Πέμπτη 16 Νοεμβρίου 2023

ΝΟΕΜΒΡΙΟΣ 14. ΟΣΙΟΣ ΕΥΦΗΜΙΑΝΟΣ ΚΥΠΡΟΥ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

 

ΝΟΕΜΒΡΙΟΣ ΙΔ!!

ΕΥΦΗΜΙΑΝΟΣ ΟΣΙΟΣ ΚΥΠΡΟΥ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ, σωφροσύνης πάμφωτε, λαμπτὴρ Εὐφημιανέ, ἐραστὴς ἐνθεώτατος, ὤφθης ἐκ νεότητος, πολιτείας τῆς κρείττονος· ὅθεν Κυρίῳ, κατηκολούθησας, ἡδέα κόσμου, ἀπαρνησάμενος, καὶ χάριν εἵλκυσας, τοῦ Ἁγίου Πνεύματος σαῖς προσευχαῖς, ἐκροαῖς δακρύων σου, καὶ τήξει σώματος.

 

Πάτερ, τοῦ δεινοῦ ἀλάστορος, πρηστὴρ Εὐφημιανέ, τὴν ἀγάπη ζωννύμενος, τοῦ Χριστοῦ διέπλευσας, βιοτῆς σου τὸ πέλαγος, καὶ προσωρμίσθης, εἰς ὅρμον εὔδιον, ἔνθα χορεῖαι, Ἀγγέλων μέλπουσι, τὸν ποθεινότατον, Λυτρωτὴν καὶ Κύριον ἡμῶν λαμπρῶς, ὑπὲρ Οὗ τὰ γήϊνα, παρεῖδες ἅπαντα.

 

Πάτερ, ἱερὲ καλλίῤῥοος, κρουνὸς Εὐφημιανέ, καταρδεύων τοὺς σπεύδοντας, τῷ ναῷ σου πάντοτε, θαυμασίων σου νάμασιν, ἐπώφθης μάκαρ·  διὸ τιμῶντές σε, τὰς σὰς πρεσβείαις, ἀπεκδεχόμεθα, πρὸς τὸν φιλάγαθον, ἵνα λύσιν εὕρωμεν τῶν συμφορῶν, ἀλγεινῶν συμπτώσεων, καὶ περιστάσεων.

 

Πάτερ, ἱερὲ  ἡδύοσμε, τερπνὲ Εὐφημιανέ, ἐν τῷ κήπῳ τῆς πίσεως, ἀναθάλλων ηὔφρανας, ταῖς ὀδμαῖς χαρισμάτων σου, τοὺς ἐκτελοῦντας, τὴν θείαν μνήμην σου, καὶ ἐκζητοῦντας, τὰς ἱκεσίαις σου, Κύπρου ὡράϊσμα, Ἐκκλησίας πρόβολε καὶ γεραρόν, Λύσης περιτείχισμα, ἀδιατάρακτον.

 

Δόξα. Ἦχος δ΄.

Τὸ μέγα κλέος τῶν μονοτρόπων, Εὐφημιανὸν τὸν παναοίδιμον, ἐν ᾠδαῖς καὶ ὕμνοις εὐφημήσωμεν. Οὗτος γὰρ ὡς ἡδυτερπὲς κρίνον, ἐν Κύπρῳ ἀνέθηλε, καὶ πάντας ηὔφρανε, ταῖς ὀδμαῖς τῶν αὐτοῦ κατορθωμάτων. Δεῦτε οὖν καὶ ἡμεῖς φαιδρῶς πανηγυρίζοντες, ἐκζητήσωμεν τὰς ἀδιαλείπτους αὐτοῦ πρεσβείας πρὸς Κύριον.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ὢ Εὐφημιανέ, Πατέρων κοσμιότης, καὶ μονοτρόπων κέρας, τὴν σὴν ἁγίαν μνήμην, τιμῶμεν εὐφραινόμενοι.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Ὢ Εὐφημιανέ, τὸν κότινον τῆς νίκης, ἐκ τῶν χειρῶν Κυρίου, ἐδέξω ὡς ἀγώνων, τῶν θείων σου ἀντίδωρον.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Ὢ Εὐφημιανέ, ναὸν εἰς σὸν ἐν Λύσῃ, ἀσμένως προσιόντες, ἰάσεις ἀρυόμεθα.

 

Δόξα. Τριαδικόν.

Ἥλιε τριλαμπές, τρισάκτινε Θεότης, Πάτερ Υἱὲ καὶ Πνεῦμα, καταύγασον τὰ σκότη, ἀεὶ τῶν δοξαζόντων Σε.

 

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Εὐφημιανοῦ, τοὺς ὑμνητὰς Παρθένε, ἁγνὴ Θεοκυῆτορ, ἐλέησον καὶ σῶσον, ἐκ τῆς δεινῆς κολάσεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α᾿. Τῆς ἐρήμου πολίτης.

Εὐφημῆσαι μερόπων τίς δυνήσεται Ὅσιε, Εὐφημιανὲ τοὺς ἀόκνους πρὸς τελείωσιν μόχθους σου; ἀσκήσει γὰρ στεῤῥᾷ καὶ προσευχῇ, ἐπτέρωσας τὸν νοῦν πρὸς οὐρανόν, καὶ κοσμήτωρ Λύσης ὤφθης, τῆς σὲ τιμώσης θεῖος· ὅθεν κράζομεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ εὐφημήσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πιστοῖς ἰάματα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ὡς λαμπρότατον ἥλιον, νυχθημέρου ἀσκήσεως, ἐν τῷ στερεώματι καταλάμποντα, τῆς Ἐκκλησίας τοῦ Κτίσαντος, καὶ πάντας φωτίζοντα, μάκαρ Εὐφημιανέ, ἀστραπαῖς τῶν χαρίτων σου, εὐφημοῦμέν σε, καὶ πιστῶς συνελθόντες ἐκτελοῦμεν, τὴν σεβάσμιόν σου μνήμην, ψαλμοῖς καὶ ὕμνοις ἐμπρέπουσιν.

 

Ἰωνᾶ τοῦ παμμάκαρος, ἐν τοῖς τρόποις ὁμόζηλος, καὶ τοῦ Συνεσίου τοῦ θείου σύμψυχος, ἐν τοῖς ἀόκνοις καμάτοις σου, ἐπώφθης θειότατε, Πάτερ Εὐφημιανέ, νήσου Κύπρου ὡράϊσμα, καὶ κραταίωμα, ἱερὸν τῆς εὐάνδρου κώμης Λύσης, τῆς τιμώσης τὰ λαμπρά σου, καὶ θαυμαστὰ κατορθώματα.

 

Ὥσπερ ὄρνις φιλέρημος, καλιὰν σῆς ἀσκήσεως, ἐν ταῖς ἐρημίαις τῆς Κύπρου ἔπηξας, ὥστε καθαίρειν τὸ πνεῦμά σου, ἀκρώρεια πίστεως, μάκαρ Εὐφημιανέ, ἡσυχίᾳ καὶ πάντιμον, φρέαρ Πνεύματος, τοῦ Ἁγίου γενέσθαι τοῦτο Πάτερ, καθηδῦνον εὐωδίαις, τῶν ἀρετῶν σου τὰ σύμπαντα.

 

Γλυκανθεὶς θείῳ μέλιτι, ἡσυχίας συνώνυμε, τῆς εὐφήμου μνείας θεοφορούμενε, εὐχῆς ἀόκνου καὶ νήψεως, τὸ νέκταρ παρήγαγες, ἐν τῇ Λύσῃ ἀσκητά, κατευφραῖνον προσφύγων σου, τὰ συστήματα, ἐντρυφῶντα καμάτων σου τιμίων, καὶ ὡς μέλισσαι ἀνθέων, τῶν σῶν χαρίτων γευόμενα.

 

Προσευχῶν σου τοῖς ῥεύμασιν, ἀφανίζεις πανόσιε, γῆς τὴν ξηρασίαν καὶ τῶν τιμώντων σε, καρδίας χέρσας τῇ χάριτι, ἀρδεύεις τοῦ Πνεύματος, σῶφρον Εὐφημιανέ, τοῦ Ἁγίου σωτήριον, καὶ πολύκαρπον, ἐν αὐταῖς ἐμφυτεύων τοῦ Σωτῆρος, Ἰησοῦ βροτῶν τοῦ γένους, τὸ πανσεβάσμιον ὄνομα.

 

Ἀρετῆς ἐνδιαίτημα, ἀνεδείχθης φαιδρότατον, φίλε τοῦ Παντάνακτος γνησιώτατε, τῶν μοναζόντων ἀγλάϊσμα, καὶ γέρας ἀτίμητον, μάκαρ Εὐφημιανέ· ὅθεν πάντες τιμῶντές σε, ἀνακράζομεν· ἐκ παντοίων ἡμᾶς ἐχθρῶν βεβήλων, ὁρατῶν καὶ ἀοράτων, ταῖς σαῖς πρεσβείαις ἀπάλλαξον.

 

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον ὡς παμφαέστατος ἥλιος ἀνέτειλεν, Εὐφημιανὸς ὁ πάνσοφος, ταῖς νοηταῖς αὐτοῦ ἀκτῖσι λαμπρύνων τὴν Ἐκκλησίαν. Οὗτος γὰρ ἐν τῇ Κύπρῳ πανσόφως ἀσκήσας, συνήρμοσεν ἐν ἑαυτῷ ἀποταγὴν τελείαν, καὶ ἄκραν ἐκκοπὴν τοῦ θελήματος· καὶ νῦν Θεὸν καθορῶν ἐν Τριάδι, οὐ παύει Αὐτῷ πρεσβεύων, ὑπὲρ τῶν πίστει τελούντων, αὐτοῦ τὴν λαμπροφόρον πανήγυριν.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Στ΄, 12-21)

Λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία και εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτὴν καὶ εὑρίσκεται ὑπὸ τῶν ζητούντων αὐτήν, φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι. ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, πάρεδρον γὰρ εὑρήσει τῶν πυλῶν αὐτοῦ. τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης, καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτὴν ταχέως ἀμέριμνος ἔσται· ὅτι τοὺς ἀξίους αὐτῆς αὕτη περιέρχεται ζητοῦσα καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντᾷ αὐτοῖς.  ἀρχὴ γὰρ αὐτῆς ἡ ἀληθεστάτη παιδείας ἐπιθυμία, φροντὶς δὲ παιδείας ἀγάπη, ἀγάπη δέ τήρησις νόμων αὐτῆς, προσοχὴ δὲ νόμων βεβαίωσις ἀφθαρσίας, ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ Θεοῦ. ἐπιθυμία ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν. εἰ οὖν ἥδεσθε ἐπὶ θρόνοις καὶ σκήπτροις, τύραννοι λαῶν, τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε.

 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. Στ΄, 18-37)

Τέκνον, ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν, καὶ ἕως πολιῶν εὑρήσεις σοφίαν.  ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρων πρόσελθε αὐτῇ καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς· ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις καὶ ταχὺ φάγεσαι γεννημάτων αὐτῆς. ὡς τραχεῖά ἐστι σφόδρα τοῖς ἀπαιδεύτοις, καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος· ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ᾿ αὐτῷ, καὶ οὐ χρονιεῖ ἀπορρῖψαι αὐτήν. σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστι, καὶ οὐ πολλοῖς ἐστι φανερά. ἄκουσον, τέκνον, καὶ δέξαι γνώμην μου, καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου. καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου. ὑπόθες τὸν ὦμόν σου καὶ βάσταξον αὐτήν, καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς. ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς. ἐξίχνευσον καὶ ζήτησον, καὶ γνωσθήσεταί σοι, καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφῇς αὐτήν· ἐπ᾿ ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς, καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην.  καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης.  κόσμος γὰρ χρύσεός ἐστιν ἐπ᾿ αὐτῆς, καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον· στολὴν δόξης ἐνδύσῃ αὐτήν, καὶ στέφανον ἀγαλλιάσεως περιθήσεις σεαυτῷ. ἐὰν θέλῃς, τέκνον, παιδευθήσῃ, καὶ ἐὰν δῷς τὴν ψυχήν σου, πανοῦργος ἔσῃ. ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ, καὶ ἐὰν κλίνῃς τὸ οὖς σου, σοφὸς ἔσῃ. ἐν πλήθει πρεσβυτέρων στῆθι, καὶ τίς σοφός, αὐτῷ προσκολλήθητι. πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι, καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε. ἐὰν ἴδῃς συνετόν, ὄρθριζε πρὸς αὐτόν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου. διανοοῦ ἐν τοῖς προστάγμασι Κυρίου καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός· αὐτὸς στηριεῖ τὴν καρδίαν σου, καὶ ἡ ἐπιθυμία τῆς σοφίας σου δοθήσεταί σοι.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(γ´ 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Ἰδιόμελα. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ ἡ ἁγιοτρόφος Κύπρος, Εὐφημιανὸν τὸν Ὅσιον ὡς ὄλβον ἄσυλον πλουτοῦσα. Οὗτος γὰρ ὡς ὁδοδείκτης ἀσφαλὴς δέδοταί σοι παρὰ Κυρίου, ἰθύνων τὰ τέκνα σου πρὸς ἀρετῆς τελείωσιν. Καὶ νῦν μεταστὰς τῶν τῇδε καὶ τῷ Χριστῷ ἐγγίζων, πρεσβευτὴς πρὸς Αὐτὸν ἡμῶν πέλει θερμότατος, καὶ ῥύστης ἐκ θλίψεων.

 

 

 

 

 

Ἦχος β΄.

Τὸν ἐξ Ἀλαμάνων προελθόντων, καὶ τῷ Παντοκράτορι εὐαρεστήσαντα ὁσίαις πράξεσι, τὸν ἐν ἐρημίαις διελθόντα τὸν βίον, καὶ κατατήξαντα ἑαυτὸν πλείσταις στερήσεσιν, εὐφημήσωμεν Χριστῷ κραυγάζοντες· ὁ κραταιώσας Εὐφημιανὸν τὸν γενναῖόν Σου δοῦλον, κατὰ τοῦ δεινοῦ πολεμήτορος, καὶ στέφος αὐτῷ δωρησάμενος ἀμάραντον, παράσχου καὶ ἡμῖν ταῖς αὐτοῦ ἱκεσίαις, ζωὴν τὴν αἰώνιον.

 

Ἦχος γ΄.

Ὁ ἐν Λύσῃ περικαλλὴς ναός σου, ἰαμάτων ποταμὸς ἀείῤῥυτος ἐδείχθη, Εὐφημιανὲ Ὅσιε, δεικνύων πᾶσι τὴν δαψιλῶς δοθεῖσάν σοι χάριν οὐρανόθεν· ἐξ αὐτοῦ ὅθεν καὶ ἡμεῖς ἀρυόμενοι νάματα, ἰσχύομεν ἐχθρὸν πατάξαι τὸν μισόθεον, καὶ Χριστὸν δοξάζομεν, τὸν σὲ ἀξίως θαύμασι δοξάσαντα.

 

Δόξα. Ἦχος δ΄.

Ἀποκαθάρας τὸν νοῦν σου πάσης προσύλου σχέσεως, δοχεῖον διαυγὲς γέγονας τοῦ Παρακλήτου Πνεύματος, Εὐφημιανὲ πανένδοξε. Καὶ νῦν Χριστῷ ἐνατενίζων ἰδίοις ὄμμασι, μὴ παύσῃ Αὐτῷ πρεσβεύων καθᾶραι, καὶ ἡμῶν ψυχῶν τὸ ῥερυπωμένον πάθεσιν ἱμάτιον.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Πάντα τὰ ἐν τῷ βίῳ τερπνά,. ὡσεὶ ἀτμίδα καὶ καπνὸν λογιζομενος, κατέλιπες καὶ Κυρίου, ἦρας ἐπ’ ὤμων ζυγόν, τὸν χρηστὸν ἀσμένως, Πάτερ Ὅσιε· Αὐτοῦ γὰρ ταπείνωσιν, καὶ πραότητα ἔδειξας, ἐν ταῖς πολλαῖς σου, καθ’ ἑκάστην στερήσεσι, γνώμων ἅπασιν, ἐποφθεὶς καὶ ἀρχέτυπον, πίστεως· ὅθεν σπεύδοντες, οἱ βίου τοῖς κλύδωσι, περιστατούμενοι τάχος, καὶ συμφοραῖς τῇ σῇ χάριτι, ἀντλοῦμεν δυνάμεις, Εὐφημιανὲ πατῆσαι, ἐχθροῦ τὰ ἔνεδρα.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Ἄστρον λαμπρὸν Εὐφημιανέ, τῆς Ἐκκλησίας νοητοῦ στερεώματος, λαμπόμενον ταῖς ἀκτῖσι, τῆς καθαρᾶς σου ζωῆς, καὶ τοῦ Παρακλήτου, ἐκπυρσεύμασιν, ἡμῶν τὴν διάνοιαν, καταυγάζεις ἑκάστοτε, τῶν σὲ τιμώντων, εὐλαβῶς πρὸς ἀγάπησιν, τοῦ Παντάνακτος, καὶ Κυρίου τῆς κτίσεως· Λύσης εὐσήμου καύχημα, ἀζύγων ἀθόλωτε, χαρὰ καὶ πάντιμον εὖχος, τὸν σὲ ἐν γῇ κραταιώσαντα, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν διδόναι, τὸ μέγα ἔλεος.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις τῶν μοναζόντων κρηπίς, θαυματουργὸς τῆς Λύσης ῥύστης καὶ πρόμαχος, προσφύγων ὁ ἀντιλήπτωρ, καὶ ταχινὸς ἀρωγός, καύχημα καὶ κῦδος, Κύπρου πάνσεπτον· συνέσεως πρότυπον, ἀρετῆς ἐνδιαίτημα, ἀγωνισμάτων, σθεναρῶν ὑποτύπωσις, καὶ πραότητος, θεαρέστου κειμήλιον, ῥῦσαι τοὺς σοὶ προστρέχοντας, ἐκ βλάβης τοῦ ὄφεως, καὶ τοῦ βεβήλου Ἀττίλα, τοῦ πονηροῦ καὶ ἀλλόφρονος, ἐκδίωξον στίφη, Εὐφημιανὲ ταχέως, ταῖς σαῖς ἐντεύξεσι.

 

Δόξα. Ἦχος πλ. δ΄.

Εὐσεβόφρονες δεῦτε πάντες, τὸν Θεὸν ἐκζητήσαντα ἐν προσευχαῖς καὶ νηστείαις νυχθημέροις, Εὐφημιανὸν τὸν τρισόλβιον, λαμπρῶς εὐφημήσωμεν κράζοντες· χειραγωγὸν καὶ προστάτην πλουτοῦμέν σε Ὅσιε, τὸν θεαρέστως ἀσκήσαντα, καὶ ἀσινῆ διαμείναντα ἐκ τῆς ἐπηρείας, τοῦ δεινοῦ πολεμήτορος.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α᾿. Τῆς ἐρήμου πολίτης.

Εὐφημῆσαι μερόπων τίς δυνήσεται Ὅσιε, Εὐφημιανὲ τοὺς ἀόκνους πρὸς τελείωσιν μόχθους σου; ἀσκήσει γὰρ στεῤῥᾷ καὶ προσευχῇ, ἐπτέρωσας τὸν νοῦν πρὸς οὐρανόν, καὶ κοσμήτωρ Λύσης ὤφθης, τῆς σὲ τιμώσης θεῖος· ὅθεν κράζομεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ εὐφημήσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πιστοῖς ἰάματα.

Δόξα. Ὅμοιον.

Τῶν Ὁσίων φωστῆρα καὶ τῆς Λύσης τὸ καύχημα, Εὐφημιανὸν τὸν θεόπνουν εὐφημήσωμεν ᾄσμασι· τὸν πίστει ἀναλώσαντα αὐτόν, ἀσκήσει καὶ συντόνῳ προσευχῇ, καὶ πτερώσαντα ἐκθύμως, τὸν νοῦν πρὸς δόμους δόξης οὕτω μέλψωμεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Χαρμόσυνος ἡμῖν, καὶ λαμπρὰ ἐπεφάνη, νῦν Εὐφημιανοῦ, ἡ πανσέβαστος μνήμη, πιστοὺς κατευφραίνουσα, τοὺς βοῶντας· ἐκλύτρωσαι, πάσης θλίψεως, καὶ τοῦ δεινοῦ ἐπηρείας, πολεμήτορος, τοὺς πρόσφυγάς σου ἀζύγων, Ὁσίων ὀσφράδιον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἡλίου νοητοῦ, φωτοφόρε νεφέλη, καὶ λύχνε παμφαές, θείου φέγγους Παρθένε, τυφλώττουσαν πάθεσι, τὴν ψυχήν μου καταύγασον, αἴγλῃ δέομαι, τῆς σωστικῆς ἀπαθείας, καὶ ἀπόπλυνον, τὸν τῆς καρδίας μου ῥῦπον, ῥοαῖς κατανύξεως.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Θείᾳ χάριτι, τὰς πανουργίας, τοῦ ἀλάστορος, ἐχθροῦ τοῦ πλάνου, μάκαρ Εὐφημιανὲ ὁλοτρόπῳ σου, ψυχῆς ἐφέσει διέφυγες Ὅσιε, καὶ τὸ σαρκίον νεκρώσας ταῖς θείαις σου, ἐπιδόσεσι, ψυχήν μου σαφῶς ἐζώωσας· διόπερ εἰς αἰῶνας μεγαλύνω σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Παῦσον Δέσποινα, παρακαλῶ Σε, τῆς καρδίας μου, τὰς ἐνθυμήσεις, τὰς αἰσχρὰς καὶ τῆς ψυχῆς μου θεράπευσον, δυσώδη ἕλκη καὶ τραύματα πάμπολλα, τὸν ἰατρὸν ἡ τεκοῦσα καὶ Κύριον, πάσης κτίσεως Παντάνασσα ἵνα στέφω Σε, ψαλμοῖς ἀεὶ καὶ θείοις μελῳδήμασι.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ὁσίως Ἅγιε, πολιτευσάμενος, καὶ τροπωσάμενος, ἱδρώτων χεύμασι, τῶν σῶν ἐχθρὸν τὸν δυσμενῆ εἰς τέλος τὰ τῶν δαιμόνων, στίφη ἐτραυμάτισας, εὐφημίας ἐπώνυμε· ὅθεν ἀναδέδειξαι τροπαιοῦχος ἀήττητος, καὶ χαίρων νίκης εἴληφας στέφος, Κύπρου Πατέρων κοσμιότης.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς Χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· χαῖρε ἡ κεχαριτωμένη.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον, Ὁσιακόν, (Λουκᾶς ΣΤ΄ 17-23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ… (Ζήτει τῇ Παρασκευῇ τῆς Β’ Ἑβδομάδος)

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Αἱ οὐράνιαι Ταξιαρχίαι σήμερον, σὺν τοῖς δήμοις τῶν Ὁσίων, ἐν τοῖς ἄνω σκηνώμασιν εὐφραίνονται, καὶ βροτῶν ἡ ὁμήγυρις ἐπὶ γῆς νῦν ἀγάλλεται, ἐπὶ τῇ ἐνδόξῳ μνήμῃ Εὐφημιανοῦ τοῦ θεοσόφου· δεῦτε οὖν καταστέψωμεν αὐτὸν ᾄσμασι, καὶ τὰς ἀσιγήτους αὐτοῦ δεήσεις ἐκζητήσωμεν, πρὸς τὸν φιλάγαθον Κύριον καὶ Δεσπότην τῆς κτίσεως, ἵνα εὕρωμεν ἔλεος ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς Κρίσεως.

 

Εἶτα, ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Εὐφημεῖ Ὅσιον Εὐφημιανὸν Χαραλάμπης.

ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Ἐφύμνιον μέλισμα, ὑφᾶναι λόγον μοι δώρησαι, Χριστὲ παντοδύναμε, σεπτῷ Εὐφημιανῷ, καλλωπίσματι, τῆς Κύπρου θεοφόρῳ, καὶ Λύσης κοσμήτορι, καὶ ἀντιλήπτορι.

Ὑμνοῦμεν τὰ σκάμματα, τῆς γεραρᾶς σου ἀσκήσεως, ἀζύγων φωτόλαμπρε, ἀστὴρ Εὐφημιανέ, τοῦ φαιδρύναντος, τὰ σύμπαντα ἐλλάμψει, νηστείας συνέσεως, καὶ ταπεινώσεως.

Φανὸς τηλαυγέστατος, ἀοργησίας καὶ νήψεως, ἐπώφθης τοῦ δράκοντος, πρηστὴρ Εὐφημιανέ, φαίνων ἅπασιν, ἀσκήσεως συντόνου, βολαῖς καὶ θαυμάτων σου, θείοις πυρσεύμασι.

Θεοτοκίον.

Ἠρέμως τὸν βίον μου, θεοχαρίτωτε Δέσποινα, δικαίως ἀξίωσον, καὶ εὐλαβῶς διελθεῖν, ἵνα μέλπω σε, δοχεῖον τοῦ ἀστέκτου, ἀτίμητον ᾄσμασιν, ὁ πολυδύστηνος.

 

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Μακάριος γέγονας τῷ ὄντι, πιστῶν φύλαξ Εὐφημιανέ· καλαῖς γὰρ ἀναβάσεσι, τρισμάκαρ σεμνυνόμενος, εἰς ὕψος ἤρθης ἄῤῥητον, τῆς ἐν Χριστῷ ταπεινώσεως.

Ἐνίκησας πάθη τῆς σαρκός σου, χαμαίζηλα Εὐφημιανέ, καμάτοις νυχθημέροις σου, νηστείᾳ παρακλήσεσι, χαμαικοιτίᾳ δάκρυσι, καὶ τῶν γονάτων σου κλίσεσι.

Ἰάσεων χείμαῤῥος ἀείῤῥους, ὀφθεὶς Πάτερ Εὐφημιανέ, κατήρδευσας θαυμάτων σου, ῥοαῖς πανδείνως στένοντας, ἐξ ἀνιάτων Ὅσιε, ἀῤῥωστημάτων σοὺς πρόσφυγας.

Θεοτοκίον.

Ὀρθρίζοντες ἅπαντες Παρθένε, προσφέρομέν σοι πανευλαβῶς, ᾠδὴν Θεογεννήτρια, καὶ ἀκλινῶς κραυγάζομεν· Ἡγιασμένον σκήνωμα, χαῖρε τοῦ Λόγου τοῦ Κτίσαντος.

 

 

 

 

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τὸν τῆς Λύσης προστάτην καὶ ἀντιλήπτορα, τὸν καταυγάσαντα κόσμον, τῶν θαυμασίων βολαῖς, ταῖς αὐτοῦ ὡς ὁδηγοῦντα πρὸς μετάνοιαν, ἅπαντα Κύπρου τὸ λαμπρόν, ἑωσφόρον ἐκτενῶς, τιμήσωμεν κατὰ χρέος· καὶ γὰρ πρεσβεύει Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν,.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Παροργίσας Παρθένε τὸν πολυεύσπλαγχνον, Υἱόν Σου ἔργοις καὶ λόγοις, καὶ τὴν Ἐκείνου φρικτήν, τῆς Ἐτάσεως ἡμέραν τρέμων κράζω Σοι· Πρόφθασον Μῆτερ ἀγαθή, καὶ τοῦ τόκου Σου ὀργήν, κατεύνασον τὴν δικαίαν, ταῖς πρὸς Αὐτὸν μητρικαῖς Σου, πρεσβείαις ἵνα μεγαλύνω Σε.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Σοῦ ναῷ τῷ πανιέρῳ, ἐν τῇ Λύσῃ προστρέχομεν, ἀσκητῶν ἀκρότης, Εὐφημιανὲ παμμακάριστε, καὶ τὴν ἁγίαν εἰκόνα προσκυνοῦντές σου, ἀρυόμεθα, δεινῶν παθῶν ἀπολύτρωσιν.

Ἴσθι πάντων ἀντιλήπτωρ, εὐφημίας συνώνυμε, τῶν τελούντων πόθῳ, τὴν σὴν ἐτησίαν πανήγυριν, καὶ τὰς λιτὰς ἐκζητούντων τὰς ὁσίας σου, πρὸς τὸν Κύριον, Ὃν ἐκ καρδίας ἠγάπησας.

Ὁ τῶν σῶν κατορθωμάτων, φθόγγος πᾶσαν ἐκάλυψε, νῆσον Κύπρον Πάτερ, Εὐφημιανὲ θεοφόρητε· διὸ ἐν πόλῳ νῦν εὗρες τῶν καμάτων σου, ἀντιμίσθιον, σὺν τῷ Χριστῷ κατευφραίνεσθαι.

Θεοτοκίον.

Νεκρωθέντα με Παρθένε, ἁμαρτήμασι ζώωσον, ταῖς πρὸς τὸν Υἱόν Σου, καὶ Θεὸν ἡμῶν ἱκεσίαις Σου, ἵνα ὑμνῶ Σε πνοὴν πιστῶν ὡς ἔνδροσον, καὶ ἀνέγερσιν, τῶν πεπτωκότων εἰς βόθυνον.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Ἐξέλαμψας Ὅσιε, ἀκτῖσιν ἐγκρατείας σου, Εὐφημιανὲ ἐν νήσῳ Κύπρῳ, ὥσπερ πυρφόρος, ἀστὴρ γλυκύτατον φῶς, βραβεύων ἀμέμπτου βιοτῆς, τοῖς πιστῶς προστρέχουσι, τῇ δοθείσῃ σοι χάριτι.

Ὑφέρποντα δράκοντα, ἐπάτησας ἀσκήσεσιν, Εὐφημιανὲ ἀδιαλείπτοις, καὶ ἀνεδείχθης, καρτερικὸς μαχητής· διόπερ ἐδέξω ἐκ χειρῶν, τοὺς πιστοὺς δοξάζοντος, στέφος νίκης ἀμάραντον.

Φωτόμορφε Ὅσιε, ποθῶν ἰδεῖν οὐράνια, κάλλη ἀπημπόλησας ἡδέα, τοῦ κόσμου τούτου, καὶ τὰς ἐρήμους ποθῶν, διώδευσας βίον ἀσφαλῶς, ἄμεμπτον δεικνύμενος, μονοτρόπων ὡράϊσμα.

Θεοτοκίον.

Ἡδύπνευστον λείριον, τοῦ Παραδείσου Δέσποινα, δέξαι τὸν Σὸν δοῦλον ἐν τῷ κήπῳ, ζωῆς ἀφθίτου, τὴν δυσωδίαν ἡμῶν, διώκουσα πόῤῥῳ τῶν παθῶν, πειρασμῶν καὶ θλίψεων, τῶν εὐχῶν εὐωδίᾳ Σου.

 

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Μονάσας, Πάτερ τρισόλβιε, ἐν Κύπρῳ τὸν Θεὸν ἐξεζήτησας, πόνοις συντόνοις σου· διὸ καὶ Πνεύματος γέγονας, τοῦ θείου μυροθήκη, καὶ σκεῦος πάντιμον.

Ἰάσω, τάχος τὸν κάμνοντα, ὦ Εὐφημιανὲ τρισμακάριστε, τῇ εὐσπλαγχνίᾳ σου, καὶ ἐκ τῆς κλίνης ἠνώρθωσας, αὐτὸν τὸν ἐν τῇ Ἄχνῃ, ταλαιπωρούμενον.

Ἀγγέλους, ἔχων συλλήπτορας, ἐφόδους ἀπεκρούσω τοῦ δαίμονος, πνευματοφόρητε, καὶ ἀπροσκόπως διώδευσας, πρὸς σωτηρίαν τρίβον, σαφῶς ἀπάγουσαν.

Θεοτοκίον.

Νοός, ταχὺ καθαρότητα, ἁγνὴ δι’ ἀπαθείας μοι δώρησαι, καὶ οἰκητήριον, τοῦ θείου Πνεύματος δεῖξόν με, ἀμόλυντε Παρθένε, ἵνα γεραίρω Σε.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Τῆς εὐφημίας τὸν ἐπώνυμον τιμήσωμεν, ἐν τοῖς Ὁσίοις θαυμαστὸν εὐτάκτοις ᾄσμασι, τὸν ὡς ἥλιον ἐκλάμψαντα ἐν τῇ Λύσῃ, Εὐφημιανὸν βολαῖς στεῤῥᾶς ἀσκήσεως, καὶ φωτίσαντα πιστῶν χοροὺς κραυγάζοντες, μετὰ πίστεως· Χαίροις Πάτερ τρισόλβιε.

Ὁ Οἶκος.

Ἄγγελος ἄλλος ὤφθης, θεοφόρε ἐν Κύπρῳ, ἀσκήσει ἀρετῇ ταπεινώσει, καὶ συνέσει Εὐφημιανέ· διόπερ τοὺς εἰς Λύσην εὐλαβῶς σπεύδοντας, λαβεῖν σὴν χάριν Ὅσιε, ἐγείρεις εὐλαβῶς βοῆσαι·

Χαῖρε, τὸ κλέος ἐνασκουμένων·

χαῖρε, ὁ στῦλος τῶν μονοτρόπων,.

Χαῖρε, τῶν ἐν κλίναις νοσούντων ἀνόρθωσις·

χαῖρε, τῶν ἐν δίναις στενόντων ἀντίληψις.

Χαῖρε, ὅτι ἐπεπόθησας τὰ οὐράνια σαφῶς·

χαῖρε, ὅτι κατεπάτησας ἡδονὰς τὰς τῆς σαρκός.

Χαῖρε, κεφαλαλγίας ζοφερὰς ὁ διώκων·

χαῖρε, τῆς Ἐκκλησίας βάσις θεία ὁ πέλων.

Χαῖρε, πιστῶν προσφύγων σου ἔφορος·

χαῖρε, δεινῶν δαιμόνων ἀντίπαλος.

Χαῖρε, θερμὸς δήμου Λύσης προστάτης·

χαῖρε, στεῤῥὸς τῶν πιστῶν παραστάτης.

Χαίροις, Πάτερ τρισόλβιε.

 

Συναξάριον.

Τῇ ΙΔ’ τοῦ Μηνὸς Νοεμβρίου, Μνήμη τοῦ Ὁσίου Εὐφημιανοῦ, τοῦ ἐν Λύσῃ τῆς Κύπρου.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Ὁσιώτατε, σὺν Συνεσίῳ μέλπομεν, ᾠδαῖς εὐσχήμοσι, καὶ Ἰωνᾷ τῷ κλεινῷ, σὲ δῆμοι φιλάγιοι, τῆς Λύσης κράζοντες· τὸν παμβέβηλον, Ἀττίλαν ἀποδίωξον, ταῖς λιταῖς σου Πάτερ τάχος.

Νόσου αὔξησον, ἡμῶν τὸν πόθον Ὅσιε, πρὸς πόλου δώματα, Πάτερ Εὐφημιανέ, προσφύγων τῆς χάριτος, σῆς ὁσιότητος, ὁ τὰ ῥέοντα, καὶ τὰ φθαρτὰ ὡς σκύβαλα, λογιζόμενος ἐν βίῳ.

Χαριτόβρυτε, δακρύων σου δεξάμενος, τὰ θεῖα χεύματα, ὁ παντεπόπτης Θεός, λιταῖς ταῖς ἀόκνοις σου, ὀμβρίζει πάντοτε, ὕδωρ ἄφθονον, ἐν ἀνομβρίας ἔτεσιν, ἐκ πηγῶν οὐρανίων.

Θεοτοκίον.

Ἀπειρόγαμε, τεκοῦσα μόνη Κύριον, τὸν πολυεύσπλαγχνον, οἰκτείρησόν με ταχύ, καὶ σῶσον τὸν δοῦλόν Σου, πιστῶς κραυγάζοντα· μακαρίζομεν, Σὲ εἰς αἰῶνας ἅπαντας, ὡς Κυρίαν Θεοτόκον.

 

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.

Ῥώμῃ θεϊκῇ τὰς παρατάξεις, δαιμόνων τὰς ὀλεθρίους κατεπάτησας, Εὐφημιανὲ σοφέ· ὅθεν ἀῤῥωστήματα, ἐλαύνειν χάριν εἴληφας, ἐκ τῶν τιμώντων σε, βοώντων· Τὸν Χριστὸν ἀνυμνεῖτε, καὶ ὑπερυψοῦτε, λαοὶ εἰς τοὺς αἰῶνας.

Ἄγουσα τὴν μνήμην σου ἡ Λύση, ἀγάλλεται τὴν σεβάσμιον πανεύφημε, ἀσκουμένων πρόβολε, καὶ πιστῶν κραταίωμα, καὶ ὁμοφώνως κράζει σοι· ταχὺ ἐλεύθερον, ἀνάτειλον τοῖς πρόσφυξιν ἦμαρ, σὲ τοῖς ἀνυμνοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Λάμψας Εὐφημιανὲ ὡς ἄστρον, ἁγνείας χρηστοηθείας καὶ σεμνότητος, ἅπαντας ἐφώτισας, Ὅσιε φωτόλαμπρε, αὐγαῖς ἀόκνων πόνων σου, τοὺς σὲ γεραίροντας, καὶ Κύριον δόξαζοντας πόθῳ, τὸν ἰσχύσαντά σε, ἐν βίῳ θεοφόρε.

Θεοτοκίον.

Ἄγαλμα σεμνότητος ὑπάρχεις, καὶ στάμνος χρυσῆ ὡς θεῖον μάννα φέρουσα, Θεοτόκε Δέσποινα, ἐν γαστρὶ τὸν Κύριον, Ὃν ἀκλινῶς δοξάζοντες, Σὲ μακαρίζομεν, καὶ κράζομεν· Κυρία Παρθένε, κεχαριτωμένη, Θεοκυῆτορ χαῖρε.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Μέμνησο ἡμῶν, τῶν πίστει ὑμνούντων σου, τῶν τρόπων ἄπλαστον, Εὐφημιανὲ σοφέ, καὶ βιοτήν σου, τὴν ὑπερθαύμαστον, ἣν ὡς κηρὸν ἠνάλωσας, πρὸ τοῦ Παντάνακτος, θείου θρόνου, πένθει ἀγρυπνίᾳ τε, κακουχίᾳ καὶ πόνοις συντόνοις σου.

Πάντων τῶν πιστῶν, μεσίτης ἀνύστακτος, καὶ ἀῤῥαγέστατον, Εὐφημιανὲ κλυτέ, ὑπάρχεις τεῖχος, τῆς Λύσης σέμνωμα, καὶ Κύπρου πάσης κλέϊσμα· διὸ προστρέχοντες, σαῖς πρεσβείαις, αἶνον τῷ Παντάνακτι, καὶ Δεσπότῃ Κυρίῳ προσφέρομεν.

Ἤδη τῷ Χριστῷ, ἐγγίζων τρανότερον, καὶ καθαρώτερον, Εὐφημιανὲ ἡμῶν, τὰς παρακλήσεις, Αὐτῷ προσάγαγε, καὶ δώρησον συγχώρησιν, ταῖς ἱκεσίαις σου, τῶν πταισμάτων, πᾶσι καταστέφουσιν, ἐγκωμίων σὴν μνήμην μελίσμασι.

Θεοτοκίον.

Σκέπη κραταιά, Μητράναδρε Δέσποινα, πιστῶν τὸ στήριγμα, νέκρωσον τὸ φρόνημα, τὸ τοῦ σαρκίου, ἡμῶν καὶ οἴκτειρον, τοῖς θείοις μλεῳδήμασι, Σὲ καταστέφοντας, καὶ ὑμνοῦντας, Τόκον Σου τὸν πάναγνον, εἰς αἰῶνας αἰώνων γηθόμενοι.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Φωτὸς ἀκτίστου Ὅσιε, τὰς ἀστραπὰς δεχόμενος, ἐν τῇ ψυχῇ σου δοχεῖον, τοῦ θείου Πνεύματος ὤφθης· διόπερ Εὐφημιανέ, σὲ πάντες μακαρίζοντες, φωτὸς ἀδύτου ἔμπλεοι, γενόμεθα καὶ τὸν Κττίστην, καὶ Φωτοδότην ὑμνοῦμεν.

Θεοτοκίον.

Τῆς σωτηρίας πρόξενε, ἡμῶν Θεογεννήτρια, σὲ μεγαλύνομεν πόθῳ, εὐλογημένη Μαρία, καὶ τὸν Σὲ ἁγιάσαντα, Θεὸν ἡμῶν καὶ Κύριον, τῶν χοϊκῶν τὸ φύραμα, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων, λαβόντα δοξολογοῦμεν.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τὸν ἐν τῇ νήσῳ τῆς Κύπρου, λαμπρῶς ἀσκήσαντα, σὺν Ἰωνᾷ τῷ θείῳ, καὶ σοφῷ Συνεσίῳ, τὸν πάσας τὰς ἐνέδρας τοῦ πονηροῦ, καθελόντα στερήσεσι, ῥοαῖς δακρύων νηστείαις καὶ προσευχαῖς, ὁμοφρόνως εὐφημήσωμεν.

 

Τοὺς ἐν τῷ θείῳ ναῷ σου, ἐν Λύσῃ σήμερον, ἀθροιζομένους Πάτερ, τὴν σὴν μνήμην τελέσαι, ἀπάλλαξον δεινῶν Εὐφημιανέ, καὶ κινδύνων ἐκλύτρωσαι, ἵνα ὑμνῶσιν ὡς ῥύστην ἐκ πειρασμῶν, καὶ προστάτην σε ἐν θλίψεσιν.

 

Ἐπὶ τῶν ὤμων σου αἴρων, τὸν τοῦ Παντάνακτος, Σταυρὸν σημειοφόρε, ἀσκητὰ τὰ ἡδέα, τοῦ κόσμου καὶ τερπνὰ Εὐφημιανέ, ὡς ῥευστὰ κατεφρόνησας, καὶ τοῦ Βελίαρ συνέτριψας τὴν ὀφρύν, τῇ μαχαίρᾳ τῶν καμάτων σου.

 

Τῆς εὐσεβείας τὸν στῦλον, σεπτὸν ὡράϊσμα, τῆς ἐν τῇ Κύπρῳ Λύσης, καὶ φανὸν μονοτρόπων, ἐν ᾄσμασι καὶ ὕμνοις χρεωστικῶς, εὐφημήσωμεν σήμερον, ὡς Ἐκκλησίας σεπτὸν Εὐφημιανόν, πολυτίμητον διάκοσμον.

 

 

 

 

Δόξα. Ἦχος πλ. α .

Ὅσιε Πάτερ, τὸν δρόμον τῆς πίστεως ἀσκητικῶς διανύσας, καὶ τῷ Κυρίῳ εὐαρεστήσας τοῖς νυχθημέροις καμάτοις σου, τὸ βραβεῖον εἴληφας τῆς ἄνω κλήσεως. Αὐτοῦ ἀξίωσον  Εὐφημιανὲ καὶ τοὺς τιμῶντάς σε, ὡς ἀζύγων ὑποτύπωσιν καὶ Λύσης προασπιστὴν ἀπροσμάχητον, ταῖς ἀσιγήτοις σου πρὸς Κύριον ἐντεύξεσι.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ· διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Τὸν ἐνατενίσαντα σταθηρῶς, γνώσεως τῷ ὕψει, ἱερὸν Εὐφημιανόν, δι’ ἀόκνων πόνων, Κυπρίων παραστάτην, καὶ ἰατρὸν νοσούντων, νῦν εὐφημήσωμεν.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

                                        

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Εὐφημιῶν σε καταστέφομεν πάντες, τερπνοῖς μελίσμασι θεόσοφε Πάτερ, τῆς Λύσης εὖχος πάντιμον Εὐφημιανέ, ὡς ἀζύγων ἔκτυπον καὶ χαρίτων δοχεῖον, εὔχρηστον τοῦ Πνεύματος τοῦ Ἁγίου καὶ πίστει, ἀναβῶμεν· Λύτρωσαι ταχύ, τοὺς σοὺς ἱκέτας κινδύνων καὶ θλίψεων.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ  ἡ ἀκροστιχίς: Εὐφημιανέ, Γαβριὴλ σκέπε τιμῶντά σε. Χ. Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἐφύμνιον δέησιν ἐκτενῶς, προσάγοντες πόθῳ, σοὶ πατέρων θεοειδῶν, λαμπὰς Εὐφημιανὲ λιτάς συ, πρὸς τὸν Δεσπότην Χριστὸν ἐκδεχόμεθα.

Ὑπέρτερος πάντων τῶν γεηρῶν, ὀφθεὶς καὶ ἀσκήσας, ὥσπερ Ἄγγελος ἀληθῶς, σεπτὲ Εὐφημιανὲ ἱκέτας, σοὺς ὑπερτέρους ῥεόντων ἀνάδειξον.

Φωτὶ τῷ ἀΰλῳ καταλαμφθείς, καρδίαν σὴν θείαν, ὅλος ὤφθης φωτολαμπής· διὸ Εὐφημιανὲ σκοτίαν, ἡμῶν ἐλαύνεις εὐχαῖς συ κακότητος.

Θεοτοκίον.

Ἡγίασε μήτραν τὴν Σὴν Χριστός, Παρθένε Μαρία, ὁ ἀφράστως ἐκ Σοῦ τεχθείς, καὶ γένος μερόπων διασώσας, ἐκ τῆς φθορᾶς τοῦ θανάτου πανάμωμε.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Μέγα κλέϊσμα Λύσης, τῶν ἀσκητῶν πρόβολε, Εὐφημιανὲ σῶν προσφύγων, τάχος δεήσεσι, κλῖνον εὐήκοον οὖς, καὶ τῷ εὐσπλάγχνῳ Κυρίῳ, ὡς μεσίτης ἔνθερμος, ταύτας προσάγαγε.

Ἱλαρώτατος Πάτερ, καὶ συμπαθὲς Ἅγιε, Εὐφημιανὲ σοὺς ἱκέτας, λύτρωσαι κράζομεν, ἐκ τοῦ Ἀττίλα ὀρδῶν, κατακτητοῦ τοῦ βαναύσου, καὶ αὐτοῖς ἀνάτειλον, ἦμαρ ἐλεύθερον.

Ἀρετῶν ὑφηγῆτορ, καὶ προσευχῆς μέλαθρον, Εὐφημιανὲ ὁ πιάνας, ῥείθροις δακρύων σου, ἀσκητικὴν καλιάν, τὴν σὴν ὁδὸν διοδεῦσαι, ἀρετῆς ἀξίωσον, σοὶ τοὺς προστρέχοντας

Θεοτοκίον.

Νεῦσον ταῖς ἱκεσίαις, ἡμῶν ἁγνὴ Δέσποινα, παύουσα χαμαίζηλα πάθη, καὶ ἀσθενήμτα, τὰ δυσαχθῆ τῆς σαρκός, καὶ τῆς ψυχῆς Θεοτόκε, ἰωμένη τάχιστα, Μῆτερ φιλόστοργε.

Διάσωσον, ἐξ ὁρατῶν θεοφόρε καὶ ἀοράτων, θαυμαστὲ Εὐφημιανὲ ἐχθρῶν τοὺς τιμῶντάς σε, λιτάς σου ἀόκνους ἐξαιτουμένους.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Ἀζύγων φωστὴρ καὶ φίλε γνησιώτατε, Χριστοῦ τοῦ Θεοῦ σαῖς θείαις καταφεύγοντες, ἱκεσίαις κράζομεν· προσβολῶν ἡμᾶς ἀπολύτρωσαι, τοῦ μισοκάλου Εὐφημιανέ, ἐχθροῦ τοὺς πιστῶς σοι καταφεύγοντας.

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Εὐφημίας ἐπώνυμε, τῆς διαμενούσης εἰς χρόνον ἅπαντα, Εὐφημιανὲ ἀπάλλαξον, ὀδυνῶν καὶ θλίψεων σοὺς πρόσφυγας.

Γαυριῶντα ἐκδίωξον, πόῤῥῳ βακτηρίᾳ εὐχῶν σου δαίμονα, τὸν βυθίσαι με εἰς βόθυνον, Εὐφημιανὲ κακίας θέλοντα.

Ἀϋπνίας ἀπάλλαξον, Εὐφημιανὲ τοὺς σπεύδοντας τῇ σῇ χάριτι, ὁ αὐτοὺς ταχὺ ἰώμενος, Χάριτι τῇ θείᾳ ὁσιώτατε.

Θεοτοκίον.

Βλάβης πάσης τοὺς δούλους Συ, χαλεπῶν κινδύνων καὶ περιστάσεων, Μητροπάρθενε διάσωσον, τοὺς ἐπιζητοῦντας Σὴν ἀντίληψιν.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ῥῦσαι συμφορῶν, Εὐφημιανὲ τοὺς σπεύδοντας, καθ’ ἑκάστην τῇ θερμῇ συ ἀρωγῇ, καὶ ὑμνοῦντάς σου τοὺς πόνους πρὸς τελείωσιν.

Ἴασαι ἡμῶν, ἀλγηδόνας τὰς τοῦ σώματος, καὶ τὰς νόσους μάκαρ Εὐφημιανέ, τῶν ψυχῶν ὡς ἰατὴρ πιστῶν ἀνύστακτος.

Ἤσχυνας ἐχθρόν, τὸν μισόκαλον ἀγῶσί σου, νυχθημέροις Πάτερ Εὐφημιανέ, οὗ τὰ βέλη καθ’ ἡμῶν ἐκτρέπεις Ὅσιε.

Θεοτοκίον.

Λύπης τὴν ἀχλύν, τὴν ψυχόλεθρον ἐκδίωξον, ἐξ ἡμῶν μεγαλυνόντων Σε ἀεί, κεχαριτωμένη Δέσποινα Μητρόθεε

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Σκοτόμαιναν, ζοφερὰν ἀπέλασον, διχονοίας καὶ κακίας τῷ φέγγει, ἱκεσιῶν σου πρὸς τὸν Φωτοδότην, Χριστὸν καὶ Κτίστην τοῦ σύμπαντος Ὅσιε, τρισμάκαρ Εὐφημιανέ, ἀπαθείας φωστὴρ τηλαυγέστατε.

Κιννάμωμον, εὐσεβείας πάντερπνον, θηρευτὰς ὁ ἀσεβεῖς θανατώσας, τοὺς συλητὰς τοῦ πανσέπτου ναοῦ σου, Ἄγαρ ἐκγόνους σῇ χάριτι πάταξον, καὶ μύρῳ Εὐφημιανέ, Λυσιώτας εὐχῶν σου καθήδυνον.

Ἐπίβλεψον, οὐρανόθεν Ὅσιε, ἐπὶ πάντας τοὺς τιμῶντας σὴν μνήμην, καὶ ἀσινεῖς τῶν βελῶν τοῦ Βελίαρ, τοὺς σοὺς ἱκέτας συντήρει θειότατε, τοὺς πόθῳ Εὐφημιανέ, καταφεύγοντας σκέπῃ τῇ θείᾳ σου

Θεοτοκίον.

Πανύμνητε, Θεοτόκε ἄχραντε, ἀνεξάντλητος χειμάῤῥους ναμάτων, ζωοπαρόχων ἐδείχθης τεκοῦσα, τὸν Ποιητὴν καὶ Δεσπότην τοῦ σύμπαντος, ἐλέους ὕδωρ μυστικῶς, τὸν βλυστάνοντα πᾶσιν οἰκέταις Σου.

Διάσωσον, ἐξ ὁρατῶν θεοφόρε καὶ ἀοράτων, θαυμαστὲ Εὐφημιανὲ ἐχθρῶν τοὺς τιμῶντάς σε, λιτάς σου ἀόκνους ἐξαιτουμένους.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ἀσκητικὴν ἀγωγήν σου τὴν ἔνθεον, ἐπισφραγίζων τοῖς θείοις σου θαύμασι, προσεφαπλοῖς σὴν βοήθειαν ἅπασι, πιστοῖς Εὐφημιανὲ τοῖς δοξάζουσι, εὐσχήμως τὴν πάνσεπτον μνήμην σου.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Χάριν θείου Πνεύματος, σῇ ἀκραιφνεῖ πολιτείᾳ, κεκτημένος πάντοτε, βοηθεῖς τοῖς σπεύδουσι, τῇ ἀόκνῳ σου, ἀρωγῇ Ὅσιε, Λύσης ἀντιλῆπτορ, καὶ Κυπρίων μέγα καύχημα, καὶ τὰ ὁρμήματα, τῶν παθῶν πραΰνεις θειότατε, σπηλαιωτῶν ἀκρώρεια, ἀσκητῶν καὶ σκήνωμα νήψεως, τῶν μεγαλυνόντων, εὐτάκτοις ὕμνοις Εὐφημιανέ, τὰ ἱερὰ κατορθώματα, σῆς στεῤῥᾶς ἀσκήσεως.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Εὐσεβοῦς Συνεσίου, Ἰωνᾶ καὶ Κενδέου, σεμνὲ ὁμόζηλος, ὑπάρχων ἠξιώθης, σὺν τούτοις ἐν τοῖς δόμοις, οὐρανῶν ἐπαγάλλεσθαι, καὶ σὺν αὐτοῖς δυσωπεῖν, ὑπὲρ ἡμῶν τὸν Κτίστην.

Τὴν σὴν χάριν νῦν γνόντες, ἣν θεόθεν ἐκτήσω, ὡς θεοείκελος, οἱ στένοντες ἐν πόνοις, προσπίπτουσιν ἐν πίστει, ἀρωγῇ τῇ ἐνθέρμῳ σου, ταχὺ Εὐφημιανέ, καὶ ἐξ αὐτῶν λυτροῦνται.

Ἴδε τοὺς προσιόντας, τῷ πανσέπτῳ ναῷ σου, καὶ δίδου ἅπασιν, ὡς μιμητὴς Κυρίου, τὰ πρόσφορα ἐν βίῳ, ἀσκητὰ ἰσουράνιε, κλεινὲ Εὐφημιανέ, προσύλων ὑπερόπτα.

Θεοτοκίον.

Μὴ παρίδῃς Σοὺς δούλους, ἀγαθὴ Θεοτόκε, Σὲ μεγαλύνοντας, ἀλλὰ χειραγωγίᾳ, τῇ Σῇ πρὸς σωτηρίας, ἀτραποὺς πάντας ἴθυνον, ἵνα Σε ὕμνοις φαιδροῖς, τιμῶμεν εἰς αἰῶνας.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ὡς Παρακλήτου, σεπτοῦ ἁγίασμα θεῖον, ἁγιάζεις τοὺς σοὶ προσιόντας, Λύσης ἀντιλῆπτορ, πνευματοφόρε Πάτερ.

Νοσοῦντας τάχος, ὡς ἰατρὸς θεραπεύεις, καὶ ἀκέστωρ δεινῶς τρυχομένων, πέλεις εὐφημίας, ἐπώνυμε παμμάκαρ.

Τοῖς ἐκζητοῦσι, τὴν ταχινὴν ἀρωγήν σου, δαψιλῶς ἄμφω ῥώμην παράσχου, καὶ δεινῶν κινδύνων, ἀπαλλαγὴν λιταῖς σου.

Θεοτοκίον.

Ἀπὸ ποικίλων, ἀσθενειῶν Θεοτόκε, τοὺς Σοὺς δούλους ἀτρώτους συντήρει, μεγαλύνοντάς Σε, ἀπαύστως εἰς αἰῶνας.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Στηλογραφία θεία, ἐναρέτου βίου, καὶ ἀπαθείας φωτόλαμπρον μέλαθρον, εὐθεῖαν τρίβον ἱκέταις τοῖς σοῖς ὑπόδειξον.

Εὐφημιῶν σε πάντες, ῥαίνοντες τοῖς ὕμνοις, ἀναβῶμεν· προσφύγων σου Ὅσιε, πλήρου ἀεὶ τὰς αἰτήσεις ὡς εὐσυμπάθητος.

Χαρίτων μυροθήκη, πανευώδης Πάτερ, ὑπάρχων πλῆσον ὀδμαῖς σῆς χρηστότητος, καὶ προστασίας ἀόκνου τοὺς σοὶ προστρέχοντας

Θεοτοκίον.

Μελισταγέσιν ὕμνοις, στέφειν Σε Παρθένε, ἀεὶ ἐστὶν ἀληθῶς Μῆτερ ἄξιον, καὶ μακαρίζειν Σε κόσμου ὡς θείαν σώτειραν.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Λύχνε εὐσεβείας ὁ ἀναφείς, ἐν τῇ Λύσῃ Πάτερ, ἀληθῶς Εὐφημιανέ, καταυγάζεις πάντας, θαυμάτων σου ἀκτῖσι, καὶ ἀρωγῆς ἐνθέου, θείοις πυρσεύμασι.

Ὅλος ἀνακείμενος τῷ Χριστῷ, ἤνεγκας προθύμως, θαυμαστὲ Εὐφημιανέ, τὰς κακοπαθείας, ζωῆς τῆς ἐπιγείου, καὶ τοῦ ἐχθροῦ καθεῖλες, ἅπαν τὸ φρύαγμα.

Χαίροις παμφαὲς Εὐφημιανέ, Συνεσίου θείου, καὶ Κενδέου καὶ Ἰωνᾶ, φίλε ὁ ἀσκήσας, ἐν Λύσῃ θεαρέστως, καὶ προσελκύσας χάριν, Πνεύματος ἄφθονον.

Σκεῦος ἱερὸν Εὐφημιανέ, δωρεῶν ἐνθέων, θεραπεύειν ὡς ἀληθῶς, ἀϋπνίαν πάντων, τῶν σοὶ καταφευγόντων, καὶ ἐπικαλουμένων, κλῆσιν τὴν θείαν σου.

Τὰς ὀρδὰς ἀπίστων Ἀγαρηνῶν, δίωξον ἐκ Κύπρου, σαῖς εὐχαῖς Εὐφημιανέ, καὶ ἐν τῷ ναῷ σου, ἐκ τούτων συληθέντι, ἡμᾶς αἰνεῖν σε αὖθις, πάντας ἀξίωσον.

Ῥῦσαι διχονοίας θαυματουργέ, καὶ μανίας Κύπρον, τοῦ ἐχθροῦ Εὐφημιανέ, καὶ τὴν εὐλογίαν, τὴν σὴν ἀπαύστως δίδου, τοῖς σὲ ὑμνολογοῦσι, σκεῦος ὡς χάριτος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας, αἰτουμένους εὐλαβῶς, ἀρωγὴν καὶ θείαν πρεσβείαν, τὴν σὴν Εὐφημιανέ, Πάτερ θαυματόβρυτε, Λύσης διάκοσμε, ἀσινεῖς διαφύλαττε, ἐκ πάσης ἀνάγκης, νόσων ἐκλυτρούμενος, ψυχῆς καὶ σώματος, πέμψον δὲ τὴν σὴν οὐρανόθεν, χάριν τοῖς ἐν σκότει κειμένοις, ἀγνωσίας μάκαρ καὶ κακότητος.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

                                             

Δι’ εὐχῶν.