ΙΑΝΟΥΑΡΙΟΣ ΙΘ΄
ΜΑΚΑΡΙΟΣ ΟΣΙΟΣ ΑΙΓΥΠΤΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῶν Ὁσίων ἀκρέμονα, ἀσκητῶν ἀκροθίνιον, τοῦ Ἁγίου Πνεύματος ἐνδιαίτημα, τῶν ἀρετῶν ὑποτύπωσιν, καὶ γνώμονα ἄριστον, τῆς ἐν Πνεύματι ζωῆς, ὁ ἰσάγγελος βίος σου, σὲ ἀνέδειξε, θεοφόρε Μακάριε, ἐν κόσμῳ, διὰ τοῦτό σου τὴν μνήμην, τὴν φωταυγῆ ἑορτάζομεν. (Δίς)
Τῆς Αἰγύπτου τὸ βλάστημα, καὶ κατάκαρπον φοίνικα, τὸν καρποφορήσαντα δι’ ἀσκήσεως, τῆς πρὸς Χριστὸν ἀναβάσεως, καρπὸν τὸν ἀθάνατον, διατρέφοντα ἀεί, Ἐκκλησίας τὸ πλήρωμα, θείῳ Πνεύματι, μακαρίσωμεν πάντες ἐπαξίως, τὸν Μακάριον τὸν μέγαν, λύσιν παθῶν κομιζόμενοι.
Μακαρίας ἐλλάμψεως, φερωνύμως Μακάριε, καθαρθεὶς ἐπλούτισας τὴν φαιδρότητα, ἔνθεν θαυμάτων ἀπείληφας, πλουσίαν ἐνέργειαν, θεραπεύειν τὰ δεινά, τῶν ἀνθρώπων νοσήματα, καὶ τὰ πνεύματα, ἀπελαύνειν τοῦ σκότους τῷ σῷ λόγῳ, καὶ νεκροὺς ὥσπερ ὑμνοῦντας, ἐξανιστᾶν εἰς ἐρώτησιν.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὡς ἑωσφόρος ἐξέλαμψεν, ἡ τοῦ Ὁσίου Μακαρίου μνήμη, τῆς Ἐκκλησίας τὴν εὐπρέπειαν, μυστικῶς φωταγωγοῦσα. Δεῦτε οὖν τῶν μοναζόντων οἱ χοροί, θεοπρεπεῖ διανοίᾳ, τῷ θεοσόφῳ πατρὶ βοήσωμεν· Χαίροις, ὁ ἐν νεότητος ὥρᾳ, πρεσβυτικὴν σύνεσιν, σοφῶς περιποιησάμενος· χαίροις, τῆς ἐναρέτου ἀγωγῆς ὑφηγητὴς θεόληπτος, καὶ παραδόξων θαυμάτων αὐτουργὸς θεοειδέστατος· χαίροις, ὁ τῶν Ἀγγέλων μιμητής, καὶ μοναστῶν πρὸς ἀρετὴν ὁδηγὸς θεόσοφος. Ἀλλ’ ὡς τῆς μακαρίας δόξης κοινωνός, μὴ παύσῃ πρεσβεύων Πάτερ, ὑπὲρ ἡμῶν τῷ Πανοικτίρμονι.
Καὶ νῦν. Θεοτοκίον.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα Θεοτόκε Παρθένε· σῶζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὅλην σου τὴν ζωήν, ἐξ ἁπαλῶν ὀνύχων, Θεῷ καθιερώσας, Μακάριε θεόφρον, ὄργανον θεῖον γέγονας.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Ἔχων ἐν τῇ ψυχῇ, τὰς θείας ἀναβάσεις, καὶ βαίνων ἐν τοῖς πρόσῳ, εἰς ἀρετῶν ἀνήχθης, ἀκρώρειαν Μακάριε.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Φρίττουσι πονηρῶν, πνευμάτων τὴν σὴν χάριν, Μακάριε τὰ σμήνη, καὶ πάθη ἐξ ἀνθρώπων, τῷ λόγῳ σου διώκονται.
Δόξα. Τριαδικόν.
Ἄναρχος ὁ Πατήρ, συνάναρχος ὁ Λόγος, καὶ συμφυὲς τὸ Πνεῦμα. Ὦ μία Θεαρχία, οἰκτείρησον οὓς ἔπλασας.
Καὶ νῦν. Θεοτοκίον.
Ἄσπορον τοκετόν, καὶ ἄφθορον λοχείαν, Παρθενομῆτορ ἔσχες. Ὢ ξένων θαυμασίων, Θεὸν σαρκὶ γὰρ τέτοκας.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α'
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν Μακάριε, νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τοῦ Ὁσίου. Ἦχος δ'. Ἔδωκας σημείωσιν
Τῆς
μακαριότητος, τῆς ὑπὲρ νοῦν ὀρεγόμενος, ἐλογίσω θεσπέσιε, τρυφὴν τὴν ἐγκράτειαν,
τὴν πτωχείαν πλοῦτον, τὴν ἀκτημοσύνην, περιουσίαν ἀληθῆ, καὶ εὐδοξίαν τὴν μετριότητα·
διὸ καὶ τῆς ἐφέσεως, τῆς κατὰ γνώμην ἐπέτυχες, ἐν σκηναῖς αὐλιζόμενος, τῶν Ἁγίων
Μακάριε.
Δρόμον
τῆς ἀσκήσεως, ἀπεριτρέπτως τετέλεκας, καὶ τὴν πίστιν τετήρηκας, ἐντεῦθεν καὶ στέφανον,
ἐκομίσω Πάτερ, τῆς δικαιοσύνης, ὃν σοι ἡτοίμασε Χριστός, ὁ κατ' ἀξίαν νέμων τὰ ἔπαθλα,
καὶ γέρα χαριζόμενος, καὶ τὴν τῶν πόνων ἀντίδοσιν, ὧν καὶ νῦν ἡμᾶς δρέψασθαι,
θεοφόρε δυσώπησον.
Πᾶσαν ἡδυπάθειαν, ὑποπιάζων τὸ σῶμά σου, ἀπηρνήσω θεόσοφε, πικραίνων τὴν αἴσθησιν, ἐγκρατείας πόνοις, καὶ σκληραγωγίαις, ὑπομονῇ τε πειρασμῶν, καὶ καρτερίᾳ τῶν περιστάσεων, ἀνθ᾿ ὧν τὴν ἀτελεύτητον, ἀντιλαμβάνεις ἀπόλαυσιν, καὶ τρυφὴν ἀδιάδοχον, καὶ χαρὰν ἀνεκλάλητον.
Ἕτερα. Ἦχος ὁ αὐτός. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ὁ προκληθεὶς ὅπερ ἔμελλες γενέσθαι, ὅτε τὸν μακάριον καὶ θεῖον ἔρωτα, καθάπερ ὕδωρ ἁλλόμενον, πρὸς θείαν δόξαν, ἐν τῇ καρδίᾳ σου ἐθησαύρισας, τότε παμμακάριστε Χριστοῦ τοῖς ἴχνεσι, περιφανῶς ἠκολούθησας, τοῦ θείου νόμου, τοῖς δικαιώμασι πορευόμενος· ὅθεν τὴν κλῆσιν ἀληθεύουσαν, τοῖς σοῖς ἔργοις Μακάριε, ἔδειξας γεγονὼς θεοφόρε, ἀληθῶς ἀνὴρ μακάριος.
Ὁ Ἀντωνίῳ τὸ πάνυ μαθητεύσας, ὅτε τὸν οὐράνιον βίον καὶ κρείττονα, τὸν πρὸς Θεὸν ἀναφέροντα, νοΐ τελείῳ, μεμυσταγώγησαι πρακτικώτατα, τότε ἀκηλίδωτον ἐδείχθης ἔσοπτρον, θεουργικῶς εἰσδεχόμενον, τὰς φωταυγείας, καὶ τὰς ἐμφάσεις τοῦ θείου Πνεύματος, καὶ μοναζόντων τὰ συστήματα, τοῖς σοῖς λόγοις καὶ πράξεσι Ὅσιε, καὶ θαυμάτων τῇ αἴγλῃ, κατεπύρσευσας Μακάριε.
Ὁ μακαρίας τρυφῆς ἐπαπολαύων, ὅτε τὸν μακάριον ὕπνον καὶ ὅσιον, τὸν τοῖς δικαίοις ἁρμόζοντα, ὕπνωσας Πάτερ, ἀποπεράνας καλῶς τὸν δρόμον σου, τότε χαίρων ἥλασας μετὰ λαμπάδων φαιδρῶς, πρὸς τὸν νυμφῶνα Μακάριε, τῆς ἄνω δόξης, φωτοχυσίαις καταλαμπόμενος, τῆς τοῦ Σωτῆρος ὡραιότητος, καὶ μεθέξει τελείᾳ θεούμενος, καὶ πρεσβεύων ἀπαύστως, φωτισθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. δ'
Εὐφραίνου Αἴγυπτος, ἀνθήσασα τοιοῦτον πολιοῦχον, τὸν ἐν μακαρίοις Μακάριον. Οὗτος γὰρ τῇ σοφίᾳ τοῦ Ἁγίου Πνεύματος καταγλαϊσθείς, πᾶσαν ἄσκησιν, τῇ ἐναρέτῳ πολιτείᾳ αὐτοῦ, ὑπερηκόντισεν. Αὐτὸν καὶ ἡμεῖς, μεσίτην προσάγοντες, αἰτοῦμεν δυσωπεῖν τὸν Χριστόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, Ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε, 15-23 & ΣΤ, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως, ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς, ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ, 7-15)
Δίκαιος
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν
ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ
ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις
αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α.
Εὐφραίνου ἐν Κυρίῳ, τὴν μακαρίαν εὐφροσύνην, Μακάριε φερώνυμε, ἐν τοῖς ἄνω σκηνώμασι. Σὺ γὰρ Χριστὸν τὸν μόνον μακάριον, ὁλοσχερῶς ἀγαπήσας, τῆς κεκρυμμένης ἐν αὐτῷ ζωῆς, τοὺς χαρακτῆρας ἐξέφηνας, ἀγγελικῶς πολιτευσάμενος. Τί οὖν ἀξίως σὲ καλέσωμεν; ἄγγελον ἐν σώματι, τῶν ἀῤῥήτων θεωριῶν ἐπόπτην, ἢ χαρισμάτων τοῦ κρείττονος περιφανῆ συστοιχίαν; Ἀλλὰ πρέσβευε Χριστῷ παμμακάριστε Πάτερ, καταπέμψαι ἡμῖν χάριν καὶ ἔλεος, εἰς εὔκαιρον βοήθειαν.
Ἦχος β΄.
Ἀσκητικῇ ἐμπρέπων πολιτείᾳ, τὰς κατ’ αὐτὴν ἐκλάμπεις ἀξίας θεοφόρε Μακάριε· ὁλικῶς γὰρ τῶν γηΐνων μακρύνων, ἐν ἐρήμοις Θεὸν ἐξεζήτησας, τοῖς κατ’ ἀρετὴν παλαίσμασιν· ὅθεν ὑπερφυῶς ἀγωνισάμενος, τῶν ὑπὲρ φύσιν δωρεῶν ἠξίωσαι, καὶ κατὰ πνευμάτων ἀκαθάρτων, τὴν ἐξουσίαν ἔλαβες· ὧν τῆς λύμης δεόμεθα, ἀσινεῖς ἡμᾶς φύλαττε.
Ἦχος γ΄.
Τῇ τῶν Ἀγγέλων διαγωγῇ ἁμιλλώμενος Ὅσιε, μικροῦ δεῖν ὡς ἀναίμων ἀνεδείχθης ἐν σώματι· ἅπαν γὰρ εἶδος ἀρετῆς, διὰ ποικίλων ἀγώνων, ὡς μίαν σοφῶς κατώρθωσας. Τί σου κατ’ ἀξίαν θαυμάσωμεν; τῆς ἡσυχίας τὸ ἀῤῥέμβαστον, τῆς προσευχῆς τὸ ἀδιάλειπτον, τῆς ἡσυχίας τὸ σύντονον, τῆς νηστείας τὴν ἀκρίβειαν, τῶν μυστικῶν ἐποψιῶν τὴν ἔλλαμψιν, καὶ ἐπὶ πᾶσι τούτοις, τῆς διακρίσεως τὴν λαμπρότητα· διὰ πασῶν γοὰρ διῆλθες, τῶν ἐν Χριστῷ ἀναβάσεων. Ἀνθ’ ὧν ἐπαξίως δοξασθείς, κληρονόμος μὲν Θεοῦ, καὶ συγκληρονόμος Χριστοῦ γέγονας, καὶ νῦν ἀπαύστως δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Ἦχος δ΄.
Τῆς ὑψηλῆς σου πολιτείας ὁ φθόγγος, πάντα περιείληφε τῶν μοναστῶν τὰ συστήματα, καὶ πᾶσα ψυχὴ τῶν εὐσεβῶν ἠγάσθη, τῶν πόνων σου τὰ ἔπαθλα, πάτερ παμμάκαρ Μακάριε. Πᾶσι γὰρ αἰδέσιμος ἐδείχθης, οἷα Χριστοῦ θεράπων ἐνθεώτατος· ὅθεν τῶν προστρεχόντων σοι, λόγῳ μὲν τὰς ἀσθενείας ἰάτρευες, καταλλήλως δὲ τὰς διαθέσεις, τῷ θείῳ φόβῳ ἐῤῥύθμιζες. Καὶ τῆς ἀκαθάρτοις πνεύμασι φοβερὸς ἀποφανθείς, τῆς μελλούσης ζωῆς, ὑπεσήμανας τὴν χάριν. Πρέσβευε ὑπὲρ ἡμῶν Κυρίῳ, Ὁσίων ἐγκαλλώπισμα.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν
Χαίροις, τῆς μακαρίας ζωῆς, ὑφηγητὴς ὡς ἀληθῶς πρακτικώτατος· αὐτῆς γὰρ τὰς ἀναβάσεις, διαδραμὼν νουνεχῶς, καὶ Χριστὸν δοξάσας ἐν τοῖς πόνοις σου, ἡμῶν τὴν διάνοιαν, ἐπαλείφεις τοῖς λόγοις σου, πρὸς κτῆσιν ταύτης, ὡς ἂν τέκνα γενώμεθα, καὶ συμμέτοχοι, τῆς ἀΰλου ἐλλάμψεως, ἧσπερ νῦν τελεώτερον, Μακάριε Ὅσιε, θεουργικῶς ἀπολαύων, σκότους παθῶν ἡμᾶς λύτρωσαι, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίροις, ὁ τῆς Αἰγύπτου βλαστός, ὁ εὐανθὴς καὶ εὐθαλὴς καὶ γλυκύκαρπος, ὁ φέρων ἀγαθοδότως, τοὺς ἀειζώους καρπούς, τῶν λαμπρῶν ἀγώνων τῆς ἀσκήσεως, ἠθῶν τῆς χρηστότητος, φυτοκόμος πανάριστος, παντοίων νόσων, τῆς ψυχῆς καὶ τοῦ σώματος, συμπαθέστατος, ἰατὴρ καὶ σωτήριος, ξίφος οὐρανοχάλκευτον, δαιμόνων τὰ φάσματα, καὶ τὰς πικρὰς ἐνεργείας, καὶ τὰ δεινὰ μηχανήματα, ἐκκόπτον εἰς τέλος, καὶ τὴν τούτων θριαμβεύων, κακίαν ἅπασι.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ ἐκ παιδὸς τῷ Χριστῷ, ἀκολουθήσας θεοφρόνως Μακάριε· τὴν Αἴγυπτον γὰρ ἐμφρόνως, καταλιπὼν τῶν παθῶν, ἐν ἐρήμοις χαίρων προσεχώρησας, νηστείαις καὶ δάκρυσι, καὶ συντόνοις δεήσεσι, σαυτὸν καθάρας, καθαρῶν διαδόσεων, πλήρης γέγονας, τῇ τοῦ Πνεύματος χάριτι· ὅθεν καὶ τεθαυμάστωσαι, θαυμάτων δυνάμεσι, καὶ ὡς παρόντα τὰ πόῤῥω, προφητικῶς προηγόρευες· καὶ νῦν ἐκδυσώπει, τὴν Τριάδα δοῦναι πᾶσι, πταισμάτων ἄφεσιν.
Δόξα. Ἦχος δ΄.
Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται, Δαυϊτικῶς σοι βοῶμεν, παμμακάριστε Μακάριε. Σὺ γὰρ ἀπὸ νεότητος ὤφθης φοβούμενος τὸν Κύριον, καὶ ἐν ταῖς ἐντολαῖς Αὐτοῦ, τὸ σὸν κατεύθυνας θέλημα· ὅθεν τὸν καρπὸν τῆς ζωῆς τρυγήσας, θαυμάτων ἐκομίσω ἐνεργήματα, καὶ νεκροῖς παραδόξως, ὡς ὑπνοῦσι διελέχθης. Οὕτω γὰρ δοξάζει, ὁ τῆς δόξης Κύριος, τοὺς Αὐτὸν δοξάζοντας. Αὐτὸν καὶ νῦν ἱκέτευε Ὅσιε, καὶ ἡμᾶς τῆς ἄνω δόξης τυχεῖν, τοὺς τὴν σὴν ἔνδοξον μνήμην, θεοπρεπῶς γεραίροντας.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α'
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν Μακάριε, νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ὅμοιον.
Ζωῆς τῆς μακαρίας ἐκ παιδὸς ἐφιέμενος, ὤφθης ὑπὲρ φύσιν ἀσκήσας θεοφόρε Μακάριε, καὶ θείων χαρισμάτων μετασχών, θαυμάτων ἀνεδείχθης αὐτουργός, θεραπεύων τοὺς νοσοῦντας καὶ τὰς ψυχὰς τῶν πίστει προσιόντων σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Μακάριος ἀνήρ, ἀληθῶς ἀνεδείχθης, Μακάριε σοφέ, ἀσκητῶν ὡραιότης, ἐν νόμῳ γὰρ πεπόρευσαι, ἐκ νεότητος Ὅσιε, τοῦ Κυρίου σου, τοῦ ἐν γῇ καὶ ἐν πόλῳ, μεγαλύνοντος, Ὃν ἐκτενῶς ἐκδυσώπει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Λυχνία χρυσαυγής, ἀλατόμητον ὄρος, καθέδρα θαυμαστή, καὶ πυρίμορφος θρόνος, Χριστοῦ τοῦ Παντάνακτος, ἀνεδείχθης Παντάνασσα· ὅθεν δέομαι, ἐκ τοῦ βυθοῦ τῶν παθῶν με, ἐξανάστησον, τῇ Σῇ θερμῇ ἀντιλήψει, καὶ σῶσόν με πάναγνε.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἐπὶ τῶν ὤμων τὸν ζυγὸν τοῦ Κυρίου, ἀναλαβὼν κατηκολούθησας χαίρων, ἀσκητικῶς τοῖς τούτου Πάτερ ἴχνεσιν, ἔνθεν μὲν ἐνέκρωσας, τῆς σαρκὸς τὰς ὀρέξεις, θείων δὲ ἐλλάμψεων, εὐκλεῶς ἠξιώθης, καὶ ἀνεδείχθης πᾶσι θαυμαστός, ὡς ἐναρέτου, ζωῆς ὑποτύπωσις.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἐν τῇ γαστρί Σου ὁ τῶν ὅλων Δεσπότης, κατασκηνώσας Θεοτόκε ὡς οἶδε, δίχα φθορᾶς προῆλθεν ἐκ λαγόνων σου, μίαν μὲν ὑπόστασιν, μετὰ σάρκωσιν φέρων, ἐν δυσὶ ταῖς φύσεσι, καὶ θελήσεσιν ἅμα, καὶ τῆς ἀρᾶς ἐῤῥύσατο ἡμᾶς, τοὺς ἀνυμνοῦντας, τὴν ἄῤῥητον δόξαν Σου.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῇ τοῦ Πνεύματος αἴγλῃ καταλαμφθείς, ὡς καθάρας τὸ σῶμα καὶ τὴν ψυχήν, ὁρᾶν κατηξίωσαι, τῶν δαιμόνων τὰ φάσματα, καὶ τὰς δεινὰς ἐνέδρας, καὶ τὰ μηχανήματα, δι’ ὧν δολίως Πάτερ, ἐσύλων τὸν κάματον· ὅθεν καὶ τὴν τούτων, στηλιτεύων κακίαν, σοφῶς τὴν διόρθωσιν, τοῖς πληγεῖσιν ἐβράβευες, τῷ σῷ λόγῳ Μακάριε· καὶ νῦν δυσώπει Πάτερ Χριστόν, ἐν τῇ ὥρᾳ τοῦ θανάτου ῥύσασθαι, τῆς αὐτῶν κακουργίας τοὺς σὲ μακαρίζοντας.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ περίοπτον ὄρος καὶ ἐμφανές, τὸν πυρίμορφον θρόνον τοῦ Ἰησοῦ, λυχνίαν τὴν πάγχρυσον, τοῦ Πατρώου αὐγάσματος, τοῦ ἀκενώτου μύρου τὸ ἔμπνουν ἀλάβαστρον, χαρμονικῶς αἰνοῦντες προφρόνως βοήσωμεν· Χαῖρε Θεοτόκε, ὑπεράμωμε Κόρη, θεότευκτον ὄχημα, τοῦ Δεσπότου τῆς κτίσεως, ἀφθαρσίας ἡ εἴσοδος· χαῖρε λαμπηδὼν θεαυγής, μετανοίας αἴγλην ἀμαρύσσουσα, τοῖς ἐν σκότει πταισμάτων, δεινῶν ἐγκαθεύδουσι.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. ΙΒ΄, 32-40): Εἶπεν ὁ Κύριος· Μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον… (Ζήτει τῷ Σαββάτῳ τῆς ΙΑ΄ Ἑβδομάδος Λουκᾶ)
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Ὅσιε Πάτερ, ἀσκητικοῖς ἐμπρέπων κατορθώμασι, θεόπνευστον ὄργανον ἀνεδείχθης τοῦ Πνεύματος· ὅθεν τὰ μακράν, ὡς ἐγγὺς θεωρῶν, μελλόντων πραγμάτων τὴν ἔκβασιν, ἀκριβῶς προεῖπας. Καὶ ἐν μεγίστοις μεγαλυνθεὶς θαύμασι, λαμπαδηφόρος εἰσήλασας, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου· ἧς καὶ ἡμᾶς τυχεῖν ἱκέτευε, τὸν ἐλεήμονα Κύριον, παμμακάριστε Μακάριε.
Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς: Τὸν πανάριστον ἐν ἀσκηταῖς Μακάριον κυδαίνω. Θεοφάνους.
ᾨδὴ α'. Ἦχος δ' Χοροὶ Ἰσραήλ
Τῷ θείῳ φωτὶ λαμπόμενος, καὶ σὺν τοῖς Ἀγγέλοις, Πάτερ νῦν συναυλιζόμενος, ταῖς πρεσβείαις σου σῷζε, τοὺς ἐπιτελοῦντας τῇν πανίερόν σου μνήμην, ἐν ἀγαλλιάσει βοῶντας· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὁδὸν πρὸς ζωὴν στελλόμενος, ἀμεταστρεπτί, ταύτην Παμμάκαρ διήνυσας, ἐκφυγὼν τοὺς θορύβους, καὶ τὰς τῶν δαιμόνων ταραχὰς διεσκέδασας, ἐν ἀγαλλιάσει κραυγάζων· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Νεκρώσας σαρκὸς τὸ φρόνημα, ταῖς ἀσκητικαῖς, σοῦ παλαίστραις τῷ θείῳ Πνεύματι, καὶ τῇ τούτου κυβερνώμενος θείᾳ δυνάμει, ἐν ἀγαλλιάσει ἐβόας· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Πάντα τὰ τερπνὰ κατέλιπες, τὴν διηνεκῆ, ἀγαπήσας Πάτερ τερπνότητα, ἐν τῷ οἴκῳ Κυρίου, ἔνθα ἦχος τῶν εἰλικρινῶς ἑορταζόντων, καὶ ἀγαλλιάσει βοώντων· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Θεοτοκίον
Ἄχρονον
υἱὸν ἀνάρχου Πατρός, σάρκα δι' ἡμᾶς, τοὺς ἀνθρώπους Ἁγνὴ γενόμενον, ἐν γαστρὶ
συλλαβοῦσα, ὑπὸ χρόνον τοῦτον, τέτοκας ἀνερμηνεύτως, ᾧ καὶ γεγηθότες βοῶμεν· ᾌσωμεν
τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ᾨδὴ γ', τοῦ Ὁσίου Τόξον δυνατῶν ἠσθένησε
Νόμῳ ὑποκύψας Πνεύματος, οὗ τῇ πανοπλίᾳ, περιφραξάμενος Ὅσιε, οὐ τῷ νόμῳ τῆς ἁμαρτίας, τὴν προαίρεσιν ὑπέκλινας.
Ἄνω πρὸς Θεὸν τὸ φρόνημα, ἔχων θεοφόρε, τὰ ἐπὶ γῆς καταλέλοιπας, διὰ πόνων τῆς ἐγκρατείας, ἀνενδότως κουφιζόμενος.
Ῥήξας τὰ δεσμὰ τῆς φύσεως, τῇ ὑπερφυεῖ, καὶ καθαρᾷ πολιτείᾳ σου, θεοφόρε τῶν ὑπέρ, φύσιν, ἐκομίσω τὴν ἐνέργειαν.
Ἴνα τῷ Θεῷ Μακάριε, ἐν ἀταραξίᾳ, προσομιλήσῃς ἐπ’ἔρημον, κατοικῆσαι Πάτερ προείλω, τῶν θορύβων μακρυνόμενος.
Θεοτοκίον
Σῶσαι
βουληθεὶς τὸν ἄνθρωπον, ὁ διαφερόντως, ὡς εὐεργέτης φιλάνθρωπος, τὴν σὴν μήτραν
ἀπεριγράπτως, Θεομῆτορ κατεσκήνωσεν.
Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτὴρ
Ἀσκήσεως πυρί, ὡς χρυσὸς ἐν καμίνῳ, Σοφὲ δοκιμασθείς, ὀβρυζότερος ὤφθης· διὸ πρὸς οὐράνια, μετηνέχθης βασίλεια· ὅθεν πίστει σε, ἀνευφημοῦντες βοῶμεν· Χάριν ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων, ἡμῖν Πάτερ αἴτησαι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον, ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.
ᾨδὴ δ', τοῦ Ὁσίου Ὁ καθήμενος ἐν δόξῃ
Τὸν φθειρόμενον αὐτίκα, παλαιότατον ἄνθρωπον, ἐξεδύσω Πάτερ, σὺν τῆς ἁμαρτίας τοῖς πάθεσι· δι’ ἐγκρατείας εὐτόνως ἐνεδύσω δέ, τὸν καινούμενον, κατὰ Χριστόν πανσεβάσμιε.
Ὁ λαμπρότατός σου βίος, ὡς κανὼν ἀκριβέστατος, διὰ πάσης Πάτερ, θείας ἀρετῆς ἀναδέδεικται, ἐν προσευχαῖς καὶ νηστείαις, ἀγρυπνίαις τε, καὶ δεήσεσι, ταῖς πρὸς Χριστὸν τὸν φιλάνθρωπον.
Νυσταγμὸν τοῖς σοῖς βλεφάροις, θεοφόρε οὐκ ἔδωκας, ἕως ὅτου Πάτερ, οἶκον σεαυτὸν ἀπετέλεσας, τῷ παντεπόπτῃ Δεσπότῃ ὡραιότατον, πρὸς ὃν ἔκραζες· δόξα Χριστὲ τῇ δυνάμει σου.
Ἐν νεότητι τὸ σῶφρον, ἐν τῷ γήρει τὴν σύνεσιν, ἐν παντὶ δὲ βίῳ, τὸ καρτερικὸν καὶ μακρόθυμον, καὶ τὴν πρὸς πάντας ἀγάπην ἐπιδέδειξαι, τοὺς κραυγαζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.
Θεοτοκίον
Νεκρωθέντας Παναγία, τοὺς ἀνθρώπους ἐζώωσας, πεπτωκότας τούτους, πρὸς διαφθορὰν ἐξανέστησας, τὸν Ζωοδότην τεκοῦσα τὸν λυτρούμενον, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.
ᾨδὴ ε', τοῦ Ὁσίου Τὸν φωτισμόν σου Κύριε
Ἀναπετάσας Ὅσιε, ψυχῆς τὸ νοερόν, καὶ τὰς αἰσθήσεις σοφῶς κυβερνήσας, γέγονας ναὸς ἡγιασμένος, τῷ Θεῷ καὶ πανίερος.
Σκολιωτάτου δράκοντος, μαράνας μηχανάς, καὶ τὰς ἐκείνου πικρὰς μεθοδείας, ἤμβλυνας ἀεὶ τῷ θείῳ Νόμῳ, τὴν ψυχὴν ῥυθμιζόμενος.
Κατακοσμήσας Ὅσιε, ψυχῆς τὸ νοερόν, καὶ ἡγεμόνα τὸν νοῦν καταστήσας, ἔσχες τὸν Χριστὸν ἡνιοχοῦντα, πρὸς πορείαν οὐράνιον.
Θεοτοκίον
Ἡ Παρθένος ἔτεκε, τὸν ἄχρονον Υἱόν, νομοθετοῦντα τοῖς πάσιν ἁγνείαν, καὶ τὸ καθαρὸν τῆς εὐσεβείας, τοῖς ἐν γῇ καταγγέλλοντᾳ.
ᾨδὴ ς', τοῦ Ὁσίου Ἐβόησε, προτυπῶν
Τὴν ἔρημον, κατοικῆσαι προθύμως ἠγάπησας, θεοφόρε, ἐν αὐτῇ τὸν Θεὸν προσδεχόμενος, τὸν ῥυόμενόν σε, καὶ τηροῦντα τὰ σὰ διαβήματα.
Ἀκλόνητος, ἐν ἀσκήσει θεόφρον διέμεινας, μέχρι τέλους, διασῴζων τὴν ταύτης ἀκρίβειαν· δι' ἧς τῆς ἀφράστου, ἠξιώθης καὶ θείας ἐλλάμψεως.
Ἰσάγγελον, ἐπὶ γῆς πολιτείαν ἐβίωσας, ἰσαγγέλου, καὶ τιμῆς ἐπαξίως τετύχηκας, μετὰ τῶν Ἀγγέλων, τῷ τῶν πάντων Θεῷ παριστάμενος.
Θεοτοκίον
Συνέλαβες, ἐν γαστρὶ Θεομῆτορ τὸν ἄναρχον, Θεὸν Λόγον, δι’ ἡμᾶς τοὺς ἀνθρώπους γενόμενον, καθ’ ἡμᾶς ἀτρέπτως, ἐν δυσὶ γνωριζόμενον φύσεσιν.
Κοντάκιον Ἦχος δ' Ἐπεφάνης σήμερον
Ἐν τῷ οἴκῳ Κύριος, τῆς ἐγκρατείας, ἀληθῶς σε ἔθετο, ὥς περ ἀστέρα ἀπλανῆ, φωταγωγοῦντα τὰ πέρατα, Πάτερ Πατέρων, Μακάριε Ὅσιε.
Ὁ Οἶκος
Τὸν τοῦ Κυρίου ἐραστήν, τῶν Μοναστῶν τὸ κλέος, θαυμάτων τὸν ταμίαν, Μακάριον τὸν μέγαν, ἀνευφημήσωμεν πιστῶς· οὗτος γὰρ τῶ φέγγει τῶν ἀγώνων αὐτοῦ, ὡς ἥλιος ἐξέλαμψε, φωτίζων τοὺς ἐν σκότει ὑπάρχοντας παθῶν καὶ ἁμαρτίας, καὶ ἐκδιώκων τῶν δαιμόνων τὴν ζοφερὰν πλάνην ἀνενδότως. Διὸ καὶ ποταμοὺς πλουσίων θαυμάτων, ὡς ἐκ κρήνης λογικῆς ἐκβλύζων, πάντων τὰς ψυχὰς ῥωννύει τῶν ἐκβοώντων· Πατέρων Πάτερ, Μακάριε Ὅσιε.
Συναξάριον.
Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὅσίου Μακαρίου τοῦ Αἰγυπτίου
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ
Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ', τοῦ Ὁσίου Ὁ διασώσας ἐν πυρί
Μετὰ τῆς ἄνωθεν ῥοπῆς, καὶ τῆς τοῦ Θεοῦ βοηθείας, τοὺς δυσμενεῖς καταβαλών, νικηφόρος κραυγάζων γεγένησαι· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Ἀνακαθάρας τὴν ἀχλύν, τὴν ἐκ τῶν παθῶν γενομένην, τῆς ἀπαθείας τῷ φωτί, κατηυγάσθης κραυγάζων Μακάριε· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Καταφαιδρύνας τὴν ψυχήν, ταῖς τῶν ἀρετῶν εὐπρεπείαις, ὡραῖος κάλλει τῷ Θεῷ, γεγονὼς ἐμελῴδεις γηθόμενος· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Θεοτοκίον
Ἀνακαλούμενος
ἡμᾶς, αἰχμαλωτισθέντας Παρθένε, πρὸς ὅ περ ἦμεν ἐν ἀρχαῖς, ἐν γαστρί σου σκηνώσας
σεσάρκωται, ὁ φιλάνθρωπος Κύριος, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογημένος.
ᾨδὴ η', τοῦ Ὁσίου Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ
Ῥήματα ζωῆς τῆς αἰωνίου, Παμμάκαρ ἐν τῇ καρδίᾳ σου δεξάμενος, σάρκα κατεμάρανας, κόσμῳ τεθανάτωσαι, καὶ ζωηφόρον νέκρωσιν, ἀμφιασάμενος· Τὸν Κύριον ὑμνεῖτε κραυγάζεις, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἵλεων γενέσθαι Θεοφόρε, τὸν μόνον ἀγαθοδότην καθικέτευε, τοῖς τὴν σὴν πανίερον, μνήμην ἑορτάζουσιν, ἁμαρτημάτων ἄφεσιν, τούτοις αἰτούμενος· Τὸν Κύριον ὑμνεῖτε βοῶσι, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νεύσει πρὸς Θεὸν ἀδιαλείπτῳ, προσέχων καὶ τῆς ἐκεῖθεν ἐπιλάμψεως, αἴγλην εἰσδεχόμενος, φῶς ἀντανακλώμενον, διαφανὲς ὡς ἔσοπτρον, πέμπεις τοῖς ψάλλουσιν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κλίμακα πρὸς ὕψος τεταμένην, ἐφ’ ἧς περ ἐστηριγμένος ὤφθη Κύριος, Πάτερ ἀναβέβηκας, θείαις ἀναβάσεσιν, ἀεὶ προκόπτων Ὅσιε, ἕως κατέλαβες· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ὑμνοῦμέν
σε Κεχαριτωμένη· Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον τέτοκας· ὅθεν Θεοτόκον σε, πάντες ὀνομάζομεν,
τὴν θεοδόχον τράπεζαν, τὴν καλλονὴν Ἰακώβ· Τὸν Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ', τοῦ Ὁσίου Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι
Δάκρυσι μέν, τοῖς ἀσκητικοῖς τὴν ἄρουραν, τῆς καρδίας σου κατήρδευσας· χαίρων δὲ πάτερ θεοφόρε, νῦν ἐν ἀγαλλιάσει τὰ δράγματα, συλλέγεις τῶν ἀγώνων τὰ ἔπαθλα· ὅθεν σε πάντες μακαρίζομεν.
Ἄδυτον, ἀνέτειλέ σοι φῶς, ἀΐδιος εὐφροσύνη ὑπεδέξατο, ἔνθα χορεύων, σὺν Ἀγγέλοις περὶ τὸν Βασιλέα καὶ Κύριον, τῶν πίστει ἐπιτελούντων τὴν μνήμην σου, μέμνησο Πάτερ παμμακάριστε.
Νόμον Πάτερ, τὸν ἀθλητικὸν ἠγώνισαι, προσηκόντως καὶ νενίκηκας· ὅθεν σε δόξης τῷ στεφάνῳ, ὁ μόνος εὐεργέτης τετίμηκε, καὶ θείας φωτοφανείας ἠξίωσε, καὶ μακαρίων ἀπολαύσεων.
Θεοτοκίον
Ὡς
πάντων, κτισμάτων Ποιητὴν γεννήσασα, Θεομῆτορ ὑπερβέβηκας, πᾶσαν τὴν κτίσιν θείᾳ
δόξῃ, καὶ τῇ ἁγιωσύνῃ καὶ χάριτι, καὶ πᾶσι τῆς ἀρετῆς προτερήμασιν· ὅθεν σε πάντες
μεγαλύνομεν.
Ἐξαποστειλάριον. Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἀγγελικὸν τὸν βίον, ποθῶν ἐμάκρυνας σαυτόν, ἐν ταῖς ἐρήμοις καὶ πάθη, καθυποτάξας τῆς σαρκός, ἰσάγγελος ἀνεδείχθης, Πατὴρ ἡμῶν θεοφόρε.
Θεοτοκίον
Τῇ
κραταιᾷ σου σκέπη, ἀπὸ ἐχθρῶν ἐπιβουλῆς, ἡμᾶς Ἁγνὴ τοὺς σοὺς δούλους, φύλαττε πάντας
ἀβλαβεῖς· σὲ γὰρ κεκτήμεθα μόνην, καταφυγὴν ἐν ἀνάγκαις.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὅσιε Πάτερ Μακάριε, τῆς μακαρίας ζωῆς, μυηθεὶς τὴν λαμπρότητα, κοσμικὴν τερπνότητα, ἐκ παιδὸς καταλέλοιπας, καὶ ἀπεδύσω θερμῷ τῷ πνεύματι, τοῖς τῆς ἀσκήσεως κατορθώμασιν· ὢ τῶν ἀγώνων σου, καὶ τῶν ἀναβάσεων δι’ ὧν Θεῷ, ὤφθης οἰκειότατος, θεομακάριστε.
Ὅσιε Πάτερ Μακάριε, ὑπὲρ ἡλίου αὐγάς, ἡ σεπτὴ πολιτεία σου, ἀρετῶν φαιδρότησιν, ἐξ ἐρήμου ἀστράψασα, παθῶν παντοίων τὸν ζόφον ἔλυσε, καὶ πονηρίας πνεύματα ἥλασεν· ὢ τῆς ἐλλάμψεως, ἧς θεόθεν ἔτυχες τῶν ἀσκητῶν, θεῖον ἐγκαλλώπισμα, καὶ ἱερώτατον.
Πάτερ παμμάκαρ Μακάριε, ὡς καθαρθεὶς τὴν ψυχήν, προφητείας χαρίσματι, καὶ θαυμάτων χάριτι, οὐρανόθεν τετίμησαι· ὅθεν τὰ πόῤῥω σαφῶς προήγγειλας, καὶ ἀσθενείας πλείστας ἰάτρευσας· ὢ ἧς μετέσχηκας, χάριτος θεσπέσιε ὅτι νεκροῖς, οἷάπερ ὑπνώττουσιν, ἐφθέγξω Ὅσιε.
Πάτερ Πατέρων Μακάριε, τῶν μοναστῶν χαρακτήρ, ἀσκητῶν ὑποτύπωσις, ἐγκρατείας ἄγαλμα, ἀρετῶν θεῖον ὄργανον, θείας ἀγάπης ἄνθραξ πυρσόμορφος, ἠθῶν ἀμέμπτων στόμα θεόφθογγον, καὶ πρὸς τὸν Κύριον, πρεσβευτὴς θερμότατος ὤφθης σοφέ, τῶν μακαριζόντων σου, τὰ κατορθώματα.
Δόξα. Ἦχος δ'
Ἔλαμψαν τὰ καλὰ ἔργα σου, ὡς ἥλιος, ἐπὶ τῆς γῆς καὶ ἐν οὐρανῷ, Χριστοῦ θεράπων Μακάριε· ὀρθοδόξως γὰρ ἐκήρυξας ἡμῖν, τὴν ἀληθῆ καὶ ἀμώμητον Πίστιν Χριστοῦ· διὸ ἱκέτευε Ὅσιε Πάτερ, ἐν τῇ μνήμῃ σου θεοφόρε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου