Παρασκευή 7 Οκτωβρίου 2022

ΟΚΤΩΒΡΙΟΣ 6. ΟΣΙΟΣ ΚΕΝΔΕΑΣ ΚΥΠΡΟΥ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΟΚΤΩΒΡΙΟΣ ΣΤ΄.

ΚΕΝΔΕΑΣ ΟΣΙΟΣ ΚΥΠΡΟΥ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Κενδέα Ὁσίων θεαυγῶν, καλλονὴ καὶ σέμνωμα, ἐρημιτῶν κατεκόσμησας, τὰ Ἰορδάνεια, ῥεῖθρα καὶ τῆς Κύπρου, τὰς ὀπὰς καὶ σπήλαια, ἀγῶσί σου συντόνοις μακάριε, καὶ θείοις στίγμασι, τῶν ἱδρώτων καὶ δακρύων σου, ἀειῤῥύτων, ὀσφράδιον πίστεως.

 

Σπηλαίου Αὐγόρου τοῦ σμικροῦ, ἀσκητὰ περίδοξε, Κενδέα κόσμον ἐφώτισας, αὐγαῖς καμάτων σου, καὶ ἀσκήσεώς σου, ἱερᾶς πυρσεύμασιν, Ὁσίων νήσου Κύπρου ὑπέρφωτον, σέλας καὶ καύχημα, ἀνυόντων θείαν κλίμακα, καὶ σπευδόντων, πρὸς τὸ καθ’ ὁμοίωσιν.

 

Θαυμάτων ἀκένωτε πηγή, ποταμὲ τῆς χάριτος, κρουνὲ ἰάσεων ἄφθονε, καὶ φρέαρ ἥδιστον, ἀναβλῦζον ὕδωρ, ξένως Πάτερ Ὅσιε, Κενδέα εὐσεβῶν πάντων ἤρδευσας, ψυχὰς τοῖς νάμασι, τοῖς ἀόκνου προστασίας σου, καὶ ἐν πόνοις, θερμῆς ἀντιλήψεως.

 

Ὁσίου φωσφόρου Ἰωνᾶ, φίλε καὶ ὁμόζηλε, σεπτῆς ἀσκήσεως ἤνυσας, σαφῶς τὸ στάδιον, τῶν ἀσκητικῶν σου, παλαισμάτων Ἅγιε, Κενδέα ἐν σπηλαίῳ καὶ τάξεων, Ἀγγέλων πέφηνας, ἰσοστάσιος καὶ σύναυλος, ἐν τῷ πόλῳ, οὐράνιε ἄνθρωπε.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν ἰσαγγέλως ἐν Κύπρῳ πολιτευσάμενον, οὗ τοὺς στεῤῥοὺς καμάτους ἰδόντες Ἀγγέλων οἱ δῆμοι ἐξεπλάγησαν, Κενδέαν τὸν πνευματοφόρον εὐφημήσωμεν κράζοντες· δοχεῖον χρυσοστόλιστον χαρισμάτων τοῦ Πνεύματος, καὶ ταμεῖον θαυμάτων ἀσύλητον, ἱλέωσαι ἡμῖν τὸν εὐΐλατον Κύριον, τοῖς τελοῦσιν ἐν ὕμνοις τὴν ὑπέρλαμπρον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαῖρε ὁ τῶν παθῶν, σφραγίσας πύλας πόνοις, ἀσκήσεως συντόνοις, καὶ στήλας ἐδαφίσας, Κενδέα τοῦ ἀλάστορος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χαῖρε τοῦ Ἰωνᾶ, συνασκητὴς τοῦ θείου, κοσμήτορος Περγάμου, Κενδέα ἐγκρατείας, κανὼν ὁ ἀκριβέστατος.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Ὕμνοις σε μελιχροῖς, τιμῶμεν καθηκόντως, Κενδέα θεοφόρε, Αὐγόρου τοῦ σπηλαίου, οἰκήτωρ ὁ θειότατος.

 

Δόξα. Τριαδικόν.

Σέλας τρισσοφαές, Τριὰς Ὑπεραγία, λιταῖς σεπτοῦ Κενδέου, ἁγίαζε τοὺς πίστει, τὸ κράτος Σου γεραίροντας.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἄῤῥητε γλυκασμέ, Ἀγγέλων καὶ ἀνθρώπων, Κυρία Θεοτόκε, τῶν θλίψεων πικρίαν, ἡμῶν ταχὺ ἀπέλασον.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ἁγιάσας ἀγῶσιν Ἰορδάνου τὴν ἔρημον, καὶ τῆς νήσου Κύπρου τὴν χθόνα, ἐξαιρέτοις παλαίσμασι, κατηύγασας ὡς ἄστρον τηλαυγές, τὰ σύμπαντα· διὸ καὶ τὴν πληθύν, τῶν θαυμάτων σου ὁρῶντες, Κενδέα θεοφόρε ἀνακράζομεν· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Πυρὶ ἀγάπης τῆς θείας, καταφλεγόμενον, ἐρήμου Ἰορδάνου, καὶ τῆς Κύπρου φωσφόρον, τιμήσωμεν Κενδέαν νῦν εὐλαβῶς, φρυκτωρὸν ἀνακράζοντες· ἁμαρτιῶν σκοτομήνην ἡμῶν εὐχαῖς, φωτοβόλοις σου διάλυσον.

 

Τοῦ Ἰωνᾶ ἐν ἀσκήσει, σεπτὸν συνέκδημον, Κενδέαν θεοφόρον, εὐφημήσωμεν ὕμνοις, Αὐγόρου τοῦ σπηλαίου τὸν οἰκιστήν, καὶ τῆς Πάφου τὸ σέμνωμα, ἀπεκδεχόμενοι πόθῳ αὐτοῦ λιτάς, πρὸς Θεὸν τὸν εὐσυμπάθητον.

 

Σὸν πανακήρατον βίον, μαθὼν πανεύφημε, Κενδέα Ἀνανίας, ἀσκητὴς ὁ θεόπνους, υἱὸν τὸν δαιμονῶντα θαυματουργέ, σὲ ἰάσασθαι ἔστειλεν, ἄρχοντος ὅνπερ τῇ χάριτι τοῦ Θεοῦ, ἐθεράπευσας πανόλβιε.

 

Ὄμβρον διψώσῃ γῇ τάχος, Κενδέα ἔστειλας, ἐξ οὐρανῶν ταμείων, καὶ ἀνέβλυσας ὕδωρ, εὐχαῖς σου ἐν τῷ τόπῳ ἔνθα καλλός, ἠγωνίσω ὡς ἄσαρκος, ὃ ἄχρι τοῦδε ἀντλοῦμεν ἁγιασμοῦ, χάριν πάντες οἱ τιμῶντές σε.

 

Ἐπὶ νεφέλης κατεῖδες, ξένως ἐρχόμενον, Κενδέα σοῦ τὸν φίλον, Ἰωνᾶν τὸν φωσφόρον, ἰδεῖν ὅνπερ ἐπόθεις καὶ τῷ Θεῷ, παραυτίκα ἐδόξαζες, ἡμῶν ἀκούοντι πάντων τῶν προσευχῶν, ἀσκητὰ πνευματοφόρητε.

 

Πρὸς οὐρανίους λειμῶνας, ἐνθέοις λόγοις σου, καὶ διδαχαῖς σεπταῖς σου, καθωδήγησας δῆμον, Κενδέα φοιτητῶν σου τῶν ἐκλεκτῶν, ὡς διδάσκαλος πάνσοφος, Χριστοῦ ἀγάπης συνέσεως ἀκραιφνοῦς, προσευχῆς καὶ ταπεινώσεως.

 

Δόξα. Ἦχος πλ. β΄.

Τὸν πνευματοκίνητον διδάσκαλον τῆς ἡσυχίας, καὶ ὑφηγήτορα τῆς ὁλοσχεροῦς τῷ Χριστῷ ἀφιερώσεως, Κενδέαν τὸν πρᾶον καὶ νηφάλιον ἀσκητὴν ἐυφημήσωμεν, ἐν κατανύξει κραυγάζοντες· καρπῶν γεωργὲ ἀθανάτων, καὶ ζηλωτὰ καλῶν ἔργων χριστομίμητε, ἀξίωσον ἡμᾶς μιμήσασθαι σὴν καθαρὰν πολιτείαν, καὶ γενέσθαι κληρονόμους τῆς ἀλήκτου μακαριότητος, τοὺς ἑορτάζοντας πόθῳ τὴν ἁγίαν μνήμην σου.

 

 

 

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄. 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.

Τὴν ἔρημον ἁγιάσας τῆς Παλαιστίνης ἀσκητικοῖς σου καμάτοις, πρὸς Κύπρον τὴν εὔσημον καὶ εὔανδρον ἀνέδραμες, τὴν δεξαμένην ὡς ὑετὸν οὐρανόσδοτον τὴν εὐλογίαν σου, Κενδέα Πάτερ ἡμῶν ἐνθεώτατε. Εὔφρανας οὖν τοὺς ἐν αὐτῇ θεοφιλῶς οἰκοῦντας, ἀντιλήψεως καὶ προστασίας σου νάμασιν, ἀπῆλθες Χριστῷ ὑπαντῆσαι τῷ στεφοδότῃ, ἀπαύστως τῷ παρέχοντι ἡμῖν εὐχαῖς του, τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Ἦχος β΄.

Ἀρόσας τὸ γεώργιον τῆς καρδίας τῷ ἀρότρῳ συντόνων ἀσκήσεων, πολύχουν καρπὸν ἀρετῆς ἤνεγκες Κενδέα θαυματόβρυτε. Διαθρέψας γὰρ τῷ ἄρτῳ τῶν διδαγμάτων σου, τοὺς ἐνδεεῖς καὶ πένητας ἐν τῇ πίστει, ἐξαιρέτως δὲ τοὺς ἐν τῇ περιοικίδι τῆς Ἀμμοχώστου σκηνοῦντας, πρὸς τὸν δι’ ἡμᾶς μεριμνῶντα καὶ διατρέφοντα Κύριον ἔδραμες, τὸν βραβεύοντα ἡμῖν πρεσβείαις σου τὸ ἄμετρον ἔλεος.

 

Ἦχος γ΄.

Ἐν σμικρῷ καὶ ἀνίκμῳ οἰκήσας σπηλαίῳ, εὐχαῖς σου ὕδωρ ἐκ τῆς πέτρας ἐξήγαγες, πρὸς δροσισμόν σου καὶ τῶν διψώντων προσφύγων σου, Τραχιάδος ἀγλάϊσμα Κενδέα μακάριε. Ξηράνας οὖν ἁμαρτίας τὸ ἕλος ἀρετῆς σου ἀκτῖσιν, ἐπίανας τὰς καρδίας τῶν προστρεχόντων σοι λόγων σου χάριτι, καὶ πρεσβειῶν σου δρόσῳ, πρὸς τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος δ΄.

Τὸν καταγαγόντα ὄμβρον γῇ τῇ διψώσῃ, καὶ λιταῖς αὐτοῦ ἰασάμενον πληθὺν ἀσθενούντων, Κενδέαν τὸν τῆς χάριτος ἐκμαγεῖον, καὶ ἰατρὸν ἄμισθον τῶν βαρυαλγούντων, ἀξιοχρέως εὐφημήσωμεν κράζοντες· ὡς καρπὸς ἡσυχαστικῆς ἐμπειρίας καὶ συντόνου ἀσκήσεως, πάντας ἀναπαύων τοὺς προσιόντας σοι, μὴ ἐλλίπῃς Χριστῷ πρεσβεύων, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων τὴν πανέορτον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν

Χαίροις, ὁ θεαυγὴς ἀσκητής, τοῦ Ἰορδάνου τῆς ἐρήμου μακάριε, τῆς Πάφου καὶ Ἀμμοχώστου, ὁ ἐν τῇ Κύπρῳ λαμπρῶς, ὑπὸ χριστωνύμων εὐφημούμενος, Κενδέα πανεύφημε, προσευχῆς θεῖον μέλαθρον, σκληραγωγίας, πολυτίμητον μάργαρον, καὶ σαρκίου σου, ἄκρας δουλαγωγήσεως, πάντιμον σεμνολόγημα, καλῶς τὸν ἀγῶνά σου, πρὸς κτῆσιν θείας  σοφίας, καὶ ἀρετῆς τῆς ἀμείνονος, τελέσας πρὸς ὕψος, δυσαντίβλεπτον ἐπήρθης, αἰωνιότητος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χαίροις, παρὰ Θεοῦ ὁ λαβών, τῶν ἀκαθάρτων χάριν τῆς ἀπελάσεως, πνευμάτων καὶ ὑγιείας, ἄμφω ἱκέταις τοῖς σοῖς, ἀσκητὰ Κενδέα τῆς βραβεύσεως· λαμπρῶς οὖν κηρύττοντες, σὴν ἀήττητον δύναμιν, καταφεύγομεν, ἐν δεινοῖς σαῖς δεήσεσι, πρὸς τὸν σεπτὸν Θεάνθρωπον, τὸν ἄγαν εὐΐλατον, Ὃν ἐκ καρδίας σου ὅλης, σημειοφόρε ἠγάπησας, καὶ Οὗ σῇ ἀσκήσει, ἐμεγάλυνας τὸ κράτος, καὶ θεῖον ὄνομα.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Χαίροις, ὁ φίλος τοῦ Ἰησοῦ, καὶ Ἰωνᾶ τοῦ θεοφόρου ὁμόζηλος, Κενδέα πνευματοφόρε, Κυπρίων γέρας φαιδρόν, ὕδωρ ὁ ἐκ πέτρας, ἀρυσάμενος, καὶ ὄμβρον οὐράνιον, δοὺς ἀφθόνως τῆς νήσου σου, τῶν παλαισμάτων, Κύπρου γαίᾳ θεόφιλε, ἀκατάβλητε, ἀσκητὰ καὶ περίδοξε, τῆς ἐρημίας ἔνοικε, Αὐγόρου κραυγάζοντες· σὰς νυχθημέρους πρεσβείας, πρὸς τὸν Σωτῆρα καὶ Κύριον, αἰτούμεθα πόθῳ, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν ὁσίως πολιτευσάμενον, καὶ ἑλκύσαντα τὴν χάριν τοῦ Ἁγίου Πνεύματος, ὡς ἄδολον φιλάρετον καὶ ἄκακον ἀσκητὴν τῆς ἐρήμου, Κενδέαν τὸν ἀοίδιμον ἀξιοχρέως οἱ πιστοὶ μακαρίσωμεν. Αὐτοῦ οὖν ζηλοῦντες τοὺς συντόνους κόπους, καὶ τὰ ἱερὰ παλαίσματα πρὸς ἄνοδον, τῆς οὐρανοδρόμου αὐτοῦ πορείας, τὰς πρὸς Κύριον ἀδιαλείπτους αὐτοῦ εὐχὰς ἐκζητήσωμεν, οἱ ποθοῦντες τῶν ἀρετῶν ἀναβῆναι τὴν κλίμακα, πρὸς βίον κρείττονα καὶ ζωὴν τὴν αἰώνιον.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ἁγιάσας ἀγῶσιν Ἰορδάνου τὴν ἔρημον, καὶ τῆς νήσου Κύπρου τὴν χθόνα, ἐξαιρέτοις παλαίσμασι, κατηύγασας ὡς ἄστρον τηλαυγές, τὰ σύμπαντα· διὸ καὶ τὴν πληθύν, τῶν θαυμάτων σου ὁρῶντες, Κενδέα θεοφόρε ἀνακράζομεν· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Κενδέα θαυμαστέ, ἐγκρατείας πυξίον, καὶ λύχνε προσευχῆς, παμφαέστατε πάντας, πιστοὺς κατηγλάϊσας, τοὺς προστρέχοντας ἄντρῳ σου, καὶ πρεσβείαις σου, ταῖς νυχθημέροις πρὸς Κτίστην, διασώζοντα, ἐκ συμφορῶν καὶ κινδύνων, τοὺς σὲ μακαρίζοντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Δοχεῖον οἰκτιρμῶν, καὶ ταμεῖον ἐλέους, Παρθένε ἀγαθή, Ἐλεοῦσα μὴ παύσῃ, πιστοὺς ἐποπτεύουσα, καὶ φρουροῦσα καὶ σκέπουσα, ἐλεήμονας, ἐπιεικεῖς καὶ εὐσπλάγχνους, ἡ τὴν ἄφθονον, ἐλέους κρήνην τεκοῦσα, Χριστὸν τὸν φιλάνθρωπον.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Πρηστὴρ τοῦ ἀλάστορος καὶ τῆς ἀγάπης φωστήρ, τοῦ λόγου τοῦ Κτίσαντος Κενδέα θεοειδές, πυρσὲ τῆς πραότητος, καὶ ἀκτησίας λύχνε, μονοτρόπων χορείας, ηὔγασας σῇ ἐνθέῳ, πολιτείᾳ καὶ πάντας, ἐφώτισας πιστοὺς ὡς εἰκών, θείας λαμπρότητος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν Σὲ μεγαλύνουσαν νῆσον τῆς Κύπρου ἀεί, συντήρει ἀπείραστον ἐπιβουλῆς τῶν ἐχθρῶν, πανύμνητε Δέσποινα, καὶ εἰσβολέων στίφη, ἐπιδίωξον τάχος, τῶν τὴν ἐλευθερίαν, τῆς ἐλλόγου ἀγέλης, στερούντων Σοῦ Υἱοῦ καὶ Θεοῦ, Ἐλευθερώτρια.

 

 

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Αὐγόρου ἔφορον, φρουρὸν καὶ πρόμαχον, καὶ Πάφου στήριγμα, καὶ σεμνολόγημα, Κενδέαν τὸν θαυματουργόν, τιμήσωμεν εὐσχημόνως, ὡς ἀζύγων σάπφειρον, καὶ ἀσκήσεως μάργαρον, Ἐκκλησίαν ἅπασαν τὴν ἐν Κύπρῳ κοσμήσαντα, τοῖς θαύμασι πιστῶς ἐκβοῶντες· Χαῖρε πνευματοφόρε Πάτερ.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε ἡ κεχαριτωμένη.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Εὐαγγέλιον Ὁσιακόν (Λουκᾶς, Κεφ. ΣΤ΄ 17-23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ… Ζήτει τῇ Παρασκευῇ τῆς Β΄ Ἑβδομάδος.

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Ἐνδυσάμενος ἀρετῆς πάλλευκον ἱμάτιον, καὶ ὁπλισθεὶς θώρακι προσευχῆς καὶ νήψεως, ὁσίως ἐπολιτεύσω καὶ Ἀγγέλων συνόμιλος γέγονας, Κενδέα τρισμακάριστε. Καταλιπὼν γὰρ εἰσβολέων βίᾳ τὴν ἔρημον τοῦ Ἰορδάνου, ἐν Τραχιάδι ᾤκησας, ἐγγὺς τῆς νῦν ὑπ’ εἰσβολέων τρυχομένης Κύπρου, ἔνθα Θεῷ ἀσκήσει εὐηρέστησας· ἐπιτυχὼν οὖν τοῦ ἐφετοῦ τῆς καρδίας σου, οὐρανοπολίτης γέγονας, καὶ Ἀγγέλοις συναγαλλόμενος, Χριστῷ πρεσβεύεις ἀπαύστως ὑπὲρ τῶν τιμώντων σε.

 

 

 

 

 

 

 

 

 

 

 

 

Εἶτα, ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Κενδέου ἀσκήσεως, μεγαλύνω καμάτους. Χ.

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Κενδέου νῦν τοῦ θεοφόρου σκάμματα, καὶ θαυμαστὴν ἀγωγήν, ἐν τῇ Κύπρῳ ὕμνοις, μελιῤῥύτοις στέψωμεν, ὡς ἄγγελον ἐπίγειον, ἐν σπηλαίῳ Αὐγόρου, αὐτοῦ τὸν βίον τελέσαντα, καὶ βραβεῖα νίκης δεξάμενος.

Εὐλογημένε ἀσκητὰ τιμῶντές σε, ὡς ἀσκητῶν καλλονήν, καὶ Ὁσίων γέρας, νήσου Κύπρου μνήμην σου, τιμῶμεν τὴν πανέορτον, θεοφόρε Κενδέα, ψαλμοῖς καὶ ὕμνοις ἐμπρέπουσι, πάντων φιλεόρτων συντάγματα.

Νικήσας κόσμου πτερνιστὴν ἀγῶσί σου, καὶ θριαμβεύσας αὐτοῦ, τὴν ἰσχὺν σοῖς τρόποις, διαυγοῦς ἀσκήσεως, Κενδέα τρισμακάριστε, ἀρετῆς τὰς βαθμίδας, ἀνῆλθες τὰς πρὸς ἀθάνατον, ἰθυνούσας εὔκλειαν Ὅσιε.

Θεοτοκίον.

Δωρεοδότου Ἰησοῦ πανάχραντε, Μῆτερ Παρθένε ἁγνή, δωρεῶν Σοὺς δούλους, οὐρανίων Δέσποινα, ἀξίωσον καὶ βράβευσον, τούτοις Σὴν εὐλογίαν, καὶ προστασίαν καὶ εὔνοιαν, κεχαριτωμένη Μητρόθεε.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Εὐσεβῶς καὶ σωφρόνως, θαυματουργὲ Ὅσιε, καὶ δικαίως ἐν νήσῳ Κύπρῳ, πολιτευσάμενος, ἀπῆλθες τῷ Λυτρωτῇ, Κενδέα καὶ οἰκουμένης, ὑπαντῆσαι Κτίσαντι, ᾯπερ ἠγάπησας.

Ὁσιότητος σέλας, παρὰ Θεοῦ εἴληφας, χάριν ἰαμάτων ἀφθόνως, ὡς φίλος γνήσιος, Αὐτοῦ Κενδέα καὶ φῶς, μοναδικῆς πολιτείας, φαίνων Κύπρου πέρασι, σοῖς ἀμαρύγμασιν.

Ὑπερόπτα προσύλων, καὶ ζηλωτὰ πάνσεπτε, τῶν ἀῤῥεύστων καὶ τῶν ἀΰλων, σὲ κατηξίωσε, Χριστὸς συνεῖναι Αὐτῷ, καὶ συγχορεύειν Κενδέα, ἀσωμάτων τάξεσι, πόλου ἐν δώμασι.

Θεοτοκίον.

Ἀπειρόγαμε Μῆτερ, χριστιανῶν στήριγμα, καὶ τῶν εὐσεβῶν ὁδοιπόρων, θεία ἰθύντειρα, πρὸς τὰς σκηνὰς οὐρανῶν, εὐλογημένη Παρθένε, Θεοτόκε δεῖξόν μοι, τρίβον τὴν σώζουσαν.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Ξένως ἄρχοντος, δαιμονιῶντα, τόκον ἔσωσας, ἐξ ἐπηρείας, τοῦ ἐχθίστου καὶ δεινῶν ἀπεδίωξας, νόσων τὴν μάστιγα σαῖς παρακλήσεσι, πρὸς τὸν ἰώμενον πάντας Θεάνθρωπον, Ὃν ἱκέτευε Κενδέα θεοειδέστατε, ὑπὲρ τῶν κατ’ ἀξίαν εὐφημούντων σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μῆτερ ἄχραντε, τοῦ Ζωοδότου, παντευλόγητε, Θεογεννῆτορ, Ἐλεοῦσα μὴ ἐλλίπῃς τοὺς δούλους Σου, τοὺς καταφεύγοντας τῇ προστασίᾳ Σου, καὶ ἀντιλήψει ἐν βίου τοῖς κλύδωσιν, ἵνα πάντοτε ὑμνῶμεν ψαλμοῖς καὶ ᾄσμασιν, εὐτάκτοις ἀρωγήν σου καὶ συμπάθειαν.

 

ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.

Σκληραγωγῶν, συντόνοις πόνοις ἀσκήσεως, σοῦ τὴν σάρκα, τὴν φθαρτὴν συνέτριψας, ἐνέδρας πάσας τοῦ πονηροῦ, ἀσκητὰ Κενδέα Ὁσίων Πατέρων καύχημα, καὶ τῷ ἀγαθοδώρῳ, εὐηρέστησας Κτίστῃ, τῷ σὲ στέφει χρυσῷ καταστέψαντι.

Καρδίᾳ σῇ, καὶ γλώσσῃ δόξαν ἀνέμπεμπες, τῷ Σωτῆρι, καὶ Κυρίῳ πάντοτε, ὑπὲρ ἀγάπης Οὗ ταπεινῶς, ἐν τῷ σῷ σπηλαίῳ νηστεύων καὶ κακουχούμενος, σαρκός σου χαμαιζήλους, ἐμάρανας ὀρέξεις, καὶ σαπροὺς λογισμοὺς ἀπεμάκρυνας.

Ἡδυτερπές, χαμαικοιτίας λευκάνθεμον, καὶ εὐῶδες, ἐγκρατείας κύμινον, μάκαρ Κενδέα θεοειδές, τοὺς ἐν νήσῳ Κύπρῳ οἰκοῦντας πιστοὺς καθήδυνας, εὐχῶν σου εὐωδίας, παμμάκαρ ἀσιγήτων, καὶ ὀδμαῖς ἀγωγῆς θεαρέστου σου.

Θεοτοκίον.

Σοῦ τοῦ Υἱοῦ, λάμψον ἡμῖν φῶς τῆς γνώσεως, καθ’ ἑκάστην, Παναγία Δέσποινα, Σὲ μακαρίζουσιν εὐλαβῶς, καὶ τὴν σκοτομήνην ἐκδίωξον πόῤῥῳ τάχιστα, παθῶν τῶν χαμαιζήλων, ἡμῶν Θεογεννῆτορ, Φωτοδότην ἀφράστως ἡ τέξασα.

 

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.

Ἐκ τοῦ ὕψους Κενδέα, δόξης σου ἀῤῥήτου κατάπεμψον ἅπασιν, δαψιλῶς ἐλέη, τοῦ Υἱοῦ τοῦ Θεοῦ ὁσιώτατε, ᾯ τῇ σῇ ἀσκήσει, καὶ ἀγωγῇ τῇ διαυγεῖ σου, εὐηρέστησας Πάτερ τρισόλβιε.

Ὡς Χριστοῦ Ἐκκλησίας, ἄστρον τηλαυγέστατον φέγγει καμάτων σου, ἐν σμικρῷ σπηλαίῳ, καὶ ἀνίκμῳ Αὐγόρου κατηύγασας, δήμους σῶν προσφύγων, πνευματοφόρητε Κενδέα, ἀνυμνούντων σὴν ἔνθεον βίωσιν.

Σωφροσύνης ἀγάπης, νήψεως συνέσεως ἅμα σεμνότητος, κῆπε μυροβόλε, θεοφόρε Κενδέα κατηύφρανας, τοὺς ἐκ Παλαιστίνης, εἰς νῆσον Κύπρον ἀφιχθέντας, ἀσκητὰς ἀρετῆς πρὸς τελείωσιν.

Θεοτοκίον.

Μακαρία κοιλία, ἡ Χριστὸν κυήσασα Λόγον Κτίσαντος, κεχαριτωμένη, Παναγία Παρθένε ἠγλάϊσας, γένος τῶν μερόπων, τῆς προστασίας Σου ἀκτῖσι, καὶ φωτὶ ἀρωγῆς καὶ προνοίας Σου.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Εὐχόμενος, ἀγρυπνῶν στερούμενος, καὶ ἀεὶ δουλαγωγῶν τὴν σὴν σάρκα, τὸ σὸν ἐλεύθερον ἔτεινας πνεῦμα, πρὸς ἀφθαρσίας Κενδέα σκηνώματα, ἔνθα Ἀγγέλων στρατιαῖς, συναγάλλῃ αὐτῶν ὡς ὁμόζηλος.

Γηθόμενοι, μέλπομεν τὴν μνήμην σου, τὴν πανσέβαστον Κενδέα θεόφρον, καὶ σὲ τιμῶντες ὡς πίστεως βάθρον, καὶ προσευχῆς ἀδιάσειστον ἔρεισμα, ἀπεκδεχόμεθα τὰς σάς, πρὸς Θεὸν ἱκεσίας τὸν εὔσπλαγχνον.

Ἀσκήσεως, θεαυγοῦς ἀρχέτυπον, Ἰωνᾶν ὅνπερ ἐφίλεις κατεῖδες, ἐπὶ νεφέλης ἐρχόμενον προς σε, Κενδέα μάκαρ καὶ δόξαν ἀνέπεμπες, τῷ σὲ δοξάσαντι Θεῷ, ἐφετοῦ σῆς καρδίας ἀκούσαντι.

Θεοτοκίον.

Λιμένα με, ἴθυνον πρὸς εὔδιον, ἀσφαλὲς οἰακοστρόφε Σῶν δούλων, ψυχῶν ἁγνὴ Θεοτόκε Παρθένε, καὶ τῶν ἀνόμων μου πράξεων κόπασον, τὰς τρικυμίας Σαῖς εὐχαῖς, πρὸς Υἱόν Σου τὸν ἄγαν εὐΐλατον.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Τῶν ἐν ἐρήμῳ μονοτρόπων τὸν κοσμήτορα, Κυπρίων κλέος καὶ θησαύρισμα πολύτιμον, ἀνυμνήσωμεν Κενδέαν τὸν θεοφόρον· τὸν ἀσκήσει ἰσοβίῳ ἐξαστράψαντα, ὡς ἀστέρα φωταυγῆ ἐν ὕμνοις μέλψωμεν, πόθῳ κράζοντες· Χαίροις Πάτερ τρισόλβιε.

Ὁ Οἶκος.

Ἄγγελοι ἐν τῷ πόλῳ, κατεπλάγησαν ὄντως, ἰδόντες τοὺς στεῤῥούς σου καμάτους, θεοφόρε Κενδέα κλεινέ, ἀσκητὰ σοφίας καὶ Θεοῦ χάριτος, δοχεῖον χρυσοποίκιλτον· διό σοι ἐκβοῶμεν ταῦτα·

Χαῖρε, σεπτὸν ἐρημίας γέρας·

χαῖρε, λαμπρὸν Ἐκκλησίας σέλας.

Χαῖρε, ἀσιτίας λειμὼν θεομύριστος·

χαῖρε, ἐγκρατείας κανὼν ἀκριβέστατος.

Χαῖρε, ὅτι καταπέφλεξαι, τῷ πυρὶ τῷ θεϊκῷ·

χαῖρε, ὅτι ἀναδέδειξαι, ἐκμαγεῖον βιβλικόν.

Χαῖρε, τῶν μονοτρόπων ὁ ζηλώσας τὸν βίον·

χαῖρε, ὁ τῶν Βλεμμύων ἐκφυγὼν ἅπαν στῖφος.

Χαῖρε, τερπνὸν τοῦ Πνεύματος ἥδυσμα·

χαῖρε, φαιδρὸν Ὁσίων ἐκσφράγισμα.

Χαῖρε, φρουρὸς σῆς Μονῆς καὶ προστάτης·

χαῖρε, πιστῶν ἱκετῶν σου προστάτης.

Χαίροις, Πάτερ τρισόλβιε.

 

Συναξάριον.

Τῇ ΣΤ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Κενδέου, τοῦ ἐν Αὐγόρῳ τῆς Κύπρου.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.

Ὕμνοις τὴν μνήμην σου τὴν θείαν, καταστέφοντες Κενδέα θεοφόρε, προσευχῆς ἐραστά, καὶ ζηλωτὰ τῆς δόξης, τῶν οὐρανῶν προστρέχομεν, σῇ ἑτοίμῃ ἀντιλήψει.

Νόσους παντοίας ἀπελαύνεις, καὶ τὰ πνεύματα τὰ μιαρὰ διώκεις, χάριτί σου πολλῇ, Κενδέα μονοτρόπων, θαυματουργῶν ἀπαύγασμα, καὶ κοσμῆτορ ἰατήρων.

Ὤφθης καλλώπισμα ἀζύγων, τῶν ἐν Κύπρῳ ἰσαγγέλως ἀσκησάντων, καὶ Ὁσίων κανών, θεοειδῶν Κενδέα· διό σε μακαρίζομεν, ἀσιγήτως εἰς αἰῶνας.

Θεοτοκίον.

Κύμινον εὔοσμον ἁγνείας, καὶ κιννάμωμον εὐῶδες παρθενίας, Θεοτόκε ἁγνή, ἡμῶν τὴν δυσωδίαν, ἀπέλασον κακότητος, καὶ δεινῆς  χαμαιζηλίας.

 

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.

Ἀσκητὰ θεοείκελε Κενδέα, ἀσιγήτου εὐχῆς, καὶ νήψεως πυξίον, τῶν σῶν καμάτων σπήλαιον ἀνέδειξας, ἰατρεῖον θεῖον, καὶ κονίστραν πόνων, περίλαμπρον ἐνθέων.

Μνήμην νῦν ἐκτελοῦντες εὐσχημόνως, σὴν σεπτὴν καὶ λαμπράν, πανευκλεὲς Κενδέα, ἀνευφημοῦμεν πόνους σῆς ἀσκήσεως, σύνοικε σοφίας, τοῦ Θεοῦ τῶν ὅλων, καὶ ἀρετῆς πυξίον.

Ἀσκουμένων Κενδέα κοσμιότης, ἐν Αὐγόρου Μονῇ, καὶ πόνων σου σπηλαίῳ, πανευλαβῶς προστρέχοντες δεχόμεθα, χάριν σου τὴν θείαν, τῆς χαρᾶς πληροῦσαν, ἡμῶν τὰς διανοίας.

Θεοτοκίον.

Τὴν ὁμίχλην ἐκδίωξον τῶν πόνων, καὶ παντὸς λυπηροῦ, Παρθένε γεγονότος, σαῖς ἀστραπαῖς δεήσεων πρὸς Τόκον Σου, κεχαριτωμένη, Μῆτερ τοῦ Ὑψίστου, Χριστοῦ τοῦ Φωτοδότου.

 

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.

Οὐράνωσον Κενδέα σῶν ἱκετῶν, ἀσκητὰ θεοφόρε τὸ φρόνημα, καὶ πρὸς νομάς, ἴθυνον τοῦ πόλου τὰς δροσεράς, τοὺς ἐν αὐχμώδει στένοντας, τόπῳ ψυχοφθόρων ἀνομιῶν, ἡγιασμένε Πάτερ, εὐχῆς ἀδιαλείπτου, καὶ ψυχοτρόφου ἐργαστήριον.

Ὑπόδειξόν μοι τρόπους ὑπομονῆς, ἀγαπήσεως πάντων καὶ νήψεως, τῷ ἀκλινῶς, σπεύδοντι σῇ θείᾳ ἐπισκοπῇ, καὶ προσευχαῖς ἀόκνους σου, πρὸς τὸν πολυεύσπλαγχνον Ἰησοῦν, ὁ ὑπομείνας καῦμα, καὶ ψῦχος ἀγογγύστως, ἐν τῷ σπηλαίῳ τῷ ἀνίκμῳ σου.

Σὲ μέλπομεν Κενδέα θαυματουργέ, διειδὲς ὥσπερ ῥεῖθρον συνέσεως, καὶ προσευχῆς, θεῖον ἐργαστήριον ἀσκητά, καὶ ὕμνοις καταστέφομεν, σοῦ τὴν θαυμασίαν διαγωγήν, πρὸς ἀρετῆς ἐνθέου, ἀπόκτησιν παμμάκαρ, λαμπρὸν δοχεῖον ὁσιότητος.

Θεοτοκίον.

Χαρίτωσον τοὺς δούλους Σου ἀγαθή, ὡς χαρᾶς ποταμὸν νῦν ὑμνοῦντάς Σε, καὶ ὡς πηγήν, ἄφθονον χαρίτων παντοδαπῶν, σεμνὴ Θεογεννήτρια, πάντων χριστωνύμων καταφυγή, λιταῖς σεμνοῦ Κενδέα, ὁσίως ἐν Αὐγόρου, σμικρῷ σπηλαίῳ ἐνασκήσαντος.

 

 

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Θεοειδὲς Κενδέα, ἐρημιτῶν ὑπογραμμέ, ὁ ἐν τῇ Κύπρῳ ἀσκήσας, Ἀγγέλων ὤφθης κοινωνός, καὶ χαρμονῆς ἀϊδίου, τῶν οὐρανῶν κληρονόμος.

Θεοτοκίον.

Ἡμῖν κατάπεμψον πᾶσι, τοὺς οἰκτιρμοὺς τοῦ Σοῦ Υἱοῦ, καὶ τὰ ἐλέη ἀφθόνως, τοῖς Σὲ ὑμνοῦσιν ἀκλινῶς, ὡς Ἐλεοῦσαν ἀπαύστως, χριστιανοὺς Θεοτόκε.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Χαῖρε, ἀρετῆς ὑπόδειγμα, νηστείας καὶ προσευχῆς, ἱερώτατον τέμενος, ἀγρυπνίας νήψεως, καὶ πραότητος σκήνωμα, Κενδέα μάκαρ, τῆς ταπεινώσεως, χαμαικοιτίας, σκληραγωγήσεως, καὶ κατατήξεως, τῆς σαρκός σου κόσμημα, περιχαρῶς, οἱ πιστοὶ κραυγάζοντες, σὲ μεγαλύνομεν.

 

Χαῖρε, ἀσκητῶν ἀκρώρεια, ὁ Ἰωνᾶν κατιδών, φίλον σὸν καὶ ὁμόζηλον, τῶν σεπτῶν καμάτων σου, ὦ Κενδέα πανεύφημε, ἐπὶ νεφέλης, πρὸς σὲ ἐρχόμενον, ἐπιποθοῦντα, αὐτὸν θεάσασθαι, καὶ τῆς γλυκύτητος, ἀπολαῦσαι Ὅσιε αὐτοῦ ψυχῆς, καὶ φθεγμάτων στόματος, αὐτοῦ ἀοίδιμε.

 

Χαῖρε, νήσου Κύπρου κόσμημα, τῆς Πάφου ὁ οἰκιστής, πολυτίμητον σέμνωμα, Ἀμμοχώστου κράζομεν, θαυματόβρυτε Ὅσιε, Κενδέα μάκαρ, χαρίτων πέλαγος, ὁ γῇ διψώσῃ, σαῖς παρακλήσεσιν, ὄμβρον οὐράνιον, ἀποστείλας πάνσοφε καὶ σαῖς εὐχαῖς, θεραπεύσας τάχιστα, ἄλγη δυσίατα.

 

Χαῖρε, ἀσκητὰ θεόφιλε, τῆς Παλαιστίνης ἑκών, ὁ μισήσας τὰ γήϊνα, καὶ ἀποταξάμενος, πᾶσαν βρότειον μέριμναν, ἵνα Ἀγγέλοις, συγχαίρῃ πάντοτε, ὧν πολιτείας, σαφῶς ἐφάμιλλος, ὤφθης μακάριε, ἀσκητῶν καλλώπισμα, θεοειδῶν, καὶ σοφίας ἔμβλημα, Κενδέα πάντιμε.

 

Δόξα. Ἦχος πλ. α΄.

Σαλπίσωμεν σάλπιγγι ᾀσμάτων τὰ κατορθώματα, καὶ ἑόρτιον τελέσωμεν πανήγυριν, τοῦ θείου ἐν ἀσκηταῖς τῆς Κύπρου φωστῆρος, Κενδέου τοῦ κληρονόμου τῆς τῶν Οὐρανῶν Βασιλείας. Οὗτος γάρ, ὑπεραθρεὶς πάντων τῶν προσύλων, καὶ ἰσαγγέλως πολιτευσάμενος, βραβεῖον εἴληφε τῆς ἀφθίτου μακαριότητος, καὶ Χριστοῦ τὸ ἀμήχανον τοῦ προσώπου κάλλος θεώμενος, καὶ Ἀγγέλοις συναγαλλόμενος, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Βίον κατησπάσω μοναχικόν, καὶ θαυματουργίας, ἠξιώθης ἐπιτελεῖν, ἐραστὰ ἐρήμου, καὶ ζῶν καὶ μετὰ πότμον, πανόσιε Κενδέα, Κύπρου θησαύρισμα.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

                                        

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὕδωρ ἔκβλυσας θαυμαστῶς ἐκ τῆς πέτρας, καὶ Ἰωνᾶν ὑπερφυῶς συναντήσας, Κενδέα τῷ φιλτάτῳ σου σοφῷ ἀσκητῇ, ὤφθης οἰκητήριον θεῖον τοῦ Παρακλήτου· ὅθεν σοὶ προσπίπτοντες ἀνακράζομεν· Σβέσον, ταῖς ἐπομβρίαις σοῦ τῆς ἀρωγῆς, τὸν τῆς ψυχῆς μου ἐκκαίοντα τάραχον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Κενδέα, ταχὺς ἀρωγὸς γενοῦ. Χαραλάμπους.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Κενδέα πανόσιε ἀσκητά, λιτάς σου τὰς θείας, ὁ ταλαίπωρος ἐκζητῶν, κραυγάζων σοι· τόνδε μοι τὸν ὕμνον, ὡς προσφορὰν ἱκετήριον πρόσδεξαι.

Ἑρπύζοντα ὄφιν ταῖς σαῖς εὐχαῖς, ἀπέλασον τάχος, ὁσιώτατε ἀφ’ ἡμῶν, ὁ βέλη αὐτοῦ τὰ ἰοβόλα, ἐξοστρακίσας συντόνως ἀσκήσεσι.

Ναὸν Παρακλήτου φωτοειδῆ, Κενδέα θεόφρον, κατεσκεύασας σεαυτόν, ἀόκνοις στερήσεσι καὶ πόνοις· διὸ καὶ χάριν θαυμάτων ἀπείληφας.

Θεοτοκίον.

Ἐκ Σοῦ ἐγεννήθη Μῆτερ Θεοῦ, δρακὶ ὁ τὴν κτίσιν, περιέπων ὡς ἀληθῶς, Χριστὸς ὁ βουλόμενος θεῶσαι, καὶ ἀφθαρτίσαι τὸ γένος τὸ βρότειον.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἀνελθὼν τὰς βαθμίδας, τῶν ἀρετῶν Ὅσιε, παῤῥησίαν εὗρες πρὸς Κτίστην, δοῦναι τοῖς σπεύδουσι, ταῖς ἱκέταις ταῖς σαῖς, Κενδέα λύσιν ἐκ πόνων, στεναγμῶν καὶ θλίψεων, Πάτερ πανεύφημε.

Τῆς ἐρήμου πολίτης, ἀναδειχθεὶς ἄριστος, μέλιτι ἁγνείας ἐτράφης, καὶ ταπεινώσεως, Πάτερ Κενδέα σεπτέ, οὗ καὶ ἀσμένως τρυγῆσαι, πάντας καταξίωσον, σοὶ τοὺς προστρέχοντας.

Ἀγρυπνίαις νηστείαις, καὶ προσευχῶν πλήθεσι, τῆς σαρκὸς ἐνέκρωσας πάθη, Πάτερ χαμαίζηλα, καὶ ἐτροπώσω ἐχθρόν, τὸν ῥαδιοῦργον γενναίως· ὅθεν τῆς φαυλότητος, τούτου με λύτρωσαι.

Θεοτοκίον.

Χαλεπῶν νοσημάτων, καὶ ζοφερῶν θλίψεων, ἔαρ σωτηρίας μερόπων, Θεογεννήτρια, τοὺς ἐκζητοῦντας ἀεί, τὴν κραταιάν Σου πρεσβείαν, ῥῦσαι καὶ ἀπάλλαξον, τούτους στενώσεων.

Διάσωσον, ἀπὸ παντοίων κινδύνων Πάτερ Κενδέα, τοὺς ἐν πίστει σῇ ἀρωγῇ προστρέχοντας Ὅσιε, καὶ ᾄδοντας μνήμην σου τὴν ἁγίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Ὁσίων κρηπὶς καὶ ἔνθεον ὡράϊσμα, πιστῶν γλυκασμὲ Κενδέα καὶ προπύργιον, παρασχεῖν ἱκέτευε, τὸν Εἰρήναρχον Κύριον ἅπασι, βίον ἱκέταις σοῖς εἰρηνικόν, πολέμου τῆς μάστιγος ἐλεύθερον.

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ὑπὲρ φύσιν ἠσκήτευσας, ἐν ἐρήμῳ Πάτερ Κενδέα ἔνθεε, κατατρύχων τὸ σὸν βρότειον, σῶμα κακουχίαις καὶ στερήσεσι.

Σηπεδόνα μου ξήρανον, τῆς ψυχῆς Κενδέα καὶ ἀπογνώσεως, κατεχούσης με ἐξάρπασον, ἀσκητὰ Αὐγόρου ἐνθεώτατε.

Ἀπολαύοντες πάντοτε, τῆς σῆς μεσιτείας Κενδέα Ὅσιε, τὸν Θεὸν ἡμῶν δοξάζομεν, τὸν πλουσίως σὲ ἀντιδοξάσαντα.

Θεοτοκίον.

Ῥῶσιν δίδου τοῖς δούλοις Σου, τοῖς ὡς πρέσβυν ἔνθερμον σὲ γινώσκουσι, Θεοτόκε ὑμνοάνασσα, ῥόδον ὑφηλίου ἀφυλλάκανθον.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ὤφθη Σιλωάμ, κολυμβήθρα ὦ πανόσιε, ἡ ἐν Κύπρῳ θεία Μάνδρα σου παθῶν, δαψιλῶς πᾶσι προχέουσα ἰάματα.

Γέρας ἀσκητῶν, Ἰορδάνου καὶ πολύκρουνε, ἰαμάτων θεοδώρητε πηγή, πᾶσαν νόσον, ὦ Κενδέα μου ἐκκάθαρον.

Ὅρμος γαληνός, ἀνεδείχθης τῶν ἐν κλύδωσι, καὶ παντοίαις τρικυμίαις ναυτικῶν, ὦ Κενδέα, ναυσιπόρων τὸ πηδάλιον.

Θεοτοκίον.

Σώφρονος ζωῆς, τὴν ὁδὸν ἡμῖν ὑπόδειξον, Θεοτόκε σωφροσύνης ἡ πηγή, καὶ ἁγνείας θεοτύπωτον ἐκτύπωμα.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Γηθόμενος, τὸν υἱὸν τοῦ δράκοντος, ἐθεράπευσας Κενδέα ταχέως, τὸ πονηρὸν ἐξ αὐτοῦ ἐκδιώκων, πνεῦμα ὑφ’ οὗπερ αὐτὸς κατετρύχετο· διὸ καὶ νῦν ἡμᾶς βελῶν, ἀπαλλάττεις τοῦ πλάνου ἀλάστορος.

Ἐκύκλωσαν, ὥσπερ θῆρες ἅρπαγες, τὴν ψυχήν μου τὰ ὀλέθρια πάθη, καὶ πρὸς τὸν ᾍδην ὠθοῦσί με Πάτερ, ἀλλὰ θαῤῥῶ τῇ στεῤῥᾷ μεσιτείᾳ σου· σπεῦσον οὖν κράζω καὶ ταχύ, ἐξ αὐτοῦ ὦ Κενδέα μὲ λύτρωσαι.

Νοῦν σώφρονα, θεϊκῶν ἐλλάμψεων, πλήρη δώρησαι κἀμοὶ σῷ ἱκέτῃ, Πάτερ Κενδέα ἐρήμου πολῖτα, ὁ τὰς ὀρέξεις μαράνας τοῦ σώματος, σκληραγωγίᾳ προσευχῇ, χαυμενίᾳ καὶ νήψει ὑπέρλαμπρε.

Θεοτοκίον.

Ὀρέγεσθαι, βιοτῆς τῆς κρείττονος, καταξίωσον Σὸν δείλαιον δοῦλον, Μῆτερ ἁγία φωτόκλωνον κλῆμα, τὸ βότρυν πέπειρον φέρον τὸν Κύριον, Ὃν ἀνυμνοῦντες ἐσαεί, Σὲ ἐν ὕμνοις φαιδροῖς μεγαλύνομεν.

Διάσωσον, ἀπὸ παντοίων κινδύνων Πάτερ Κενδέα, τοὺς ἐν πίστει σῇ ἀρωγῇ προστρέχοντας Ὅσιε, καὶ ᾄδοντας μνήμην σου τὴν ἁγίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Μονοτρόπων τῶν ἐν τῇ ἐρήμῳ ἀγλάϊσμα, καὶ φωστὴρ ἀκτημοσύνης θεόσοφε, μὴ παρίδῃς ὡς συμπαθὴς ἡμῶν τὰς προσευχάς, καὶ τοὺς ἐκ βάθους στεναγμούς, τῶν βοώντων ἑκάστοτε· Πάτερ σοφὲ Κενδέα, προπύργιον εὐλαβείας, καὶ ἀρετῆς πάντας ἡμᾶς, ἐκ κινδύνων ἀπολύτρωσαι.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Τῶν σεπτῶν ἀγώνων σου, ἐλαίῳ φαίδρυνον πάντων, νοῦν τε καὶ διάνοιαν, Ἀμμοχώστου τίμιον, ἐνδιαίτημα, ἕλκη καὶ μώλωπας, τῶν ψυχῶν ταχέως, καὶ σωμάτων τὰ νοσήματα, ἴασαι Ὅσιε, τὰ ὀδυνηρὰ καὶ δυσφόρητα, Κενδέα πνευματέμφορε, χάριτι δοθείσῃ σοι ἄνωθεν, δαψιλῶς Μονῆς σου, θησαύρισμα πανσέπτου τιμαλφές, καὶ τῶν Κυπρίων ὡράϊσμα, ὄντως οὐρανόσδοτον.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὑετίζουσα κόσμον, ἡ θερμή σου πρεσβεία, Κενδέα ἔνδοξε, ὡς ζωογόνος δρόσος, καὶ νᾶμα σωτηρίας, ἄρδει τοὺς προσπελάζοντας, τῇ ἱερᾷ σου Μονῇ, Κυπρίων κοσμιότης.

Χαρισμάτων ταμεῖον, θεϊκῶν ἀνεδείχθης, Κενδέα· ὅθεν σοι, προσφεύγοντες ἀπαύστως, οἱ στένοντες ἐν πόνοις, δυσφορήτοις κραυγάζομεν· Ἀκέστωρ πέλεις ἡμῶν, ταχύτατος θεόφρον.

Ἀνυποίστους ἀγῶνας, ἐν τῇ Πάφῳ τρισμάκαρ, Κενδέα ἤνεγκας, σὺ γὰρ ἐν σῷ σπηλαίῳ, ὡς ἄϋλος βιώσας, τὸν μισόκαλον ᾔσχυνας, καὶ νῦν ἐν πόλῳ οἰκῶν, ὑπὲρ ἡμῶν πρεσβεύεις.

Θεοτοκίον.

Ῥωμαλέους ἐν πίστει, Μητροπάρθενε Κόρη, ἡμᾶς ἀνάδειξον, τοὺς τὰ πεπυρωμένα, τοῦ ἀντιχρίστου βέλη, εὐθαρσῶς ἀποκρούοντας, καὶ τὸν Υἱόν Σου λαμπρῶς, ὑμνοῦντας καθ’ ἑκάστην.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἀμέμπτου βίου, θεοειδεῖς ἀναβάσεις, καθυπόδειξον πᾶσι Κενδέα, ὁ δι’ ἐγκρατείας, ἀρθεὶς πρὸς ὕψος θεῖον.

Λάμψας ὡς σέλας, φωτοειδὲς ἐν τῇ Κύπρῳ, πρὸς οὐράνια δώματα ἤρθης, χοϊκῶν Κενδέα, φωτίζων ἀγνωσίαν.

Ἀπεγνωσμένῳ, ἐκ τῶν πολλῶν μου σφαλμάτων, μετανοίας μοι τρίβον Κενδέα, δεῖξον ὁ ἐκ δίνης, τὸ πλοῖον πάλαι σώσας.

Θεοτοκίον.

Μεμολυσμένον, τῇ ῥυπαρᾷ ἁμαρτίᾳ, ἀποκάθαρον δοῦλόν Σου Μῆτερ, νίπτροις μετανοίας, ὑπερευλογημένη.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Πταισμάτων μου τὰ πλήθη, σαῖς λιταῖς Κενδέα, λῦσον ὁ σχίσας παθῶν τὸ χειρόγραφον, ὑπομονῆ διακρίσει, εὐχῇ καὶ δάκρυσι.

Ὁδήγει οὐρανόθεν, εὔδιον πρὸς ὅρμον, τοὺς ἀνυμνοῦντας Κενδέα σὴν ἄσκησιν, καὶ πολιτείαν τὴν θείαν, ἀνευφημοῦντάς σου.

Ὑφάπλωσον Κενδέα, χάριν σου καὶ σκέπε, τὴν σὴν ἁγίαν Μονὴν ἐκ τοῦ δράκοντος, τῶν πειρασμῶν τῶν κυκλούντων, αὐτὴν ἑκάστοτε.

Θεοτοκίον.

Σοφοὶ νοῆσαι θαῦμα, Σὸν ἀδυνατοῦσιν, ἁγνὴ δι’ οὗ ἐθεώθη ὁ ἄνθρωπος, καὶ ὁ Παράδεισος πάλιν, βροτοῖς ἠνέῳκται.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις ὁ τὴν ἴασιν θαυμαστῶς, νεύματί σου μόνῳ, δοὺς τοῦ ἄρχοντος τῷ υἱῷ· χαίροις ὁ ἰθύνας, ἐκ μέσου κλυδωνίου, τὸ πλοῖον ὦ Κενδέα, ὅρμον πρὸς ἄκλυστον.

Ἰορδάνου ἔρημον ταῖς ῥοαῖς, ἤδρευσας δακρύων, ὦ Κενδέα θαυματουργέ, καὶ Κυπρίων χθόνα, ἡγίασας ἀγῶσιν, ὑπερφυέσι λύχνε, πάμφωτε χάριτος.

Στῦλος ἀνεδείχθης μοναζουσῶν, προστατεύων πᾶσαν, τὴν σὴν Μάνδραν ἐκ πειρασμῶν, θλίψεων καὶ νόσων, Κενδέα θεῖε Πάτερ, ἀγλάϊσμα τῆς Κύπρου, περιφανέστατον.

Βίον κατησπάσω μοναχικόν, καὶ θαυματουργίας, ἠξιώθης ἐπιτελεῖν, ἐραστὰ ἐρήμου, ἀεὶ καὶ μετὰ πότμον, πανόσιε Κενδέα, Κύπρου θησαύρισμα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων, τῶν τιμώντων τὴν σεπτήν, μνήμην σου πολῖτα ἐρήμου, Κενδέα θαυματουργέ, φοῖνιξ ἀγλαόκαρπε, στεῤῥᾶς ἀσκήσεως, καὶ δοχεῖον τῆς χάριτος, χρυσοῦν τὰς αἰτήσεις, πρὸς Θεὸν ἐκπλήρωσαι, θερμαῖς πρεσβείαις σου, ἵνα ὡς ἀκέστορα θεῖον, ῥύστην, ἀρωγὸν καὶ προστάτην, σὲ ἐν συμφοραῖς ἀεὶ κατέχομεν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου