεοῦ, ἐν Ἀλεξανδρείᾳ ὡς ἔφθασας, χερσὶν ὁσίαις τοῦ Ποιμένος ἑαυτῆς, χρισθεὶς Ἁγίῳ Πνεύματι, ἱερεὺς θεόληπτος πέφηνας.

Ἰσχὺν λαβὼν οὐράνιον ἐληλυθώς, ἐν Σιναίῳ ὄρει Εὐγένιε, προσεκύνησας ἐν αὐτῷ πίστει θερμῇ, τὸ πανευῶδες λείψανον, τῆς Αἰκατερίνης τῆς Μάρτυρος.

Θεοτοκίον.

Ζώωσον τὸν νοῦν μου ταῖς ἡδοναῖς, Κόρη νεκρωθέντα καὶ νέκρωσον, τὴν ἔτι ζῶσαν ἁμαρτίαν ἐν ἐμοί, ἡ τὴν ζωὴν κυήσασα, Δέσποινα Χριστὸν τὸν Θεὸν ἡμῶν.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Ὁ νοῦς σου πεπλήρωται, ἁγιασμοῦ καὶ χάριτος, φθάσαντος εἰς τόπους τοὺς ἁγίους, ἔνθα ὁ Λόγος ὤφθη ὡς ἄνθρωπος, καὶ τὴν ἀλογίαν τῶν βροτῶν, διὰ πάθους ἔλυσε, θεοφόρε Εὐγένιε.

Ἱδρῶσιν ἀσκήσεως, παθῶν σβέσας τοὺς ἄνθρακας, πῦρ τὸ τῆς ἀγάπης τοῦ Σωτῆρος, ἐν τῇ ψυχῇ σου ἧψας Εὐγένιε, καὶ φωταγωγεῖς ταῖς ἀρεταῖς, τοὺς προσερχομένους σοι, ὡς Θεοῦ φίλος γνήσιος.

Σοφίᾳ κοσμούμενος, εἰς πόλιν βασιλεύουσαν, Πάτερ παρεγένου θείῳ πόθῳ, καὶ Ὀρθοδόξων δογμάτων πρόμαχος, ὤφθης ἐν στεῤῥότητι νοός, πόνοις δὲ καὶ θλίψεσι, προσωμίλησας Ὅσιε.

Θεοτοκίον.

Μὴ φλέξας τὴν μήτραν σου, πυρὶ τῆς θεότητος, ὁ Λόγος ἐν Σοὶ σκηνώσας Κόρη, ἐκ Σοῦ προῆλθε Θεὸς καὶ ἄνθρωπος, καὶ θεογνωσίας τῷ φωτί, πάντας κατεφώτισε, τοὺς ὑμνοῦντας τὸν τόκον Σου.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Ἔργοις φωτὸς λαμπρυνόμενος, φωστὴρ Ὀρθοδοξίας πολύφωτος, ὤφθης Εὐγένιε, καταφωτίζων τοῖς λόγοις σου, τοὺς ἐν νυκτὶ δουλείας, πικρῶς στενάζοντας.

Πολλῶν καλῶν ὤφθης πρόξενος, Αἰτωλικῷ καὶ Ἄρτῃ Εὐγένιε, καὶ Μεσολόγγιον, τὴν σὴν κηρύττει λαμπρότητα, καὶ πᾶσα Αἰτωλία ἐν σοὶ ἀβρύνεται.

Ἀγαλλιᾶται τῇ δόξῃ σου, τὸ Μέγα Δένδρον Πάτερ Εὐγένιε, καὶ ἐξαιρέτως δέ, τὸ Καρπενήσιον γάνυται, ἐν ᾧ τὰς σὰς ἀκτῖνας, πλουσίως ἥπλωσας.

Θεοτοκίον.

Τὸν Ποιητὴν πάσης κτίσεως, ἀφράστως τετοκυῖα δι’ ἔλεος, Παρθένε ἄχραντε, θείου ἐλέους ἀξίωσον, τοὺς ἀδιστάκτῳ πίστει, Σὲ μεγαλύνοντας.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἀρεταῖς κοσμούμενος, πάσης σοφίας, ἀνεδείχθης ἔμπλεως, Πάτερ Εὐγένιε σοφέ, καταφωτίζων τοῖς λόγοις σου, τῶν Ὀρθοδόξων τὸ πλήρωμα Ὅσιε.

Ὁ Οἶκος.

Στοιχειωθεὶς φόβῳ Θεοῦ ἀπὸ παιδὸς θεόφρον, ὤφθης σοφίας ἐραστὴς καὶ καλῶν ἔργων ζηλωτής, ὡς τοῦ Χριστοῦ θεράπων· ἔνθεν ἀγγελικὴν ὑπελθὼν ζωήν, καὶ καθάρας τὸν νοῦν δι’ ἀρετῆς, ὡς ῥεῖθρον ζωῆς ἐδέξω ἐν τῇ ψυχῇ, τὰ νάματα τῶν θείων δωρεῶν, καὶ τὸν γλυκασμὸν τὸν ζωοποιόν, τῆς ἐνθέου υἱοθεσίας, ὡς ξένος καὶ πάροικος τῶν γηΐνων· καὶ λάμψας ἡλίου φαεινότερον, ἐν τῷ καιρῷ τῆς καχεσπέρου δουλείας, τοὺς ἀδελφούς σου ἐστήριξας, ἀνδρείως φέρειν τὰ ἐκ ταύτης δεινά, καὶ μηδόλως σαίνεσθαι ἐν ταῖς θλίψεσι· καὶ τὴν νεολαίαν χειραγωγήσας καλῶς, Εὐγένιε Πάτερ, εὐφραίνεις τῶν Ὀρθοδόξων τὸ πλήρωμα Ὄσιε.

 

Συναξάριον.

Τῇ Ε΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Εὐγενίου τοῦ Αἰτωλοῦ.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Ἔχων Ὅσιε σοφίας χῦμα ἄνωθεν, ἐν τῇ καρδίᾳ σου, ἐκ τούτου πᾶσι πιστοῖς ἀφθόνως μετέδωκας, Πάτερ Εὐγένιε, ὡς θεόληπτος τῆς πίστεως διδάσκαλος, καὶ λιμὴν χειμαζομένων.

Ῥοῦν ψυχόλεθρον τῶν δυσσεβῶν αιρέσεων, ῥείθροις τῶν λόγω σου, καὶ τῇ πλημμύρᾳ τῆς σῆς σοφίας κατέκλυσας, καὶ ἀπερίκλυστον, τὴν διάνοιαν πιστῶν Πάτερ διέσωσας, ἐκ τῆς τούτου τρικυμίας.

Γένους γέγονας τοῦ τῶν Ἑλλήνων Ὅσιε, θεῖος διδάσκαλος, τοῖς τῆς δουλείας καιροῖς ὡς θείου ἀνάπλεως, φωτὸς Εὐγένιε· ὅθεν ἅπασα Ἑλλὰς εὐγνωμονοῦσά σε, ὕμνον θεῖόν σοι προσάγει.

Θεοτοκίον.

Ἐκ νηδύος Σου δικαιοσύνης Ἥλιος, δι’ ἀγαθότητα, λάμψας ἁγνὴ ἐν σαρκὶ ἡμᾶς κατεφώτισε, ἀκτῖσι χάριτος· ὅθεν λάμπρυνον τὸν νοῦν μου ἱκετεύω Σε, Θεοτόκε τῇ Σῇ αἴγλῃ.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Ῥήματα ζωῆς τῆς αἰωνίου, καὶ θείας διδασκαλίας ὡς θεόσοφος, βλύζων ἐκ χειλέων σου πάνσοφε Εὐγένιε, στηρίζεις πρὸς εὐσέβειαν καὶ ὁδηγεῖς ἀσφαλῶς, πρὸς τρίβον σωτηρίας παμμάκαρ, τοὺς κεκρατημένους τῇ χαλεπῇ δουλείᾳ.

Ἅγιον ναὸν τὴν σὴν καρδίαν, τελέσας τῆς Τριφαοῦς Πάτερ Θεότητος, ταύτῃ ᾠκοδόμησας οἶκον ἱερώτατον, ἐν ᾦ τὸ Καρπενήσιον σπεύδει βοῶν εὐλαβῶς· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Στόμα θεηγόρον κεκτημένος, τοὺς πάντας μυσταγωγεῖς Πάτερ τὰ κρείττονα, παιδοτρίβης ἄριστος νέων πρὸς εὐσέβειαν, γενόμενος Εὐγένιε καὶ κατεσκήνωσας, Μονῇ Παρασκευῆς τῆς Ἁγίας, ἐξ ἧς πρὸς τὰ ἄνω ἀνέδραμες σκηνώσεις.

Θεοτοκίον.

Ἴθυνον τὸν νοῦν μου Θεοτόκε, ἐκ πάσης χαμαιπετοῦς περιπλανήσεως, πρὸς τὸν θεῖον ἔρωτα τοῦ ἐκ τῆς νηδύος Σου, Σωτῆρος ἀναλάμψαντος ἵνα κραυγάζω Σοι, τὸ χαῖρε εὐχαρίστῳ καρδίᾳ· χαῖρε Παρθενομῆτορ τοῦ κόσμου προστασία.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Μέγας ἀληθῶς σοφίας τοῖς δόγμασι, Πάτερ γενόμενος, ἀληθὴς διδάσκαλος καὶ ποδηγέτης, τοῦ Γένους γέγονας, τοῦ τῶν Ἑλλήνων Ὅσιε· ὅθεν τὴν μνήμην σου, εὐγνωμόνως πάντες ἑορτάζομεν, μεμνημένοι τῶν θείων καμάτων σου.

Ὁ περιφανὴς καὶ θεῖος διδάσκαλος, βίου σεμνότητος, καὶ ἁπάσης γνώσεως θεῖος ἐκφάντωρ, ὡς πλήρης χάριτος, Εὐγένιος ὁ πάνσοφος ἀνευφημείσθω μοι, Αἰτωλίας τὸ ἅγιον βλάστημα, καὶ ἁπάσης Ἑλλάδος τὸ σέμνωμα.

Ὕψωσας τὸν νοῦν πρὸς μόνον τὸν Ὕψιστον, ἀπὸ νεότητος, καὶ Αὐτῷ ἐλάτρευσας ἐν εὐσεβείᾳ, καὶ ὁσιότητι, Εὐγένιε καὶ μέτοχος Ἁγίων γέγονας· μεθ’ ὧν Πάτερ πρέσβευε ἑκάστοτε, ὑπὲρ πάντων ἡμῶν τῶν τιμώντων σε.

Θεοτοκίον.

Ὕδατος ζωῆς πηγὴ ἀνεξάντλητε, θεοχαρίτωτε, ῥείθροις τῆς Σῆς χάριτος τὴν τῶν παθῶν μου, φλόγα κατάσβεσον, καὶ τὴν ψυχήν μου ἄρδευσον ὡς ἂν τὸν ὤριμον, μετανοίας καρπὸν καὶ σωτήριον, προσενέγκῃ Χριστῷ τῷ Θεῷ ἡμῶν.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τὸν ἐν σοφίᾳ ἔνδοξον, καὶ διδαχαῖς περίβλεπτον, καὶ λόγῳ πεφωτισμένον, ὑμνήσωμεν· κατὰ χρέος, Εὐγένιον τὸν πάνσοφον, τὸ Αἰτωλίας καύχημα, καὶ ἀρετῶν ὑπόδειγμα, καὶ πρὸς Χριστὸν τὸν Σωτῆρα, ἡμῶν θερμότατον πρέσβυν.

Προεόρτιον.

Πρὸς τὸ Θαβὼρ ἀνέρχεται, σωματικῶς ὁ Κύριος σὺν τοῖς τρισὶν Ἀποστόλοις, δεῖξαι αὐτοῖς ὑπὲρ λόγον, τῆς ἑαυτοῦ Θεότητος τὴν δόξαν τὴν ἀπόρῤητον· πρὸς ὃν πιστῶς βοήσωμεν· λάμψον ἡμῖν Φωτοδότα, τῆς μετανοίας ἀκτῖνα.

 

 

Αἶνοι. Ἦχος α᾿ Πανεύφημοι Μάρτυρες.

Πάτερ Εὐγένιε λαμπρόν, Αἰτωλίας βλάστημα, τῆς σῆς σοφίας τὴν ἔλλαμψιν πάντες ἠγάσθησαν· ταύτην γὰρ ποθήσας, ἀκλινεῖ φρονήματι, τῶν ταύτης δωρεῶν κατετρύφησας· διὸ ὑμνοῦμέν σε ὡς διδάσκαλον θεόληπτον, καὶ μεσίτην ἡμῶν πρὸς τὸν Κύριον.

 

Πάτερ Εὐγένιε εἰκών, εὐγενείας κρείττονος, φερωνυμῶν ἐχρημάτισας ἀμέμπτοις ἤθεσι, καὶ ὁσίῳ βίῳ καὶ λόγῳ τῆς χάριτος, καὶ θείαις διδαχαῖς σεμνυνόμενος, καὶ πολλοῖς πρόξενος ὠφελείας ὤφθης Ἅγιε· διὰ τοῦτο τιμῶμεν τὴν μνήμην σου.

 

Πάτερ Εὐγένιε τῶν σῶν, διδαγμάτων χάριτι, καὶ τῇ δυνάμει τῶν λόγων σου ἐκπαιδευόμενοι, τῶν Ἑλλήνων παῖδες πρὸς γνῶσιν τὴν κρείττονα, ἀνῆλθον νουνεχῶς διὰ πίστεως, καὶ θείαις πράξεσι καὶ δογμάτων τῇ ὀρθότητι, εὐσεβείας τοὺς καρποὺς προήγαγον.

 

Πάτερ Εὐγένιε τῶν σῶν, ἐναρέτων πράξεων, τῶν δωρεῶν κατετρύφησε τὸ Καρπενήσιον, μετοχῇ πλουσίᾳ· ὅθεν καὶ τὴν μνήμην σου, γεραίρει κατὰ χρέος ἐπάξιον, ὕμνον προσάδον σοι ἡ Αἰτωλία δὲ σύμπασα, μακαρίζει τὰ σὰ προτερήματα.

 

Δόξα. Ἦχος πλ. α΄

Τὸ ὑπερέχον τῆς σοφίας σου, περιφανῆ σε πᾶσιν ἀνέδειξε, καὶ εὐσεβείας διδάσκαλον δόκιμον, παμμάκαρ Εὐγένιε· ἐν ἀρεταῖς γὰρ διαπρέπων καὶ πολιτείας ὁσιότητι, πολυμερῶς καὶ πολυτρόπως, διὰ λόγου καὶ πράξεων τοὺς ἐν συνοχῇ δουλείας, ὡς τοῦ Σωτῆρος μιμητὴς εὐεργετῶν διετέλεσας· τύπον γὰρ σαὐτὸν παρέσχες, ἐν πάσῃ ἀρετῇ ὡς τῶν ἄνω ὑποφήτης. Ἀλλὰ πρέσβευε δεόμεθα Ὅσιε Πάτερ, διδόναι ἡμῖν τὸ θεῖον ἔλεος.

 

 Καὶ νῦν. Προεόρτιον

Νόμου καὶ Προφητῶν σε Χριστέ, ποιητὴν καὶ πληρωτὴν ἐμαρτύρησαν, ὁρῶντες ἐν τῇ νεφέλῃ, Μωϋσῆς ὁ θεόπτης, καὶ Ἠλίας ὁ ἔμπυρος ἁρματηλάτης καὶ ἄφλεκτος οὐρανοδρόμος, ἐπὶ τῆς Μεταμορφώσεώς σου· μεθ’ ὧν καὶ ἡμᾶς τοῦ σοῦ φωτισμοῦ ἀξίωσον Δέσποτα, ὑμνεῖν σὲ εἰς τοὺς αἰῶνας.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις Αἰτωλίας θεῖος βλαστός· χαίροις τῆς σοφίας καὶ παιδείας μυσταγωγός· χαίροις ὁ τοῦ Γένους, διδάσκαλος ὁ θεῖος, Εὐγένιε παμμάκαρ, Ὁσίων σύσκηνε.

ΠΑΡΑΚΛΗΣΙΣ

                                        

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς τῶν Ὁσίων κοινωνὸς ἐν τῷ βίῳ, τῆς τούτων δόξης ἐπαξίως μετέσχες, τῆς Αἰτωλίας βλάστημα Εὐγένιε· ὅθεν ἀεὶ πρέσβευε τῇ Ἁγίᾳ Τριάδι, πάσης βλάβης ῥύεσθαι καὶ παντοίων κινδύνων, τοὺς σὲ προστάτην ἔχοντας θερμόν, καὶ τῇ πρεσβείᾳ τῇ σῇ καταφεύγοντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἐμήν, Εὐγένιε, φωνὴν δέξαι. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἐπάκουσον Πάτερ ἐξ οὐρανοῦ, τῶν σοι προσιόντων, τῶν δεήσεων συμπαθῶς, καὶ δίδου Εὐγένιε λιταῖς σου, ταῖς πρὸς Θεὸν αἰτημάτων τὴν πλήρωσιν.

Μεγίστης εὐκλείας ἀξιωθείς, ὡς πλήρης σοφίας, καὶ ἐν βίῳ θεοειδής, δίδου ἡμῖν σύνεσιν παμμάκαρ, ὡς ἂν ἐχθροῦ τὴν κακίαν ἐκφύγωμεν.

Ἡλίου ἀκτῖσι τοῦ νοητοῦ, λαμπόμενος Πάτερ, τοῦ νοός μου τὸν σκοτασμόν, λύσον τῷ φωτὶ τῶν πρεσβειῶν σου, τῶν διδασκάλων Εὐγένιε σέμνωμα.

Θεοτοκίον.

Ναμάτων ἀΰλων ζωοποιῶν, θεόβρυτε κρήνη, παντευλόγητε Μαριάμ, βλῦσον τῇ διψώσῃ μου καρδίᾳ, ὕδωρ ζωῆς Θεοτόκε ἀθάνατον.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἐντολῶν τοῦ Κυρίου, μύστης σοφὸς γέγονας· ὅθεν πρὸς ἐκπλήρωσιν τούτων, τὸν νοῦν διέγειρον, ἡμῶν Εὐγένιε, ἵνα ζωῆς τῆς ἀλήκτου, μέτοχοι γενώμεθα, οἱ σὲ γεραίροντες.

Ὑψηλῇ διανοίᾳ, τῆς θεϊκῆς γνώσεως, σκεῦος πολύτιμον ὤφθης, Πάτερ Εὐγένιε· ὅθεν συνέτισον, ἡμῶν τὸν νοῦν συνιέναι, καὶ πληροῦν τὸ ἅγιον, Κυρίου θέλημα.

Γεωργεῖν ἐν ἀγάπῃ, δίδου ἡμῖν Ὅσιε, δύναμιν ταῖς σαῖς ἱκεσίαις, τῆς θείας πίστεως, ἔργα σωτήρια, καὶ τοὺς καρποὺς τοὺς ἁγίους, ἵνα μετασχοίημεν, ζωῆς τῆς κρείττονος.

Θεοτοκίον.

Ἐξ ἁγνῶν Σου αἱμάτων, ὑπερφυῶς ἄνθρωπος, γέγονεν ὁ Κτίστης τῶν ὅλων, μείνας ὃ πέφυκε· καὶ κόσμον ἔσωσεν, ἐκ τῆς ἀρχαίας κατάρας, δι’ ἀγαθότητα.

Διάσωσον, ταῖς πρὸς Θεόν σου πρεσβείαις, πάσης ἀνάγκης, διδασκάλων ἅγιον κλέος Εὐγένιε.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Σοφίᾳ τῇ σῇ συνέτισον Εὐγένιε, τὰ ἄνω φρονεῖν καὶ ὁλικῶς ἐφίεσθαι, τοὺς εὐλαβῶς προστρέχοντας, τῇ θερμῇ σου πρεσβείᾳ ἑκάστοτε· σὺ γὰρ Ἁγίων συνὼν τοῖς χοροῖς, πληροῖς τὰς αἰτήσεις τῶν τιμώντων σε.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Νοσημάτων καὶ θλίψεων, τήρησον ἀτρώτους ἡμᾶς Εὐγένιε, ταῖς πρὸς Κύριον πρεσβείαις σου, καὶ εἰρήνην αἴτει ταῖς ψυχαῖς ἡμῶν.

Ἱλαρῶς ἡμῖν φάνηθι, ἀοράτως ἄνωθεν ὡς φιλότεκνος, καὶ παράσχου τοῖς ποθοῦσί σε, τὴν σὴν εὐλογίαν Πάτερ Ὅσιε.

Ἔχοντές σε Εὐγένιε, θεῖον ὑποφήτην πρὸς βίον ἔνθεον, εὐλαβῶς σοι καταφεύγομεν, τὴν σὴν ἐκδεχόμενοι ἀντίληψιν.

Θεοτοκίον.

Φωτισμῷ τῆς Σῆς χάριτος, τὸν ἐσκοτισμένον νοῦν μου καταύγασον, καὶ τοῦ ζόφου με ἀπάλλαξον, τοῦ τῆς ἁμαρτίας Κόρη πάναγνε.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ὥσπερ τῶν πιστῶν, λιμὴν ἄκλυστος Εὐγένιε, τῶν ἐν βίῳ χαλεπῶν τρικυμιῶν, τὴν ζωὴν ἡμῶν ἀπάλλαξον δεόμεθα.

Νέκρωσον σοφέ, τὴν μανίαν τοῦ ἀλάστορος, τοῦ ὁρμῶντος καθ’ ἡμῶν μανιωδῶς, ὡς ζωῆς τῆς θείας μέτοχος Εὐγένιε.

Ἤστραψας φωτί, διδαχῶν θείων Εὐγένιε· καὶ νῦν αἴτησαι ἡμῖν παρὰ Θεοῦ, φωτισμὸ καὶ τῶν πταισμάτων ἀπολύτρωσιν.

Θεοτοκίον.

Νόμοις θεϊκοῖς, ἐναρέτως πολιτεύεσθαι, Θεοτόκε ἐνδυνάμωσον ἡμᾶς, ὡς ἂν εὕρωμεν πταισμάτων τὴν συγχώρησιν.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Δυνάμει, τῶν ἱερῶν πρεσβειῶν σου, ἐνδυνάμωσον ἡμῶν τὰς καρδίας, ἀποπληροῦν τοῦ Κυρίου τὰς ῥήσεις, καὶ ἐν ἀγάπῃ βιοῦν καὶ χρηστότητι, Εὐγένιε Πάτερ σοφέ, ὡς ἡμῶν ἀντιλήπτωρ καὶ ἔφορος.

Ἐξ ὕψους, ἴδε ἐν ὄμματι θείῳ, πατρικῶς ἐπὶ τὰ τέκνα σου Πάτερ, καὶ δίδου ἡμῖν αἰτημάτων τὴν λύσιν, ταῖς πρὸς Θεόν σου πρεσβείαις Εὐγένιε· ὅτι προστάτην σε θερμόν, κεκτημένοι πιστῶς σοι προστρέχομεν.

Ξενώσας, τῶν ἐπιγείων τὸν νοῦν σου, πρὸς οὐράνιον ἐπτέρωσας πόθον· ὅθεν ἡμᾶς ἀναπτέρωσον Πάτερ, πρὸς τὴν ἀγάπην τοῦ πάντων δεσπόζοντος, ἵνα ῥυσθῶμεν τῆς ἐχθροῦ, χαλεπῆς δεσποτείας Εὐγένιε.

Θεοτοκίον.

Ἀφράστως, τὸν ποιητὴν τῶν αἰώνων, μετὰ σώματος ἐν χρόνῳ τεκοῦσα, καὶ μετὰ τόκον ὡς ἧς πρὸ τοῦ τόκου, παρθένος μείνασα Κόρη πανάμωμε, πάσης κακίας καὶ φθορᾶς, τὰς καρδίας ἡμῶν ἀποκάθαρον.

Διάσωσον, ταῖς πρὸς Θεόν σου πρεσβείαις, πάσης ἀνάγκης, διδασκάλων ἅγιον κλέος Εὐγένιε.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ἐξ Αἰτωλίας ἐκλάμψας Εὐγένιε, καταπυρσεύεις ἡμᾶς θείοις λόγοις σου· καὶ νῦν ἡμᾶς ῥῦσαι δεόμεθα, πάσης ἀνάγκης καὶ θλίψεως Ἅγιε, παθῶν ἀπελαύνων σκοτόμαιναν.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ· τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ὅλος ἐνθεώτατος τῇ καθαρᾷ πολιτείᾳ, καὶ σοφίας χάρισι, γεγονὼς Εὐγένιε παμμακάριστε, φωτισμοῦ ἔμπλεως θείου καθωράθης· διὰ τοῦτό σου δεόμεθα, μακρὰν ἀπέλασον, πάντα σκοτασμὸν τὸ ὀλέθριον, καὶ ἅπαντα τὰ σκάνδαλα, τὰ τοῦ πονηροῦ κοσμοκράτορος, ὅπως ἐν εἰρήνῃ, καὶ βίῳ καθαρῷ φόβῳ Θεοῦ, πολιτευσάμενοι Ὅσιε, δόξης θείας τύχωμεν.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἰθυνόμενος Πάτερ, διὰ βίου τελείου πρὸς τὰ οὐράνια, λιμὴν χειμαζομένων, καὶ θεῖος κυβερνήτης, ἀνεδείχθης Εὐγένιε, τῆς ἐν ζάλῃ πικρᾷ, ὀδυνηρᾶς δουλείας.

Γνώμην ἔμφρονα φέρειν, καὶ καρδίαν εὐθεῖαν βίου λαμπρότητι, ἐν ἔργοις τῆς ἀγάπης, καὶ οἴκτου πρὸς τὸ πέλας, καταξίωσον Ὅσιε, τοὺς ἐξαιτοῦντας πιστῶς, τὴν σὴν ἐπιστασίαν.

Ἐναρέτως βιώσας, καὶ πολλοὺς τῷ σῷ λόγῳ φωτίσας Ἅγιε, ἐνάρετον ἀνύειν, ζωὴν καὶ πολιτείαν, ἡμᾶς Πάτερ ἀξίωσον, ὡς τοῦ Χριστοῦ κοινωνός, καὶ μύστης ἀῤῥήτων.

Θεοτοκίον.

Ῥάβδος ἔφυς Παρθένε, ὥς φησιν Ἡσαΐας Ἁγίῳ Πνεύματι, ὡς ἄνθος ἀνηρότως, Χριστὸν ἀνθηφοροῦσα, ὀσμὴν θείαν παρέχοντα, τοῖς προσκυνοῦσι πιστῶς, τὸν ἄφραστον Σου τόκον.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἁγίων δήμοις, συνὼν Εὐγένιε Πάτερ, καθικέτευε Χριστὸν τὸν Βασιλέα, ἡμᾶς ἀξιῶσαι τῆς ἄνω Βασιλείας.

Σωφρόνως Πάτερ, πολιτευθεὶς ἐν τῷ βίῳ, αἴτει ἅπασιν ἰσχὺν καὶ θεῖον φόβον, ὡς ἂν τοῦ Κυρίου βαδίσωμεν τὰς τρίβους.

Ἴασαι Πάτερ, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ τοῦ σώματος κατάπαυσον τοὺς πόνους, τοῖς τῶν πρεσβειῶν σου, Εὐγένιε φαρμάκοις.

Θεοτοκίον.

Μῆτερ Κυρίου, καὶ ἀειπάρθενε Κόρη, τὴν καρδίαν μου δεινῶς ἐσπιλωμένην, κάθαρον καὶ πλῦνον τῶν οἰκτιρμῶν σου ῥείθροις.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Οὐράνωσον τὸν νοῦν μου, Εὐγένιε Πάτερ, τῆς σῆς πλουσίας σοφίας τῇ χάριτι, καὶ τὴν καρδίαν μου πλῆσον, πολλῆς συνέσεως.

Ὑψίστου ὡς θεράπων, Εὐγένιε Πάτερ, Αὐτὸν ἀπαύστως δυσώπει δεόμεθα, ἡμῖν διδόναι πταισμάτων, τὴν ἀπολύτρωσιν.

Ὑπέρτερον σκανδάλων, καὶ πάσης κακίας, ἡμῶν τὸν βίον ἀπέργασαι Ἅγιε, ὡς ἂν Κυρίῳ ἀμέμπτως εὐαρεστήσωμεν.

Θεοτοκίον.

Ὑψίστου χαῖρε Μῆτερ, κεχαριτωμένη, ἠ τῶν βροτῶν προστασία καὶ λύτρωσις, καὶ ἀσφαλὴ προσδοκία, τῆς σωτηρίας μου.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις τῶν Ὁσίων ὁ κοινωνός· χαίροις τῆς σοφίας, ὑποφήτης ὁ ἱερός· χαίροις Αἰτωλίας, βλαστὸς ὁ θεοφόρος, Εὐγένιε θεόφρον, ἡμῶν ἀγλάϊσμα.

Ὤφθης εὐγενείας τῆς θεϊκῆς, θεόγραφος στήλη, φερωνύμως δι’ ἀρετῆς, ἧς τὴν κοινωνίαν, τῷ λόγῳ σου διδάσκεις, δι’ ἐναρέτου βίου, ἡμᾶς Εὐγένιε.

Ἐκ παιδὸς Κυρίῳ ἀνατεθείς, τῆς σοφίας Πάτερ, ἐμυήθης τὴν ἀρετήν, καὶ αὐτὴν πλουτήσας, συντόνῳ ἐπιδόσει, διδάσκαλος τοῦ Γένους, ὤφθης σοφώτατος.

Χαίρει ἡ πατρὶς ὡς ἀληθῶς, τὸ Δένδρον τὸ Μέγα, οἷα δένδρον πνευματικόν, βλαστῆσάν σε Πάτερ, καὶ τῶν σεπτῶν καμάτων σου, μέτοχον μακαρίζει, σὲ ὦ Εὐγένιε.

Λόγον τῆς σοφίας σου ἐφαπλῶν, πόλεις καὶ χωρία, κατευθύνεις πρὸς τὸν Χριστόν, ἐν Καρπενησίῳ, ἀφθόνως δὲ παρέχεις, τὸν γλυκασμὸν Εὐγένιε, τῆς σῆς χάριτος.

Δόξης οὐρανίου κατατρυφῶν, σὺν Ἁγίοις δήμοις, καὶ Ἀγγέλων θείοις χοροῖς, πρέσβευε ἀπαύστως, Εὐγένιε θεόφρον, ῥύεσθαι πάσης βλάβης, τοὺς σὲ γεραίροντας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Χάριν, εἰληφὼς παρὰ Θεοῦ, πρέσβευε Εὐγένιε Πάτερ, τῷ πανοικτίρμονι, πάσης περιστάσεως καὶ προσβολῆς καὶ φθορᾶς, καὶ ἀνάγκης καὶ θλίψεως καὶ πόνων λυτροῦσθαι, τοὺς πιστῶς προσπίπτοντας τῇ προστασίᾳ σου, ἅμα καὶ πταισμάτων τὴν λύσιν, καὶ εἰρήνην αἴτει βαθεῖαν, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

                                             

Δι’ εὐχῶν.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου