Παρασκευή 1 Σεπτεμβρίου 2023

ΣΕΠΤΕΜΒΡΙΟΣ 2. ΓΕΡΩΝ ΑΡΣΕΝΙΟΣ ΣΠΗΛΑΙΩΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

ΣΕΠΤΕΜΒΡΙΟΣ Β΄!!

ΑΡΣΕΝΙΟΣ ΓΕΡΩΝ ΣΠΗΛΑΙΩΤΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)
(δὲν ἔχει ἁγιοκαταταχθεῖ)

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Μετὰ τὸν Προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

ρσένιε, λύχνε νεαυγὲς θαυμαστῆς ἀσκήσεως, ὑπακοῆς, ταπεινώσεως, νηστείας, νήψεως, σιωπῆς, ἀόκνου προσευχῆς καὶ τήξεως σαρκίου νυχθημέροις παλαίσμασιν ἐν ὄρει Ἄθωνος, κατεφώτισας ὁμήγυριν εὐσεβούντων, ποθούντων τὴν θέωσιν.

 

Σπηλαίου οἰκῆτορ τῆς Μικρᾶς ἐν τῷ ὄρει Σκήτεως Ἁγίας Ἄννης τοῦ Ἄθωνος, σεπτὲ Ἀρσένιε, σκάμμασιν ὁσίοις, προσευχῇ καὶ δάκρυσιν ὁμοῦ σὺν Ἰωσὴφ τῷ θεόφρονι σαρκὸς κατέστειλας τὰς κινήσεις καὶ ἀνέτεινας σοῦ τὸ πνεῦμα πρὸς πόλου σκηνώματα.

 

Τοῦ Πόντου ἐκβλάστημα σεπτόν, πόλον εὐωδίασας ὀδμαῖς παντέρπνοις καμάτων σου, ἔνθα γηθόμενος καθορᾷς τὸ κάλλος τῆς μορφῆς τοῦ Κτίσαντος σὺν τῷ Ἱερωνύμῳ, ἀλείπτῃ σου βίον πρὸς κρείττονα καὶ τῇ σῇ σεμνῇ ὁμαίμονι, Εὐπραξίᾳ, τρισμάκαρ Ἀρσένιε.

 

σκήσας ὡς ἄϋλος σοφῶς ἐν σπηλαίοις Ἄθωνος, σὺν Ἰωσὴφ τῷ παμμάκαρι, κλυτὲ Ἀρσένιε, καὶ τῷ Χαραλάμπει, εἶτα χρηματίσαντι Μονῆς Διονυσίου προΐστορι, σαφῶς τὴν κλίμακα μετ’ αὐτῶν ἀνῆλθες, ὅσιε, πρὸς τὴν ἄνω ζωὴν τὴν ἀπάγουσαν.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν γεωργήσαντα ῥοαῖς τῶν αὐτοῦ δακρύων τὰ τοῦ Ἄθωνος ἄνικμα σπήλαια καὶ σιωπῇ καὶ νήψει καθελόντα ἐχθροῦ τὰ φρυάγματα, Ἀρσένιον, τὸν νεαυγῆ φωστῆρα τοῦ Ἄθωνος, μέλψωμεν ἐν κατανύξει βοῶντες· τῆς ἀρετῆς καὶ τῆς Θεοῦ σοφίας σύνοικε, ὡς τῆς ἡσυχίας καὶ ἀδιαλείπτου εὐχῆς ἀκόλουθος, ἐθεώθης κατὰ μέθεξιν καὶ δαψιλῆ χάριν εὕρηκας πρεσβεύειν τῷ Κυρίῳ τῆς δόξης ὑπὲρ τὸ τιμώντων τὴν πάνσεπτον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαῖρε, ἡσυχασμοῦ, Ἀρσένιε, φαιδρότης, τῆς σιωπῆς δοχεῖον καὶ νήψεως ἀγγεῖον, ἐγκρατευτὰ τοῦ Ἄθωνος.

 

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαῖρε, τοῦ Ἰωσὴφ συνασκητὰ τοῦ θείου, θεόφρον σπηλαιῶτα, καὶ τῶν αὐτοῦ καμάτων ὁμόζηλε, Ἀρσένιε.

 

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Μέλπομέν σε λαμπρῶς σὺν θείῳ Χαραλάμπει πανσέμνῳ Εὐπραξίᾳ καὶ Ἰωσὴφ ὁσίῳ, Ἀρσένιε μακάριε.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι, ὁ Θεός, Τριὰς ὑπεραγία, ἀείποτε βοῶμεν, ἐγκρατευτῶν χορείαις ἡ δείξασα τὴν θέωσιν.

 

Καὶ νῦν. Θεοτοκίον.

θωνος ἀρωγέ, Κυρία Θεοτόκε, ἁγίαζε τοὺς πίστει καὶ πόθῳ εἰς αἰῶνας φαιδρῶς σε μακαρίζοντας.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

συχίαν καὶ νῆψιν φιλῶν ἐνῴκησας, ἐν δυσπροσίτοις σπηλαίοις καὶ κοινοβίοις σεπτοῖς, Ἰωσὴφ συνασκητὰ τοῦ οὐρανόφρονος, μάκαρ Ἀρσένιε, ὀδμαῖς ὁ εὐφράνας ἀγωγῆς ἀμέμπτου σου πᾶσαν κτίσιν, ἄρτι τὴν σὲ ἀνυμνοῦσαν καὶ σαῖς θερμαῖς λιταῖς προσφεύγουσαν.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

ξ εὐλαβοῦς ῥίζης ἄνθος τὸ θεομύριστον, ἀνθῆσαν ἐν σπηλαίοις ὄρους Ἁγιωνύμου, Ἀρσένιον, τὸν νέον ἡσυχαστήν, εὐσχημόνως τιμήσωμεν ὡς ἀσκητῶν θεοφόρων ὑπογραμμὸν καὶ Ἀγγέλων ἰσοστάσιον.

 

Τοῦ Ἰωσὴφ ἐν ἀσκήσει σεπτὸν συνέκδημον, σεπτοῦ Ἱερωνύμου μαθητὴν καὶ ἀλείπτην τοῦ θείου Χαραλάμπους πανευλαβῶς νῦν, Ἀρσένιον, μέλψωμεν πρὸς τὰς ἐπάλξεις ἀμέμπτου διαγωγῆς, ἀρετῆς ὡς ἐνδιαίτημα.

 

Εὑρὼν ἐν Μάνδρᾳ Προδρόμου παρὰ τὴν ἔρημον τοῦ Ἰορδάνου, πάτερ, ἡσυχίας τὸν μέγαν διδάσκαλον, Αἰγίνης τὸν θαυμαστὸν ἀσκητήν, Ἱερώνυμον, καθυπετάγης, Ἀρσένιε, σὺν τῇ σῇ ἀδελφῇ αὐτῷ, θεσπέσιε.

 

Τῆς Θεοτόκου τὸν δοῦλον τὸν ταπεινόφρονα, σὺν Ἰωσὴφ λαβόντα ὑπ’ αὐτῆς ἐν χειμῶνι εὐώδη ὄντως μῆλα πρὸς κορεσμὸν τῆς αὐτοῦ πείνης μέλψωμεν μετὰ πορείαν πρὸς Ἄθωνος κορυφὴν χιονοσκεπῆ, Ἀρσένιον.

 

δαφιαίας ποιοῦντα σεπτὸν Ἀρσένιον ἀόκνως χιλιάδας μετανοίας ἐκθύμως ὡς νέον Ἀθωνίτην ἡσυχαστὴν σπηλαιώτην τιμήσωμεν καὶ τὰς αὐτοῦ ἐκζητήσωμεν πρὸς Θεὸν ἱκεσίας οἱ φυγόπονοι.

 

Τῆς διοράσεως λύχνον τὸν παμφαέστατον καὶ νεαυγῆ φωστῆρα διακρίσεως ὕμνοις, Ἀρσένιον, τὸν θεῖον ἐν ἀσκηταῖς, μελῳδήσωμεν κράζοντες· Χαῖρε, χοροῦ τῶν ἀζύγων φωταγωγὲ καὶ λαμπὰς τοῦ Ἄθω πάμφωτε.

 

Δόξα. Ἦχος πλ. β΄.

Τὸν ἀγλαόκαρπον φοίνικα τῆς ἡσυχίας καὶ νήψεως καὶ τὴν εὐθυτενῆ κυπάρισσον τῆς ἀρετῆς καὶ ψυχικῆς καθαρότητος, Ἀρσένιον τὸν ὅσιον, εὐφημήσωμεν φωναῖς αὐτῷ αἰσίαις βοῶντες· Δὸς ἡμῖν φαγεῖν καρποὺς ἡδυγεύστους μετανοίας καὶ σωτηρίας, τοὺς ἐσθίοντας, φεῦ, τὰ κεράτια τῆς ἁμαρτίας, καὶ σῶσον ἐκ θανάτου εὐχαῖς σου τὰς ψυχὰς τῶν τιμώντων τὴν μνήμην σου.

 

 

 

 

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β΄ 1 - 11 )

Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη ;Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν ; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 - 10 )

γαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴπρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄.

Εὐφραίνεται ὁ εὔανδρος Πόντος τοῖς σοῖς σπαργάνοις, ἡ τοῦ Προδρόμου παρὰ τὰ Ἰορδάνεια ῥεῖθρα Μάνδρα τῇ ἡσυχαστικῇ σου μαθητείᾳ καὶ τὸ Ἁγιώνυμον ὄρος τοῖς συντόνοις σου πόνοις πρὸς ἀρετῆς κλίμακος ἄνοδον, Ἀρσένιε, συνασκητὰ Ἰωσὴφ τοῦ μεγάλου καὶ ὁμόζηλε· σὺν αὐτοῖς καὶ ἡμεῖς θαυμάζοντες τὴν ἰσάγγελον πολιτείαν σου καὶ τρυγῶντες τὸ νέκταρ τῆς σῆς ὁσιότητος Χριστὸν ἀπαύστως δοξάζομεν, τὸν παρέχοντα ἡμῖν εὐχαῖς του τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Ἦχος β΄.

Καρπὸς εὔχυμος ὀφθεὶς τοῦ Παρακλήτου Πνεύματος πᾶσιν ἐξέπεμπες εὐωδίαν χαρᾶς, εἰρήνης, πραότητος, μακροθυμίας, εἰρήνης, χρηστότητος, ἀγαθωσύνης, πίστεως καὶ ἐγκρατείας, θεοφόρε Ἀρσένιε· εὐφράνας οὖν πᾶσαν τὴν Ἀθωνικὴν πολιτείαν σοῖς πόνοις καὶ Θεῷ εὐαρεστήσας τῷ πλήθει τῶν δακρύων σου ἐξεδήμησας τοῦ ἐνδημῆσαι διὰ παντὸς πρὸς τὸ ἐφετὸν τῆς καρδίας σου·Ἀγγέλοις οὖν συναγαλλόμενος ἀξίωσον καὶ ἡμᾶς αὐτοῖς συνευφραίνεσθαι ἐν τῇ ἀλήκτῳ μακαριότητι, τοὺς ἑορτάζοντας πόθῳ τὴν ἁγίαν μνήμην σου.

 

Ἦχος γ΄.

ν σπηλαίοις καὶ ὀπαῖς τοῦ Ἄθωνος ὡς θὴρ ἐνοικήσας σὺν Ἰωσὴφ τῷ συνασκητῇ σου ὁσίως ἐπολιτεύσω καὶ Ἀγγέλων ὁμόζηλος γέγονας, Ἀρσένιε· θανατώσας οὖν τὸν ὡς λέοντα ὠρυόμενον ζητοῦντα βροτοὺς καταπιεῖν καὶ εἰς λάκκον καταῤῥίψαι ἁμαρτίας βέλει τῶν σῶν νυχθημέρων ἀσκήσεων πρὸς ζωὴν μετέστην τὴν ἀγήρω Χριστῷ πρεσβεύων ὑπὲρ τῶν τιμώντων σε.

 

 

 

Δόξα. Ἦχος δ΄.

λόγος σου μεστὸς ὁσιότητος ὡς καρπὸς ἡσυχαστικῆς ἐμπειρίας, Ἀρσένιε, πάντας ἀνέπαυε τοὺς προσιόντας σοι, ἀφανὲς τῆς ἀρετῆς ἐργάτα καὶ τῆς σοφίας σύνοικε· ὅθεν καὶ ποδηγὸς ἀπλανέστατος γέγονας πιστῶν πρὸς σωτηρίαν καὶ μοναστῶν πρὸς ζωὴν τὴν ἰσάγγελον, ἀδιαλείπτως εὐχόμενε ὅσιε.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, ὑπακοῆς ἐραστής, πνευματικοῦ τῇ εὐλογίᾳ, Ἀρσένιε, ὁ πάντα ποιῶν τὰ ἔργα πρὸς κτῆσιν τῆς ἀρετῆς ἐν μονήρει βίῳτῷ ὁσίῳ σου·

εὐχῆς ἐνδιαίτημα ἀσιγήτου, περίβλεπτον τῆς ἡσυχίας καὶ τῆς νήψεως μέλαθρον, θεία ἔπαλξις νυχθημέρου ἀσκήσεως· Ἄθωνος νέον σέμνωμα, πατέρων ὁμόζηλε τῶν πάλαι καὶ τῶν σπηλαίων οἰκῆτορ θεοφορούμενε, Χριστὸν ἐκδυσώπει ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

 

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, παρὰ Θεοῦ ὁ λαβὼν τοῦ ἀγαθοῦ δωρεοδότου, Ἀρσένιε, τὸ χάρισμα τῶν δακρύων ὡς τῶν καμάτων τῶν σῶν καὶ τῆς προσευχῆς σου ἀντιμίσθιον, ἰσάγγελε ἄνθρωπε, τοῦ Προδρόμου ὁμόζηλε, ὁ ἐν τῇ Μάνδρᾳ τῇ αὐτοῦ ἐν τῷ Ἄθωνι τὸν ἐπίγειον τελευτήσας ἀγῶνά σου· πρέσβευε οὖν τῷ Κτίσαντι ὑπὲρ τῶν τιμώντων σε σὺν Βαπτιστῇ Ἰωάννῃ, τῷ τῆς Μονῆς σου προΐστορι, σεπτῷ Χαραλάμπει καὶ τῷ Ἰωσήφ, σπηλαίων σεπτῷ συνοίκῳ σου.

 

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις, ὀρθὸς σὺν τῷ Ἰωσὴφ ὁ καθ’ ἑκάστην ἀγρυπνῶν νύκτα, ὅσιε, καὶ χέων δακρύων ῥεῖθρα ὑπὲρ τοῦ κόσμου παντὸς καὶ ἀμπλακημάτων σῶν, Ἀρσένιε· ἀσκήσεως πρότυπον, ἡσυχίας κυάθιον, ψυχῆς δοχεῖον διαυγὲς καθαρότητος καὶ κρηπίδωμα ἀδιάσειστον νήψεως, δεῖξον ἡμῖν πρεσβείαις σου ὁδὸν τὴν σωτήριον τῆς προσευχῆς, τῆς ἀγάπης, τῆς ἡσυχίας, τῆς νήψεως καὶ τῆς προθυμίας τοῦ Κυρίου ἐνταλμάτων ἐπιτελέσεως.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν κοπιῶντα καθ’ ἑκάστην καὶ σκληραγωγούμενον σκοπεύοντα εἰς τὴν κτῆσιν ταπεινοῦ φρονήματος, Ἀρσένιον, τὸν ἄδολον καὶ ἄκακον ἀσκητὴν τοῦ Ἄθωνος, ἀξιοχρέως οἱ πιστοὶ μακαρίσωμεν· αὐτοῦ οὖν τοὺς κόπους μιμούμενοι καὶ τὰ παλαίσματα ζηλοῦντες τὰς πρὸς Κύριον ἀδιαλείπτους αὐτοῦ εὐχὰς ἐκζητήσωμεν πρὸς καθαρισμὸν τῶν πταισμάτων καὶ βίον κρείττονα.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

συχίαν καὶ νῆψιν φιλῶν ἐνῴκησας ἐν δυσπροσίτοις σπηλαίοις καὶ κοινοβίοις σεπτοῖς, Ἰωσὴφ συνασκητὰ τοῦ οὐρανόφρονος, μάκαρ Ἀρσένιε, ὀδμαῖς ὁ εὐφράνας ἀγωγῆς ἀμέμπτου σου πᾶσαν κτίσιν, ἄρτι τὴν σὲ ἀνυμνοῦσαν καὶ σαῖς θερμαῖς λιταῖς προσφεύγουσαν.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

Ε Ν Τ ῼ Ο Ρ Θ Ρ ῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Κανὼν ὑπακοῆς, ἀγρυπνίας πυξίον, ταμεῖον ἀρετῆς, προσευχῆς τῆς ἀόκνου ταμεῖον καὶ νήψεως ἱερὸν ἐνδιαίτημα, πάτερ ὅσιε, εἴληφας χάριν δακρύων καὶ ἰσάγγελος ὤφθης ἐν χρόνοις ἐσχάτοις, τρισμάκαρ Ἀρσένιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Λειμῶνος σου τερπνοῦ τοῦ ἐν Ὄρει Ἁγίῳ χορείας μοναστῶν καὶ μιγάδων ὑπάρχεις ἀρίστη ἰθύντειρα πρὸς μονὰς ἀφθαρτότητος, ἀειπάρθενε, Θεογεννήτρια, κόσμου ἀγαλλίαμα καὶ προστασία ἑτοίμη καὶ σκέπη καὶ στήριγμα.

 

Μετὰ τὴν β΄. Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τὸ μέλι ἐτρύγησας ἀσκητικῶν ἀρετῶν ὡς φίλεργος μέλισσα ἐν ταῖς ἐρήμοις ὀπαῖς τοῦ ὄρους τοῦ Ἄθωνος, κλέϊσμα μονοτρόπων ἡσυχίαν φιλούντων, ὁ δι’ ὑπακοῆς σου καὶ εὐχῆς ἀσιγήτου ἡδύνας φιλοσίων ψυχάς, πάτερ Ἀρσένιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Πανύμνητε Δέσποινα, τοῦ Ἀρσενίου λιταῖς, τοῦ καθαγιάσαντος ἀσκητικῇ ἀγωγῇ τὸ ὄρος τοῦ Ἄθωνος, οὗπερ προστάτις πέλεις, ταχινὴ ἀντιλήπτωρ, σκέπη, παραμυθία καὶ ἐνίσχυσις θεία, ἁγίασον ἡμῶν τὴν ζωὴν μεγαλυνόντων σε.

 

 

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Διδακτικώτατον, ἁπλοῦν, νηφάλιον, σεμνόν, ὑπάκουον, σκληραγωγούμενον, θερμῶς εὐχόμενον ἀεί, νηστεύοντα, ἀγρυπνοῦντα καὶ Θεὸν φοβούμενον ἀσκητὴν εὐφημήσωμεν, ἑαυτὸν ὡς ἔσχατον τῶν βροτῶν λογιζόμενον ψυχῆς ἐν κατανύξει βοῶντες· Χαῖρε, Ἀρσένιε παμμάκαρ.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

 

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου

Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον· Ὁσιακόν (Λουκ. στ΄ 17 - 23). Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Παρασκευῇ τῆς Β΄ Ἑβδομάδος.

Ὁ Ν΄ Ψαλμός.

Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον,...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον....

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Σκληραγωγούμενος παννύχοις στάσεσι, ποιῶν ἐδαφιαίας μετανοίας, ἀσιτῶν, ἀγρυπνῶν καὶ νήφων ἐθεώθης κατὰ μέθεξιν, Ἀρσένιε ὅσιε· σὺ γὰρ ἐμάκρυνας φυγαδεύων ἵνα μόνος μόνον σὺν Ἰωσὴφ τῷ ὁσίῳ συνασκητῇ σου ὁμιλῇς τῷ Κυρίῳ ἐν τοῖς σπηλαίοις τοῦ Ἄθωνος· ἐπιτυχὼν οὖν τοῦ ἐφετοῦ τῆς καρδίας σου Χριστῷ νῦν παρίστασαι, ᾯ καὶ πρεσβεύεις ἀπαύστως ὑπὲρ τῶν τιμώντων σε.

 

Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς· Ἀρσενίου, Ἄθωνος ἡσυχαστοῦ, ἐγκώμιον. Χ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

ρσένιον ὅσιον, ἡσυχαστὴν νέον Ἄθωνος, σπηλαίων οἰκήτορα καὶ θεαυγοῦς Ἰωσὴφ τὸν ὁμόζηλον συνασκητὴν ἐκθύμως πιστοὶ μακαρίσωμεν ὕμνοις καὶ ᾄσμασι.

ωννύμενος ἄνωθεν ἐκ τῆς νεότητος χρόνων σου, πατρίδα κατέλιπες, οἰκείους καὶ συγγενεῖς καὶ μετῴκησας εἰς τοὺς Ἁγίους Τόπους ποθῶν βίον κρείττονα, μάκαρ Ἀρσένιε.

Σωφρόνως, Ἀρσένιε, ἐν Πόντῳ πολιτευσάμενος ὡς ἄϋλος ἄνθρωπος τὰς σωστικὰς ἐντολὰς τοῦ Παντάνακτος ἐτήρησας ἐκ βρέφους καὶ πάντας ἐξέπληξας βίῳ ἀμέμπτῳ σου.

Θεοτοκίον.

Εὐλόγει ἀείποτε, θεοχαρίτωτε Δέσποινα, τοὺς σὲ μακαρίζοντας καὶ ἔργα πάντων ἡμῶν καθαγίαζε τῷ ῥαντισμῷ εὐχῶν σου πρὸς Ὃν ξένως ἔτεκες Κτίστην τὸν ἅγιον.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Νικήσας, Ἀρσένιε, τὸν κόσμον συντόνοις καμάτοις καὶ εὐχῇ ἀδιαλείπτῳ ἔλαβες παρὰ Χριστοῦ τὸν στέφανον τῆς σὺν Αὐτῷ ἐν δώμασι τοῦ πόλου ἀγαλλιάσεως.

δρώτων σου ὄμβροις παιδιόθεν καὶ ῥείθροις δακρύων σου πολλοῖς ψυχῆς σου ἀκηλίδωτον ἐτήρησας τὸ ἔνδυμα, ἡσυχαστὰ Ἀρσένιε, νέον τοῦ Ἄθωνος σέμνωμα.

σίων ὁδοῖς ἀκολουθῆσαι ποθῶν πόλιν Ἱερουσαλὴμ κατέλαβες, Ἀρσένιε, καὶ ὄρος Σαραντάριον, κουρᾷ σου σεμνυνόμενον, ἡσυχαστὰ πνευματέμφορε.

Θεοτοκίον.

πέραγνε Κεχαριτωμένη, λιταῖς Ἀρσενίου τοῦ σεπτοῦ, ἀσκήσαντος ἐν κλήρῳ σου ἁγίῳ ὄρους Ἄθωνος, διάσῳζε τοὺς δούλους σου ἐκ τῶν βελῶν τοῦ ἀλάστορος.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Τὸν ὡς ἔφηβον βαθεῖ ἐν γήρει ἐργαζόμενον καὶ ἀγρυπνοῦντα, ἀσιτοῦντα, αὐστηρῶς κοπιάζοντα καὶ προεστῶτος ὑπείκοντα φθέγμασι, θεοειδῆ σπηλαιώτην, Ἀρσένιον, εὐφημήσωμεν ὡς χάριτος θείας ἔμπλεων καὶ τύπον μονοτρόπων ὄρους Ἄθωνος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Πορταΐτισσα, Γλυκοφιλοῦσα, Βηματάρισσα, Ἑλαιοβρῦτις, Τριχεροῦσα, Ἐσφαγμένη, Γερόντισσα, Παραμυθία, σεμνὴ Κουκουζέλισσα, Γοργοϋπήκοε καὶ Ὁδηγήτρια, Ὄρος Ἅγιον συντήρει ἀεὶ ἀλώβητον ἐχθίστου ἐπηρείας, Μητροπάρθενε.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

σκουμένων ὡραιότης, θεοφόρε Ἀρσένιε, ἐν Μονῇ Προδρόμου χάριτι τῇ θείᾳ ὑπήντησας Ἱερωνύμῳ, Αἰγίνης τῷ κοσμήτορι, οὗ τοῖς βήμασιν ἡσυχασμοῦ ἠκολούθησας.

Θεοφόρος Εὐπραξία, ἡ σεμνή σου αὐτάδελφος, Μάνδρας Παναχράντου μοναχὴ του Πόντου, Ἀρσένιε, σοὶ ὑπαντῆσαι ἐλθοῦσα εἰς τὴν ἔρημον, Ἱερώνυμον, μυσταγωγόν σου ἐγνώρισεν.

ς τοῦ Πνεύματος κινύραν τοῦ ἁγίου Ἀρσένιε, σὲ ὑμνολογοῦντες καὶ ἡσυχαστῶν ἀκροθίνιον, σὴν ἀεισέβαστον μνήμην ἑορτάζομεν, καὶ ἀγῶνάς σου σεπτοὺς ποθοῦμεν μιμήσασθαι.

Θεοτοκίον.

Νῦν ἐκθύμως σε τιμῶντες ὡς χαρᾶς κόσμου πρόξενον, Κεχαριτωμένη, ἐκ ψυχῆς μυχίων βοῶμέν σοι· ἐκδυσωποῦσα μὴ παύσῃ, Μητροπάρθενε, τῷ Παντάνακτι Χριστῷ ὑπὲρ ὑμνηπόλων σου.

 

 

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

σίων, Ἀρσένιε, τῶν νέων ἐγκαλλώπισμα, σὺν τῷ Ἰωσὴφ τῷ σπηλαιώτῃ συντόνοις πόνοις, ἀδιαλείπτοις εὐχαῖς καὶ νήψει κατῄσχυνας ἐχθρὸν καὶ τῷ πανοικτίρμονι Ἰησοῦ εὐηρέστησας.

Σαρκός σου σκιρτήματα ἐμάρανας, Ἀρσένιε, ἐκκοπῇ θελήματός σου, πάτερ, σκληραγωγίᾳ, νηστείᾳ καὶ προσευχῇ καὶ νοῦν σου ἀνέτεινας σαφῶς πρὸς τὰ διαμένοντα εἰς αἰῶνα τὸν ἅπαντα.

γίασας σπήλαιον Ἁγίας Ἄννης Σκήτεως τῆς Μικρᾶς δακρύων σου ῥανίσιν, ὁσίων νέων τῶν νηπτικῶν κορυφή, Ἀρσένιε, καὶ τὸν πτερνιστὴν τῶν βροτῶν ἀπέπνιξας τῶν ἱδρώτων σου ῥεύμασι.

Θεοτοκίον.

Σὲ ὕμνοις γεραίροντες τερπνοῖς, Θεογεννήτρια, κράζομεν· Τοῖς στένουσι βοήθει, ἐλέει πάντας καὶ σκέπε τοὺς ἀκλινῶς ἐν πάσαις τοῦ βίου συμφοραῖς σπεύδοντας σῇ χάριτι, εὐσυμπάθητε Δέσποινα.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

μνοῦντες πόθῳ, Ἀρσένιε, σὲ πάντες ὡς εὐχῆς ἐργαστήριον, πρᾶον, ἀόργητον, διδακτικόν, ταπεινόφρονα καὶ νήφοντα σὴν μνήμην ἀξίως σέβομεν.

Χαρίτων θείων κειμήλιον, Ἀρσένιε, βαλβὶς προοράσεως σοφῶς κατηύθυνας ἐνασκουμένων τὸν σύλλογον τοῦ Ἄθωνος πρὸς δόμους ἀϊδιότητος.

μέμπτως δόλιχον ἤνυσας, Ἀρσένιε, τοῦ βίου ἐν Ἄθωνι καὶ ἐξεμέτρησας τὸ ζῆν ἐσχάτοις ἐν ἔτεσιν ἐν τοῦ Διονυσίου Μονῇ, μακάριε.

Θεοτοκίον.

Σαρκὶ τεκοῦσα τὸν ἄσαρκον Υἱὸν Θεοῦ Ὑψίστου, Μητρόθεε, γένος ἐθέωσας βροτῶν λαμπρῶς μεγαλῦνόν σε εὐτάκτοις μελῳδίαις καὶ ὕμνοις πάντοτε.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

συχαστὴν ἀδιαλείπτως προσευχόμενον, πραΰν, ἀόργητον, ὑπάκουον, φιλάρετον, ἀκτησίαν τὸν φιλοῦντα καὶ σιωπῶντα, Ἰωσὴφ τοῦ Σπηλαιώτου τὸν ὁμόζηλον καὶ Ἀγγέλων ἰσοστάσιον τιμήσωμεν πόθῳ κράζοντες· Χαίροις, μάκαρ Ἀρσένιε.

Ὁ Οἶκος.

θωνος τῶν σπηλαίων θεοφόρε οἰκῆτορ, Ἀρσένιε, Ἀγγέλοις συγχαίρεις ὡς ἀῤῥεύστων θερμὸς ζηλωτής, ἡσυχίας μύστης, σιωπῆς πρύτανις καὶ ὑπερόπτης, ὅσιε, ῥεόντων· ὅθεν σοι βοῶμεν·

Χαῖρε, τοῦ Πόντου βλαστὸς ὁ θεῖος·

χαῖρε, Κυρίου ὁ ὄντως φίλος.

Χαῖρε, τῶν σπηλαίων τοῦ Ἄθωνος ἔνοικος·

χαῖρε, τῶν ἁγίων Ἀγγέλων συνόμιλος.

 

Χαῖρε, πόνων ὁ ἐφάμιλλος Ἰωσὴφ ἡσυχαστοῦ·

χαῖρε, ἄκμων ταπεινώσεως ὡς ὁμόζηλος Χριστοῦ.

Χαῖρε, Ἱερωνύμου μαθητὴς τοῦ φωσφόρου·

χαῖρε, τοῦ μισοκάλου συντριμμὸς τοῦ ἐχθίστου.

Χαῖρε, εὐχῆς καὶ νήψεως οἴκημα·

χαῖρε, πηγῆς τῆς χάριτος ἄντλημα.

Χαῖρε, λαμπτὴρ νεαυγὴς ἡσυχίας·

χαῖρε, σβεστὴρ τῆς τοῦ πλάνου κακίας·

Χαίροις, μάκαρ Ἀρσένιε.

 

Συναξάριον.

Τῇ Β΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ ὁσίου Ἀρσενίου τοῦ σπηλαιώτου, συνασκητοῦ τοῦ ὁσίου Ἰωσὴφ τοῦ ἡσυχαστοῦ.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Τὴν ἰσάγγελον διαγωγήν σου μέλποντες φαιδρῶς, Ἀρσένιε, συνασκητὰ Ἰωσήφ, τοῦ νέου κοσμήτορος τοῦ ὄρους Ἄθωνος, μεγαλύνομεν τοὺς νυχθημέρους πόνους σου πρὸς σαρκὸς σκληραγωγίαν.

σιότητος, Ἀρσένιε, ἀλάβαστρον κατευωδίασας ὀδμαῖς σῆς ὑπακοῆς, νηστείας, συνέσεως, εὐχῆς καὶ νήψεως ὄρος Ἄθωνος καὶ μονοτρόπων τάγματα τὴν τελείωσιν ποθοῦντα.

μνοις πρέπουσι τιμῶμεν σῆς ἀσκήσεως τὰ κατορθώματα ἐν ταῖς τοῦ Ἄθω ὀπαῖς, Ἀρσένιε πάνσοφε, φωστὴρ νεόφωτε ταπεινώσεως, ὑπακοῆς καὶ νήψεως καὶ εὐχῆς ἀδιαλείπτου.

Θεοτοκίον.

Εὐσυμπάθητε, Θεογεννῆτορ ἄχραντε, ἐξ ὕψους δόξης σου σκέπε καὶ φρούρει ἀεί, τοὺς σοὶ καταφεύγοντας ἐν πάσαις θλίψεσι καὶ τὸ πλῆθός σου τῶν θαυμασίων μέλποντας καθ’ ἑκάστην εὐσχημόνως.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Γνῶσιν τῶν παγίδων τοῦ Βελίαρ κατέχων αὐτοῦ συνέτριψας τὰ ἔνεδρα ὅπλοις ἀσιγήτου σου προσευχῆς, Ἀρσένιε, ὑπακοῆς, σαρκίου σου σκληραγωγήσεως, νηστείας, αὐστηρᾶς ἀγρυπνίας καὶ χαμαικοιτίας ἐν Ἄθωνος σπηλαίοις.

Κύμινον εὐῶδες ἡσυχίας καὶ λείριον ταπεινώσεως ἡδύπνευστον, ἀσκητὰ Ἀρσένιε, πάτερ ἱερώτατε, τῇ εὐωδίᾳ πόνων σου ἀζύγων ηὔφρανας χορείας τῶν ἐν Ὄρει Ἁγίῳ καὶ τῶν φιλοσίων χοροὺς ὀδμαῖς σῶν ἄθλων.

ς μυροδοχεῖον εὐσεβείας τιμῶντές σε καὶ ἀλάβαστρον χρηστότητος μέλπομεν τὰ σκάμματα σῆς στεῤῥᾶς ἀσκήσεως καὶ ἐκ ψυχῆς βοῶμέν σοι· Φωνῆς, Ἀρσένιε, ἐπάκουσον τῶν σοὶ δεομένων καὶ παράσχου πᾶσι τὰ πρόσφορα ἐν βίῳ.

Θεοτοκίον.

Μῆτερ τοῦ Ὑψίστου Θεοῦ Λόγου, ἐπίσκεψαι τοὺς ἐν κλίναις πόνου στένοντας, ἀσθενοῦντας ἴασαι, τοὺς ἀλγοῦντας κούφισον καὶ ἅπαντας θεράπευσον τοὺς σοὶ προστρέχοντας ἐκ νόσων κατωδύνων φαρμάκῳ θείας χάριτός σου, ἁγνὴ Θεοκυῆτορ.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

σχυσας ἐχθρὸν νικῆσαι τὸν δόλιον καὶ πολυμήχανον, ἀσκητὰ Ἀρσένιε, ὁσίοις πόνοις, γονάτων κλίσεσι, χαμαικοιτίᾳ, δάκρυσιν, εὐχαῖς, στερήσεσι καὶ παννύχοις, θεοφόρε, στάσεσι, σπηλαιῶτα, ἰσάγγελε ἄνθρωπε.

τοῦ Ἰωσὴφ ὑπείκων τοῖς φθέγμασιν ὡς ταπεινότατος ἀσκητής, Ἀρσένιε, καὶ τῆς ἀγάπης πυρὶ φλεγόμενος Θεοῦ τοῦ Παντοκράτορος, προσδεχομένου σου ὥσπερ φλόγα τοῦ πυρὸς δεήσεις σου ἠναλώθης ὡς πῦρ ἐνασκήσει σου.

Νῦν, ἡσυχαστά, τὴν μνήμην σου σέβοντες, λαμπρὲ Ἀρσένιε, ἀνυμνοῦμεν πόνους σου, οὓς χαίρων ἔτλης ἐν ὄρει Ἄθωνος δι’ ἀρετῆς τελείωσιν, σοφέ, καὶ θέωσιν καὶ αἰσίαις ἐν φωναῖς κραυγάζομεν· Χαῖρε, Ὄρους Ἁγίου θησαύρισμα.

Θεοτοκίον.

Χάριτος Θεοῦ, πανάμωμε, πέλαγος τὸ ἀχανέστατον, Παναγία Δέσποινα, χαρίτων πλῆσον τοὺς σοὶ προσφεύγοντας καὶ μελῳδοῦντας πάντοτε τὰ σὰ θαυμάσια, Θεοτόκε, Μῆτερ χαριτόβρυτε τοῦ Δεσπότου ἁπάσης τῆς κτίσεως.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Θεοειδὲς Ἀρσένιε, Ἁγίου Ὄρους σέμνωμα, τῆς ἡσυχίας κοσμῆτορ καὶ σιωπῆς θεῖον εὖχος, ὑπακοῆς ὡς σκήνωμα καὶ ἀσιτίας τέμενος σὲ πάντες μεγαλύνοντες θεοπειθεῖς ἱκεσίας τὰς σὰς αἰτούμεθα, μάκαρ.

Θεοτοκίον.

δήγει πρὸς σκηνώματα τῶν οὐρανῶν σοὺς πρόσφυγας, Θεογεννῆτορ Παρθένε, ἀπλανεστάτη πρὸς πόλον τῶν εὐσεβῶν ἰθύντειρα, καὶ πάντων καθαγίαζε τὰ ἔργα καὶ τὴν βίωσιν τῶν εἰς αἰῶνας αἰώνων μακαριζόντων σε πίστει.

 

 

 

 

 

 

 

 

 

Εἰς τοὺς Αἴνους. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος!

Πάτερ, ἱερὲ Ἀρσένιε, ἡσυχαστῶν λαμπηδών, ταπεινώσει ἐκόσμησας ἐπὶ γῆς τὸν βίον σου ἐν ἐσχάτοις τοῖς ἔτεσι· Ποντίων εὖχος καὶ νέον σέμνωμα, ἐν ὄρει Ἄθω σεμνῶς ἐβίωσας καὶ ἠκολούθησας Ἰωσὴφ τοῖς βήμασι, συνασκητοῦ σοῦ σεπτοῦ, λευκάνθεμον εὐῶδες νήψεως.

 

Πάτερ, θαυμαστὲ Ἀρσένιε, σπηλαίων ὁ οἰκιστής, Ἰωσὴφ ὁ ἐφάμιλλος πόνων τῆς ἀσκήσεως καὶ πατέρων τοῦ Ἄθωνος τὸ νέον γέρας, σκληραγωγούμενος, ὑπείκων λόγοις τοῦ προεστῶτός σοι, νήφων, εὐχόμενος, ἀσιτῶν, θειότατε, καὶ ἀγρυπνῶν χάριν θείου Πνεύματος ἀφθόνως εἴληφας.

 

Πάτερ, θεαυγὲς Ἀρσένιε, ἡσυχαστῶν κορυφή, ὁ ἐκ Πόντου ὁρμώμενος, θεῖον Ἱερώνυμον ἔσχες τρόπων διδάσκαλον ἀσκητικῶν σου, ᾧπερ συνέστησας τὴν Εὐπραξίαν, τὴν σὴν ὁμαίμονα, διακονήσασαν ἄχρι τέλους, ὅσιε αὐτῷ καλῶς, τῶν σπηλαίων ἔνοικε θεοφορούμενε.

 

Πάτερ, ταπεινὲ Ἀρσένιε, ὁ ἡσυχίαν φιλῶν καὶ ποθῶν τῷ Παντάνακτι ὁμιλεῖν ἀείποτε μόνος, βίον ἐτέλεσας Διονυσίου ἐν Μάνδρᾳ Ἄθωνος, ἀνεψιός σου ἧσπερ προΐστατο, ὁ παναοίδιμος Χαραλάμπης, ὅσιε, συνασκητὴς ἅμα σοῦ λαμπρότατος, θεοφορούμενε.

 

Δόξα. Ἦχος πλ. α΄.

Σήμερον ἑόρτιον οἱ πιστοὶ τελοῦμεν πανήγυριν τοῦ νέου ἐν ἡσυχασταῖς τοῦ Ἄθωνος φωστῆρος, Ἀρσενίου, τοῦ ἁρπάσαντος ὡς βιαστοῦ τὴν τῶν οὐρανῶν Βασιλείαν· οὗτος γὰρ ὑπερόπτης ὀφθεὶς πάντων τῶν προσύλων καὶ ἑαυτὸν κατατήξας τῇ τῶν ἀρετῶν τελειώσει σὺν τοῖς αὐτοῦ συνασκηταῖς Ἰωσὴφ καὶ Χαραλάμπει βραβεῖον εἴληφε τῆς ἀφθίτου μακαριότητος. καὶ νῦν Χριστῷ συναγαλλόμενος, τῷ ἀκροτάτῳ τῶν ἐφετῶν τῆς αὐτοῦ καρδίας, ἀδιαλείπτως Αὐτῷ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ 'Απόλυσις.

Μεγαλυνάριον.

Χαίροις, ἡσυχίας, ὑπακοῆς, νήψεως, δακρύων, σπηλαιῶτα, καὶ προσευχῆς ἀενάου ῥόδον, Ἀρσένιε, μυρίπνουν, τὸ ἄρτι καθηδῦναν ὄρος τοῦ Ἄθωνος.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου